ΙΟΥΝΙΟΣ Θ΄
ΟΡΕΣΤΗΣ, ΔΙΟΜΗΔΗΣ & ΡΟΔΩΝ ΜΑΡΤΥΡΕΣ
ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σεπτ(οῖς ἀ)θληταῖς, σεπτὸν ἐξάδω μέλος. Ἰωσήφ.
ᾨδὴ α΄. ᾎσμα, ἀναπέμψωμεν λαοί.
Στέφος, ἐκ χειρὸς ζωαρχικῆς, ὡς νικηταὶ μακάριοι, ἀναδησάμενοι, οἱ τρεῖς τῇ παναγίᾳ, Τριάδι παρίστασθε, λύσιν ἡμῖν πταισμάτων, τοῖς ὑμνοῦσιν, ὑμᾶς ἐξαιτοῦντες.
Ἔτι, τοῦ τῆς πλάνης σκοτασμοῦ, ἐκκεχυμένου Μάρτυρες, εἰς τὴν ὑφήλιον, ὡς ἀπλανεῖς ἀστέρες, ὑμεῖς ἀναλάμψαντες, ἅθλοις ὥσπερ ἀκτῖσι, τῶν ἀπίστων, ηὐγάσατε φρένας.
Πίστει, συνελθόντες οἱ πιστοί, Ὀρέστην τε καὶ Ῥόδωνα, ἀνευφημήσωμεν, σὺν τούτοις Διομήδην, τὸν θεῖον γεραίροντες, τοὺς τοῦ Χριστοῦ ὁπλίτας, καὶ τῆς πλάνης, στεῤῥοὺς καθαιρέτας.
Θεοτοκίον.
Τόμον, προεώρα σε ποτέ, τῶν Προφητῶν ὁ πρόκριτος, ἐν ᾧ δακτύλῳ Πατρός, σαρκούμενος ἐγράφη, ὁ λόγος πανάμωμε, βίβλῳ ζωῆς ἐγγράφων, τοὺς ἀμέμπτως, πολιτευομένους.
ᾨδὴ γ΄. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.
Θεολογίαις θείαις δικαστικῶν, πρὸ βημάτων στάντες, σοφοὺς καὶ ῥήτορας, ἀλάλους ἀπεδείξατε, Μάρτυς Χριστοῦ μεγαλώνυμοι.
Λυμαντικὰς ἐνέδρας τοῦ πονηροῦ, διαλύεις ὄντως, δεινῶς δεσμούμενος, καὶ ῥάβδοις συντριβόμενος, πάντοθεν Ὀρέστα πολύαθλε.
Ἠκονημένα βέλῃ ἐν τῇ ψυχῇ, τῶν σεπτῶν σου λόγων, Ὀρέστα πάνσοφε, ἀνδρείως κατηκόντισας, τοῦ παρανομίᾳ δικάζοντος.
Θεοτοκίον.
Τὴν ἀπὸ γῆς πρὸς ὕψος περικαλλῆ, τεταμένην κλίμακα, ἀνυμνήσωμεν, Παρθένον δι’ ἧς ὁ Λόγος, ὤφθη τοῖς βροτοῖς σωματούμενος.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Φωτισθέντα τῇ γνώσει τῇ εἰς Θεόν, τῆς ἀπάτης τὸ σκότος τὸ χαλεπόν, ἐμφρόνως κατέλιπον, τοῦ Κυρίου οἱ Μάρτυρες, καὶ πολλῶν βασάνων, πυρὰν ὑπομείναντες, τοῦ ἐχθροῦ τελείως, τὸ κράτος διέλυσαν· ὅθεν ἰαμάτων, κομισάμενοι χάριν, νοσήματα παύουσι, τῶν ἀνθρώπων ἑκάστοτε, οἷς ἐν πίστει βοήσωμεν· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου.
Ἄγρυπνον τὸν νοῦν, κτησάμενοι ἐμφρόνως, πάσας πονηράς, ἐφόδους τοῦ Βελίαρ, κατεκοιμήσατε χάριτι τοῦ Σωτῆρος, πανευκλεεῖς μεγαλομάρτυρες.
Ἵστασο εὐχάς, Ὀρέστα τῷ Κυρίῳ, ἐναποδιδούς, ἀσείστῳ προαιρέσει, καὶ κατασείων τοὺς ἄφρονας γενομένῳ, σεισμῷ ταῖς θείαις ἐπινεύσεσιν.
Στόματι λαμπρῷ, Ὀρέστης τε καὶ Ῥόδων, ἅμα τῷ στεῤῥῷ, καὶ θείῳ Διομήδῃ, χαριστηρίους ἀνεπέμπον ὑμνῳδίας, ἀγωνιζόμενοι λαμπρότατα.
Θεοτοκίον.
Σὲ τὴν τοῦ φωτός, νεφέλην ἱκετεύων, νέφη σκοτεινά, Παρθένε τῆς ψυχῆς μου, ἀποδιώξασα φέγγει με μετανοίας, καταλαμπρύνασα διάσωσον.
ᾨδὴ ε΄. Τὸν ζόφον τῆς ψυχῆς μου.
Εἱρκτῇ σκοτεινοτάτῃ, συγκλεισθέντες φωστῆρες θεῖοι προστάγματα, τοῦ οὐρανίου Δεσπότου, ἄτρωτα συντηρεῖτε, θεοφανείας τὸν νοῦν, ὑπερβαλλούσαις ἐμφρόνως, καταγλαϊζόμενοι.
Πυρίπνοοι δειχθέντες, ταῖς πρὸς Κύριον ἀνενδότοις συννεύσεσιν, τῆς δυσσεβείας τὴν ὕλην, ἐφλέξατε δι’ ὅλου, καὶ ἀναλάμψαντες, ὥσπερ πυρσὸς τοὺς ἐν σκότει, φωτίζετε Μάρτυρες.
Τῇ ἄνωθεν ἐξ ὕψους, ἐνεχθείσῃ φωνῇ ἁγίᾳ στεῤῥότατοι, ἀποδειχθέντες πρὸς πᾶσαν, ἰδέαν τῶν βασάνων, ηὐτομολήσατε, καὶ νικηταὶ θείῳ σθένει, σαφῶς ἀπεφάνθητε.
Θεοτοκίον.
Ὁ ἄνω συνεδρεύων, τῷ Πατρὶ ὡς ὑπάρχων Υἱὸς συνάναρχος, κάτω ταῖς Σαῖς σαρκοφόρος, κατέχεται ἀγκάλαις, ἐχθροῦ δολίου χειρός, ἡμᾶς λυτρούμενος πάντας, ἁγνὴ παναμώμητε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Νευροῦνται οἱ Ἀθληταί, φωνῆς ἐξ ὕψους ἀκούσαντες· σεισμῷ τε καὶ ὑετῶν, σφοδρῶν ἐπικλύσεσι, πτοοῦνται οἱ ἄφρονες, καὶ μὴ συνιέντες, διαμένουσιν ἀνίατοι.
Ἐν ζάλῃ τῶν θλιβερῶν, καὶ τρικυμίαις μακάριοι, τῶν χαλεπῶν αἰκισμῶν, ψυχῆς τὸ ἀγώγιμον, καλῶς διεσώσατε, καὶ πρὸς θεῖον ὅρμον, Βασιλείας κατηντήσατε.
Ξενώσαντες ἑαυτούς, σαρκὸς καὶ κόσμου θεόπνευστοι, διὰ πολλῶν αἰκισμῶν, καὶ πόνων καὶ θλίψεων, Θεῷ οἰκειώθητε, νῦν παραλαβόντες, Βασιλείαν τὴν ἀσάλευτον.
Θεοτοκίον.
Ἀπόπλυνον μολυσμοῦ, σαρκὸς ἁγνὴ μὲ καὶ τοῦ πνεύματος, καὶ φώτισόν μου τὸν νοῦν, πολλαῖς ἀμαυρούμενον, κακῶν ἐπιθέσεσιν, ὅπως ἐν αἰνέσει, καταχρέως μακαρίζω Σε.
Κοντάκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τριάδος ὑπέρμαχοι ἀναφανέντες σεπτοί, πολύπλοκα βάσανα, ὑπὲρ αὐτῆς καρτερῶς, ὑπέστητε Μάρτυρες· ὅθεν τελειωθέντες, ἀναβλύζετε πᾶσι, χάριν τῶν ἰαμάτων, ἀπελαύνοντες πάθη, ψυχῶν τε καὶ σωμάτων ἀληθῶς, ἀξιοθαύμαστοι.
ᾨδὴ ζ΄. Τῶν Χαλδαίων ὁ κάμινος.
Δεδεμένοι μακάριοι, τῷ φίλτρῳ τοῦ Σωτῆρος, διελύσατε σύνδεσμον, πολύπλοκον τῆς πλάνης, καὶ δεσμὰ καὶ θάνατον, ἀπεριτρέπτῳ νοΐ, καθυπεμείνατε.
Ὡραιότατον σύστημα, καλλίστη συνοδία, Διομήδης Ὀρέστης τε, καὶ ὁ ἔνδοξος Ῥόδων, ἐδείχθησαν ψάλλοντες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μερισμὸν οὐχ ὑπέστητε, δεινοῖς προσομιλοῦντες, ἀνυμνοῦντες ἀμέριστον, Τριάδα Ἀθλοφόροι, οἱ τρεῖς καὶ κραυγάζοντες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐνοικήσας ἐν μήτρᾳ Σου, ὁ Θεοῦ Θεὸς Λόγος, ἐκ τῆς φύσεως ἅπασαν, ἐξοίκισε κακίαν, ἁγνὴ τῶν τιμώντων Σε, ὡς προστασίαν ἡμῶν, καὶ τεῖχος ἄῤῥηκτον.
ᾨδὴ η΄. Ὁ στεγάζων ἐν ὕδασι.
Λίθοις σέβας προσάγοντες, ἀναισθητούσῃ ψυχῇ, λιθολεύστους ὑμᾶς, ποιοῦσι γνώμῃ, οἱ ἐχθροὶ πονηρᾷ, ὥσπερ τὸν πρώταθλον, τῶν Ἑβραίων οἱ παῖδες Ἀθλοφόροι· ὅθεν πρὸς τὴν πέτραν, τῆς ζωῆς θανόντες, μετέβητε ὁσίως.
Οὐκ ἀρνούμεθα Κύριον, τὸν ἐπὶ πάντων Θεόν, οὐ γλυπτοῖς νέμομεν, ἄλογον σέβας, οἱ στεῤῥοὶ ἀθληταί, ἔλεγον μέλποντες, ἀναιρεῖσθαι ἀδίκως ὑπ’ ἀνόμων· ὅθεν ὥσπερ ἄρνες, λόγῳ τῷ τυθέντι, προσήχθησαν θανόντες.
Συναυλίας ἐπέτυχον, τῶν ἱερῶν Ἀθλητῶν, ἀπὸ τοῦ αἰῶνος, τῶν ἀθλησάντων, ἀνδρικῷ λογισμῷ, Ῥόδων ὁ ἔνδοξος, Διομήδης ὁ θεῖος καὶ Ὀρέστης, οὓς ἐν εὐφροσύνῃ, σήμερον ὑμνοῦντες, Χριστὸν δοξολογοῦμεν.
Θεοτοκίον.
Ἰαμάτων ὑπάρχουσα, ἀδαπάνητο πηγή, τῆς ψυχῆς μου πάσας, τὰς ἀῤῥωστίας, Θεοτόκε ἁγνή, ἴασαι δέομαι, ὀχετούς μοι δακρύων δωρουμένη, πλύνοντάς με ῥύπου, τῶν ἁμαρτημάτων, πανάχραντε Παρθένε.
ᾨδὴ θ΄. Εὐλογητὸς ὁ Κύριος.
Ὡς προσφοραὶ ὁλόκληροι, ὡς θυσίαι καθαραί, τοῦ τυθέντος, Λόγου Ἀθλοφόροι σαφῶς, τῇ θείᾳ τραπέζῃ προσήχθητε, ὀσμὴν ἀποπέμποντες ζωῆς, καὶ τὴν τῶν πρωτοτόκων, ἱερὰν φαιδρύνοντες, ὄντως Ἐκκλησίαν.
Σωματικοῖς παθήμασιν, ὁμιλοῦντες ἀνδρικῶς, ταῖς νιφάσι, Μάρτυρες τῶν λίθων σοφοί, χωννύμενοι τούτοις ὡς κλίμακι, ἐπέβητε καὶ πρὸς οὐρανόν, ἀνήλθετε στεφάνους, νίκης κομιζόμενοι, ἐκ χειρὸς Κυρίου.
Ἡ παναγία σήμερον, ἐπεδήμησεν ἡμῖν, τῶν Μαρτύρων, μνήμη χαρισμάτων φωτί, ἡμᾶς εὐσεβῶς καταυγάζουσα, ἣν πίστει τελοῦντες τῷ Χριστῷ, βοήσωμεν· ταῖς τούτων, Λόγε παρακλήσεσι, πάντας ἡμᾶς σῶσον.
Θεοτοκίον.
Φωτοειδὴς ὑπάρχουσα, ὡς τὸ φῶς τὸ νοητόν, τετοκυῖα, ἄχραντε Παρθένε ἁγνή, Χριστὸν ἀληθῶς σωματούμενον, Αὐτὸν φωτισθῆναι καὶ ἡμᾶς, ἑκάστοτε δυσώπει, τοῖς τοῦ βίου πάθεσιν, ἀπημαυρωμένους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου