Τρίτη 25 Απριλίου 2023

ΙΟΥΝΙΟΣ 7. ΟΣΙΟΣ ΑΝΑΣΤΑΣΙΟΣ ΓΟΡΔΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΝΙΟΣ Ζ΄

ΑΝΑΣΤΑΣΙΟΣ ΟΣΙΟΣ ΓΟΡΔΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄ . Τῶν οὐρανίων ταγμάτων.

Θεοειδῶν διδασκάλων τὸ ἐγκαλλώπισμα, τὸν μαθητὴν Ὁσίου, Εὐγενίου ἐκθύμως, ὡς γόνον καὶ φωστῆρα Βραγγιανῶν, Ἀναστάσιον Γόρδιον, ἀνευφημήσωμεν ᾄσμασι μελιχροῖς, φιλεόρτων τὰ συστήματα.

 

Πεπαιδευμένον παιδείαν πᾶσαν τὴν θύραθεν, καὶ τὴν θεολογίαν, Ἀναστάσιε μάκαρ, ἐσχόλαζες ἀπαύστως τῇ τῶν Γραφῶν, ἀναγνώσει καὶ ἔγραφες, ἐπιστολὰς ψυχοτρόφους θεοειδές, τῶν Ἀγράφων γόνε Γόρδιε.

 

Τὸν μαθητὴν Εὐγενίου τὸν εὐπειθέστατον, τοῦ Αἰτωλοῦ Ὁσίου, καὶ διδάσκαλον γένους, ἡμῶν ἐν δυσχειμέροις ἔθνους καιροῖς, Ἀναστάσιον Γόρδιον, ἐγκωμιάσωμεν ὕμνοις ὡς θησαυρόν, εὐσεβείας καὶ σεμνότητος.

 

Ὑφηγητὴν εὐσεβείας πολυμαθέστατον, τὸν ἀθορύβως βίον, μετελθόντα εὐσχήμως, τὸ καύχημα τὸ μέγα Βραγγιανῶν, Ἀναστάσιον Γόρδιον, ὥσπερ ἀνάργυρον μέλψωμεν ἰατρόν, καὶ διδάσκαλον θεόσοφον.

 

Δόξα. Ἦχος β΄.

Τὸν σοφώτερον καὶ ὁσιώτερον, τῶν λογίων διδασκάλων, διαπρέψαντα ἐπ’ ἀρετῇ καὶ χρηστοηθείᾳ, μαθητὴν καὶ βιογράφον Εὐγενίου, τοῦ ἐξ Αἰτωλίας Ὁσίου, Ἀναστάσιον μέλψωμεν τὸν Γόρδιον, ἀξιοχρέως κραυγάζοντες· Ἀγράφων τιμαλφέστατον ἀγλάϊσμα, καὶ Βραγγιανῶν γόνε καὶ καύχημα, ὁ συνεπὴς τῇ διδασκαλίᾳ καὶ τῇ πράξει, πρὸς ὁδοὺς χρηστοηθείας καὶ γνώσεως ἐνθέου κατεύθυνον, τοὺς λαμπρῶς ἐπιτελοῦντας τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις Βραγγιανῶν, σχολῆς ὁ ὑφηγήτωρ, ὁ λόγιος καὶ σώφρων, ὁσίως ὁ τὸν βίον, τελέσας Ἀναστάσιε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις τὸ διαυγές, τοῦ Παρακλήτου σκεῦος, τῶν διδασκάλων γέρας, καὶ ἰατρῶν ἀμίσθων, σεμνότης Ἀναστάσιε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Γόρδιε θαυμαστέ, ὁσίων διδασκάλων, σοφολογιωτάτων, τοῦ ἔθνους ἐκμαγεῖον, ἐδείχθης Ἀναστάσιε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, σοφίζων διδασκάλους, πιστῶν πρὸς σωτηρίαν, Τριὰς ὑπεραγία, ὑπέρχρονε καὶ σύνθρονε.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε καταφυγή, Χριστιανῶν ἁπάντων, ἐν πάσῃ περιστάσει, σεμνὴ Θεογεννῆτορ, Παρθένε παναμώμητε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀναστάσιον Γόρδιον εὐφημήσωμεν, πανευκλεῶν διδασκάλων, φωστῆρα νεολαμπῆ, ὡς σοφίας ἀρετῆς καὶ ὁσιότητος, τύπον σχολῆς Βραγγιανῶν, ὑφηγήτορα σεπτόν, ἐμπράκτῳ φιλανθρωπίᾳ, τὸν διαλάμψαντα πόθῳ, αὐτοῦ πρεσβείαις ἐξαιτούμενοι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἀναστάσιε Γόρδιε, διδασκάλων καλλώπισμα, Ἑλληνομουσείου Ἀγράφων πάνσεπτον, Βραγγιανῶν εὐθαλέστατε, βλαστὲ καὶ κιννάμωμον, ἀγωγῆς θεοφιλοῦς, τῆς ἐλπίδος τὸ ζώπυρον, διετήρησας, δι’ ἀνάστασιν γένους Ὀρθοδόξου, δι’ οὗ πάμφωτος ἀνήφθη, Ἐθνεγερσίας ἐκπύρσευμα.

 

Ἀναστάσιε Γόρδιε, μέγας ἐν ὁσιότητι, καὶ πολὺς ἐν βάθει σοφίας πέφηνας, ὁ θεοῤῥήμων διδάσκαλος, καὶ σοῦ ὑφηγήτορος, Εὐγενίου Αἰτωλοῦ, μαθητὴς εὐπειθέστατος, ὁ ἀνάργυρος, ἰατρὸς τῶν ἀλγούντων καὶ χαρίεις, ἐπιστολογράφος ἄνερ, θεοφιλὲς καὶ θεόσοφε.

 

Τὴν σεβάσμιον κάραν σου, ἀληθῶς μυροβλύζουσαν, καὶ χαριτωθεῖσαν ἀφθόνως ἄνωθεν, πανευλαβῶς ἀσπαζόμεθα, θεόφιλε Γόρδιε, ἐν ναῷ Βραγγιανῶν, θείας Ὁσιομάρτυρος, Ἀναστάσιε, πανευφήμου Παρασκευῆς οὗ τέμπλου, ἐπιχρύσωσις προνοίᾳ, ἐπερατώθη τῇ θείᾳ σου.

 

Δεῦτε πάντες ἐν ᾄσμασιν, Ἀναστάσιον Γόρδιον, ὡς πεπαιδευμένον ἄνδρα τιμήσωμεν, ἐλλογιμώτατον ἔμφρονα, τῆς γλώσσης εἰδήμονα, τῶν Ἑλλήνων ἀληθῶς, καὶ Λατίνων διδάσκαλον, θεοφώτιστον, μαθητὴν τοῦ Ὁσίου Εὐγενίου, εὐπειθῆ καὶ βιογράφον, αὐτοῦ σεπτὸν καὶ φιλόστοργον.

 

Ἰατρὸν ὁσιώτατον, σὲ ὠνόμαζον Γόρδιε, μάκαρ Ἀναστάσιε εἰς περίχωρον, Βραγγιανῶν ἔνθα βίον σου, μετῆλθες ἀοίδιμε, ἀθορύβως ταῖς Γραφαῖς, ἐντρυφῶν καὶ νεότητα, τὴν Ὀρθόδοξον, τὰ σωτήρια γράμματα διδάσκων, ἐν πτωχείᾳ καὶ δουλείᾳ, στενούσῃ πνευματοφόρητε.

 

Ἀναστάσιε Γόρδιε, ἐπιστῆμον θεόσοφε, φάρε ὁσιότητος τηλαυγέστατε, τῆς εὐσεβείας μυράλειπτρον, εὐῶδες καὶ κύμινον, φιλανθρώπου ἀγωγῆς, τὴν ὑπέρτιμον μνήμην σου, ἑορτάζοντες, ἐκδεχόμεθα πίστει τὰς λιτάς σου, πρὸς τὸν θεῖον Πλαστουργέτην, καὶ πανευΐλατον Κύριον.

 

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν ἐν Ἀγράφοις γλυκύφθογγον, καὶ θεόσοφον διδάσκαλον, μὴ χωρίζοντα ἀρετῆς τὴν ἐπιστήμην, Ἀναστάσιον τιμήσωμεν τὸν Γόρδιον, ὡς ψυχὰς νεότητος ποτίσαντος, δι’ ὕδατος διειδεστάτον, ἑλληνοχριστιανικῆς παιδείας, ἐν κατανύξει λέγοντες· Ὁ ἐκ τοῦ περισσεύματος, τῆς παναγάθου σου καρδίας διδάσκων, καὶ σοὺς λόγους σφραγίζων, ἔργοις εὐποιΐας σου, ὁ τοῦ Χριστοῦ ἀγαπῶν τὴν πτωχείαν, καὶ ἀθορύβως τὸν βίον μετερχόμενος, ἁγίασον διδασκάλους καὶ μαθητάς, τοῦ ἔθνους ἡμῶν σχολείων, καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου, τοὺς τιμῶντας ἐκθύμως, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. Δ΄, 1-9)

Ἀκούσατε, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν· δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, οἳ ἐδίδασκόν με καὶ ἔλεγον· ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ μηδὲ παρίδῃς ρῆσιν ἐμοῦ στόματος, μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. Δ΄, 10-19)

Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄, 1-10)

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Λιτή. Ἦχος α΄.

Πεπαιδευμένον ἄνδρα, την τε θύραθεν παιδείαν καὶ ἱερὰν θεολογίαν, δεῦτε πάντες τιμήσωμεν Ἀναστάσιον τὸν Γόρδιον, ὡς ἀχανέστατον πέλαγος τῶν χαρίτων τοῦ Πνεύματος, πολύπλευρον ἐν Βραγγιανοῖς δρᾶσιν ἀναπτύξαντα, καὶ τὴν νεότητα φωτίσαντα· οὗτος γὰρ ἐν φωτὶ κατηυγασμένος τῷ ἀνεσπέρῳ, ὡς ἀστὴρ ἐν Ἀγράφοις ἀνέτειλε, καὶ πάντας ἐφώτισε τοὺς παρ’ αὐτὸν μαθητεύσαντας, καὶ τοὺς ἐν ἀγνωσίᾳ καθεύδοντας· καὶ νῦν Φωτὸς τοῦ ἀστέκτου ἐν πόλῳ ἀπολαύων, ἐκτενῶς τὸν Φωτοδότην Θεάνθρωπον ἱκετεύει, ὑπὲρ φωτισμοῦ τῆς νεότητος, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Ὁ ἀναιρέσας ἀζυμιτῶν τὴν πλάνην, καὶ στηλιτεύσας τὴν ἀπάτην τῶν ἐκγόνων κατὰ τῆς Ἄγαρ, ὁ βιογραφήσας φιλοστόργως τὸν διδάσκαλόν σου Ὅσιον Εὐγένιον, καὶ ψυχωφελεῖς ἐπιστολὰς συγγράψας, ὡς ἥλιος ἐν Βραγγιανοῖς ἀνέτειλας, Ἀναστάσιε Γόρδιε· ὅθεν ἡμεῖς τὴν μνήμην σου σήμερον ἑορτάζοντες, καὶ τὴν θεοφιλῆ σου πολιτείας ἐπαινοῦντες, τὰς ἀδιαλείπτους σου εὐχὰς πρὸς Κύριον ἐκδεχόμεθα, τὸν παρέχοντα πᾶσι τὸ μέγα καὶ πλούσιο ἔλεος.

 

 

 

 

 

 

Ἦχος δ΄.

Τῶν Ἀγράφων εὐσκιόφυλλον δένδρον, πρὸς οὐρανὸν μεταφυτευθὲν Χάριτι θείᾳ, Ἀναστάσιον Γόρδιον οἱ πιστοὶ ἐγκωμιάσωμεν λέγοντες· Ὀρθοφρονῶν καὶ ἑλληνοφρονῶν διδάσκαλε, ὁ τῆς νεότητος ἀπλανῶς ἰθύνας πρὸς ἐπάλξεις σωτηρίας, ῥῦσαι αὐτὴν εὐχαῖς σου πάσης ἐπιβουλῆς τοῦ μισοκάλου, τὴν νῦν ἑορτάζουσα πόθῳ τὴν πανσεβάσμιον μνήμην σου.

 

Δόξα. Ὁ αὐτός.

Τὸν ταπεινῶς καὶ ἀθορύβως ἐργασάμενον, ἐν ταῖς καρδίαις τῆς νεότητος, Ἀναστάσιον ἐγκωμιάσωμεν τὸν Γόρδιον, ὡς ἄνδρα εὐλαβῆ καὶ ἐνάρετον, καὶ διδάσκαλον ὡς πνευματέμφορον αὐτῷ κραυγάζοντες· Ὁ σπορεὺς τοῦ καλοῦ σπόρου τῆς πίστεως καὶ ἐνθέου προόδου, ὡς ῥιζοτόμος λαοῦ ἀγνωσίας καὶ φυτοκόμος Θεοῦ ἀληθείας, πίανον τὰς αὐχμώσας τῆς νεότητος τοῦ Ἔθνους ἡμῶν καρδίας, νάμασι θεοπειθῶν εὐχῶν σου, πρὸς ἀμητὸν ἀρετῶν πλούσιον, καὶ ζωὴν τὴν ἐν πόλῳ αἰωνίζουσαν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Χαίροις, τῶν διδασκάλων κρηπίς, Βραγγιανῶν τὸ τιμαλφὲς σεμνολόγημα, Ἀγράφων ἡ κοσμιότης, ὁ εὐπειθὴς μαθητής, θείου Εὐγενίου, Ἀναστάσιε, θεόσοφε Γόρδιε, ἰατρὲ δοκιμότατε, ὁ ἀναργύρως, θεραπεύων νοσήματα, καὶ ἰώμενος, τὰς ψυχὰς καὶ τὰ σώματα, Χριστιανῶν ἀοίδιμε, ταμεῖον τῆς Χάριτος, τοῦ πανσθενοῦς Παρακλήτου, καὶ διαυγέστατον ἔσοπτρον, τῆς φιλανθρωπίας, ἀρετῆς χρηστοηθείας, καὶ ὁσιότητος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ μαθητεύσας σεμνῶς, παρὰ τοὺς πόδας Εὐγενίου τοῦ μάκαρος, τοῦ πήξαντος ἐν Ἀγράφων, Βραγγιανοῖς τοῖς κλεινοῖς, Ἑλληνομουσεῖον, ἄνερ Ὅσιε, πραότατε δίκαιε, εὐλαβὲς εὐσυμπάθητε, τῆς νεολαίας, ἰθυντὴρ ἀπλανέστατε, πρὸς τελείωσιν, ἀρετῆς καὶ πρὸς πρόοδον, πνευματικὴν θεσπέσιε, κανὼν ὁ εὐθύτατος, τῶν διδασκάλων τοῦ ἔθνους, τῶν πᾶσι γνῶσιν τὴν ἔνθεον, ὑφηγησαμένων, ὁ σχολάζων ἀναγνώσει, Γραφῶν ἑκάστοτε.

 

 

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Μνήμην, τὴν σὴν τελοῦντες λαμπρῶς, Βραγγιανῶν εὐσεβοφρόνων οἱ σύλλογοι, καὶ πόθῳ ἀσπαζομένων, τὴν σὴν σεπτὴν κεφαλήν, ἐν ναῷ παγκάλλῳ, Ἀναστάσιε, πανεύφημε Γόρδιε, ὃ Εὐγένιος ἔκτισε, διδάσκαλός σου, Αἰτωλὸς ὁ θειότατος, ἀναλώμασι, τούτου Ὁσιομάρτυρι, Παρασκευῇ πληρούμεθα, ἀφθόνως σῆς χάριτος, καὶ ἀπολαύομεν τάχος, σῆς ἐναργοῦς ἀντιλήψεως, φρουρᾶς προστασίας, ὑγιείας ἄμφω ἄνερ, καὶ σκέπης Ὅσιε.

 

Δόξα. Ἦχος πλ. δ ΄.

Ἄνδρα πολυμαθῆ καὶ ἐλλόγιμον, πλήρη χάριτος καὶ Θεοῦ σοφίας, τὸν διδάξαντα καὶ ἐν ταυτῷ ποιήσαντα, ὡς λύχνον νεόφωτον ἀκτῖσιν αὐτοῦ διδαχῶν καὶ ἔργων, καταφωτίσαντα τοὺς ἐν Ἀγράφοις οἰκοῦντας, Ἀναστάσιον τὸν Γόρδιον τιμήσωμεν οὕτως λέγοντες· Ὁ ἀρότρῳ διδασκαλίας σου, γεωργήσας τῆς νεότητος καρδίας, καὶ αὔλαξι σῆς θεοσοφίας αὐτὰς καταρδεύσας, πρὸς πολύφορον ἀρετῆς καρποφορίαν, ἀροτρίωσον εὐχαῖς σου ἡμῶν τὰς ἀνίκμους καρδίας, πρὸς ἐκβλάστησιν θεογνωσίας, καὶ ζωῆς τῆς ἀλήκτου σὺν Χριστῷ Παντοκράτορι.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀναστάσιον Γόρδιον εὐφημήσωμεν, πανευκλεῶν διδασκάλων, φωστῆρα νεολαμπῆ, ὡς σοφίας ἀρετῆς καὶ ὁσιότητος, τύπον σχολῆς Βραγγιανῶν, ὑφηγήτορα σεπτόν, ἐμπράκτῳ φιλανθρωπίᾳ, τὸν διαλάμψαντα πόθῳ, αὐτοῦ πρεσβείαις ἐξαιτούμενοι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Βλαστὸν Βραγγιανῶν, εὐθαλῆ εὐσχημόνως, καὶ ἴον εὐανθές, ἐν Ἀγράφοις ἀνθήσαν, πρὸς τέρψιν νεότητος, Ἀναστάσιον Γόρδιον, εὐφημήσωμεν, ὡς διδασκάλων ἐνθέων, ἐγκαλλώπισμα, καὶ μαθητὴν Εὐγενίου, Ὁσίου θεόσοφον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Εὐχαῖς Σου μητρικαῖς, τὰς θυρίδας τὰς πέντε, ἀσφάλισον ἁγνή, τῆς νεότητος Μῆτερ, τὰ ὦτα τὰ ὄμματα, χεῖρας γλῶσσαν καὶ ὄσφρησιν, παντευλόγητε, ἵνα μὴ εὕρη ὁ ὄφις, ὁ μισόκαλος, τὴν εὐκαιρίαν ἁλῶσαι, αὐτὴν ἁμαρτήμασι.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὸν θεῖον διδάσκαλον Βραγγιανῶν τῆς Σχολῆς, σοφίας τὸ ἔκτυπον καὶ ἀληθοῦς προσφορᾶς, πρὸς στένοντας ἅπαντας, μέλαθρον ἐγκωμίων, καταστέψωμεν ῥόδοις, Γόρδιον κεκλημένον, Ἀναστάσιον πάνυ, ἀμέμπτως διελθῶντα αὐτοῦ, βίον τὸν πρόσκαιρον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Φωνῆς νῦν ἐπάκουσον τῶν Σῶν θερμῶν οἰκετῶν, καὶ πᾶσι κατάπεμψον, ἐξ ὕψους δόξης τῆς Σῆς, τὸ ἄμετρον ἔλεος, Δέσποινα Θεοτόκε, τοῦ ἀχράντου Σου Τόκου, ὑπερευλογημένη, δωρουμένου ἀπαύστως, ἡμῖν τῶν οἰκτιρμῶν ποταμούς, παντελεήμονος.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν πνευματέμφορον, ὄντως διδάσκαλον, τὴν παναρμόνιον, ἅρπαν τῆς χάριτος, καὶ σάλπιγγα τῆς ἀρετῆς μεγάφωνον εὐσχημόνως, ὕμνοις Ἀναστάσιον μελῳδήσωμεν Γόρδιον, τῶν Ἀγράφων καύχημα, καὶ τῆς πίστεως σέμνωμα, βοῶντες ἐν πολλῇ εὐλαβείᾳ· Χαῖρε σοφίας ὑφηγῆτορ.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. Ι΄, 9-16)· ζήτει τῇ ΙΓ΄ Νοεμβρίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὸ ὕψος τῆς σοφίας καὶ τὸ βάθος τῆς ταπεινώσεως, διδάσκαλον τῶν Ἀγράφων τὸν θεοφώτιστον, Ἀναστάσιον ἐγκωμιάσωμεν τὸν Γόρδιον, ὡς θεόγραφον ἀρετῆς  βίβλον οὕτω λέγοντες· ὁ δείξας νεότητι τὴν ἀπάγουσαν τρίβον, ἐκ τοῦ κατ’ εἰκόνα εἰς τὸ καθ’ ὁμοίωσιν, καὶ εὐαρεστήσας τῷ κόσμῳ ἰατρικῇ σου ἐπιστήμῃ, καὶ συγγράμμασι θεοπνεύστοις σου, μὴ παύσῃ Χριστὸν ἱκετεύων, ὑπὲρ προόδου κατ’ ἄμφω τῆς νεολαίας, καὶ διασώσεως αὐτῆς ἐκ τοῦ νοητοῦ θηρὸς τῶν ὀνύχων θεσπέσιε.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἀναστασίῳ Γορδίῳ, μελιχρὸν ἐγκώμιον. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἀγράφων νεόφωτον, φωστῆρα ὕμνοις τιμήσωμεν, σεπτὸν Ἀναστάσιον, αὐγαῖς αὐτοῦ διδαχῶν, ὁσιότητος, καὶ ἔργων εὐποιΐας, ὑστέροις ἐν ἔτεσι, κόσμον φωτίσαντα.

Νυκτὶ Ἀναστάσιον, ἐν ζοφερᾷ τῆς δουλώσεως, ἡμῶν ἔθνους ἔκγοσι, τῆς Ἄγαρ λαμπροφανῆ, ἀνατείλαντα, διδασκαλίας θείας, ἡμέραν τιμήσωμεν, Γόρδιον Ὅσιον.

Ἀγλάϊσμα ἔνθεον, τῶν μαθητῶν τοῦ θεόφρονος, Ὁσίου ὑμνήσωμεν, νῦν Εὐγενίου λαμπρῶς, Ἀναστάσιον, τὸν Γόρδιον ὡς σκεῦος, τοῦ Πνεύματος πάγχρυσον, πάντες γηθόμενοι.

Θεοτοκίον.

Σωφρόνως τοὺς δούλους Σου, Θεοκυῆτορ παντάνασσα, δικαίως ἀξίωσον, καὶ εὐσεβῶς διελθεῖν, βίου δόλιχον, παρόντος καὶ εἰς πόλου, ὑπέρφωτα δώματα, φθάσαι πανύμνητε.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ταμεῖον ἀσύλητον σοφίας, ἐνθέου βλαστὲ Βραγγιανῶν, ἐδείχθης Ἀναστάσιε, πανίερε διδάσκαλε, ὁ πᾶσιν ὑφηγούμενος, πιστοῖς ζωὴν αἰωνίζουσαν.

Ἀθῆναί σοι ἔδωκαν τὴν γνῶσιν, τὴν ἔνθεον Γόρδιε σεπτέ, καὶ Πάδοβα σε ἔχρισεν, εἰδήμονα τῆς θύραθεν, παιδείας Ἀναστάσιε, εὐρυμαθὲς καὶ θεόσοφε.

Σὲ τέχνης ἰατρικῆς τὸν μύστην, ὠνόμαζον ἐν Βραγγιανῶν, περιοικίδι Ὅσιον, ἀνάργυρον ἰώμενον, τοῦ κόσμου τὰ νοσήματα, τὰ ἀλγεινὰ Ἀναστάσιε.

Θεοτοκίον.

Ἰθύντειρα πάντων πρὸς σκηνώσεις, τοῦ πόλου Παρθένε ἀπλανές, κατεύθυνον τοὺς δούλους Σου, πρὸς μετανοίας δύσβατον, ὁδὸν σαφῶς ἀπάγουσαν, πρὸς ἀφθαρσίαν Μητρόθεε.

 

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Τὸν διδάσκαλον, τῆς εὐσεβείας, θεοκίνητον, γραφίδα ὕμνοις, ἰατρὸν καὶ θεολόγον τιμήσωμεν, Βραγγιανῶν Ἀναστάσιον Γόρδιον, τὸ μέγα κλέος ἐχόντων ὡς ἄσυλον, νῦν θησαύρισμα αὐτοῦ κεφαλὴν τὴν πάνσεπτον, ἐκβλύζουσαν νοσοῦσι τὰ ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐνυπόστατον, Θεοῦ σοφίαν, τὸν σοφίζοντα, ἀσόφους πάντας, εἰς αἰῶνας ἐν γαστρί Σου βαστάσασα, Λόγον Θεοῦ τοῦ Ὑψίστου πανύμνητε, ἡμῶν ἐννοίας Σῇ χάριτι κάθαρον, Μητροπάρθενε τῶν πίστει μακαριζόντων Σε, καὶ πόθῳ προστρεχόντων ταῖς πρεσβείαις Σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ὡς διδάσκαλον Ἀγράφων, σὲ θεόπνευστον μέλπομεν, μαθητὴν Ὁσίου, Εὐγενίου πάνσεπτον Γόρδιε, καὶ βιογράφον αὐτοῦ πρὸς οἰκοδόμησιν, τοῦ πληρώματος, τοῦ εὐλαβοῦς Ἀναστάσιε.

Γνῶσιν ἐν τῇ Ἑσπερίᾳ, ἀποκτήσας τὴν θύραθεν, ἦλθεν ἐν Ἀγράφοις, γνῶσιν ἀποκτῆσαι οὐράνιον, καὶ παρ’ Ὁσίου τοὺς πόδας ἐμαθήτευσας, Ἀναστάσιε, τοῦ Εὐγενίου θεόσοφε.

Ὁσιότητος τῇ τρίβῳ, τῇ στενῇ ἠκολούθησας, ἀθορύβως βίον, Πάτερ μετερχόμενος Γόρδιε, καὶ ἐν Γραφῶν ἀναγνώσει Ἀναστάσιε, σπεύδων πάντοτε, σχολάσαι θεοφορούμενε.

Θεοτοκίον.

Ῥῦσαι πάντας δυσθυμίας, ἐπηρείας τοῦ ὄφεως, καὶ χαμαιζηλίας, τοὺς εἰλικρινῶς προστρεχόντας Σοι, καὶ μεγαλύνοντας πλῆθος θαυμασίων Σου, Μῆτερ ἄχραντε, Λόγου Θεοῦ Παντοκράτορος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Διδάσκαλε Ὅσιε, Βραγγιανῶν φιλάρετε, τῆς σχολῆς καὶ ἄμεμπτε ἐν πᾶσιν, ἴθυνας λόγοις, καὶ πρακτικῇ ἀγωγῇ, πρὸς πρόοδον ἄμφω μαθητάς, σοὺς ψυχῆς καὶ σώματος, Ἀναστάσιε Γόρδιε.

Ἰσχὺν Ἀναστάσιε, λαμβάνων θείαν ἄνωθεν, ἐκ τῆς ἀναγνώσεως τῆς Βίβλου, καὶ Ἀποστόλων, τῶν διδαχῶν νοῦν τὸν σόν, ἐπτέρους πρὸς Κύριον ἡμῶν, Γόρδιε πανθαύμαστε, τὸν Χριστὸν καὶ Σωτῆρά Σου.

Ὡς θεῖος διδάσκαλος, Βραγγιανῶν διέπρεψας, θεῖε Ἀναστάσιε σοφίας, ἐνθέου πίδαξ, καὶ ὡς ταχὺς ἰατρός, πιστῶν ἀσθενούντων ὧν ταχύ, νόσους ἐθεράπευσας, ἀναργύρως πανεύφημε.

Θεοτοκίον.

Μητράναδρε Δέσποινα, Χριστιανῶν προσφύγιον, κεχαριτωμένη Θεοτόκε, ῥῦσαι κινδύνων, καὶ ἀλγεινῶν συμφορῶν, τοὺς μέλποντας πρόνοιαν τὴν Σήν, πρὸς τοὺς καταφεύγοντας, ταῖς θερμαῖς ἱκεσίαις Σου.

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ἐκθύμως νῦν Ἀναστάσιον, τὸν Γόρδιον ὡς κρήνη τιμήσωμεν, ὄντως καλλίῤῥυτον, τοῦ Παρακλήτου ἀρδεύσασαν, Ἀγράφων νεολαίαν, αὐτοῦ διδάγμασι.

Λαμπὰς νεόφωτος πίστεως, τρισμάκαρ Ἀναστάσιε Γόρδιε, πάντας ἐφώτισας, θεοσοφίας ἀκτῖσί σου, καὶ ἀστραπαῖς σῶν φθόγγων, καὶ συγγραμμάτων σου.

Ἰθύντωρ ὤφθης νεότητος, πρὸς γνῶσιν Ἀναστάσιε Γόρδιε, τὴν διασώζουσαν, ὡς ἀληθῶς ἀπλανέστατος, Βραγγιανῶν Ἀγράφων, ἔμψυχον κλέϊσμα.

Θεοτοκίον.

Χαρᾶς καρδίας νεότητος, ἀφάτου Μητροπάρθενε ἔμπλησον, τῆς Σὲ ὑμνούσης ἑκάστοτε, καὶ πίστει προστρεχούσης, τῇ θείᾳ σκέπῃ Σου.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῶν Ἀγράφων πνευματέμφορον διδάσκαλον, μαθητὴν τοῦ Εὐγενίου εὐπειθέστατον, τοῦ Ὁσίου Ἀναστάσιον εὐσχημόνως, ὡς σοφῶς πεπαιδευμένον ἄνψδρα μέλψωμεν, Παρακλήτου ἐποφθέντα οἰκητήριον, πόθῳ κράζοντες· Χαίροις ἔνθεε Γόρδιε.

Ὁ Οἶκος.

Ἄγαλμα διδασκάλων, Ἀναστάσιε μάκαρ, ἠθῶν ἀμέμπτων Γόρδιε φάρε, θεῖον κλέϊσμα Βραγγιανῶν, καὶ τοῦ Εὐγενίου μαθητὰ πάνσοφε, τοῦ Αἰτωλοῦ ἐπάκουσον, ἡμῶν σοι ἐν χαρᾷ βοώντων·

Χαῖρε, Ἀγράφων ὁ θεῖος γόνος·

χαῖρε θαυμάτων πανοτίων φάρος.

Χαῖρε, ἀρετῆς τῆς ἐνθέου ὁ πρόβολος·

χαῖρε, ἀγωγῆς φιλοσίου διδάσκαλος.

Χαῖρε, Πνεύματος κυάθιον τοῦ Ἁγίου εὐπρεπές·

χαῖρε, Χάριτος πολύτιμον λίκνον Πάτερ θεαυγές.

Χαῖρε, τοῦ Εὐγενίου μαθητὴς τοῦ Ὁσίου·

χαῖρε, τοῦ εὐϊλάτου φίλος λόγου Ὑψίστου.

Χαῖρε, φωστὴρ σοφίας νεόφωτος·

χαῖρε, πρηστὴρ δολίου ἀλάστορος.

Χαῖρε, λαμπὰς ἰατρῶν ἀναργύρων·

χαῖρε, ἰκμὰς ἀρετῶν ψυχοτρόφων.

Χαίροις, ἔνθεε Γόρδιε.

 

Συναξάριον.

Τῇ Ζ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἀναστασίου τοῦ Γορδίου, τοῦ ἐκ Βραγγιανῶν Ἀγράφων.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ῥείθροις θείων σου, νουθεσίων νεότητος, ψυχὰς κατήρδευσας, Βραγγιανῶν ἐν σχολῇ, θειότατε Γόρδιε, σοφὲ διδάσκαλε, Ἀναστάσιε, ὁ ἐκ τοῦ περισσεύματος, ὁμιλῶν τῆς σῆς καρδίας.

Ὁ φιλόσοφος, ὁ θεαυγὴς καὶ ἔνθεος, νῦν Ἀναστάσιος, μελισταγέσιν ᾠδαῖς, τιμᾶται ὁ Γόρδιος, ὑπ’ ὁμηγύρεως, εὐσεβόφρονος, ὡς ἀρετῆς καὶ νήψεως, θεοφόρος ὑφηγήτωρ.

Νύκτα ἔλυσας, μετὰ σεπτὸν Εὐγένιον, τὸν σὸν διδάσκαλον, τῆς ἀγνωσίας λαοῦ, ἐν σκότει καθεύδοντος, δεινῆς δουλώσεως, Ἀναστάσιε, πνευματοφόρε Γόρδιε, Ἔθνους τοῦ ἡμῶν ἀπίστοις.

Θεοτοκίον.

Ἐξ εὐκλείας Σου, τοῦ ὕψους Μητροπάρθενε, κατεποπτεύουσα, μὴ διαλείπῃς ἡμᾶς, τοὺς πίστει ἑκάστοτε, Σὲ μακαρίζοντας, καὶ προστρέχοντας, βιοτικαῖς ἐν θλίψεσι, Σῇ θερμῇ παραμυθίᾳ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Γνῶσιν τὴν σωτήριον σταλλάζων, νεότητος ἐν καρδίαις Ἀναστάσιε, Γόρδιε θεόφιλε, καὶ ὡς κρήνη χάριτος, τοῖς ἀνιάτως νάματα, νοσοῦσι δίκαιε, ἰάσεων διήνυσας τρίβον, βίου ἐν Ἀγράφων, χωρίοις ἀθορύβως.

Κλέϊσμα Βραγγιανῶν πατρίδι, κατέλιπες τῇ σεπτῇ σου ὡς πολύτιμον, θησαυρὸν τὴν κάραν σου, βλύζουσαν ἰάματα, πιστῶν χοροῖς ἑκάστοτε, αὐτῇ προστρέχουσιν, ἐν νόσοις Ἀναστάσιε μάκαρ, ἰατρῶν ἀμίσθων, εἰκὼν διαυγεστάτη.

Ὤφθης θείας Χάριτος κινύρα, κιθάρα διδασκαλίας Ἀναστάσιε, Γόρδιε καλλίχορδος, καὶ τερπνὸν ψαλτήριον, νουθεσιῶν θεότητος· διὸ τὴν μνήμην σου, τὴν πάνσεπτον τιμῶντες ἐν ὕμνοις, μελιῤῥύτοις ῥόδοις, νῦν καταστέφομέν σε.

Θεοτοκίον.

Μέμνησο τῶν Σὲ μακαριζόντων, ἀείποτε Θεοτόκε ὑπεράγαθε, καὶ τὸν θεῖον Τόκον Σου, δοξαζόντων ἄχραντε, κοπάζουσα τὸν τάραχον, παθῶν καὶ θλίψεων, καὶ πόνων δυσφορήτων Παρθένε, κεχαριτωμένη, πιστῶν Σοι προστρεχόντων.

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἴασμε τερπνέ, σοφίας συνέσεως, ἐλέους νήψεως, καὶ ἠθῶν χρηστότητος, εὔφρανον πάντας, σὲ μακαρίζοντας, θεόφρον Ἀναστάσιε, τρισμάκαρ Γόρδιε, ὁ ἡδύνων, ταῖς ὀδμαῖς χαρίτων σου, ἐν Ἀγράφοις πατρίδα σου εὔανδρον.

Ὄλβε τιμαλφές, ἀγάπης πρὸς ἔγγιστα, καὶ πρὸς νεότητα, ἐξαιρέτως Γόρδιε, πᾶσι τὴν χάριν, τοῦ θείου Πνεύματος, ἐν σοὶ οἰκοῦσαν ἔδειξας, ἄνερ ὑπέρσοφε, ὀρεινόμε, ὄρνις Ἀναστάσιε, κελαδοῦσα Χριστοῦ τὴν ἀλήθειαν.

Νίκας κατ’ ἐχθρῶν, ἱκέταις σου δώρησαι, τοῖς προσπελάζουσι, τῇ ἁγίᾳ κάρᾳ σου, ἀπελαυνούσῃ, πνεύματα ἄλαλα, καὶ παρεχούσῃ Γόρδιε, πιστοῖς ἰάματα, ἀσθενοῦσι, τάχος Ἀναστάσιε, θαυμασίων ταμεῖον ἀσύλητον.

Θεοτοκίον.

Χάριν σου ἡμῖν, θεόθεν κατάπεμψον, Θεογεννήτρια, τοῖς τιμῶσι σήμερον, Ἀναστασίου, Γορδίου σκάμματα, καὶ ἱεροῖς ἐν ᾄσμασι, Σὲ μεγαλύνουσιν, ὡς ἁπάντων, θεῖον καταφύγιον, ἐν τοῦ βίου δεινοῖς περιστάσεσι.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Βραγγιανῶν τὸ βλάστημα, καὶ κλέος καὶ διδάσκαλον, θεοσοφίας πυξίον, ἐγκωμιάσωμεν πόθῳ, θεόπνουν Ἀναστάσιον, τὸν Γόρδιον ὡς λόγιον, ὑφηγητὴν σεμνότητος, καὶ ἀρετῆς ψυχοτρόφου, τῶν Χριστωνύμων χορεῖαι.

Θεοτοκίον.

Φωτόμορφε Παντάνασσα, τοῦ Φωτοδότου κτίσεως, Μῆτερ φιλόστοργε λῦσον, ἡμῶν παθῶν σκοτομήνην, καὶ ἦμαρ ἐξανάτειλον, τῆς ἀπαθείας τάχιστα, ἡμῖν Σὲ μεγαλύνουσι, Θεογεννῆτορ Παρθένε, ψαλμοῖς καὶ ὕμνοις εὐτάκτοις.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες

Φωστὴρ νεαυγὲς Βραγγιανῶν, διδασκάλων πύρσευμα, ταῖς ἀστραπαῖς τῶν ῥημάτων σου, πάντας ἐφώτισας, Ἑλληνομουσείου, μαθητὰς θειότατε, αὐτῶν διασκεδάζων τὴν ζόφωσιν, ἔνθεε γόρδιε, ἀγνωσίας Ἀναστάσιε, Παρακλήτου, ὁ φῶς φαίνων ἅπασι.

 

Πανήγυριν σήμερον λαμπράν, συγκροτοῦμεν ἅπαντες, ἐπὶ τῇ μνήμῃ σου Γόρδιε, οἱ ἐν τοῖς ὄρεσι, καὶ δρυμοῖς Ἀγράφων, ἐνοικοῦντες πάνσοφε, καὶ μέλποντές σε ὥσπερ φιλάνθρωπον, καὶ εὐσυμπάθητον, ἰατρόν τε καὶ διδάσκαλον, ἐπαινοῦμεν, τὴν σὴν χρηστοηθείαν.

 

Μεγάφωνον σάλπιγγα Θεοῦ, τῆς σοφίας μέλψωμεν, περιχαρῶς Ἀναστάσιον, ὥσπερ διδάσκαλον, θεαυγῆ καὶ φάρον, τηλαυγῆ τοῦ Πνεύματος, τοῦ θείου εὐλαβῶς ἀνακράζοντες· σὺν διδασκάλῳ σου, Εὐγενίῳ καθικέτευε, τὸν Σωτῆρα, ὑπὲρ τῶν τιμώντων σε.

 

Ναὸς εὐκλεοῦ Παρασκευῆς, τῆς Ὁσιομάρτυρος, Βραγγιανῶν ὡς πολύτιμον, ὄλβον τὴν κάραν σου, ἔχει τὴν ἁγίαν, μάκαρ Ἀναστάσιε, ἣν νῦν πανευλαβῶς προσπτυσσόμενοι, Χάριτος θείας σου, ἐμπιμπλάμεθα καὶ δύναμιν, προοδεῦσαι, ἐκ ταύτης λαμβάνομεν.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλεόρτων οἱ δήμοι, διδάσκαλοι καὶ διδασκόμενοι, οἱ θέλοντες τρυφῆσαι τῆς θείας γνώσεως, Ἀναστάσιον τιμήσωμεν τὸν Γόρδιον, Ἀγράφων τὸν πολύτιμον μαργαρίτην, καὶ Ἐκκλησίας τὸν σμάραγδον οὕτω λέγοντες· ὡς προεξάρχων τῆς πανηγύρεως, ἄνευ πνευματέμφορε, ἀπλανῶς κατεύθυνον εὐχαῖς σου ἡμῶν τὴν νεότητα, πρὸς γνώσεως παντέρπνους λειμῶνας, καὶ πρὸς ἀνθῶνας προόδου καὶ ἀρετῆς τελειώσεως.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις Ἀναστάσιε θαυμαστέ, Γόρδιε ἐνθέων, διδασκάλων ὑπογραμμός· χαίροις ὁ κοσμήτωρ, Βραγγιανῶν καὶ κρήνη, ἀστείρευτη θαυμάτων, Πάτερ ἐλλόγιμε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου