Κυριακή 2 Απριλίου 2023

ΜΑΪΟΣ 11. ΑΓΙΟΣ ΦΙΛΙΠΠΟΣ ΑΡΓΥΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΜΑΪΟΣ ΙΑ΄.

ΦΙΛΙΠΠΟΣ ΑΡΓΥΡΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἄνευ δοξολογίας)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια γ΄ τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος, Θεοδοσίου υἱός, καὶ Αὐγίας τὸ βλάστημα, πρὸς Ῥώμην ἐπείγεται, εἰς προσκύνησιν Πέτρου φησίν· καὶ τοῦτον ἰδὼν Πάπας ὁ Ῥώμης ποιμήν, τῇ ἐκλάμψει τοῦ θείου Πνεύματος, στέλλει διάκονον, ταῦτα λέγων· Φίλιππε, εἴσελθε νῦν, δεῦρο καὶ λειτούργησον, τῇ Ἐκκλησίᾳ Χριστοῦ.

 

Ἰδού σε πάντες ἐν ᾄσμασιν, οἱ συνελθόντες πιστοί, εὐφημοῦμεν πανάριστε, καὶ Θεὸν δοξάζομεν, τὸν φωστῆρά σε δείξαντα, τοῦ καταυγάζειν πάντα τὰ πέρατα, καὶ διαλύειν τὴν τῶν δαιμόνων ἀχλύν, Φίλιππε Ἅγιε, Αὐτὸν οὖν ἱκέτευε, διὰ παντός, σῶσαι τὰς ψυχὰς ἡμῶν, τῶν προστρεχόντων σοι.

 

Ἔλαμψεν Πάτερ ὡς ἥλιος, ὁ καθαρός σου βίος, καὶ Ἀγγέλων ἐφάμιλλος· μοναστῶν γὰρ γέγονας, καλλιέρημα Φίλιππε, καὶ ἱερέων δόξα καὶ καύχημα, καὶ τῶν νοσούντων λιμὴν πανάριστος· ὅθεν αἰτοῦμέν σε, καὶ ἡμῖν δωρήσασθαι, ἁμαρτιῶν, ἄφεσιν καὶ ἔλεος, ταῖς ἱκεσίαις σου.

 

Δόξα. Ἦχος α΄.

Σήμερον ἅπαν πλῆθος τῶν πιστῶν, ἠθροίσθησαν προφρόνως· σήμερον κορέννυνται θαύμασιν, τοῦ ἱεροῦ ποιμένος· τῶν δαιμόνων φάλαγξ ἠμαύρωται, καὶ τυράννων ὀσφὺς καταβέβληται, βοᾷ γὰρ σύμπασα κτίσις γεραίρουσα, συγκαλοῦσα τοῦ πρεσβεύειν ἑκάστοτε, ἡμεῖς δε, ἀκαταπαύστως βοῶμεν· δόξα ἐν ὑψίστοις Θεῷ.

 

Καὶ νῦν... Θεοτοκίον

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῆς καθαρότητος ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Ἢ Σταυροθεοτοκίον, ὅμοιον

Σφαγήν σου τὴν ἄδικον, Χριστέ, Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; Πῶς τῷ ξύλῳ κρέμασαι, πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Φίλιππον ὕμνοις τὸν τρισόλβιον στέφω.

ᾨδὴ α’. Ἦχος α΄. Ὁ Εἱρμός

Ἔσχισας πέλαγος, τὸ ἐρυθραῖον ὁ Θεός, καὶ Φαραὼ ῥίψας ἐν αὐτῷ, διεβιβάσω Μωσέα, ἀβρόχως ἐν ἐρήμῳ, καὶ ἐχορήγησας μάννα εἰς βρῶσιν, τῷ λαῷ τοῦ Ἰσραὴλ ὡς δυνατός.

Φίλιππον σήμερον, δεῦτε πιστοὶ τὸν ἱερόν, ᾀσματικῶς ἅπαντες ᾠδαῖς, ἀνευφημήσωμεν ὅπως, ταῖς τούτου ἱκεσίαις, ἐκλυτρωθῶμεν παντοίας ἀνάγκης, καὶ τρυφήσωμεν τῇ θείᾳ ἐδωδῇ.

Ἴθυνε τέξασα, μήτηρ ἡ σὴπρὸς τὸν Θεόν, Πάτερ ὡς πρὶν Ἄννα Σαμουήλ, ὃν πρὸ συλλήψεως ᾔτει, εἰ λάβοι ἀναθήσειν, τῷ παντεπόπτῃ τῶν ὅλων πρὸς δόξαν, καὶ ἀνάπαυσιν κροτάφων τῶν αὐτῆς.

Λόγοις πεπαίδευκε, σὲ ἱερεῖς τὸν ἱερόν, μᾶλλον μὲν οὖν ἔργοις τῶν αὐτῆς, κατορθωμάτων παμμάκαρ, Αὐγίᾳ ἡ θεόφρων, ἱερομύστα Κυρίου καθάπερ, Ἐλισάβετ τοῦ Χριστοῦ τὸν Βαπτιστήν.

Θεοτοκίον.

Λάτρας Σου Δέσποινα, ῥῦσαι πρεσβείαις τῶν δεινῶν· τὸν γὰρ Θεὸν τέτοκας σαρκί, δίχα σπορᾶς ἀποῤῥήτως, καὶ δύνασαι ὡς μήτηρ, ἐξιλεοῦσθαι καὶ σώζειν Παρθένε, ἐκ παντοίων πειρασμῶν ἡμᾶς ἀεί.

 

ᾨδὴ γ΄. Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.

Ἱερωμένος μάκαρ τῷ Κυρίῳ, εἰς Ῥώμην πλεῦσαι ᾔτησας, ταῖς προσευχαῖς δὲ τοῦ σοῦ πατρός, ὁ σκοπὸς τελεῖται τάχει, καὶ διανύει Ὅσιε, πορείαν ἣν ἐπόθησας.

Πεπυρωμένην ἔχων τὴν καρδίαν, τῷ πόθῳ τῷ πρὸς Κύριον, ἦρας ἐπ’ ὤμων εἰλικρινῶς, τὸ τρισόλβιον σημεῖον, καὶ πρὸς τὴν Ῥώμην ἔσπευσας, τυχεῖν σου τῆς ἐφέσεως.

Ποίους ἐπαίνους πλέξωμέν σοι μάκαρ, ὅτι τὴν ἀγριαίνουσαν, οἷα μαινάδα ταῖς ἀπειλαῖς, κατεστόρεσας θεόφρον, θάλασσαν καὶ διέσωσας, εὐχαῖς σου τοὺς συμπλέοντας.

Ὃν ἐκ ψυχῆς ἐπόθεις θεοφόρε, ἰδεῖν αὐτός σε πέφθακε, καὶ προσκαλεῖται πρὸς ἑαυτόν, ἀπολαῦσαι ἀκινδύνως, καὶ εἰς γαλήνην ὤφθησαν, θαλάσσης κλυδωνίσματα.

Θεοτοκίον.

Ὃν ἐν σαρκὶ ἀῤῥεύστως Παναγία, οὐσίαις δύο τέτοκας, ὑπὲρ ἡμῶν Δέσποινα τῶν Σῶν, ἐκτενῶς δυσώπει δούλων, ἡ πρὶν παρθένος πέλουσα, καὶ πάλιν μετὰ κύησιν.

 

 

 

 

 

Κάθισμα. Ἦχος α΄. Χορὸς ἀγγελικός.

Ὡς χάριν ἐκ Θεοῦ, εἰληφὼς τῶν θαυμάτων, διώκεις ἱερεῦ, τῶν νοσούντων τὰ πάθη· ἰάτρευσον δεόμεθα, καὶ ἡμῶν τὰ νοσήματα, πάντων Ἅγιε, τὰ τῶν ψυχῶν καὶ σωμάτων, τῶν τελούντων σου, τὴν ἱερὰν καὶ τιμίαν, μετάστασιν Ἅγιε.

 

ᾨδὴ δ΄. Ἐν μέσῳ δύο λῃστῶν.

Νέος Ἠλίας σοφέ, ἐδείχθης ταῖς ἀρεταῖς ἐνθέως βιῶν, καὶ ἐπήρθης ἐν ἅρματι θείῳ, τῶν μολυσμῶν μὴ φέρων παντελῶς βασταγμόν, κοῦφος δ’ ἐποχούμενος.

Υἱοθεσίας λαβών, τὴν χάριν θεοπρεπὲς ἐγένου σαφῶς, σκεῦος φέρον θεόβρυτον νάμα, καὶ τοὺς διψῶντας μάκαρ τὴν εὐσέβειαν, ἔπλησας ἀοίδιμε.

Μόνον ἐφάνης ὡς φῶς, ἐν Ῥώμῃ σοφέ· εὐθέως εὗρέ σε, ὁ ποιμὴν τὸν ποιμένα ὁ πύργος, τὸν τῆς ἁγνείας στῦλος καὶ τραπέζης Χριστοῦ, μύστην ἀναδείκνυσιν.

Νεύματι θείῳ τρανῶς, τὴν γλῶτταν ἐπαρθρωθεὶς ἐβόας σοφέ, τὴν εἰρήνην λατίνι κηρύττων, τῇ προσφωνήσει δείξας πρακτικά σου σαφῶς, καὶ τὰ θεωρήματα.

Θεοτοκίον.

Νύμφη παστὰς καὶ σκηνή, καὶ θρόνος καὶ οὐρανὸς καὶ ἄβυσσος, καὶ σφραγὶς καὶ ἀκράδαντον τεῖχος, ἀναδειχθεῖσα Κόρη Θεανδροτόκε, φρούρει τοὺς τιμῶντάς σε.

 

ᾨδὴ ε΄. Ἀνάτειλόν μου Κύριε.

Ὁσίως ἐκελάδησας, παμμάκαρ θεῖα λόγια· διειργουμένη γὰρ οὐ πέφυκεν, ἡ εὔλαλός σου γλῶττα, εἰ καὶ πρὶν ἐφαίνετο, ἑτερογλωττίζουσα, πατρικαῖς ταῖς διδαχαῖς.

Ἰδὼν τὸ ἀμετάθετον, ἐνθέως σοῦ τοῦ ἔρωτος, ὁ πατριάρχης διαγράφει, ἐν τόμῳ θεολέκτους, διδαχὰς ἀοίδιμε, καὶ χερσὶ παρέθετο, σοῦ πρὸς μνήμην ἐναργῆ.

Σωμάτων οὐ πεφρόντικας, ψυχῶν δὲ μάλα Ὅσιε· ἐκ γὰρ τῆς πλάνης τοῦ δολίου, τὸ γένος τῶν ἀνθρώπων, τῇ δυνάμει σέσωκας, τοῦ Ἁγίου Πνεύματος, καὶ προσέφερες Θεῷ.

Τὴν ζάλην Πάτερ πέφευγας, τοῦ βίου καὶ εὐπρόθυμος, ἐπὶ τὸ ὄρος τῶν ἐνθέων, ἀρετῶν παρεγένου, καὶ ἐκεῖ ἑώρακας, ἃς ποθῶν ἐζήτησας, ἀναβάσει τοῦ νοός.

Θεοτοκίον.

Τὴν μόνην ἀπειρόγαμον, ὑμνήσωμεν ἐν ᾄσμασιν, ὅπως ῥυσθῶμεν ἐκ κινδύνων, ταῖς αὐτῆς ἱκεσίαις, οἱ πιστῶς δοξάζοντες, Ἰησοῦν καὶ Κύριον, τὸν ἐν φύσεσι διπλοῦν.

 

 

ᾨδὴ στ΄ . Ἐν πελάγει τοῦ βίου.

Ὁδηγὸς τῶν ἐν πλάνῃ, ἐγένου μάκαρ, ἀοίδιμε λαμπρός, διαβιβάζων πρὸς τὴν ἄνω πόλιν, εἰς αἰῶνας αἰώνων, τὴν ὄντως ἀσάλευτον, ἐκ Θεοῦ οἰκοδομηθεῖσαν.

Νευρωθεὶς θεομάκαρ, δι’ ἐγκρατείας, ἐγένου σταθηρός, πρὸς τὰ παλαίσματα ἐχθροῦ καὶ ἦρας, ἀνδρειότατε νῖκος, ἐπ’ ἄθλων ἀνάπλεον, καὶ χοροῖς τῶν δικαίων τέρπῃ.

Τὰ ἑσπέρια Πάτερ, ὁδεύσας μέρη, προέδρου ταῖς εὐχαῖς, ἐπὶ τὸ ἄντρον Ἀργυρίου τόπου, τοῦ οὕτω καλουμένου, οἰκήσας γεγνώρισαι, ὡς φωστὴρ τοῖς ἐκεῖσε λάμπων.

Ῥωμαλέων ἐῤῥύσω, θεόφρον πάντας, τῆς πλάνης τοῦ ἐχθροῦ· τῇ ἀκρωρείᾳ γὰρ τοῦ τῇδε ὄρους, ἀνελθὼν ἐκδιώκεις, δαιμόνων τὰς φάλαγγας, καὶ δεσμεύεις τοῦ ᾍδου λόχμας.

Θεοτοκίον.

Ῥῦσαι πάντας Παρθένε, τοὺς πίστει θείᾳ, τιμῶντάς Σε ἀεί, ἐκ τῶν παγίδων τοῦ ἀντικειμένου· ἐλπίδα γὰρ καὶ σκέπην, καὶ τεῖχος Σὲ ἔχομεν, πρὸς τὸν Σὸν Υἱὸν Θεοτόκε.

 

ᾨδὴ ζ΄. Πῦρ φλογίζου κάμινον ἐξετινάσσετο.

Ἰσάγγελος γέγονας διὰ τῆς πίστεως, Φίλιππε μακάριε, ἀεὶ λαμπρυνόμενος, ἱεροφάντα τῇ αἴγλῃ, τῆς θείας αὐγῆς ἧς ἐντὸς γέγονας.

Σαλεύονται δαίμονες τῇ παρουσίᾳ σου, μάκαρ θεοστήρικτε, καὶ πρὸς γῆν ὠθούμενοι, θρηνητικῶς ἐκβοῶσιν, ἰσχὺν κατ’ αὐτῶν τὴν δοθεῖσάν σοι.

Ὀχύρωμα Φίλιππε τοῖς ἀνυμνοῦσί σε, τεῖχός τε τὸ ἀπόρθητον, γενοῦ καὶ ἑδραίωμα, ἀποτειχίζων τὰ βέλη, τοῦ ὀλοθρευτοῦ τῶν ψυχῶν ἡμῶν.

Λύεις τοῦ συνέχοντος Πάτερ τὸ γύναιον, πνεύματος τὴν χεῖρά σου, ἐπὶ τῷ ὀνόματι, Χριστοῦ ἐκτείνας καὶ Πέτρου, τοῦ ἐν Ἀποστόλοις ἐξάρχοντος.

Θεοτοκίον.

Λύεις τὸ ἀνθρώπινον γένος τῷ τόκῳ Σου, Κόρη ἀπειρόγαμε, τῆς ἀρᾶς τοῦ πτώματος, καὶ πρὸς ζωὴν ἐπανάγεις, τὴν ἀληθινὴν καὶ ἀΐδιον.

 

ᾨδὴ η΄. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ

Βαίνεις μάκαρ κλίνην νεκροῦ, δάκρυσιν, καμφθεὶς τῶν ἱκετῶν, καὶ τοῦ παιδὸς τὴν κορυφήν, τῇ χειρί σου κατασφραγίας, τρισσῶς δὲ καλέσας, καὶ ἐγείρας γεννήτορσι δέδωκας, ὡς Χριστὸς τῇ Μάρθᾳ, πάλαι τὸν τεταρταῖον.

Ἴτω μέσον ὁ χρυσουργός, κίνδυνον, πῶς πέφευγε βοῶν; ἐκ γὰρ ἐχίδνης σπαραγμοῦ, τοῦτον σώσας ὁ χρηστοῤῥήμων, πανάρτιον οἴκοι, ἀποστέλλει βαδίζειν ψυχῆς αὐτῷ, τὴν ὑγείαν δώσας, διὰ τῶν ἐνταλμάτων.

Ὄντως θαῦμα· πῶς ἡ νηδύς, ἔμρυσον, ἀπέῤῥιψε νεκρόν; ὕδωρ γὰρ τὸ εὐλογηθέν, τῇ χειρί σου πιεῖν κελεύσας, εὐθέως λυτροῦσαι, τοῦ κινδύνου τὸ γύναιον Ὅσιε, τὸ τριημερεῦον, ἀμβλωθριδοτοκίᾳ.

Νῦν ὑμνείτω καὶ ὁ ποιμήν, θρέμματα, ὁ νέμων σὺν ἡμῖν, τὸν ἐν κινδύνοις ἀρωγόν, καὶ βοάτω· πῶς ἐξ ἀγρίων, θηρῶν σώζει ποίμνην; Τὸν γὰρ χοῦν ἁγιάσας ὁ Ὅσιος, ῥᾶναι τῇ εἰσόδῳ, δέδωκε τοῦ ποιμνίου.

Θεοτοκίον.

Νοῦς οὐ σθένει Κόρη ἁγνή, ὕμνον Σοι, προσάξαι πρεπωδῶς· τὸν γὰρ Θεὸν δίχα σπορᾶς, συλλαβοῦσσα τίκτεις ἀφράστως, ἐκ Σοῦ σαρκωθέντα, καὶ παρθένος διέμεινας ἄσπιλε, ἀλλὰ τοῦτον Κόρη, ὑπὲρ ἡμῶν δυσώπει.

 

ᾨδὴ θ΄. Ὅτι ἐποίησέ μοι.

Σωτὴρ αἱμοῤῥοούσῃ, ὡς τῇ πάλαι ὤφθη Χριστός· τὸ νίμμα γὰρ λαβοῦσα ἱερεῦ, τῶν ἁγίων σου χειρῶν, ἀπολαμβάνει ὁλικῶς, καὶ τὴν βοήθειαν.

Τὸ σῶμά σου παμμάκαρ, εἰ καὶ τάφῳ τέθηται, δυνάμεις ἰαμάτων ἐκτελεῖ· Εὐλαβίῳ γὰρ ὡς ζῶν, ἐκφαντικῶς ἐπικουρεῖ, τῷ δαιμονῶντι δεινῶς.

Ἐδόξασέ σε μόνος, ὁ δοξάζων τοὺς εὐσεβῶς, δοξάζοντας Αὐτὸν τερατουργέ, παρ’ οὗ αἴτησαι ἡμῖν, ἁμαρτημάτων ἱλασμόν, Φίλιππε ἔνδοξε.

Φθορᾶς ἁπάσης ῥῦσαι, τοὺς τιμῶντας εἰλικρινῶς, σὲ Φίλιππε καὶ δώρησαι ἡμῖν, τὰς ἰάσεις τῶν παθῶν· μεγίστην ἔχεις πρὸς Θεόν, καὶ γὰρ οἰκείωσιν.

Ὡς ἔχων παῤῥησίαν, πρὸς Χριστὸν παμμάκαρ θερμῶς, ἱκέτευε ῥυσθῆναι πειρασμῶν, τοὺς δοξάζοντας πιστῶς, τὴν ἱεράν σου ἑορτήν, ἔνδοξε Φίλιππε.

Θεοτοκίον.

Ὢ Μήτηρ καὶ Παρθένε, ἡ Θεὸν τεκοῦσα σαρκί, μὴ παύσῃ ἱκετεύουσα Αὐτόν, τοῦ ῥυσθῆναι ἐκ φθορᾶς, τοὺς Θεοτόκον ἀληθῶς, ὁμολογοῦντά Σε.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Φιλίππου τοῦ θεόφρονος, ἡ παμφαὴς πανήγυρις, ἐπέστη σήμερον ἤδη, φωταγωγοῦσα τοὺς πιστούς· δεῦτε πιστοὶ ὑμνήσωμεν, σὺν Ἀσωμάτοις μέλποντες, καὶ πρὸς Αὐτὸν βοήσωμεν· μὴ διαλίπης πρεσβεύειν, ὑπὲρ τῶν σὲ ὑμνούντων.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου