ΦΕΒΡΟΥΑΡΙΟΣ Ζ.
ΦΙΛΑΓΡΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΠΑΦΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς β΄. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Τὸν ἀπερίγραπτον Λόγον καὶ ὑπερούσιον, τὸν οὐρανίοις θρόνοις, ἐποχούμενον δόξῃ, εἰσδέχεται ἀγκάλαις ὁ Συμεών, ἐκβοῶν· Νῦν ἀπόλυσον, κατὰ τὸ ῥῆμά σου Σῶτερ, ἡ τῶν πιστῶν, σωτηρία καὶ ἀπόλαυσις.
Βρέφος ὁρῶν σε ἐβόα, ὁ θαυμαστὸς Συμεών, τὸν πρὸ αἰώνων Λόγον, ἐκ Πατρὸς γεννηθέντα· φρίττω καὶ πτοοῦμαι χερσὶν ἐμαῖς, ἀγκαλίσασθαι Δέσποτα· ἀλλ’ ἐν εἰρήνῃ τὸν δοῦλόν σου ἐκζητῶ, νῦν ἀπόλυσον ὡς εὔσπλαγχνος
Καὶ τοῦ Ἁγίου β΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Φιλάγριε ἀποστολικέ, ἄνερ θεοτίμητε, ὁ μαθητὴς ὁ πανάριστος, Πέτρου τῆς πίστεως, πέτρας θεοφάντορ, Πάφου ἱερώτατε, ὁ λόγοις κατευθύνας πανσόφοις σου ποίμνην λαχοῦσάν σοι, πρὸς νομὰς τῆς θείας Χάριτος καὶ ἐνδρόσους, πηγὰς χαῖρε ἅγιε.
Φιλάγριε ἄνθος ἱερόν, Κύπρου καὶ πανεύοσμον, βλαστήσαν Πνεύματος χάριτι, Πάφον εἰς εὔσημον, ἔφορος ἧς ὤφθης, καὶ σεμνὸς ἐπίσκοπος, προέβαλλες Χριστὸν τὸν Θεάνθρωπον, λόγοις καὶ πράξεσι, ὡς Σωτῆρα εὐσυμπάθητον τοῦ βροτείου, τοῦ γένους καὶ Κύριον.
Δόξα. Ἦχος β΄.
Θεοπρεπῶς ποιμάνας Πάφου τὴν λογικὴν ἀγέλην, καὶ θεαρέστως πολιτευσάμενος Φιλάγριε, κατήντησας εἰς πόλου σκηνώματα, ἁγίοις Ἀποστόλοις συνεπαγάλλεσθαι· ὅθεν τὴν μνήμην σου πανηγυρικῶς σήμερον ἑορτάζοντες, καὶ τοὺς τιμίους σου ἀγῶνας μεγαλύνοντες, τὰς εὐχάς σου πρὸς Κύριον ἐκδεχόμεθα, τὸν παρέχοντα ἡμῖν το μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής, οὗτός ἐστιν ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ἀρχιερεῦ, Φιλάγριε τῆς Πάφου, σεπτὲ καὶ θεοφόρε, ἀσύλητον ταμεῖον, τοῦ Παρακλήτου Πνεύματος.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαῖρε σεπταῖς ὁδοῖς, ὁ κατακολουθήσας, τοῦ ἀποστόλου Πέτρου, Φιλάγριε μυρίπνουν, τῆς εὐσεβείας κύμινον.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Ὁ εἰδωλολατρῶν, τὰ ἄγρια τὰ ἤθη, σοῖς λόγοις ἠμερεύσας, Φιλάγριε πατέρων, ἐνθέων χαῖρε σέμνωμα.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, Τριὰς ὑπεραγία, μονὰς ἡ ἐν προσώποις, τρισὶν ἀδιαχώριστος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δέχου ὦ Συμεών, ἡ πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, καὶ κόσμου τὸ σωτήριον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱλαρώτατε μύστα καὶ θεῖε ἔφορε, εὐάνδρου Πάφου ὁ τρίβοις ἀκολουθήσας καλῶς, Ἀποστόλων ζηλωτὴς ὧν καὶ διάδοχος, πέφηνας ἄρνας λογικούς, σῆς ἀγέλης πρὸς νομὰς κατηύθυνας τὰς ἐν πόλῳ, ὁ ἱλεούμενος πᾶσιν, ἡμῖν Χριστὸν τὸν πολυέλεον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια γ’ τῆς ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ὁ Ποιητὴς τῶν ἁπάντων, καὶ Λυτρωτὴς ἡμῶν, ὑπὸ Μητρὸς Παρθένου, τῷ ναῷ προσηνέχθη· ὅθεν ὁ Πρεσβύτης τοῦτον λαβών, μετὰ χαρᾶς ἀνεκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ ὡς ηὐδόκησας.
Ὁ Συμεὼν ἐν ἀγκάλαις, ἐκ τῆς Παρθένου λαβών, τὸν πρὸ πάντων αἰώνων, γεννηθέντα Σωτῆρα· εἶδον ἀνεβόα τὸν φωτισμόν, τῆς σῆς δόξης τὰ πέρατα, νῦν ἀπολύεις τὸν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ ὅτι εἶδόν σε.
Τὸν ἐπ' ἐσχάτων τεχθέντα, εἰς σωτηρίαν βροτῶν, ὁ Συμεὼν βαστάσας, ἐν ἀγκάλαις Σωτῆρα, χαίρων ἀνεβόα· Εἶδον τὸ φῶς τῶν Ἐθνῶν καὶ τὴν δόξαν τοῦ Ἰσραήλ, νῦν ἀπολύεις ὡς εἴρηκας ὁ Θεός, ἐκ τῶν τῇδε τῇ κελεύσει σου.
Καὶ τοῦ Ἁγίου, ὅμοια γ΄.
Τῆς Πάφου ὁ ἀρχιθύτης σεπτὸς Φιλάγριος, θεοφιλῶς ποιμάνας, τὴν λαχοῦσαν ἀγέλην, αὐτοῦ ἐν ὕμνοις πάντες τὴν λογικήν, εὐφημήσωμεν κράζοντες· Χαῖρε Κυπρίων ποιμένων ἡ καλλονή· χαῖρε πίστεως θησαύρισμα.
Ὁ ἐν τῇ γῇ τῶν πραέων συναγαλλόμενος, Ἀγγέλοις καὶ Ὁσίοις, θεοφόροις πατράσι, Φιλάγριος τὸ εὖχος τῶν Παφηνῶν, ὁ πραῢς καὶ φιλόστοργος, πατὴρ ἁπάντων ὑμνεῖται ὡς τοῦ Χριστοῦ, Ἐκκλησίας σεμνολόγημα.
Φωστῆρα πάμφωτον Κύπρου ἀνευφημήσωμεν, Φιλάγριον ἐκθύμως, φιλεόρτων οἱ δῆμοι, ἀκτῖσιν ἐπιστήμης ποιμαντικῆς, συμπαθείας πρὸς πένητας, καὶ ἀκριβείας δογμάτων ὡς ἀληθῶς, ἐν τῇ Πάφῳ διαλάμψαντα.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν ὑπέρφωτον ἀστέρα τῆς τοῦ Χριστοῦ ἐν Πάφῳ Ἐκκλησίας, Φιλάγριον Ἐπίσκοπον τιμήσωμεν, ὡς εὐστόργων ποιμένων ἔκτυπον, καὶ ἀληθείας ὁμολογητὴν καὶ ὑπέρμαχον, ἐν κατανύξει λέγοντες· Ὁ ἀνυστάκτως ποιμάνας τὸ χριστεπώνυμον πλήρωμα, ὃ ἐνεπιστεύθη σοι ἡ Ἐκκλησία, καὶ αὐτοῦ ἐξ αἱρετιζόντων σῶον διαφυλάξας, φώτισον εὐχαῖς σου τὰς ψυχὰς τῶν τιμώντων σε, διαλύων ἡμῶν ζόφωσιν παθῶν καὶ θλίψεων.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 10 - 19)
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.
Εὐφραίνεσθε φιλεόρτων Κυπρίων οἱ δῆμοι, συναχθέντες σήμερον, Φιλαγρίου τὴν μνήμην, τοῦ πανιερωτάτου Πάφου Ἱεράρχου, ἐγκωμιάσαι ἐν ᾄσμασιν· οὗτος γὰρ Χριστὸν ὁλοθύμως ἀγαπήσας, τὴν Αὐτοῦ Ἐκκλησίαν κατεκόσμησε, μαργαρίταις προσφορᾶς πρὸς πάντας καὶ εὐσεβείας· αὐτὸν οὖν ὡς τύπον Καλοῦ Ποιμένος τιμῶντες, τὰς πρὸς Θεὸν αὐτοῦ ἱκεσίας ἀπεκδεχόμεθα, τὸν παρέχοντα πᾶσι τὸ πλούσιον ἔλεος.
Ἦχος β΄.
Παφηνῶν Ἐκκλησίας τὸ περιφανὲς σεμνολόγημα, καὶ ποιμαντικῆς ἐπιστήμης τὴν ἀκρώρειαν, Φιλάγριον τιμήσωμεν, τὸν θεόπνευστον ἱεράρχην, οὕτω λέγοντες· Ὁ Θεῷ ἑαυτὸν ἀφιέρωσας, καὶ χάριτι θείᾳ ποιμάνας Αὐτοῦ τὴν λογικὴν ποίμνην, Φιλάγριε παναοίδιμε, ἀξίως δεδόξασαι· κοπιάσας οὖν ὑπὲρ τῆς ἀληθείας, μετὰ πότμον χάριν εἴληφας, Αὐτῷ πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Ἀγάλλεται τῇ καθαρᾷ πολιτείᾳ σου καὶ ποιμαντικῇ ἐπιστήμῃ, ἡ ἐν Πάφῳ Ἐκκλησία Φιλάγριε θεοειδέστατε, καὶ τιμῶσα τὴν μνήμην σου ἐν κατανύξει κραυγάζει· Ἱεράρχα πνευματοφόρε, δεῖξον ἡμῖν τρίβον σωτηριώδη, τοῖς τρανῶς σὲ μακαρίζουσι, καὶ καταφεύγουσι σαῖς ἐνθέρμοις πρεσβείαις, πρὸς ζωὴν τὴν ἐν πόλῳ αἰωνίζουσαν.
Ἦχος δ΄.
Ἱεροφάντορα Πάφου, Ἀποστόλων ἐπιδειξάμενον ζῆλον, καὶ ὀφθέντα Ἐκκλησίας φωστῆρα ὑπέρφωτον, πανευλαβῶς Φιλάγριον μακαρίζομεν, ψυχῆς ἐν κατανύξει κραυγάζοντες· Ὁ κατιδὼν φῶς τὸ ἀληθινόν, διὰ τῶν φωτολαμπῶν Ἀποστόλων, καὶ δι’ αὐτοῦ Κύπρον πᾶσαν φωτίσας Φιλάγριε, διάλυσον ἡμῶν ἀγνωσίας καὶ παθῶν τὴν ζόφωσιν, εὐχαῖς σου πρὸς τὸν Φωτοδότην Κύριον.
Δόξα. Ὁ αὐτός.
Τὸν ἀκατάβλητον Πάφου Ἱεράρχην, Φιλάγριον ἐγκωμιάσωμεν τὸν θεόσοφον· οὗτος γὰρ ἐργασίᾳ ποιμαντικῇ συντόνῳ, καὶ ὀρθοφρονήσει διαλάμψας, νουθεσίαις πανσόφοις ἐφώτισε τὴν Ἐκκλησίαν· καὶ νῦν Θεῷ συνὼν ἐν σκηνώμασιν οὐρανίοις, οὐ παύει ὡς εὔσπλαγχνος Αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ αὐτοῦ τὸ μνημόσυνον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον
ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ
κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος,
ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν
σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, ὁ καταυγάσας ἀστραπαῖς συμπαθείας σου, πρὸς πένητας καὶ ἀκτῖσι, ποιμαντικῆς ἀγωγῆς, σοῦ τῆς θεαρέστου πάτερ ὅσιε, Φιλάγριε πάνσοφε, Πάφον Κύπρου τὴν εὔανδρον, ἧς ἱεράρχης, ἀνεδείχθης θειότατος, καὶ φαιδρότατος, προσηνὴς ἱλαρώτατος, καὶ ἀληθῶς φιλεύσπλαγχνος ποιμὴν καὶ διδάσκαλος, ἐκ λύκων προβατοσχήμων διαφυλάττων ἀγέλην σου, τὴν ἔλλογον μάκαρ, εὐσεβείας κοσμιότης, καὶ ταπεινώσεως.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, τῆς ἀρετῆς ἀκρεμών, ὁ Ποιμενάρχης Παφηνῶν ὁ θεόκλητος, τὸ ὄργανον Παρακλήτου, ὁ διαυγὴς ὀφθαλμός, τῆς χρηστοηθείας καὶ σεμνότητος, ὁ στῦλος τῆς πίστεως, τοῦ Χριστοῦ ὁ ἀσάλευτος, ὁ ἱεράρχης, ὁ σοφὸς καὶ πανάγιος, ὁ γαλήνιος, καὶ πραῢς καὶ πανίερος, σκεῦος σοφίας κρείττονος, καὶ λύχνος Φιλάγριε, φωτολαμπὴς τῆς εἰρήνης, Λόγου Θεοῦ Παντοκράτορος, τοῦ πάντας θεόθεν ἁγιάζοντος, φρουροῦντος καὶ εἰρηνεύοντος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίροις, τῶν ἀποστόλων Χριστοῦ, ὁ ἐν τῇ Πάφῳ μιμητὴς καὶ διάδοχος, ὁ ἔνθεος ἀρχιθύτης, τῆς ἀρετῆς ὁ κανών, γνώμων συμπαθείας ἀκριβέστατος, Φιλάγριε πάνσοφε, Παρακλήτου κειμήλιον, πνευματοφόρε, πάτερ καὶ θεοτίμητε, ὁ ἀνύστακτος, ὀφθαλμὸς τῆς ἐλλόγου σου, ποίμνης καὶ ὁ φιλόπονος, ἐργάτης τῆς πίστεως, ὁ δι’ αὐτὴν ὁλοθύμως, καὶ εὐσθενῶς ἐργασάμενος, εἰκὼν εὐσπλαγχνίας, πρὸς δεινῶς χειμαζομένους, πτωχοὺς καὶ στένοντας.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν μεγάφωνον τῆς εὐσεβείας σάλπιγγα, παιανίσασαν ἐν Πάφῳ τὴν σωτήριον ἀλήθειαν, ἣν ἐν αὐτῇ ἐκήρυξαν οἱ θεόσοφοι ἀπόστολοι,
Φιλάγριον ἀρχιθύτην, εὐφημήσωμεν ἀξίως ἐν κατανύξει λέγοντες· Ὁ τὴν Ἐκκλησίαν ἀγλαΐσας ποιμαντικοῖς τρόποις σου καὶ Χριστὸν δοξάσας λόγοις καὶ πράξεσιν, ἁγίασον τοὺς σὲ μεγαλύνοντας, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱλαρώτατε μύστα καὶ θεῖε ἔφορε, εὐάνδρου Πάφου ὁ τρίβοις ἀκολουθήσας καλῶς, Ἀποστόλων ζηλωτὴς ὧν καὶ διάδοχος, πέφηνας ἄρνας λογικούς, σῆς ἀγέλης πρὸς νομὰς κατηύθυνας τὰς ἐν πόλῳ, ὁ ἱλεούμενος πᾶσιν, ἡμῖν Χριστὸν τὸν πολυέλεον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ὑπέρφωτε ποιμήν, τῆς ἐλλόγου ἀγέλης, Φιλάγριε σεπτέ, Πάφου ηὔγασας πάντας, τῆς Κύπρου οἰκήτορας, ἀστραπαῖς διδαγμάτων σου, πάτερ ὅσιε, καὶ ἀρετῶν σου ἀκτῖσιν· ὅθεν μνήμην σου, τὴν σεβασμίαν τιμῶμεν, ψαλμοῖς τε καὶ ᾄσμασι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.
Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φιλάγριε τίμιε τῆς Πάφου ἀρχιερεῦ, Κυπρίων ἀγλάϊσμα ὁ ἀποστόλων Χριστοῦ, τοῖς τρόποις μιμούμενος, ηὔφρανας ποιμασίᾳ, θεαυγεῖ σου τὴν ποίμνην, σοὶ τὴν λαχοῦσαν πάτερ, καὶ σεμνῇ βιοτῇ σου, Κυρίῳ φιλανθρώπῳ Θεῷ κατευηρέστησας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.
Μετὰ τὸν Πολυέλαιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐλεῆμον καὶ σεπτέ, ὁ αὐστηρὸς εἰς σεαυτόν, καὶ πιστοῖς ἐπιεικής, σπεύδουσι σῇ ἐπισκοπῇ, καὶ ἀντιλήψει Φιλάγριε ἀρχιθῦτα, Πάφου θαυμαστέ, σκεῦος Χάριτος, λύχνε παμφαές, ταπεινώσεως, καὶ ὑφηγῆτορ κρείττονος πολιτείας, ὡς τοῦ Χριστοῦ φίλος γνήσιος· Αὐτῷ μὴ παύσῃ,
πρεσβεύων δοῦναι ῥώμην πᾶσι καὶ δύναμιν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεών, μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τύπος πεφηνὼς Χριστοῦ, τοῦ Καλοῦ Ποιμένος, καὶ θεαρέστως ποιμάνας τὴν ἐν Πάφῳ Ἐκκλησίαν, Ἀποστόλων ἐγένου μιμητὴς καὶ ὁμόζηλος Φιλάγριε· διὸ ἀξιοχρέως τιμῶντές σε, ὡς ἱεράρχην θεόσοφον καὶ ὁμολογητὴν πίστεως, σὲ μεγαλύνομεν, καὶ τὰς θεοπειθεῖς σου εὐχὰς ἐξαιτούμεθα , πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ ζωὴν τὴν αἰώνιον.
Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἱεράρχου οὗ ἡ Ἀκροστιχίς· Φιλάγριον, Πάφου ἀνυμνῶ Ἐπίσκοπον. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Φιλάγριον ἔνθεον, ἀρχιερέα τιμήσωμεν, τῆς Πάφου ἀνύστακτον, ποιμένα καὶ ἀρετῆς, ἐνδιαίτημα, ὡς πίστεως φωστῆρα, λαῷ ἀνατείλαντα, φῶς τὸ σωτήριον.
Ἰθῦντορ ἀλάνθαστε, ἱεροφάντορ Φιλάγριε, πρὸς πόλου σκηνώματα, τῶν Παφηνῶν ταῖς ὁδοῖς, ἠκολούθησας, Χριστοῦ τῶν Ἀποστόλων, ἀξίως ὧν πέφηνας, θεῖος διάδοχος.
Λατρεύειν τὸν Ὕψιστον, μόνον Θεὸν καὶ κυρίαρχον, ἁπάσης κατέμαθες, τῆς οἰκουμένης λαόν, οὗ ἐπίσκοπος, Φιλάγριε ἐπώφθης, σεμνὸς ἀδιάβλητος, σώφρων καὶ ἄμεμπτος.
Θεοτοκίον.
Ἀνάδειξον Δέσποινα, Θεογεννῆτορ ὑπέρτερον, ῥεόντων τοὺς δούλους σου, ψαλμοῖς καὶ ὕμνοις φαιδροῖς, σὲ γεραίροντας, καὶ τὸν μονογενῆ σου, Υἱὸν τὸν φιλάνθρωπον, Μῆτερ δοξάζοντας.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Γενέσθαι τῆς Πάφου ἀρχιθύτης ἠξίωσαι πάτερ ἱερέ, ἰσχὺν ὁ κομισάμενος, θεόθεν καὶ τὸν Ὕψιστον, εὐαρεστήσας ἅγιε, διαγωγῇ σου Φιλάγριε.
Ῥοαῖς τῶν ἱδρώτων σου ἐν Πάφῳ, καὶ ῥείθροις δακρύων σου πολλῶν, Φιλάγριε κατήρδευσας, ψυχὰς ἐλλόγου ποίμνης σου, ἀνίκμους πρὸς πολύφορον, καρπὸν Χριστοῦ ἀγαπήσεως.
Ἰσχὺν ἐνδυσάμενος καὶ σθένος, θεόθεν Φιλάγριε, ὁδόν, ἐβάδισας τὴν δύσβατον, τῆς ἀρετῆς καὶ ἔφθασας, εἰς ὕψος δυσαντίβλεπτον, χρηστοηθείας καὶ νήψεως.
Θεοτοκίον.
Οἱ δῆμοι πιστῶν Θεογεννῆτορ, προστρέχομεν σῇ ἐπισκοπῇ, καὶ ἀντιλήψει Δέσποινα, ἐν πάσαις περιστάσεσιν, ἡγιασμένον σκήνωμα, τοῦ εὐϊλάτου Παντάνακτος.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Γονάτων κλίσεσι, νηστείᾳ δάκρυσι, παννύχοις στάσεσι, καὶ τήξει σώματος εὐαρεστήσαντα Χριστῷ, τιμήσωμεν κατὰ χρέος, Πάφου ἀρχιποίμενα, θεοφόρον Φιλάγριον, ἀρετῆς τὸν σύνοικον, Ἀποστόλων ἰσότιμον, ἐν ἄκρᾳ κατανύξει βοῶντες· Χαῖρε, ἱεραρχῶν λαμπρότης.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νυσταγμὸν τοῖς σοῖς βλεφάροις καὶ κροτάφοις ἀνάπαυσιν, ἱεράρχα σῶφρον, Πάφου τῆς εὐάνδρου οὐκ ἔδωκας, ἵνα σὴν ποίμνην ἰθύνῃς ἀπλανέστατα, πάτερ ὅσιε, πρὸς οὐρανῶν ἀφθαρτότητα.
Παφηνῶν τῆς Ἐκκλησίας κοσμιότης Φιλάγριε, ἀρχιερωσύνην, σὴν ταῖς ἀρεταῖς κατεκόσμησας, καὶ τῷ Χριστῷ εὐηρέστησας πανόσιε, ἐπιστήμῃ σου, ποιμαντικῇ καὶ ἀσκήσει σου.
Ἁγιώτατον ποιμένα Παφηνῶν μελῳδήσωμεν, τὸν μυροδοχεῖον, ἀρετῆς ὀφθέντα καὶ νήψεως, πανευωδέστατον ᾄσμασι Φιλάγριον, πνευματέμφορον, ὡς εὐσεβείας διδάσκαλον.
Θεοτοκίον.
Φωτοδότου Θεοῦ Μῆτερ, οἱ πιστοὶ μεγαλύνοντες, σοῦ τῶν θαυμασίων, πλῆθος καὶ σὴν θείαν ἀντίληψιν, πρὸς τοὺς σοὺς δούλους σῇ χάριτι προστρέχομεν, ὡς ὠκύποδες, ἐπὶ τὰ ὕδατα ἔλαφοι.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Οἰκῆτορ θειότατε παμφώτου, στερεώματος πόλου σὲ Φιλάγριε, τιμῶμεν τὸν συνοικοῦντα, Ἀγγέλων ταῖς στρατιαῖς, ὡς Κύπρου ἀγλάϊσμα σεπτόν, καὶ ἱεροφάντορα, Πάφου θεοφορούμενον.
Ὑμνοῦμέν σε ἅγιε, Φιλάγριε ὡς χάριτος, σκεῦος Παρακλήτου καὶ ἀρίστων, ἠθῶν ταμεῖον, οἱ ἀγωγῆς ἀκραιφνοῦς, γεραίροντες φρόνημα σεπτόν, σοῦ ἐν ὕμνοις πρέπουσι, καὶ ὀρθόδοξον ἔνθεε.
Αἰνοῦμεν Φιλάγριε, λαμπρῶς σε θεοτίμητε, ὡς ἐμπεριστάτων εὐεργέτην, καὶ κακοδόξων, ὀλέτην τὸν ταχινόν, τῆς Πάφου ἐπίσκοπε σεμνέ, πίστεως ὡράϊσμα, καὶ ποιμένων καλλώπισμα.
Θεοτοκίον.
Νῦν πόθῳ ὑμνοῦμέν σε, τοῦ βίου ἐν στενώσεσι, καὶ ἀεὶ ὡς δούλων σου προστάτιν, Θεογεννῆτορ, ἡ βοηθοῦσα ἡμῖν, οὐ παύουσα σπεύδουσι πιστῶς, χάριτι τῇ θείᾳ σου, καὶ θερμῇ ἀντιλήψει σου.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὑπὲρ ἐλλόγου ἀγέλης σου, Φιλάγριε τῆς Πάφου ἐμόχθησας, ἧσπερ ἀνύστακτος, φρουρὸς ἐκ λύκων θειότατε, προβατοσχήμων ὤφθης, πάτερ παγκόσμιε.
Μεγάλης δόξης ἠξίωσαι, Φιλάγριε ἐν πόλου σκηνώμασιν, ὡς ἰσοστάσιος, Ἀγγέλων ὕμνοις τὸν Κύριον, αἰνούντων ἀσιγήτως, θεοφιλέστατε.
Νοήσας δόγματα πίστεως, σωτήρια καὶ θεῖα Φιλάγριε, πνευματοφόρητε, τῆς ἀληθείας ὑπέρμαχος, καὶ ποίμνης σου προστάτης, θεόπνους πέφηνας.
Θεοτοκίον.
Ὡς φίλον Τόκου πανσέπτου σου, ἐν Πάφῳ θεοφόρον Φιλάγριον, Μῆτερ ἠξίωσας, τῆς Ἐκκλησίας Ἐπίσκοπον, γενέσθαι τοῦ Υἱοῦ σου, Θεογεννήτρια.
Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Κοντάκιον. Τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἀρετηφόρον καὶ θεόσοφον τιμήσωμεν, πατέρα χάριν εἰληφότα θείου Πνεύματος, ἐνθεώτατον τῆς Πάφου ἱερομύστην, ἀπλανῶς καθοδηγήσαντα πρὸς θέωσιν, τὴν ἀγέλην τὴν αὐτῷ λαχοῦσαν κράζοντες, μετὰ πίστεως· Χαίροις μάκαρ Φιλάγριε.
Ὁ Οἶκος.
Ἄριστε Ἱεράρχα Ἐκκλησίας τῆς Πάφου, Φιλάγριε φανὲ εὐσεβείας, ὁ φωτίσας σῇ διαγωγῇ, καὶ ποιμαντικῇ σου ἀρετῇ ἅπαντας, διάλυσον τὴν ζόφωσιν, παθῶν ἡμῶν τρανῶς βοώντων·
Χαῖρε, λαμπρότης Ὀρθοδοξίας·
χαῖρε, φαιδρότης τῆς Ἐκκλησίας.
Χαῖρε, νήσου Κύπρου διάκοσμος ἅγιος·
χαῖρε, τοῦ Ὑψίστου τῆς πίστεως στέλεχος.
Χαῖρε, πάτερ θεοτίμητε, καλλονὴ Ἱεραρχῶν·
χαῖρε, ἄνερ πνευματέμφορε, φῶς δογμάτων τῶν ὀρθῶν.
Χαῖρε, χειμαζομένων καὶ πτωχῶν ὁ προστάτης·
χαῖρε, εὐσεβοφρόνων πρὸς Ἐδὲμ ὁ ἀλείπτης.
Χαῖρε, πηγὴ χαρίτων ἀκένωτος·
χαῖρε, στακτὴ πατέρων ἡδύπνευστος·
Χαῖρε, ἡγέτης Θεὸν τῶν φιλούντων·
χαῖρε, προστάτης τῶν σοὶ προστρεχόντων.
Χαίροις, μάκαρ Φιλάγριε.
Συναξάριον
Τῇ Ζ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Φιλαγρίου, Ἐπισκόπου Πάφου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐνθεώτατε ὠκύπους, ὥσπερ ἔλαφος εἰς Πάφον ἔδραμες, τὸν θρόνον καταλαβεῖν, αὐτῆς τὸν πανίερον, σεπτὲ Φιλάγριε, ὃν ἐκόσμησας, τῶν λόγων σου ὀξύτητι, καὶ τῶν πράξεών σου αἴγλῃ.
Πάτερ φρόνημα, σὸν ἔνθεον δεικνύμενος, σοφὲ Φιλάγριε, τῶν ἀσεβῶν ὀλετήρ, ἐπώφθης τῆς πίστεως Χριστοῦ διδάσκαλος, θεοφώτιστος, καὶ ποδηγέτης ἄριστος, σῶν ἀμνῶν πρὸς σωτηρίαν.
Ἱερώτατε, ἐπίσκοπε καμάτοις σου σεπτοῖς κατηύθυνας, ἀγέλην σὴν λογικήν, πρὸς πόλον Φιλάγριε, τῇ βακτηρίᾳ σου, παραδείγματος, τοῦ βίου καὶ πρὸς ἅπαντας, συμπαθείᾳ τοὺς ἀλγοῦντας.
Θεοτοκίον.
Σαῖς δεήσεσι, προσφεύγοντες οἱ δοῦλοί σου, Θεογεννήτρια, πρὸς τὸν σεπτόν σου Υἱόν, καὶ Λόγον τοῦ Κτίσαντος, τὸν πανσεβάσμιον, μεγαλύνομεν, τὸ πλῆθος θαυμασίων σου, Κεχαριτωμένη Μῆτερ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Κλέος πολυτίμητον καὶ στῦλος, ἐπώφθης τῆς εὐσεβείας ἀδιάσειστον, ἔρεισμα τῆς πίστεως, καὶ κρηπὶς χρηστότητος, Φιλάγριε ἐπίσκοπε τῆς Πάφου ἔνθεε, ὁ ποίμνην σου, πανσόφως ποιμάνας, σοὶ λαχοῦσαν πάτερ, θησαύρισμα χαρίτων.
Ὄρος ὑψηλὸν ἀγαθωσύνης, ἐπάλξεων οὐρανῶν οἰκῆτορ ἔνθεε, γεραρὲ Φιλάγριε, ἴθυνας τοὺς ἄρνας σου, ἀγέλης τῆς ἐλλόγου σου πρὸς πόλου δώματα, χειρί, τῶν σῶν σοφῶν διδαγμάτων, καὶ ποδηγεσίᾳ, τοῦ παραδείγματός σου.
Πόνους σου Φιλάγριε τιμῶμεν, ἀόκνους ὅλῃ ψυχῇ καὶ διανοίᾳ σου, θαυμαστὲ Φιλάγριε, Πάφου οἱ οἰκήτορες, οἷς ἔδειξας καρδίας σου τὸ εὐσυμπάθητον, καὶ δρόμον, τὸν στενὸν σωτηρίας, ὃν διαγωγῇ σου, ἐβάδισας ἀμέμπτῳ.
Θεοτοκίον.
Ὄρος ἀλατόμητον Παρθένε, Χριστὸς ὁ Θεὸς ὃ ἐλατόμησε, μόνον παμμακάριστε, Παναγία Δέσποινα, μὴ παύσῃ ἱκετεύουσα ὑπὲρ τῶν ᾄσμασι, καὶ πόθῳ δεχομένων σὴν χάριν, Κεχαριτωμένη, βροτῶν χαρᾶς αἰτία.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νέκρωσον ἡμῶν, τὰ πάθη Φιλάγριε, ἡμῶν τὰ ἄγρια, καὶ τὸ πνεῦμα πτέρωσον, ταῖς σαῖς πρεσβείαις ἡμῶν πρὸς Κύριον, Σωτῆρα πάσης κτίσεως, πανιερώτατε, ὁ νεκρώσας, σάρκα ἀγωνίσμασι, νυχθημέροις καὶ κακοπαθήμασι.
Χάριτος κρουνέ, Φιλάγριε ἔκχεον, τοῖς εὐφημοῦσί σε, νάματα τῆς χάριτος, ἣν οὐρανόθεν ἀφθόνως εἴληφας, ὡς Ἱεράρχης ὅσιος τῆς Πάφου ἄμεμπτος, ἀληθείας, τοῦ Χριστοῦ ὑπέρμαχος, καὶ ὀλέτης ἀπίστων δριμύτατος.
Μύστα ἱερέ, τῆς πίστεως πρόβολε, χαῖρε Φιλάγριε· χαῖρε σκεῦος τίμιον, φιλανθρωπίας, καὶ ἀκριβέστατε, τῆς εὐσεβείας πρόμαχε, πανιερώτατε, ὁ διδάξας, θεῖον Εὐαγγέλιον, καὶ ἀρχὰς ἀποστόλων τὴν ποίμνην σου.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, ὑμνούντων σε πάντοτε, Θεογεννήτρια, ὥσπερ καταφύγιον, ἐμπεριστάτων, καὶ παραμύθιον, τῶν θλιβομένων ἄχραντε, πιστῶν κραταίωμα, καὶ τιμώντων, Φιλαγρίου σκάμματα, ἐπισκόπου τῆς Πάφου τὰ ἄριστα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φιλάγριε πανθαύμαστε, τῆς Πάφου θεῖε πρόεδρε, δι’ ἀγωγῆς ἰσαγγέλου, ὁ φθάσας ὕψος εἰς μέγα θεώσεως, καὶ ποίμνην σου, χειραγωγήσας ἔλλογον εἰς σωτηρίαν, πρόσδεξαι ἡμῶν, θερμὰς ἱκεσίας,
λαμπρῶς σὲ μεγαλυνόντων.
Τῆς ἑορτῆς.
Ἀτρέπτως καθ’ ὑπόστασιν, ἐν Σοὶ Θεογεννήτρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγον, Ὃν ἐν ἀγκάλαις φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ πρεσβύτης, χαίρων ἐδέξατο τοῦτον.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Γέρας, Ἐκκλησίας πάντιμον, ποιμαντικῆς ἀληθῶς, ἐπιστήμης θησαύρισμα, Πάφου τῆς καλλίπαιδος, ἱεράρχης θειότατος, ὁ κατευθύνας πυξίδι λόγων σου, τὴν λογικήν σου ἀγέλην ἄριστα, πρὸς τὰ ὑπέρφωτα, οὐρανῶν σκηνώματα ἀγγελικοῖς, εἰς αἰῶνα τάγμασι, συνεπαγάλλεσθαι.
Χαίροις, Ἱεράρχα πάνσοφε, τῆς Πάφου ὁ θεαυγῶς, διαλάμψας ἀκτῖσί σου, θαυμαστὲ Φιλάγριε, ἀκραιφνοῦς ταπεινώσεως, δικαιοσύνης ἠθῶν χρηστότητος καὶ εὐσεβείας, φωστὴρ τῆς πίστεως, ὁ τοὺς καθεύδοντας, ἐν σκοτίᾳ ὅσιε καὶ ἐν σκιᾷ, ἀγνωσίας λόγοις σου, φωτίσας ἅπαντας.
Πάτερ, συμπαθείας ἔκτυπον, πρὸς πενομένους δεινῶς, χρείαν ἔχοντας κάμνοντας, ἀσθενεῖς καὶ στένοντας, ἱεράρχα Φιλάγριε, καταφευγόντων φιλευσπλαγχνίᾳ σου, καὶ τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, στήριγμα ἄσειστον, ἰατρεῖον ἄμισθον καὶ ἱλαρός, δότης ἐχρημάτισας, ἀγκάλη εὔστοργε.
Πάτερ, Ἀποστόλων σύσκηνε, ὁ σπείρων σπόρον Χριστοῦ, τῇ παλάμῃ ἀγάπης σου, εἰς ψυχῶν γεώργιον, τῆς ἐλλόγου ἀγέλης σου, ἐπόπτα Πάφου θεομακάριστε, Κυπρίων εὖχος λαμπρὸν Φιλάγριε, χαίρων προσήνεγκας τῷ Θεῷ, πολύφορον ὄντως καρπόν, ἐξ ἀγροῦ ποιμνίου σου ἐλλόγου, ἅγιε.
Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. δ΄.
Δεῦτε φιλεόρτων Κυπρίων οἱ σύλλογοι ἐν ὕμνοις τιμήσωμεν Φιλάγριον, τὸν θεοπρόβλητον Πάφου ἱεροφάντορα, ἔργοις καὶ ῥήμασι θεοσόφοις, Χριστοῦ τὸ ὄνομα μεγαλύναντα ἐν κατανύξει λέγοντες· Στῦλε ἄσειστε τῆς πίστεως, ὡς ἀποστόλων ὁμότροπος καὶ διάδοχος, δίδαξον ἡμᾶς πᾶσαν τὴν ἀλήθειαν, ἧς ὑφηγήτωρ πέφηνας, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐρευνᾶτε
τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν
αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον,
περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ'
ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἀρχιθῦτα θεοειδές, Πάφου τῆς ἐν Κύπρῳ, Ἀποστόλων ὁ ταῖς ὁδοῖς, κατακολουθήσας, καὶ φέγγει καταυγάσας, σοῖς τρόποις λογικούς σου, ἄρνας Φιλάγριε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου