ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΓ΄.
ΓΟΡΓΟΝΙΑ ΟΣΙΑ
ΤΡΟΠΑΡΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ Προσόμοια τῆς Ὁσίας. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Ἀγαθοτάτης σὺ ῥίζης ἔφυς ἐκβλάστημα, ὑψόφρον Γοργονία, καὶ χαρίσμασι πλείστοις, ἐκόσμησας πανσόφως βίον τὸν σόν, τοῖς παροῦσι τὰ μέλλοντα, ἐξαγοράσασα Μῆτερ θημωνιάν, ἀρετῶν σου ἐπεστοίβασας.
Οὐ μόνον πίναξ ἐφάνης μιγάδων Μῆτερ σοφή, ἀλλὰ καὶ τῶν παρθένων, σωφροσύνῃ συζῶσα· παρεῖδες ὡς προσκαίρων τὰ τῆς σαρκός, καίπερ γάμῳ συνδέδεσαι· τῶν οὐρανίων γὰρ πόθῳ τὰ ἐπὶ γῆς, καθ’ ἡμέραν καθυπέττατες.
Γοργὸν τὸ βῆμα ἐποίεις πρὸς ὕψος βλέπουσα, σαὐτὴν ἅρμα ποιοῦσα, Πνεύματος τοῦ Ἁγίου· οὐ μόνον δὲ τοῖς πέλας λύχνος λαμπρός, ἀνεφάνης τοῖς ἔργοις σου, ἀλλὰ τοῖς πᾶσιν σιγῶσα καὶ νῦν φωνεῖς· Ἀγαπήσατε τὸν Κύριον.
Δόξα. Ἦχος πλ. δ΄.
Ἡ κατὰ Θεὸν πολιτεία σου Γοργονία δούλη Χριστοῦ, οὐ φαιδρὰ ἱστορία μυθοπλαστίας ἐδείχθη. Τῇ γὰρ ἐπωνυμίᾳ σου καὶ ὁ τρόπος γρήγορος ἐφάνη, πρὸς Θεοῦ τὴν κατάληψιν. Οὐχ εὑρέθη ἐν σοὶ λόγος ἀργός, οὐδὲ χρόνος ὑπῆρξεν, ὃς οὐκ ἤρτυται τῇ τῆς Τριάδος δοξολογίᾳ. Πάντα ὑποτάξασα τῇ εὐαγγελικῇ προστάξει, πάντων μετρίως μετείληφας, ἀλλὰ καὶ πάντων σοφῶς ὑπερέκεισο ὡς ὑψιβάμων· διὸ χαίρουσα νῦν ἐν οὐρανοῖς, πρέσβευε δεόμεθα, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος
Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος, τῶν οἰκτιρμῶν σου ἁγνή, τῆς φοβερᾶς με, ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.
Ἢ Σταυροθεοτοκίον
Ἥλιος Τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, γνοφερῶς μετέβαλε· γῆ κλονεῖται καὶ ῥήγνυται, τὸ τοῦ ναοῦ σου δὲ καταπέτασμα· κἀγὼ πῶς Τέκνον, οὐ διαῤῥήξομαι, σπλάγχνα καὶ ὄμματα; παρειὰς γλυκύτατε καταξανῶ, ἀδίκως σε θνῄσκοντα, βλέπουσα Σῶτέρ μου.
Εἰς τὸν Στίχον, Προσόμοιον τῆς Ὁσίας.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, ὦ Γοργονία σεμνή, τῶν γυναικῶν περιφανὲς ἐγκαλλώπισμα· σὺ ὄντως ἐδείχθης οἶκος, θεοειδῶν ἀρετῶν, καὶ Εὐαγγελίου ἐκπληρώτρια· εὐχαῖς καὶ δεήσεσι, τὸν Χριστὸν περικλείσασα, ἐν τῇ καρδίᾳ, τῶν πτωχῶν μήτηρ γέγονας, διανέμουσα, ἀφειδῶς τὰ προσόντα σοι· ὅθεν πολλοῖς χαρίσμασι, σαὐτὴν ἐγκοσμήσασα, ἐν ταῖς χερσὶ τοῦ Κυρίου, τὴν σὴν ψυχὴν παραδέδωκας, καὶ νῦν ἱκετεύεις, ὑπὲρ ὅσοι ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν στενὴν βαδίσασα ὁδόν, τὴν θλίψεσι στενουμένην καὶ τοῖς τοῦ βίου λυπηροῖς, νῦν ἐσκήνωσας Γοργονία, ἐν πλάτει τῆς Βασιλείας τοῦ Θεοῦ. Μηδαμῶς ἐκκλίνασα τοῦ Νόμου Αὐτοῦ, ἔμψυχον ἐδείχθης Εὐαγγέλιον, τοῖς τε ἐγγὺς καὶ μακράν, οὐδὲ κατὰ μικρὸν ὑποστείλασα, τὰ τῆς θεώσεως παλαίσματα. Οὐ γὰρ ζυγὸς ἀνδρός σε ἐβάρυνεν, οὐ μέριμναι τεκνοτροφίας, ἤ τι ἄλλο τῶν τοῦ κόσμου προσκαίρων καὶ φθαρτῶν. Πάντα ὑποτάξασα γενναιοφρόνως τῷ λογισμῷ τῆς εὐσεβείας, ὡς πολυκαλλίκαρπον δένδρον τῆς Ἐκκλησίας ηὐξήθης. Διὸ καὶ ἡμεῖς σὺν τῷ ὁμαίμονί σου πανηγυριστῇ Γρηγορίῳ, ψελλίσματά σοι αἴνων προσφέροντες, αἰτούμεθα πρεσβεύειν, τῷ γλυκυτάτῳ Κυρίῳ, ὅπως γοργῶς συναπολαύσωμέν σοι, τῆς θέας τοῦ παμφώτου Προσώπου Αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Χαίροις ἀσκητικῶν.
Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ, τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρέλθῃς οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκοῦσάν σε, Θεὲ ζωοδότα, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Γρηγορίου τοῦ πάνυ τὴν ὁμαίμονα ᾄσωμεν, ᾄσμασιν ἐνθέοις ὡς τύπον, ἐγκρατείας τῆς σώφρονος. Συζήσασα τῷ φόβῳ τοῦ Θεοῦ, χορεύει νῦν ἐν πόλοις οὐρανοῦ, Γοργονία ἡ τὸ ὄμμα τὸ ψυχικόν, ἐξόχως ἐκλαμπρύνασα. Δόξα τῷ ἁγιάσαντι αὐτήν, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἐκμαγεῖον ἀρετῆς, ἐν κόσμῳ θεῖον δείξαντι.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχ. δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ Χριστοῦ ὁ πόθος σε, ὅλην ἀνῆψε, διὸ ὄμμα ἔτεινες, πρὸς οὐρανὸν τὸ τῆς ψυχῆς· ὅθεν Θεός σε ἠμείψατο, ὦ Γοργονία, πολλοῖς τοῖς χαρίσμασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Παναγία Δέσποινα, Μῆτερ Κυρίου, τῆς ψυχῆς μου ὄμματα, ἐσκοτισμένα σφαλερῶς, ταῖς σαῖς πρεσβείαις διάνοιξον, ἵνα κατίδω, τὸ φῶς μου τὸν Κύριον.
Ἢ Σταυροθεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἐπὶ Σταυροῦ σε δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἡ ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τίς σου ἡ ἀπόῤῥητος συγκατάβασις Λόγε; πῶς σε νῦν κατέκρινεν, ὁ κατάκριτος δῆμος, τὸν πάντας κρῖναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.
Κάθισμα, ἐν τῇ γ΄ ᾠδῇ. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ Θεοῦ εὐμοιρήσασα γενεᾶς, φοβουμένων τὸν Κύριον ἀληθῶς, καρπὸς ἀξιότατος, Γοργονία ἐβλάστησας. Οὐ δεσμός σε τοῦ γάμου, οὐ κόσμου τερπνότητες, ἀφελεῖν ἐκ ψυχῆς σου, οὐράνιον φρόνημα, ἴσχυσαν οὐδόλως· διὸ Μῆτερ ἐφάνης, Τριάδος ἁγνότατον, ἐνδιαίτημα πάντων τε, ἀγαθῶν πολυέραστον, οἴκημα ὁσία σεμνή, ᾟ μὴ παύσῃ πάντοτε πρεσβεύουσα, ὑπὲρ πάντων τῶν ὅσοι, τελοῦσι τὴν μνήμην σου
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλη, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον
Τὸν ἀμνὸν καὶ ποιμένα, καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα, ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
Κοντάκιον τῆς Ἁγίας. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Σωφροσύνης ἅπαντες, τέμενος ὕμνοις ἐνθέοις, οἱ πιστοὶ τιμήσωμεν, Θεῷ τὴν πεποθημένην· αὕτη γάρ, τὰ παρθενίας ἔργα ἐν γάμῳ, πράξασα, τῷ τῆς Παρθένου Υἱῷ ὀπίσω, ἐκολλήθη ἐκ καρδίας, ψάλλουσα οὕτω· Χριστός μου ἡ δύναμις.
Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Γοργονίας, ἀδελφῆς τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῷ κόσμῳ τῶν ἀρετῶν σου, κεκοσμημένη φρονίμως, οὐ μόνον τὰ τῆς ψυχῆς σου, ἐδίωξας Γοργονία, ἀλλ’ ὡς χριστόαπτος λύχνος, πολλοὺς ἐφώτισας Μῆτερ.
Θεοτοκίον, ὅμοιον.
Ὁ γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μῆτερ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
Εἰς τὸν Στίχον τῶν Αἴνων. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς
Ἐν διαθήκῃ σου ἕστης ἰσοβίως, καὶ τοῖς σοῖς παλαίσμασιν ἐπαλαιώθης καινῶς, ὦ Γοργονία φιλόλογε, τοῦ Θεολόγου, ἡ ὁμοπάτριος καὶ ὁμότροπος, Λόγον ἀγαπήσασα καὶ Λόγῳ ζήσασα, λόγοις τοῖς θείοις ἐφείλκυσας, πρὸς τὴν τοῦ Λόγου, ζωὴν καὶ γνῶσιν τὴν ὄντως μένουσαν, ὡς προσφορὰν σὸν ὁμόζυγον, ἐκ τοῦ σκότους τῆς πλάνης ἐξάξασα, κατὰ χάριν τὴν θείαν, αὐτοῦ μήτηρ χρηματίσασα.
Παρὰ Κυρίου κενὸς Μῆτερ οὐκ ἔσται, κόπος σου ὁ σύμβιος, ἀλλ’ ἀφορμὴ δωρεῶν, ὡς ἔτι ζώσῃ σοι ἔδειξεν, ὅτε ἡ χείρ σου, ἡ ἐλεήμων οὐδόλως ἵδρωσεν, νύκτα καὶ ἡμέραν τε διακονοῦσα Αὐτῷ, διδοῦσα πᾶσι τὰ πρόσφορα, ἀδιακρίτως, ἀγάπης κέντρῳ ἐμπληττομένη σφοδρῷ, ἀλλὰ καὶ πόνοι οὓς ὑπέμεινας, οἱ τοῦ σώματος στέφη ἀμάραντα, παραδείσου ὦ μῆτερ, Γοργονία σοι προσάξουσι.
Δόξα. Ἦχος δ΄
Τὴν γονικὴν εὐλάβειαν ὡς βάσιν κατέχουσα, δι’ εὐσεβείας ἀληθοῦς σεαυτὴν ἀνέδειξας, Γοργονία παμμακάριστε, οἶκον λαμπρὸν τοῦ Θεοῦ. Ὅθεν ὡς πολύφορος ναῦς ἐξ ἀρετῶν πεπληρωμένη, τῷ ἀσαλεύτῳ λιμένι καθώρμησαι, τῆς Βασιλείας τῶν οὐρανῶν, ἔνθα μετὰ τῶν ἁγίων οἰκογενῶν σου, μὴ παύσητε πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα χαρίτωσον, τὸν νοῦν μου πανάμωμε, καὶ εὐόδωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου.
Ἢ Σταυροθεοτοκίον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τὸν ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων, καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα.
Μεγαλυνάριον
Ἔχουσα τὸν πόθον τοῦ Ἰησοῦ, γοργῶς Γοργονία, ἐπορεύθης ὥσπερ
δορκάς, εἰς πηγὰς ὑδάτων, τῶν κάτω παριδοῦσα, καὶ τῆς Σιὼν τῆς ἄνω, πολῖτις γέγονας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου