Πέμπτη 13 Φεβρουαρίου 2025

ΦΕΒΡΟΥΑΡΙΟΣ 12. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ Ο ΙΒΗΡ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΒ΄.

ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ Ο ΙΒΗΡ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Στεῤῥὸν ὁσιόαθλον Χριστοῦ, Ἰβηρίας βλάστημα, Γιαλιᾶς Μάνδρας ἔνοικον, θεῖον Νικόλαον, τῆς κοσμούσης Πάφου, εὔανδρον περίοικον, ἐν Ἀρσινόῃ ὕμνοις τιμήσωμεν, πάντες καὶ ᾄσμασι, τὸν βασάνους ὑπομείναντα, καὶ αὐχένος αὐτοῦ τὴν ἀπότμησιν.

 

σκήσει σεμνύνεται τῇ σῇ, Ἀρσινόη εὔσημος, ἡ Γεωργία σπαργάνοις σου, καὶ μαρτυρίῳ σου, Δαμασκὸς στεῤῥόφρον, νέε ὁσιόαθλε, Νικόλαε τῆς πίστεως σέμνωμα, καὶ ἐνδιαίτημα, εὐσεβείας γενναιότητος, καὶ ἀνδρείας ψυχῆς παμμακάριστε.

 

Χριστὸν κατενώπιον ἐχθρῶν, πίστει ὡμολόγησας, Ὁσιομάρτυς Νικόλαε, καὶ καθυπέμεινας, κεφαλῆς σου τμῆσιν, ὡς ἀρνίον ἄκακον, καὶ σφάγιον σεπτὸν καὶ ἀμώμητον, χρόνοις πανεύφημε, ἐν ἐσχάτοις ὁμηγύρεσι, νῦν Ἀγγέλων ὁ συναγαλλόμενος.

 

Μονὴν εὐαγῆ Γιαλιᾶς, ῥείθροις καθηγίασας, ἀσκητικῶν σου Νικόλαε, Μάρτυς νεόαθλε, πίστεως ἱδρώτων, Ἰβηρίας βλάστημα, καὶ Δαμασκὸν ῥοαῖς τῶν αἱμάτων σου, ἅπερ ἐξέχεας, ἐν τῇ ἀποτμήσει κάρας σου τῆς τιμίας, ἀνδρείας ἀκρώρεια.

 

Δόξα. Ἦχος πλ. δ΄.

ς ἐθελόθυτος ἀμνὸς ἐν Δαμασκῷ κατεσφάγης Νικόλαε, ὁ ἀσκήσεως ἱδρῶσι καὶ δάκρυσι, Πάφου τοὺς δρυμοὺς ἁγιάσας, καὶ ἀπῆλθες τῷ ἀρχιποίμενι Χριστῷ ὑπαντῆσαι, τῷ δι’ ἡμᾶς παθόντι· ὅθεν τὴν μνήμην σου λαμπρῶς ἑορτάζοντες, καὶ τὴν ὁμολογίαν σου μεγαλύνοντες, νέε ὁσιομάρτυς, εὐχὰς τὰς ἀδιαλείπτους σου ἐκδεχόμεθα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε φῶς νεαυγές, Ὁσίων καὶ Μαρτύρων, ὁ ἐκ τῆς Ἰβηρίας, Νικόλαε ἀρτίως, ἐξανατείλας ἔνδοξε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαῖρε ὁ ἀσκητής, Γιαλιᾶς ἐν Πάφῳ, Νικόλαε Σεμνείου, ὁ καθομολογήσας, Χριστὸν ἄχρι θανάτου σου.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τῆς Γεωργιανῆς, Μονῆς ἐν Ἀρσινόῃ, τῆς Πάφου ἐνοικῆτορ, Νικόλαε Ἀγγέλων, ὑπάρχεις ἰσοστάσιος.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, ἐνδόξου Νικολάου, Τριὰς ὑπεραγία, σὺν τῷ Πατρὶ καὶ Λόγῳ, τὸ Πνεῦμα τὸ Πανάγιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, ὑπερευλογημένη, ἡ σκέπουσα θεόθεν, τοὺς ταπεινούς σου δούλους, Χρυσογιαλιώτισσα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Γεωργίας τὸν γόνον τὸν ὁσιώτατον, τὸν ἁγιάσαντα Κύπρον αὐτοῦ ἀσκήσει λαμπρᾷ, καὶ αἱμάτων Δαμασκὸν αὐτοῦ τοῖς χεύμασι, στέψωμεν ῥόδων ταῖς ᾠδαῖς, ὡς νεόθυτον ἀμνόν, γεώργιον τοῦ Κυρίου· ᾯ καὶ πρεσβεύει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Πίστεως θησαύρισμα, Ὁσιομάρτυς Νικόλαε, Ἰβηρίας ἐκβλάστημα, τοῦ Ντβάλι ἀνάστημα, Γιαλιωτίσσης, ἐν τῇ Ἀρσινόῃ, Μονῆς τῆς Γεωργιανῆς, οἰκῆτορ θεῖε καὶ Μάρτυς ἔνδοξε, τῆς Δαμασκοῦ ἐνήθλησας, ὁμολογῶν μέγα ὄνομα, τοῦ Χριστοῦ κατενώπιον, τῶν ἀπίστων συντάγματος.

 

Μάκαρ Ὁσιόαθλε, Νεομαρτύρων ὡράϊσμα, ὁ προθύμως τὸ ὄνομα, Χριστοῦ τὸ πανάγιον, πρῶτον καὶ ἀνδρείως, καθομολογήσας, ὅλῃ ἐφέσει σου ψυχῆς, Ἄγαρ ἀπίστων υἱῶν πρὸ βήματος, βασάνους καθυπέμεινας, καὶ ἐκτομὴν τοῦ αὐχένος σου, ὡς ἀμνὸς ἐθελόθυτος, στεφηφόρε Νικόλαε.

 

νδοξε Νικόλαε, σαυτὸν Χριστῷ ἀφιέρωσας, ἐκ παιδὸς καὶ ἐνήσκησας, ὡς ἔνσαρκος ἄγγελος, Γιαλιωτίσσης, ἐν Μονῇ τῆς Πάφου, ἐξ ἧς ἀπῆλθες πρὸς λαμπράν, ὁμολογίαν σῆς θείας πίστεως, καὶ Δαμασκοῦ ἐφοίνιξας, τὴν χθόνα ῥείθροις αἱμάτων σου, Νεομάρτυς πανεύφημε, ἀριστείας ὑπόδειγμα.

 

Eὔοσμον Νικόλαε, Χριστοῦ ὀσφράδιον πίστεως, Κύπρον κατευωδίασας, ὀδμαῖς σῆς ἀσκήσεως, τῆς συντόνου ἄρτι, καὶ ἀθλήσεώς σου, τὴν πόλιν τῶν Δαμασκηνῶν, τῇ εὐωδίᾳ ἄχρις ἐκτμήσεως, σῆς κεφαλῆς πανεύφημε· διὸ σὲ νῦν μακαρίζοντες, ἑορτάζομεν μνήμην σου, εὐλαβῶς τὴν σεβάσμιον.

 

σκησας ὡς ἄσαρκος, Ἴβηρ γενναῖε Νικόλαε, ἐν Μονῇ τῇ ἐν ἄλσεσι, τῆς Πάφου ἀοίδιμε, ἐν περιοικίδι, κώμης τῆς εὐάνδρου, Γιαλιᾶς ἐν ᾗ καλῶς, τῆς ψυχοτρόφου ζωῆς τον δόλιχον, διήνυσας καὶ ἔφθασας, εἰς ἀρετῆς θείαν ἔπαλξιν, προσευχῆς ταπεινώσεως, ἀπαθείας καὶ νήψεως.

 

Πίστει ὡμολόγησας, Χριστοῦ τὸ πάντιμον ὄνομα, ἐφετοῦ τῆς καρδίας σου, στεῤῥόφρον Νικόλαε, Ὁσιομαρτύρων, ἄνθος μυροβόλον, ἐν πόλει τῶν Δαμασκηνῶν, ἐν ᾗ βασάνων πληθὺν ὑπέμεινας, καὶ κεφαλῆς τιμίας σου, ἀποτομὴν καρτερόψυχε, ἣν μαχαίρᾳ ὑπέκλινας, τῶν ἀπίστων νεόαθλε.

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν ἐν Ἀρσινόῃ Κύπρου θεαρέστως ἀσκήσαντα, καὶ ἀθλήσαντα ἐν Δαμασκῷ, ὡς ἄλλου πάσχοντος, Νικόλαον τὸν νέον Ὁσιομάρτυρα, τιμήσωμεν οὕτω λέγοντες· Ἰβηρίας ἐκβλάστημα, καὶ Μονῆς ἐν Γιαλιᾷ οἰκῆτορ, ὁ παῤῥησίᾳ ὁμολογήσας Χριστόν, τὸν στεφοδότην καὶ Κύριον, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ;Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδείς· μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα. Ἦχος α΄.

Δεῦτε φιλομαρτύρων οἱ δῆμοι, καταστέψωμεν ᾀσμάτων ἄνθεσι, τὸν νέον τῆς τοῦ Χριστοῦ πίστεως ’Ιβηρίτην Ὁσιομάρτυρα, ἐν Γιαλιᾷ θεαρέστως ἀσκήσαντα, Νικόλαον τὸν πανένδοξον, ὡς κεφαλότμητον καθαιρέτην τῆς πλάνης, τῶν ἀπίστων ἐν εὐλαβείᾳ κραυγάζοντες· Ὁ ἀπτοήτῳ φρονήματι τὴν ὁδὸν διανύσας τοῦ μαρτυρίου, ἐκτενῶς Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκέτευε ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Ἦχος β΄.

Τὸν ἀσκήσει καὶ ἀθλήσει κατευφράναντα εὐσεβῶν τοὺς δήμους, βλάστημα τοῦ Ντβάλι Γεωργίας, καὶ ἀσκητὴν τῆς Κύπρου πανόσιον, Νικόλαον τιμήσωμεν, τὸν νέον Ὁσιομάρτυρα, ὡς μαργαρίτην εὐσεβείας, ἀσκητικῆς πολιτείας, γενναιότητος καὶ ἀριστείας, ἐν ἀγαλλιάσει κραυγάζοντες· Νεόφωτε φωστὴρ ἀκραιφνοῦς ἀγωγῆς καὶ τόλμης, ὁ φωτίσας Δαμασκὸν ὁμολογίας σου ἀκτῖσι, φώτισόν μου τὸν ζόφον τῆς ἁμαρτίας, καὶ σῶσον ἐκ τοῦ ἀλήκτου σκότους, τοὺς σὲ μακαρίζοντας.

 

 

 

 

Ἦχος γ΄.

Τὸν πόθον ἔχοντα, Χριστὸν παῤῥησίᾳ ὁμολογῆσαι, καὶ καταλιπόντα τὴν ἡσυχίαν τῶν ἄλσεων Ἀρσινόης, γενναιότατον Δαμασκηνῶν πόλεως μάρτυρα, Νικόλαον τὸν ὁσιώτατον, τιμήσωμεν λέγοντες· Ὁ παῤῥησίᾳ Χριστὸν ὁμολογήσας ἐνώπιον τῶν ἀσεβεστάτων ἀπογόνων τῆς Ἄγαρ, καὶ ὑπομείνας κατωδύνους βασάνους, καὶ κάρας ἀπότμησιν, χάριν δαψιλῶς οὐρανόθεν εὗρες, πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν τιμώντων σε.

 

Δόξα. Ἦχος δ΄.

Μονῆς Χρυσογιαλιωτίσσης οἰκῆτορ, ὁσιώτατε καὶ γενναιότατε Χριστοῦ Νεομάρτυς, Νικόλαε πανάριστε, διὰ συντόνων ἀσκητικῶν παλαισμάτων, καὶ διὰ μαρτυρίου εἰς ὕψος κληρονομίας ἀγαθῶν αἰωνίων ἤρθης θειότατε· ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες, καὶ τοὺς ἀγῶνάς σου μεγαλύνοντες, τὰς θεοπειθεῖς εὐχάς σου ἐκδεχόμεθα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, καὶ βίον κρείττονα.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, τῆς Γεωργίας βλαστός, Γιαλιᾶς περιοικίδος ὀσφράδιον, Νικόλαε νεομάρτυς, μεγαλοφώνως Χριστοῦ, ὄνομα τὸ θεῖον ἐν ἀσκήσεσι, τὸ πρῶτον καὶ ὕστερον, τῶν ἀπίστων ἐνώπιον, ὁμολογήσας, ἄχρι σῆς ἐναθλήσεως, καὶ ἐκτμήσεως, κεφαλῆς τῆς τιμίας σου, κράζοντες ἐκδεχόμεθα, εὐχάς τὰς ἐνθέρμους σου, πρὸς προκοπὴν βίου μάκαρ, καὶ ἀρετῆς ὁλοκλήρωσιν, πανάριστε πάτερ, ὁ κεκοσμημένος ἄθλοις τοῖς παναρίστοις σου.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χάρις, ὡδήγησέ σε σαφῶς, τοῦ Παρακλήτου ὁσιόαθλε Πνεύματος, ἐκ Ντβάλι τῆς Γεωργίας, εἰς δασυσκίους δρυμούς, Πάφου τῆς ἐν Κύπρῳ ἔνθα δόλιχον, διῆλθες ἀσκήσεως, θεαρέστου ὡς ἄσαρκος, καὶ ἣν δακρύων, ὀχετοῖς καθηγίασας, νυχθημέρων σου, καὶ ἱδρώτων σου ῥεύμασι, πρὸ σῆς ἀναχωρήσεως, διὰ τὸ μαρτύριον, εἰς Δαμασκὸν σὸν γενναῖον, ὁσιομάρτυς Νικόλαε, θεόθεν ὁ πάντας, εὐλογῶν καὶ ἁγιάζων, τοὺς εὐφημοῦντάς σε.

 

 

 

 

 

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μνήμην, ἐπιτελοῦντες τὴν σήν, πανευλαβῶς ὁσιομάρτυς Νικόλαε, ἀγῶνας ἀσκητικούς σου, ὑμνολογοῦμεν λαμπρῶς, καὶ ἀθλητικά σου κατορθώματα, Χριστοῦ ὑπὲρ πίστεως, ἐφετοῦ τῆς καρδίας σου, ἄχρις αὐχένος, σοῦ σεπτοῦ ἀποτμήσεως, καὶ βοῶμέν σοι, εὐθαρσῶς· Νέον κόσμημα, τῆς εὐσεβείας, Κύριον Θεὸν τὸν εὐΐλατον, ὡς πρὸς Αὐτὸν παῤῥησίαν πολλὴν κατέχων, ἱκέτευε ὑπὲρ τῶν ὑμνούντων, τὴν ὑπέρτιμόν σου μνήμην, καὶ ἀεισέβαστον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν τρανὸν ὁμολογητὴν τῆς πίστεως, Ὁσιομάρτυρα τιμήσωμεν Νικόλαον, ὡς Γεωργίας σεμνολόγημα, Ἀρσινόης καύχημα καὶ Δαμασκοῦ θεῖον σάπφειρον, ἐν ἀγαλλιάσει κραυγάζοντες· Ὁ Κύπρον ἁγιάσας ῥοαῖς δακρύων σου, καὶ νομίμως ἐν Δαμασκῷ ἀθλήσας, μὴ παύσῃ Κυρίου δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Γεωργίας τὸν γόνον τὸν ὁσιώτατον, τὸν ἁγιάσαντα Κύπρον αὐτοῦ ἀσκήσει λαμπρᾷ, καὶ αἱμάτων Δαμασκὸν αὐτοῦ τοῖς χεύμασι, στέψωμεν ῥόδων ταῖς ᾠδαῖς, ὡς νεόθυτον ἀμνόν, γεώργιον τοῦ Κυρίου· ᾯ καὶ πρεσβεύει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

γίασας ῥοαῖς, σῶν ἀπείρων δακρύων, Μονὴν Γιαλιᾶς, Πάφου ἐν Ἀρσινόῃ, Νικόλαε ὄνομα, τοῦ Χριστοῦ ὃ ἐδόξασας, ἐναθλήσει σου, Δαμασκηνῶν ἐν τῇ πόλει, ἄχρι τμήσεως, τῆς ἱερᾶς κεφαλῆς σου, στεῤῥὲ ὁσιόαθλε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστάτιν ὀρφανῶν, σκέπην ἐμπεριστάτων, ἑτοίμην ἀρωγόν, κατωδύνως στενόντων, χαρὰν τῶν ἐν θλίψεσι, καὶ ταχεῖαν συλλήπτορα, ἐπιστάμεθα, σὲ Παναγία Παρθένε, τῶν ἐν κλύδωσι, βιοτικαῖς Θεοτόκε, πιστῶν ἀγαλλίαμμα.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σεμνύνεται πόνοις σου Γιαλιᾶς ἡ Μονή, ἐν Κύπρῳ Νικόλαε Ὁσιομάρτυς στεῤῥέ, λαμπρᾶς ἐνασκήσεως, καὶ Δαμασκὸς αἱμάτων, σῶν τιμίων ἐκχύσει, ἄχρι σῆς ὑπερτίμου, ἀποτμήσεως κάρας, ἀφθάρτῳ στεφοδότης Χριστός, στέφει ἣν ἔστεψε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τρανῶς μεγαλύνοντες σῶν θαυμασίων πληθύν, ἁγνὴ ἀειπάρθενε σὴν πρὸς ἡμᾶς ἐναργῆ, καὶ θείαν ἀντίληψιν, μέλπομεν Θεοτόκε, καὶ δοξάζομεν πόθῳ, τὸν ἐκ τῆς σῆς νηδύος, προερχόμενον Λόγον, Θεοῦ Χριστὸν ἡμῖν δαψιλῶς, χάριν δωρούμενον.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

σιομάρτυρα, στεῤῥόν Νικόλαον, Ἰβήρων σέμνωμα, λαμπρὸν τιμήσωμεν, Γιαλιᾶς ἐν τῇ Μονῇ ἀσκήσαντα ἰσαγγέλως, καὶ καθυπομείναντα, κεφαλῆς τὴν ἀπότμησιν, ὥσπερ θεῖον σφάγιον, καὶ ἀμνὸν ἐθελόθυτον, ἐν πόλει Δαμασκοῦ ἐκβοῶντες· Χαῖρε Χριστὸν ὁ μεγαλύνας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον· Κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Τοῦ ὁσιοάθλου, πρεσβείαις, Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

τὴν μοναδικὴν βαδίσας τρίβον ἐκ νεότητος καὶ Θεῷ εὐαρεστήσας ἀσκήσει καὶ μαρτυρίῳ ὁσιομάρτυς Νικόλαος, θεόθεν δεδόξασται· ὅθεν τὴν μνήμην αὐτοῦ σήμερον ἑορτάζοντες καὶ τὰ χεύματα αὐτοῦ δακρύων καὶ αἱμάτων ἐπαινοῦντες Χριστὸν δοξάζομεν, τὸν παρέχοντα ἡμῖν αὐτοῦ δεήσεσι τὸ μέγα καὶ πλούσιον ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσιομάρτυρος οὗ ἡ Ἀκροστιχίς: Νικολάῳ, Γιαλιᾶς νέῳ ὁσιοάθλω, ὕμνος. Χ. Μ.

ᾨδὴ α΄ .Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Νικόλαε βλάστημα, τῆς Ἰβηρίας περίδοξον, οἰκῆτορ θειότατε, Γιαλιᾶς τῆς Μονῆς, ὁσιόαθλε, χρυσόπλοκον θεόθεν, ἀπείληφας στέφανον, αἰωνιότητος.

σχὺν ἀμπεχόμενος, θεόθεν ὥσπερ ἱμάτιον, Νικόλαε πάντιμε, ἐν Δαμασκῷ τὸν Χριστόν, ὡμολόγησας, ἐνώπιον τῆς Ἄγαρ, ἐκγόνων καὶ ἤθλησας, ὥσπερ ἀσώματος.

Καρπὸς ὥσπερ εὔχυμος, τῆς Ἰβηρίας Νικόλαε, κατηύφρανας σύμπαντα, ἀσκήσεώς σου ῥοπῇ, καὶ ἐνστάσει σου, στεῤῥᾷ ἄχρις αὐχένος, τοῦ σοῦ ἀποτμήσεως, πίστεως ἔρεισμα.

Θεοτοκίον.

δὸν καθυπόδειξον, ἡμῖν Χρυσοπατερίτισσα, εἰς πόλον ἀπάγουσαν, Θεογεννῆτορ σεμνή, συνευφραίνεσθαι, Χριστῷ σῷ θείῳ Τόκῳ, πιστοῖς ἀπονέμοντι, ἄμετρον ἔλεος.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Λαμπάδα τιμήσωμεν ἀξίως, Χριστοῦ Ἐκκλησίας νεαυγῆ, Νικόλαον ἀσκήσαντα, Γιαλιᾶς ἐν ἄλσεσι, καὶ Δαμασκὸν τοῖς αἵμασιν, αὐτοῦ λαμπρῶς ἁγιάσαντα.

νάστημα Ντβάλι Γεωργίας, Νικόλαε δωδεκαετής, Κυρίῳ ἀφιέρωσας, σαυτὸν καὶ ἠκολούθησας, ὅλῃ ψυχῆς ἐφέσει σου, ὁδοῖς ἀζύγων ὡς ἄσαρκος.

ς τοῦ Χρυσογιαλιατίσσης, Σεμνείου τοῦ Γεωργιανοῦ, οἰκῆτορ ἐνθεώτατε, Νικόλαε σὲ μέλποντες, τὴν σεβασμίαν μνήμην σου, ψαλμοῖς καὶ ᾄσμασιν ἄγομεν.

Θεοτοκίον.

Γοργῶς ἐπακούουσα σῶν δούλων, δεήσεων Μῆτερ ἀγαθή, μὴ παύσῃ τῶν ἑκάστοτε, λαμπρῶς μακαριζόντων σε, καὶ Νικολάου Μάρτυρος, νέου ὑμνούντων τὴν ἄθλησιν.

 

 

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Πολυτίμητον, νεομαρτύρων, ἐγκαλλώπισμα, καὶ νέον εὖχος, Γεωργίας τὸν ἐν Κύπρῳ ἀσκήσαντα, καὶ Δαμασκὸν ἁγιάσαντα ῥεύμασιν, αὐτοῦ αἱμάτων ἐκ κάρας ἐκτμήσεως, μελῳδήσωμεν, Νικόλαον τὸν θειότατον, εὐκλείας οὐρανῶν νῦν ἀπολαύοντα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

ς ἰθύντειραν, τῶν οἰκετῶν σου, πρὸς σκηνώματα, ἀφθίτου δόξης, ἀκλινῶς σὲ μακαρίζομεν Δέσποινα, καὶ καταφεύγομεν πάντες ἐν κλύδωσι, βιοτικοῖς τῇ σῇ σκέπῃ καὶ χάριτι, Μῆτερ κράζοντες· Βοήθει ἐν περιστάσεσι, ταχέως τοὺς πιστῶς σοὶ καταφεύγοντας.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

ερεῖον προσηνέχθης τῷ Κυρίῳ ἀμώμητον, Ἴβηρ νεομάρτυς, Δαμασκοῦ ἐν πόλει Νικόλαε, καὶ κεφαλότμητον σφάγιον στεῤῥόψυχε, ὁ δεξάμενος, θεόθεν στέφος χρυσόπλοκον.

ρνητὴς ὧν ἐπιγείων καὶ ματαίων Νικόλαε, σὴν πατρῴαν χθόνα, ἐν τῇ Γεωργίᾳ κατέλιπες, καὶ νῆσον Κύπρον κατέλαβες τὴν εὔσημον, ἣν ἡγίασας, ἀσκητικοῖς σου παλαίσμασι.

Λαμπηδὼν Χριστοῦ ἀγάπης σεαυτὸν ἀφιέρωσας, ὅλῃ σου ἐφέσει, Νεομάρτυς σῶφρον Νικόλαε, Αὐτῷ βραβεῖον πιστῶν χοροῖς παρέχοντι, ἄνω κλήσεως, καὶ σὺν Αύτῷ ἐνοικήσεως.

Θεοτοκίον.

λαστήριον τοῦ κόσμου παντευλόγητε Δέσποινα, Κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου οἰκέτας σου, τοῦ ἀρχεκάκου τῆς μήνιος ἀπήμονας, τήρει πάντοτε, καὶ τῶν βροτῶν πολεμήτορος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

κρώρεια πίστεως Μαρτύρων νέων πέφηνας, θαυμαστὲ Νικόλαε προθύμως, Χριστοῦ τὴν κλῆσιν, Λόγου Ὑψίστου Θεοῦ, ἐνώπιον Ἄγαρ τῶν υἱῶν, θάρσει ἄχρι τμήσεως, ὁ κηρύξας αὐχένος σου.

Στεῤῥόφρον Νικόλαε τοῖς δήμοις συνηρίθμησαι, θείων ὁσιομαρτύρων ἄρτι, ὁ ἐνασκήσας, Γιαλιᾶς ἐν Μονῇ, καὶ τμῆσιν τῆς κάρας ὑποστάς, σφάγιον ὡς ἄγιον, δι’ ἀγάπην Κυρίου σου.

Νικόλαε ἔνδοξε ὑμνοῦμέν σε ὡς πρώταθλον, πάντων νεοάθλων ἀριστείας, κεκοσμημένον μαργάροις καὶ ὀχετοῖς, αἱμάτων ἰδίων ἐν καιροῖς, τοῖς ἐσχάτοις ἔνδοξε, νεομάρτυς τῆς πίστεως.

Θεοτοκίον.

Εὐχῶν σου ἀπόσμηξον ῥανίδας μάκτρῳ Δέσποινα, τῶν ἡμῶν δακρύων Θεοτόκε, ἐκ τῶν παγίδων ῥῦσαι ἡμᾶς τοῦ ἐχθροῦ, καὶ σῶσον οἰκέτας σου ἀεί, πίστει μεγαλύνοντας, τὴν πληθὺν θαυμασίων σου.

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

ς νεομάρτυρα ἔνδοξον, ὑμνοῦντες Ἰβηρῖτα Νικόλαε, σὲ μεγαλύνομεν, τῆς προσευχῆς ἐργαστήριον, καὶ ἀριστείας βάθρον, ἀδιατάρακτον.

γόνος Ντβάλι Νικόλαε, ὑπὲρ Χριστοῦ ἐνήθλησας πίστεως, ἄλλου ὡς πάσχοντος, ἐν Δαμασκῷ πρὸ τοῦ βήματος, τῆς Ἄγαρ ἀπογόνων, Μάρτυς νεόαθλε.

Σεπτῶν δακρύων σου χεύμασιν, ἡγίασας Νικόλαε πάντιμε, τὴν ἐν τοῖς ἄλσεσι, Γιαλιᾶς Μάνδραν εὔφημε, ὁσιομάρτυς νέε, Χριστοῦ τῆς πίστεως.

Θεοτοκίον.

θύνεις πάντας τοὺς δούλους σου, πρὸς τρίβους σωτηρίας Μητρόθεε, σὲ μεγαλύνοντας, ψαλμοῖς εὐτάκτοις καὶ ᾄσμασιν, εὐήχοις Παναγία Θεογεννήτρια.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Διπλοῦν θεόθεν εἰληφότα νίκης στέφανον, ὁσιομάρτυρα τὸν νέον εὐφημήσωμεν, Ἰβηρίτην ἐνασκήσαντα θεαρέστως ἐν Μονῇ Γιαλιᾶς καὶ ἁγιάσαντα, Δαμασκὸν ῥοαῖς αἱμάτων ἐκ τῆς τμήσεως, κάρας ψάλλοντες· Χαίροις Μάρτυς Νικόλαε.

Ὁ Οἶκος.

γγελοι κατιδόντες, ψυχικήν σου ἀνδρείαν, ἐξέστησαν Νικόλαε Μάρτυς, Ἰβηρίας βλαστὲ ἱερέ, ὁ εὐφράνας Πάφον πόνοις ἀσκήσεως καὶ Δαμασκὸν ἀθλήσει σου, ὧν δήμους ἔπιθες βοᾶν σοι·

Χαῖρε, ὁ θεῖος τοῦ Ντβάλι γόνος·

χαῖρε, τὸ νέον τῆς Κύπρου εὖχος.

Χαῖρε, θεομύριστον Πάφου λευκάνθεμον·

χαῖρε, νεοπύρσευτον ἄθλων κιννάμωμον.

Χαῖρε, ὅτι καθηγίασας πόλιν τῶν Δαμασκηνῶν·

χαῖρε, ὅτι θάρσει ᾔσχυνας τὸν ἑσμὸν Ἄγαρ υἱῶν.

Χαῖρε, ὁ ὑπομείνας τοῦ αὐχένος σου τμῆσιν·

χαῖρε, ὁ ἐδαφίσας τῶν ἀπίστων τὴν μῆνιν.

Χαῖρε, μαρτύρων νέων ὑπόδειγμα·

χαῖρε, ὁσίων θεῖον ἐντρύφημα.

Χαῖρε, κρηπὶς ἱερὰ εὐλαβείας·

χαῖρε, βαλβὶς σταθηρὰ εὐσθενίας.

Χαίροις, Μάρτυς Νικόλαε.

 

 

 

 

 

 

Συναξάριον.

Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικολάου, τοῦ ἐκ Ντβάλι Γεωργίας, ἀσκήσαντος ἐν Γιαλιᾷ Πάφου, καὶ ἐν Δαμασκῷ ἀθλήσαντος.

νέος τοῦ Χριστοῦ Ὁσιομάρτυς Νικόλαος ὁ Ἰβηρίτης, ὑπῆρξε μοναχὸς ἐν τῇ Γεωργιανῇ Μονῇ Παναγίας Χρυσογιαλιωτίσσης, κειμένης παρὰ τὴν Γιαλιὰν Ἀρσινόης Πάφου. Γεννηθεὶς ἐξ εὐλαβῶν γονέων ἐν Ντβάλι Γεωργίας, ἤθλησεν ἐν Συροπαλαιστίνῃ, ἐν ἔτει 1314ῳ. Ἀφιερωθεὶς παιδιόθεν τῷ Κυρίῳ, δωδεκαετὴς ἦλθεν εἰς Ἱεροσόλυμα καὶ ἐνεκλείσθη ἐν τῇ ἐν αὐτοῖς Γεωργιανῇ Μονῇ. Παῤῥησίᾳ Χριστὸν ὁμολογῶν πρὸ τῶν ἐκγόνων τῆς Ἄγαρ, εἱρκτῇ ἐνεκλείσθη, ἐξ ἧς θείᾳ συνεργείᾳ ἔφθασεν εἰς Κύπρον καὶ ἤσκησεν ἐν τῇ Γεωργιανῇ Μονῇ τῆς Γιαλιᾶς Πάφου. Ἰδὼν ἐν ὁράματι τὸν Τίμιον τοῦ Χριστοῦ Πρόδρομον, προτρέπων αὐτὸν ὑπάγειν εἰς Δαμασκόν, ἦλθεν ἐν αὐτῇ συνεχίζων κηρύττειν Χριστόν, καὶ ἀναιρῶν τὰς τῶν ἀπίστων Ἀγαρηνῶν δοξασίας. Συλληφθεὶς ὅθεν ὑπ’ αὐτῶν, στεῤῥῶς ὑπέμεινε βασάνους, δοξάζων τὸν αὐτὸν ἐνδυναμοῦντα Κύριον, ἄχρις ἀποτμήσεως τῆς σεβασμίας αὐτοῦ κεφαλῆς. Τὸ μαρτυρικὸν αὐτοῦ σκήνωμα ἐῤῥίφη εἰς τὸ πῦρ. Τὸ μαρτυρικὸν τοῦ ὁσιομάρτυρος τέλος ἔγνω θείᾳ χάριτι ὁ πνευματικὸς αὐτοῦ πατήρ, ὃς προσευχόμενος, κατεῖδε τὴν ψυχὴν αὐτοῦ ὑπέρφωτον ἐν μέσῳ Ἁγίων καὶ Μαρτύρων. Ἤρξατο ὁ Νικόλαος μαρτυρεῖν τῇ 19ῃ Ὀκτωβρίου τοῦ ἔτους 1314 καὶ ἐπερατώθη τῇ 12ῃ Φεβρουαρίου 1315 δι’ ἀποκεφαλισμοῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

τὸν ἄφθαρτον ὁμολογίας στέφανον, σεπτὲ Νικόλαε, ἐκ στεφοδότου Χριστοῦ, χειρῶν μάρτυς, εἴληφας, σοὶ τοῦ βραβεύοντος, τὴν ἐνάθλησιν, ἐν Δαμασκῷ τὴν ἔνδοξον, εὐσθενὲς Ὁσιομάρτυς.

ξιάγαστε Νικόλαε δακρύων σου τιμίων ῥεύμασι, Γιαλιᾶς τῆς Μονῆς, ἐπίανας ἔδαφος καὶ τῶν αἱμάτων σου, θείοις χεύμασι, τὴν Δαμασκὸν ἀθλήσει σου, εὐσθενεῖ ἐγκαυχωμένην.

Θεοτίμητε Νικόλαε ἀπείληφας θεόθεν στέφανον, ὁμολογίας λαμπρᾶς, ὡς μάρτυς καὶ ὅσιος, Χριστοῦ τὸ ὄνομα, ἄχρις αἵματος, ἐκ κεφαλῆς σου τμήσεως, καθομολογήσας ἄρτι.

Θεοτοκίον.

Λύπης δίωξον ἡμῶν ὁμίχλην Δέσποινα, τῶν προσφευγόντων σοι, σῆς συμπαθείας αὐγαῖς, Θεοῦ Μῆτερ εὔστοργε, καὶ τὴν ἀντίληψιν, αἰτουμένων σου, ἥνπερ παρέχεις ἅπασι, τοῖς ἐνθέρμοις σου οἰκέταις.

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

ς ὁσιομάρτυρα γενναῖον, τιμῶμέν σε Ἰβηρίας θεῖον βλάστημα, νεαυγὲς Νικόλαε, Ἀρσινόης σέμνωμα, ἐν Πάφῳ ὁ τὸ ὄνομα Χριστοῦ τὸ πάντιμον, πρὸ Ἄγαρ, γόνων ὡμολόγησας, ἄχρι μαρτυρίου, δι’ ἐκτομῆς σῆς κάρας.

μνοις σε καὶ ᾄσμασιν εὐτάκτοις, σὴν ἄσκησιν πρῶτον πάντες μεγαλύνομεν, θαυμαστὲ Νικόλε, ἐν τῆς Πάφου ἄλσεσι, καὶ εἶτα σὸν μαρτύριον, τὸ ὑπερένδοξον, ἐν πόλει, Δαμασκοῦ ὑπ’ ἀπίστων, ἀπογόνων Ἄγαρ, ἐν χρόνοις τοῖς ἐσχάτοις.

Μνήμην σου Νικόλαε, τὴν θείαν, γεραίροντες σὲ ἀξίως μακαρίζομεν, ὡς ὁσιομάρτυρα, εὐσταλῆ καὶ πάνσεπτον, ἐν Δαμασκῷ τὸ ὄνομα Χριστοῦ τὸ ἅγιον, σῆς κάρας, ἄχρι τμήσεως θείας, καθομολογήσας, ἐνώπιον ἀπίστων.

Θεοτοκίον.

Νῦν ὡς ὅρμον πάντων ποντουμένων, τιμῶμέν σε Θεοτόκε ἀκλυδώνιστον, καὶ λιμένα ἄκλυστον, τῶν ἐν βίου κλύδωσι, θαλαττευόντων Δέσποινα, πιστῶν διάσωσμα, ἐν ὕμνοις, καὶ ᾠδαῖς μελιῤρύτοις, σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

σιε σεπτέ, καὶ μάρτυς ἀήττητε, Χριστοῦ Νικόλαε, μνήμην σου τὴν πάνσεπτον, καὶ σεβασμίαν νῦν ἑορτάζομεν, καὶ μελῳδοῦμεν ἄθλους σου, δι’ ὧν ἐπέτυχες, ἐν τῷ πόλῳ, δόξης ὑπὲρ ἔννοιαν, Ἐκκλησίας νεόφωτον πύρσευμα.

Στῦλος ἀῤῥαγὴς ἐδείχθης, Νικόλαε Χριστοῦ τῆς πίστεως, μάρτυς ὁσιόαθλε, πυξίον θαῤῥους καὶ γενναιότητος, ὁ ἁγιάσας δάκρυσι Κύπρον τὴν εὔανδρον, καὶ αἱμάτων, Δαμασκὸν τοῖς ῥεύμασι, σοῖς ἰδίοις στεῤῥόφρον νεόαθλε.

Χαῖρε ἀσκητὰ τῆς Κύπρου Νικόλαε, Ἰβήρων κλέϊσμα, Μάνδρας θείας ἔνοικε, ἐν Αρσινόῃ πνευματοφόρητε, Γιαλιᾶς ὁ αἵμασιν, ἐκ τῆς ἐκτμήσεως, κεφαλῆς σου, Δαμασκὸν τὴν εὔσημον, πορφυρώσας ἐσχάτοις ἐν ἔτεσι.

Θεοτοκίον.

Μῆτερ τοῦ Χριστοῦ, πιστῶν ἀγαλλίαμμα, εὐλόγει ἅπαντας, πίστει μεγαλύνοντας, σῶν θαυμασίων πληθὺν καὶ Τόκον σου, δοξάζοντας τὸν πάνσεπτον, Χριστὸν τὸν Κύριον, οὐρανόθεν, πᾶσι τὸν δωρούμενον, εὐσεβέσι τὸ ἄμετρον ἔλεος.

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

σιομάρτυς γενναῖε Ἴβηρ, σεπτὲ ὁ τοῦ Χριστοῦ, ὁμολογήσας τὴν κλῆσιν, ἄχρι τομῆς σῆς κεφαλῆς, στέφος ἐδέξω θεόθεν, χρυσοῦν Νικόλαε μάκαρ.

Θεοτοκίον.

Εὐλογημένη Παρθένε, Μῆτερ Θεοῦ σοὺς ὑμνητάς, ῥύου παθῶν καὶ κινδύνων, καὶ τοῦ ἐχθροῦ ἐπιβουλῆς, τοὺς ἑορτάζοντας πίστει, μνήμην στεῤῥοῦ Νικολάου.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

σιομάρτυς γενναῖε κρηπὶς τῆς πίστεως, τοῦ Ντβάλι Γεωργίας, γόνε ἐν Ἀρσινόῃ, διάκοσμε τῆς Μάνδρας Γιαλιᾶς, καὶ μαρτύρων ὡράϊσμα, τῆς Δαμασκοῦ ἐμεγάλυνας τοῦ Χριστοῦ, θεῖον ὄνομα Νικόλαε.

 

κολουθήσας ταῖς τρίβοις Μαρτύρων πίστεως, Δαμασκηνῶν τὴν πόλιν, καθηγίασας ῥείθροις, αἱμάτων σου πανσέπτων Ἴβηρ στεῤῥέ, ἐξ αὐχένος σου τμήσεως, καὶ στεφηφόρος ἀπῆλθες πρὸς οὐρανῶν, τὰ σκηνώματα Νικόλαε.

 

ν Δαμασκῷ καθυπέστης τομὴν τῆς κάρας σου, ὡς ἱερεῖον θεῖον, ὁσιόαθλε μάκαρ, ὁ πρότερον ἐν πόνοις ἀσκητικοῖς, ἐν τῇ Κύπρῳ Νικόλαε, εὐαρεστήσας Κυρίῳ Θεῷ ἡμῶν, σοὶ τὰ γέρα νίκης νείμαντος.

 

πίστων Ἄγαρ ἐκγόνων ὀφρὺν ἐπάτησας, ἐνστάσει σου ἀνδρείᾳ, ὁσιόαθλε μάκαρ, Νικόλαε καὶ χαίρων σῆς κεφαλῆς, ἐκτομὴν καθυπέμεινας, ἐν Δαμασκῷ ὁ τὸν στέφανον εἰληφώς, οὐρανίου δόξης ἄφθαρτον.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε πιστοί, τὸν ἐν μάρτυσιν ὅσιον καὶ ἐν ὁσίοις στεῤῥόψυχον, νεομάρτυρα Νικόλαον τιμήσωμεν, ὡς ὡς Ἁγιογιαλιωτίσσης Μάνδρας πνευματικὸν ἀνάστημα, ἐξ Ἰβηρίας ὁρμώμενον, καὶ ἐν Δαμασκῷ κάραν ἀποτμηθέντα, ἐν ἀγαλλιάσει λέγοντες· Ὁ ἀσκήσει ἀναβὰς ἀρετῶν τὴν κλίμακα, καὶ ἀθλήσει στέφει οὐρανίῳ κεκοσμημένος, ὁμολογεῖν καὶ ἡμᾶς Χριστὸν καταξίωσον ἐνώπιον ἀπίστων, καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου, τοὺς σὲ μακαρίζοντας.

 

Καὶ νῦν. Θεοτοκίον.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὁ οἰκῆτορ Γιαλιᾶς, Ἰβηρίας γόνε, ὁ ἀθλήσας ἐν Δαμασκῷ, ὁσιομαρτύρων, τῶν νέων κοσμιότης, Νικόλαε Κυρίου, ἄμεμπτον σφάγιον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου