Τρίτη 16 Μαΐου 2023

ΙΟΥΛΙΟΣ 4. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΘΕΟΔΩΡΟΣ ΚΥΡΗΝΗΣ ΚΑΝΟΝΕΣ

ΙΟΥΛΙΟΣ Δ΄.

ΘΕΟΔΩΡΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΥΡΗΝΗΣ ΛΙΒΥΗΣ

ΚΑΝΟΝΕΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ α΄ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.

Ἐν ταῖς λαμπρότησι φωτοδότα, τοῦ Παρακλήτου καὶ ἡμᾶς, φώτισον Χριστὲ ὡς τὸν σοφὸν ἱεράρχην Σου, ἵνα Σε φωτεινοῖς, ἔργοις καὶ λόγοις, ὑμνοῦμεν εἰς αἰῶνας.

Ἐν τῷ τῆς πίστεως ἱεράρχα, θείῳ λειμῶνι φυτευθείς, καὶ καταρδευθεὶς ἀφθόνοις γνώσεως νάμασιν, ἐπλήθυνας νοητῶς, καρποὺς ἐνθέους, Χριστοῦ τῇ Ἐκκλησίᾳ.

Ἐπὶ τὴν πέτραν τῆς ἀληθείας, οἰκοδομήσας ἀῤῥαγεῖς, θείους θεμελίους ἱεράρχα Θεόδωρε, τοῦ ψεύδους ταῖς προσβολαῖς, καὶ τρικυμίαις, οὐδ’ ὅλως ἐσαλεύθης.

Θεοτοκίον.

Γῆς οἱ ἀπόγονοι Θεοτόκε, υἱοὶ γενόμενοι Θεοῦ, χάριτι τῇ θείᾳ καὶ ἀῤῥήτῳ κυήσει Σου, ὑμνοῦμέν Σε ἐκτενῶς, μόνην αἰτίαν, τῆς ὄντως σωτηρίας.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.

Τοῖς λόγοις ὡς βέλεσιν, Πάτερ ἔτρωσας, ἀσεβείας τὴν ἔνστασιν, καὶ τούτοις ἰατρεύσας, τετρωμένους ἀνθρώπους, ὑμνοῦντας δοξάζοντας, Χριστὸν τὸν λυτρωτὴν τοῦ παντός.

Τοῖς αἵμασιν Ὅσιε, τῆς ἀθλήσεως, τὴν στολὴν κατεκόσμησας, τῆς ἱερουργίας σου, καὶ φαιδρῶς τῷ Δεσπότῃ, Χριστῷ ἐλειτούργησας, Θεόδωρε ἀοίδιμε.

Θεοτοκίον.

Ἐν πέτρᾳ πανάχραντε, τῆς ἐλπίδος Σου, τῆς ψυχῆς ἐπερείσας μου, τὰς βάσεις ἀσάλευτος, εἰς ἀεὶ διαμένω, αἰνῶν καὶ δοξάζων Σε, τὴν μόνην προστασίαν μου.

 

ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου.

Στῦλος νοητός, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ὤφθης ἀληθῶς, Θεόδωρε τρισμάκαρ, ἐπὶ τοῖς θείοις σου δόγμασιν ἐπερειδών, ταύτην ὑμνοῦσαν τὸν τῶν ὅλων Θεόν.

Ἔφλεξας πυρί, ἀθλήσεως τὴν πλάνην, ἔσβεσας ῥοαῖς, αἱμάτων τὸ φλογῶδες, Ἱερομάρτυς Θεόδωρε ἀθεΐας, καὶ τοῖς πιστοῖς δρόσον ἐπήγασας.

Θεοτοκίον.

Ὤφθης νοητή, νεφέλη Θεοτόκε, φέρουσα Αὐτόν, τὸν ἥλιον τῆς δόξης, μετὰ σαρκὸς καταυγάζοντα πᾶσαν κτίσιν, φωτὶ ἐνθέῳ τῷ τῆς χάριτος.

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Ἐν τῇ νυκτὶ τῆς πλάνης, θεοσεβείας φωστὴρ διανέτειλας, ἀνθρώπους καταυγάζων, ταῖς διδασκαλίαις Θεόδωρε.

Ἐξ οὐρανοῦ τὴν ψῆφον, ἱερωσύνης τῆς θείας δεξάμενος, ἄξιος τοῦ χρίσαντος, λειτουργὸς ἐδείχθης Θεόδωρε.

Θεοτοκίον.

Ῥάβδον δυνάμεώς Σε, οἱ πεποιθότες ἐν Σοὶ Θεονύμφευτε, ἔχοντες τροπούμεθα, τὰ τῶν πολεμίων συστήματα.

 

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.

Ἀπέπαυσας εἰδώλων τελετάς, καὶ λατρείαν ἄμαχον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἀνεκήρυξας Θεόδωρε τοῖς πέρασιν.

Τοῖς βρόχοις τοῖς τῶν λόγων σου σοφέ, δυσσεβούντων ἔπνιξας, Θεόδωρε φάλαγγας, καὶ εἰς αἴνεσιν Χριστοῦ πιστοὺς διήγειρας.

Θεοτοκίον.

Γαλήνην Σε ἐν κλύδωνι παθῶν, καὶ θλίψεων Δέσποινα, ἀεὶ προορώμενος, εἰς λιμένα σωτηρίας καθορμίζομαι.

 

ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ.

Τοῦ μυστικοῦ, γευσάμενος κρατῆρος, τῆς τοῦ Χριστοῦ, σοφίας ἱεράρχα, τῇ Ἐκκλησίᾳ, Αὐτοῦ ἀφθόνως, διδαγμάτων ποταμούς, ἐνθέως ἔβλυσας.

Στῦλος πυρός, ἐν νυκτὶ ἀθεΐας, ἀναφανείς, Θεόδωρε τρισμάκαρ, εἰς φῶς τὸ θεῖον, Χριστοῦ ἀνθρώπους, καθωδήγησας ὑμνοῦντας, καὶ αἰνοῦντας αὐτόν.

Θεοτοκίον.

Ἰδεῖν ἡμᾶς, τὴν δόξαν τοῦ Υἱοῦ Σου, καὶ καθαρῶς, αὐτῆς ἐναπολαῦσαι, τοὺς Σὲ ποθοῦντας, καὶ ἀνυμνοῦντας, ἱκέτευε ἐκτενῶς, θεοχαρίτωτε.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα.

Τοῖς ἐνθέοις, ὅπλοις τῆς εὐσεβείας, ἱεράρχα, νοητῶς πεφραγμένος, συνασπισμὸν διέκοψας Θεόδωρε, καὶ βραβεῖα νίκης, δι’ ὁμολογίας, Χριστοῦ ἐπεκληρώσω.

Τοῖς πυρφόροις, λόγοις Ἱερομάρτυς, ἀθεΐας, κατέφλεξας τὴν ὕλην, καὶ εὐσεβείας φῶς πιστοῖς διηύγασας, τῆς δικαιοσύνης, ἀνυμνολογοῦσι, τὸν ἥλιον ἀπαύστως.

Θεοτοκίον.

Ὁ τὴν φύσιν, ἡμῶν δημιουργήσας, ἐκ Σοῦ ταύτην, φορέσας Θεοτόκε, ἀναμορφοῖ καινίζει ὡς φιλάνθρωπος, Σὲ ὑμνολογοῦσαν, καὶ δοξολογοῦσαν, κυρίως Θεοτόκον.

 

ᾨδὴ θ΄. Μεγαλύνομέν Σε.

Μυστικὴν θυσίαν, ἀναφέρων τῷ Θεῷ παναοίδιμε, σαυτὸν ὡλοκαύτωσας, πυρὶ τῆς ἀθλήσεως.

Ἐπαρθεὶς πρὸς ὕψος, τῆς Χριστοῦ ὁμολογίας Θεόδωρε, Αὐτῷ προσεπέλασας, βραβείοις τιμῶντί σε.

Παῤῥησίαν ἔχων, πρὸς Χριστὸν ὡς ἱερεὺς καὶ διδάσκαλος, καὶ Μάρτυς Θεόδωρε, πρέσβευε σωθῆναι ἡμᾶς.

Θεοτοκίον.

Ὑπὲρ τὰς ἡλίου, ἡ πρεσβεία Σου ἀκτῖνας ἐκλάμπουσα, φωτίζει πανάχραντε, τοὺς Σὲ μεγαλύνοντας.

***

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν Θεόδωρον ἱερομάρτυρα, ᾄσμασι μέλπω.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Τὸ φῶς Ἰησοῦ μου τὸ ἐκ φωτός, τὸν Σὸν Ἀθλοφόρον, ἐπειγόμενόν με ὑμνεῖν, τὸ στόμα μου πλῆσον εὐωδίας· Σὺ τῶν Μαρτύρων γὰρ ὁ στέφανος.

Ὁ αἵμασιν ἄθλων στεφανωθείς, καὶ ἱερατείᾳ, ἀμωμήτῳ περιλαμφθείς, Θεόδωρε μάκαρ τὸν Σωτῆρα, τοῦ φωτισθῆναι ἡμᾶς πρέσβευε.

Ναμάτων τοῦ Πνεύματος ἀρδευθείς, τὴν σὲ θρεψαμένην, πολιτείαν νέαν κοσμεῖς, καὶ ἱερατείᾳ καὶ ἀθλήσει, θεραπευτὰ Χριστοῦ Θεόδωρε.

Θεοτοκίον.

Θεοῦ Σε γεννήτριαν ἀνυμνεῖ, καὶ πάλιν παρθένον, μετὰ τόκον πᾶσα ἡ γῆ, ἐπεὶ τῶν ἁπάντων κτίστην φέρεις, ἐν ταῖς ἀγκάλαις Σου ὡς βρέφος ἁγνή.

 

Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἐκ σπαργάνων μητρώων, τοῖς ἱεροῖς γράμμασιν, ὦ Ἱερομάρτυς παμμάκαρ, πόθῳ προβέβηκας, καὶ τὴν ἀκένωτον, καὶ ὑπεράῤῥητον γνῶσιν, τοῖς πιστοῖς ἐβρόντησας, τῆς ἀκενώτου πηγῆς.

Οὐρανίαις πορείαις, βαίνειν νοεῖν θέμενος, καὶ τὰς ἀναβάσεις  τὰς θείας, ἐν τῇ καρδίᾳ σου, βίβλους Θεόδωρε, καλλιγραφῶν τῷ Κυρίῳ, εὐσεβῶς προσέφερες, δῶρον ποθούμενον.

Δυναμούμενος μάκαρ, τῷ πανσθενεῖ Πνεύματι, ἄσοφον τὴν κόσμου σοφίαν, πᾶσιν ἐκήρυττες, μίαν δὲ πάμφωτον, τὴν τοῦ Κυρίου σοφίαν, Ἀθλητὰ Θεόδωρε, ἣν καὶ πεπλούτηκας.

Θεοτοκίον.

Ὡς εὐδόκησε λόγος, ὁ τοῦ Θεοῦ πάναγνε, ἐν τῇ Σῇ νηδύϊ σαρκοῦται, ὁ ἀναλλοίωτος, ὅλον θεώσας με, τὸν ἁμαρτίαις φθαρέντα, Ὃν ἀεὶ δυσώπησον, σῶσαι τοὺς δούλους Σου.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον ἔρεισμα, τῆς σωφροσύνης, ἔχων ἔφανας, τοῖς ἐν τῷ σκότει, ποδηγῶν πρὸς σωτήρια δόγματα, καὶ κατευθύνων πρὸς θεῖα θελήματα, τῶν ἐνταλμάτων Κυρίου πορεύεσθαι, Ἱερομάρτυς Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ῥωννυμένῳ φρονήματι, νύκτωρ μεθ’ ἡμέραν τὸν τοῦ Κυρίου νόμον, Ἱερομάρτυς Θεόδωρε, μελετῶν ἀξίως μεμακάρισαι.

Ὁ πτωχεύσας Θεὸς ἡμῶν, καὶ διακονῆσαι ἐπιφανεὶς τοῖς ἐν γῇ, διακόνων σε τῷ τάγματι, Ἀθλητὰ παμμάκαρ κατεκόσμησεν.

Νέμειν ποίμνην σε ἔδειξεν, αἵματι οἰκείῳ ὁ ποιμενάρχης Χριστός, Ἱερομάρτυς Θεόδωρε, ἐγχειρίζει γνούς σου τὸ πιστότατον.

Θεοτοκίον.

Ἰησοῦν τὸν Θεὸν ἡμῶν, ἄχραντε Μαρία κόσμῳ ἐκύησας, μὴ τραπέντα τῇ Θεότητι, Ὃν ἀεὶ δυσώπει τοῦ σωθῆναι ἡμᾶς.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ἐν δυνάμει Τριάδος, χαίρων τῷ ἀλάστορι μάκαρ ἀντείρηκας, τοῖς ξοάνοις τούτοις, τὴν θυσίαν μὴ φέρειν καὶ κλῆσιν τὴν σήν, μὴ γνωρίζειν τούτῳ, μηδὲ σκεπτὰς βίβλους ἐμφαίνειν· ὅθεν ὕμνοις ἀεί σε γεραίρομεν.

Ῥιζουμένης τῆς πλάνης, καὶ κατὰ τῆς γνώσεως κορυφουμένης λυγρῶς, ὡς Χριστὸν Ἰούδας, ὁ θηρώνυμος γόνος σε προΰδωκεν, Ἀθλοφόρε μάκαρ, Διγνιανῷ τῷ ἀντιθέῳ, ὃν σταυροῦ τῇ δυνάμει κατήσχυνας.

Ὁ τὸν νοῦν βεβυσμένος, ἀπὸ τῆς σοφίας σου πτήξας καὶ ξέσας θυμῷ, ἐν τοῖς ἱμᾶσί σε, διατείνεσθαι τάττει καὶ τύπτεσθαι, τοῖς βουνεύροις μάκαρ· ὅθεν στεῤῥῶς ὑπὲρ Κυρίου, ἐκαρτέρεις σταυρῷ ὁπλιζόμενος.

Θεοτοκίον.

Μὴ τραπέντα συγχύσει, λόγον ὦ Παρθένε τὸν ἁπλοῦν ἐκύησας, ἐν δυσὶν οὐσίαις, ἐπιλάμψαντα κόσμῳ Θεάνθρωπον, ἀεὶ Ὃν δυσώπει, τῶν πειρασμῶν καὶ τῶν κινδύνων, λυτρωθῆναι Κυρία τὴν ποίμνην Σου.

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ἀφήρπασας ἱερεῦ, τῶν βρόχων τοῦ ἀλλοτρίου ἐχθροῦ, τὰς τρεῖς παρθένους εὐχαῖς, παμμάκαρ Θεόδωρε, Κυπρίλλαν Ἀρουάν τε, καὶ τὴν Λύκαν πείσας, τὴν Τριάδα ἀνυμνεῖν εὐσεβῶς.

Ῥωσθεὶς δυνάμει Θεοῦ, Μαρτύρων κλέος Θεόδωρε, προστάξει τῶν ἀσεβῶν, σταυρῷ ἀναρτούμενος, καὶ σάρκας ξεόμενος, τὸν σαρκὶ παθόντα, ποιητήν σου ἐμεγάλυνες.

Τὰς σπάσεις Διγνιανῷ, πανσόφως Μάρτυς ἀντέλεγες, τὰς βίβλους ἔχειν γραπτάς, ἐν σῇ Ἱερομάρτυς, καρδίᾳ Θεόδωρε, τὰς ἐποδηγούσας, πρὸς τὸ φῶς τῆς ἀληθείας Χριστοῦ.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε ἀληθῶς, Παρθένε Μῆτερ τοῦ πάντων Θεοῦ· τῆς πάλαι γὰρ διὰ Σοῦ, ἀρᾶς ἐλυτρώθημεν, καὶ ἄνω τεθείμεθα, ὑψωθέντες ὅθεν, δι’ ἀπάτης ἐκπεπτώκαμεν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ῥητορεύων πανσόφως, τὰ τοῦ Πνεύματος βάθη, Μάρτυς Θεόδωρε, καὶ πλάνην τῶν εἰδώλων, ἐλέγχων ἀπετμήθης, σοῦ τὴν γλῶσσαν κραυγάζων Θεῷ· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀνεπίληπτον ὄντως, ποιμὴν Μάρτυς ἐδείχθης, τῆς Ἐκκλησίας Χριστοῦ, ψυχὴν ὑπὲρ προβάτων, προδοὺς ἀγαλλιάσει, καὶ κραυγάζων ἀσίγητα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀληθείας τὸ πνεῦμα, βεβαιοῦν ἀνεφάνη, σοῦ τὴν ἀκίβδηλον, Θεόδωρε λατρείαν, Πατρὶ σὺν τῷ ἀνάρχῳ, Υἱῷ καὶ θείῳ Πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σωτηρίαν τῷ κόσμῳ, Μητροπάρθενε Κόρη, μόνη ἐγέννησας, ἣν πάλαι οἱ Προφῆται, ὑπέφαινον λυτροῦσθαι, τῆς ἀρᾶς τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ

Μαθητεύει, ὁ Λούκιος Πάτερ σοῦ θεοφρόνως, σὺν τῇ ὁσίᾳ τριάδι, τῶν νεανίδων Θεόδωρε, καὶ μύροις σοῦ τὸ σῶμα, καὶ σινδόνι κηδεύει, πιστῶς ἀνακράζων Χριστῷ· εὐλογεῖτε τὰ ἔργα πάντα, τὸν ἐξ οὐκ ὄντων τὰ πάντα συστησάμενον.

Ἀποροῦμεν, παμμάκαρ Θεόδωρε κατ’ ἀξίαν, τῶν σῶν ἀγώνων καὶ ἄθλων, πλέξαι στέφανον ἐγκωμίων· εὐφράνθη γὰρ Ἀγγέλων, στρατιὰ καὶ ἀνθρώπων, χοροὶ ἀνακράζοντες· εὐλογεῖτε τὰ ἔργα πάντα, τὸν ἐξ οὐκ ὄντων τὰ πάντα συστησάμενον.

Στρατιώτης, ὁ Λούκιος δείκνυται τοῦ Κυρίου, καὶ παῤῥησίᾳ κηρύττει, Διγνιανῷ τὴν ἀλήθειαν, εἰδώλων δὲ τὴν πλάνην, πνεύματι θείῳ ἐλέγχει, πιστῶς ἀνακράζων Χριστῷ· εὐλογεῖτε τὰ ἔργα πάντα, τὸν ἐξ οὐκ ὄντων τὰ πάντα συστησάμενον.

Θεοτοκίον.

Ἰαθῆναι, παθῶν με δυσώπησον Θεοτόκε, τὸν ἐν πελάγει τοῦ βίου, ἐξ ἀσθενείας κλυδούμενον, καὶ λύτρωσαι κινδύνων, τοὺς πιστῶς Θεοτόκον, ὑμνοῦντές Σε Δέσποινα, καὶ βαρβάρων τὰς βουλὰς καὶ τὰ θράση, ὡς ἀφρονοῦντας ἁγνὴ διασκέδασον.

 

ᾨδὴ θ΄. Σὲ τὴν ἀπειρόγαμον.

Μέγα ἀγαλλίαμα, Θεόδωρε Ἀθλοφόρε, Κύπρος μὲν τὸν Λύκιον, Καλαβρῶν δὲ ἡ χώρα πιστῶς, σὲ δεξαμένη γηθοσύνως ἀγάλλεται, καὶ δοξάζει, τὸν ἀθλοθέτην σου καὶ Κύριον.

Ἔπλευσας Θεόδωρε, θεσπέσιε ἀχειμάστως, βίου μὲν τὴν θάλασσαν, καὶ εἰδώλων τὴν ἄνοιαν, καὶ πρὸς οὐράνιον λιμένα προσώρμησας, νῦν δὲ ῥείθροις, τοῖς θαλαττίοις ἁγιάζεις ἡμᾶς.

Λύτρον σε κεκτήμεθα, Θεόδωρε καὶ προστάτην, μέγαν καὶ ὑπέρμαχον, τῶν ἐχθρῶν εἰς παράταξιν, ἀλλὰ μὴ παύσῃ δυσωπῶν μάκαρ τὸν Κύριον, λυτρωθῆναι, ἡμᾶς κινδύνων τοὺς ὑμνοῦντάς σε.

Πρέπει σοι Θεόδωρε, διάδημα εὐφημίας, ὅτι καὶ διέσωσας, τὴν ὀλκάδα πρὸς ὅρμον ζωῆς, ἀλλ’ ἱκετῶν ἐξ ἀναξίων δεξάμενος, ἀνταμείβου, ταῖς σαῖς πρεσβείαις δυσωποῦμέν σε.

Θεοτοκίον.

Ὦ Παρθένε πάναγνε, ἡ τὸν Θεὸν δεξαμένη, αἴτησαι Χριστὸν Ὃν ἔτεκες, Βασιλέα καὶ Κύριον, τοὺς ἐκ τῆς Ἄγαρ δυσμενεῖς θραῦσαι καὶ ῥύσασθαι, τῶν κινδύνων, τοὺς Σὲ ἐν πίστει μεγαλύνοντας.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου