Τετάρτη 10 Μαΐου 2023

ΙΑΝΟΥΑΡΙΟΣ 18. ΟΣΙΟΣ ΜΑΡΚΙΑΝΟΣ ΚΑΝΩΝ

 

ΙΑΝΟΥΑΡΙΟΣ ΙΗ΄

ΜΑΡΚΙΑΝΟΣ ΟΣΙΟΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐγκωμιάζω Μαρκιανὸν τὸν πάνυ. Ἐν δὲ τοῖς Θεοτοκίοις: Θεόδωρος.

ᾨδὴ α΄. Ἦχος δ΄. Τριστάτας κραταιούς.

Εὐάρεστον Θεῷ, καὶ τιμίαν βιώσας, πολιτείαν ἐπὶ γῆς, καὶ ἄγγελος ὀφθείς, ἐν σαρκὶ παμμακάριστε, ἄνω σὺν Ἀσωμάτοις, τῷ Χριστῷ παριστάμενος, παῤῥησίᾳ δυσώπει σωθῆναι ἡμᾶς.

Γυμνώσας ἑαυτόν, ἐγκρατείας ἱδρῶσι, ἀνεδείχθης καθαρόν, κειμήλιον σοφέ, σωφροσύνης καὶ γέγονας, οἴκημα τοῦ παναγίου, καὶ λαμπρὸν ἐνδιαίτημα, Πάτερ Πνεύματος ὄντως ὡς πνεύματι ζῶν.

Καθάρας προσευχαῖς, καὶ δακρύων νιφάσι, τὴν καρδίαν ἐκ παθῶν, ἡνώθης τῷ Θεῷ, καὶ ὡμίλησας Πάτερ σοφέ, ἄνευθε τῶν κωλυμάτων, πρὸ προσώπου ἱστάμενος, ἐμφανῶς καὶ προσώπῳ δεικνύμενος.

Θεοτοκίον.

Θεόφρονι νοΐ, θεϊκῇ παρθενίᾳ, μετὰ τόκον οἱ πιστοί, ὑμνοῦμέν Σε ἁγνή, ὡς πρὸ τόκου καὶ μέλπομεν· φρούρει οὖν ταῖς Σαῖς πρεσβείαις, τὰς ψυχὰς ἡμῶν Δέσποινα, ἐκ βελῶν καὶ παγίδων τοῦ ὄφεως.

 

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.

Μάκαρ θορύβους, τοὺς τοῦ βίου λιπὼν ἐμφρονέστατα, ἡσυχίᾳ τε προβάς, τῷ κάλλει Μαρκιανὲ ἀληθῶς, ὅλος εὐκατάνυκτος ἡμῶν γεγνώρισαι.

Ἱλαρὸς ὤφθης, ἀλειφόμενος ἅγιον ἔλαιον, ἐγκρατείας καὶ εὐχῆς, ἀνθρώποις πᾶσι καὶ δαίμοσι, ὄντως φοβερώτατον Μαρκιανὲ ἀσκητά.

Ἀναβιβάζων, θεωρίαις ταῖς θείαις ὁ Ὅσιος, τὴν ψυχὴν τὴν ἑαυτοῦ, ἑκάστου πάθους ἐκράτησεν· ὅθεν καὶ θειότατος ἄνθρωπος γέγονεν.

Θεοτοκίον.

Εὔας τῆς πάλαι, Σὺ εἶ ταύτης θυγάτηρ· ἀνόρθωσις, τῇ γεννήσει Σου σεμνή, ἐγένου ἐλευθερώσασα, ταύτην κατακρίματος Θεὸν κυήσασα.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ζῆλον θεῖον καὶ πυρώδη, ὁ θεόφρων κτησάμενος, κατὰ πανουργίας, πάσης τοῦ δολίου στεῤῥῶς ἀντιστάς, καὶ καθελὼν τὰς ἐπάρσεις τούτου ἔστεπται, τοῦ Θεοῦ τῇ δεξιᾷ χειρὶ τοῦ παντάνακτος.

Ὡς ἀθλήσας ἐγκρατείας, καὶ ἀσκήσεως σκάμματι, καὶ καταπαλαίσας, ὦ Μαρκιανὲ τὴν ἀσώματον, φύσιν ἐν σώματι Πάτερ ὀμηγύρεως, μοναζόντων πολλοστῶν πατὴρ ἐχρημάτισας.

Μύρον ὅλως ἀνεφάνης, ἀρεταῖς ἐντρεφόμενος, ταῖς εὐπνοωτάταις, καὶ τῶν ἀσκητῶν τὰ συστήματα, καταμυρίζων παιδεύεις ἐπανίστασθαι, τῶν παθῶν σοφῶς τῶν σαρκικῶν ἀνδρειότατα.

Θεοτοκίον.

Ὁ Πατρὸς τοῦ προανάρχου, συναΐδιος ἄχραντε, θεῖος Λόγος ἔνδον, Σῆς γαστρὸς οἰκήσας σεσάρκωται, καὶ ἀποῤῥήτω ἑνώσει προελήλυθεν, Θεοτόκον Σε παναληθῆ ἐργασάμενος.

 

ᾨδὴ ε΄. Νῦν ἀναστήσομαι.

Ἄνω ἀνέδραμες, Μαρκιανὲ φίλε τοῦ Χριστοῦ, εἰς τὸ ἀκρότατον, ὅπου τὸ ἔσχατον, ἐνυπάρχει τὸ σεπτόν, ἀσκήσει μάκαρ, ὀρεκτῶν καὶ τηλαυγῶς, ὥσπερ ἀστὴρ σὺ γεγνώρισαι.

Ῥῆμα ὁ δόλιος, φήσας τὸ πρὶν ἔβαλεν εἰς γῆν, ὄφις τὸν ἄνθρωπον, σοῦ δὲ τῷ ἔρωτι, καὶ σημείῳ τοῦ Σταυροῦ, ἀπονεκροῦται, ἐγκρατείᾳ ἡττηθείς, τῇ σῇ σοφὲ Πάτερ ἀοίδιμε.

Κόσμῳ κεκόσμησαι, τῶν ἀρετῶν τε καὶ ἀληθῶς, φῶς δὲ γεγνώρισαι, κόσμῳ τοῦ βίου σου, ὡς φωτὶ τῷ καθαρῷ, λελαμπρυσμένος, φέρων τούτου καὶ αὐγαῖς, ταῖς τοῦ θείου παμμάκαρ Πνεύματος.

Θεοτοκίον.

Δύναμιν Δέσποινα, κατὰ παθῶν δώρησαι ἡμῖν, σβέσον κυήματα, ἁμαρτημάτων μου, ἡ κυήσασα Θεόν, καὶ ἀρετῶν με, ταῖς ὠδῖσιν εὐτεκνεῖν, καὶ ἐντολαῖς θείαις ἀξίωσον.

 

ᾨδὴ στ΄. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.

Ἴθυνον εὐχαῖς σου καὶ πρεσβείαις, εἰς ἀρετῆς τὰς τρίβους, εὐθυδρόμως τρέχειν τὴν ψυχήν μου, Μαρκιανέ, καὶ παθῶν ἀπέχεσθαι, τῶν κακῶν καὶ τῆς ὁδοῦ αὐτῶν.

Ἀνοίξας ἐντεύξεων ἀνοίξει, τοὺς οὐρανοὺς θεόφρων, οὐρανίῳ φέγγει κατηυγάζου, μὴ δεηθείς, αἰσθητῶν μακάριε, ἐν νυκτὸς φωτὸς μηδέποτε.

Νοῦν πεπυκνωμένος καὶ τὴν φρένα, νοῦν σκολιὸν τὸν μέγα, καὶ μεγάλα ῥήματα λαλοῦντα, ὑπὸ τοὺς σούς, συμπατεῖσθαι Ἅγιε, πόδας ηὔξω καὶ πεπάτηκας.

Θεοτοκίον.

Ὡς πύλην τῆς ἄνω Βασιλείας, καὶ θεϊκὴν λυχνίαν, καὶ χρυσῆν στάμνον ἔχουσαν μάννα, τὴν τὸν Θεόν, ἡμῖν σωματώσασαν, Μαριὰμ ἀνευφημοῦμέν Σε.

 

ᾨδὴ ζ΄. Νέοι τρεῖς ἐν Βαβυλῶνι.

Ὅλος θύμα τῷ Κυρίῳ, πέφηνας Μαρκιανέ, πυρὶ τῆς ἀσκήσεως, ὀπτώμενος λίαν καὶ μένον, τῇ καρτερίᾳ τέλειον, καὶ Θεῷ ποθεινότατον.

Νεύσει θείᾳ καὶ δυνάμει, ῥώμῃ τε δυναμωθείς, τῷ Πνεύματι γέγονας, θαυματοποιὸς τῇ Τριάδι, τῇ σῇ καὶ μέγας Ὅσιε, καὶ Θεῷ πρεσβευτὴς εἰς ἀεί.

Τύπος πέφηνεν ὁ βίος, γνώμων τε Μαρκιανέ, ὁ σὸς καὶ κανὼν ἀψευδής, ἀσκήσεως ὅλως συνέσει, ἐνδιαπρέπων Ὅσιε, καὶ Θεῷ προσφιλέστατος.

Θεοτοκίον.

Ῥήσεις θεῖαι θεολόγων, λέγουσι παναληθῶς, Θεόν Σε κυήσασαν· μεθ’ ὧν καὶ ἡμεῖς τὸν Σὸν Τόκον, ἀνευφημοῦμεν Δέσποινα, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Οἱ πόνοι οἱ σοὶ καὶ οἱ ἱδρῶτες, ὕπερθεν ὄντως εἰσὶ μακαριώτατε, φύσεως ἧς πέφυκας, οὓς ἀγωνιζόμενος, ἐν τῇ ἀσκήσει ἵδρωσας, Μαρκιανὲ ἱερέ, καὶ ψάλλων ἐπεδείξω Κυρίῳ· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νυκτὸς τὸν προστάτην τε καὶ ἔργων, τῶν ταύτης ἡμέρας ὡς ὑπάρχων υἱός, αὐτὸς ἀπεδίωξας, φωτὶ τῶν πρακτέων σου, Μαρκιανὲ τρισόλβιε, καὶ ψάλλων ἔλεγες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Παράδεισος ἄλλος κεκοσμημένος, ὡραίοις φυτοῖς ἐφάνης τῶν ἀρετῶν, ἐξ ἀνατολῶν ἡμῖν, τρέφων τὴν ἀθάνατον, τροφὴν τοὺς πίστει ψάλλοντας, καὶ ἀναμέλποντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὅλῳ στόματι τε καὶ καρδίᾳ, θεότητος ὡς δοχεῖον ὑμνοῦντά Σε, ὅλον με ἁγίασον, καὶ τὰς ἁμαρτίας μου, ἀπ’ ἐμοῦ τάχος ποίησον, ἡ ἀναμάρτητον, Θεὸν καὶ ἁμαρτίας τοῦ κόσμου, αἴροντα τεκοῦσα, ἁγνὴ καὶ πάντων Κτίστην.

 

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Ἅπασαν εἰδέαν ἀρετῆς, πανόσιε ὑπὲρ πόνων σὺ ἐξήσκησας, πάσας ἐπῆλθες προθυμίᾳ, εἰς ἄκρον ταύτας μάκαρ διήνυσας, καὶ παῦλαν τῶν καμάτων ἀπείληφας, τὴν Βασιλείαν τὴν ἀκήρατον.

Νῦν ἀδιαδόχῳ φωτισμῷ, πανόσιε καὶ ἀπείρῳ τῆς Θεότητος, περιλαμπόμενος ταῖς αἴγλαις, ταῖς θείαις καὶ ἡμᾶς καταφώτισον, πρεσβείαις σου ἐν πίστει τοὺς ψάλλοντας, καὶ σῆς μερίδος καταξίωσον.

Ὕλης ὑπερβὰς ὡς ἀληθῶς, πάσας πέδας συσκηνούμενος, θείαις χορείαις τοῖς Ἁγίοις, τοῖς ἀπ’ αἰῶνος μάκαρ καὶ Μάρτυσι, Θεοῦ τε πρὸ προσώπου ἱστάμνεος, πάντων μιμνήσκου τῶν ὑμνούντων σε.

Θεοτοκίον.

Σοφίαν καὶ Λόγον τοῦ Θεοῦ, πανάχραντε Θεοτόκε ὡς γεγέννηκας, τὸν ἐνυπόστατον καὶ πάντων, Πατρὸς πρὸ τῶν αἰώνων ἐκλάμψαντα, καὶ ἔμεινας παρθένος ἀκήρατος, ὦ Θεομῆτορ παναμώμητε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου