Τετάρτη 10 Μαΐου 2023

ΟΚΤΩΒΡΙΟΣ 28. ΑΓΙΟΣ ΚΥΡΙΑΚΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΙΕΡΟΣΟΛΥΜΩΝ

 

ΟΚΤΩΒΡΙΟΣ ΚΗ

ΚΥΡΙΑΚΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΙΕΡΟΣΟΛΥΜΩΝ

& ΑΝΝΑ ΜΗΤΗΡ ΑΥΤΟΥ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ

Μάρτυς ἐν Μάρτυσι διαλάμψας, ἐν ἱερεῦσι δὲ ποιμήν, νόμου τε μεσίτης καὶ τῆς χάριτος πρόμαχος, Ἰούδα Κυριακέ, σὲ μακαρίζει σεπτῶς ἡ Ἐκκλησία.

Νίκης τὸ τρόπαιον φανερώσας, διὰ συμβόλου προσευχῆς, Ἰούδα ἐκλήθης Κυριακός· πᾶσι γέγονας, θησαύρισμα ἱερόν, μυσταγωγεῖον καὶ Μάρτυς ἀληθείας.

Ὑπὲρ τῆς πίστεως φερωνύμως, Ἄννα τὰ ἄνω πρακτικῶς, πίστει ἐκζητοῦσα πρὸς τὸν τύραννον ἔλεγεν·  ἀργοῦσίν σου αἱ πληγαί, τύραννε καὶ ἐχθρὲ τῆς ἀληθείας.

Θεοτοκίον.

Τὴν ὑπὲρ λόγον Θεὸν τεκοῦσαν, τὸν σαρκωθέντα ἐξ αὐτῆς, πᾶσαι αἱ φυλαὶ τῆς γῆς σεπτῶς μακαρίσωμεν· πρεσβεύει γὰρ ἐκτενῶς, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.

Ἰσχὺν καὶ κράτος ἔχων τὸν Ἰησοῦν, ἱερέων δόξα, Κυριακὲ ἀθλητά, Ἰουλιανὸν κατέβαλες, νῦν τὸν παραβάτην ἀήττητε.

Χαίρει ἐν σοὶ παμμάκαρ Κυριακέ, ὁ Κρανίου τόπος, καὶ Ἀντιόχεια, καὶ τὰ Ἱεροσόλυμα, τοῖς σοῖς εὐφραινόμενα θαύμασιν.

Ἐπὶ τὰ ἄνω σπεύδουσα ἀληθῶς, φερωνύμως Ἄννα, πάνυ ὑπέμεινας, πυρὶ καὶ ξίφει φέρουσα, δι’ ὑπομονῆς τὸ μαρτύριον.

Θεοτοκίον.

Ἰσχὺς καὶ κράτος πάντων τῶν ἐπὶ γῆς, καὶ λιμὴν ὑπάρχουσα, Θεοτόκε ἁγνή,  λύτρωσαι τοὺς δούλους Σου, ἐκ πάσης τοῦ ἐχθροῦ περιστάσεως.

 

Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον ἀρξάμενος, τοῦ σταυροῦ δὲ φανέντος, κατὰ πνεῦμα πληρούμενος, καθεῖλας τοῦ ἐχθροῦ τὰς προσβολάς, πυρί τε καὶ ξίφει προσβαλών, καὶ τὴν πλάνην τῶν εἰδώλων, ὥσπερ ἱστὸν ἀράχνης διέλυσας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ φανερώσαντι διὰ σοῦ Σταυρὸν τὸν τίμιον.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα, τὴν ἀκοήν Σου Κύριε καὶ ἐφοβήθην.

Τὸ ἀκράδαντον, τῆς ἀμωμήτου πίστεώς σου ἱεράρχα, κατεπλάγησαν ὁρῶσαι, αἱ τάξεις τῶν Ἀγγέλων, ὅτε σὲ εἶδον ἐν τῷ χαλκῷ κραββάτῳ, ἐπὶ ἀνθράκων βασταζόμενον.

Ἄννα σήμερον, πρὸς οὐρανοὺς τὴν ἄνοδον μεταναστεύει· ἄνω γὰρ εἶχε φερωνύμως, τὸν νοῦν προσηλωμένον· ὅθεν καὶ φέρει τὸ ἄλγος  τῶν βασάνων, καὶ στεφανοῦται ὡς ἀήττητος.

Θεοτοκίον.

Καταχρέως σοι, πάντες τὸ χαῖρε κραυγάζομεν Θεοκυῆτορ· ὁ γὰρ τὰ ἄνω μὴ γυμνώσας, τοῖς κάτω προσπελάζει, καὶ ἐκ σοῦ τὴν σάρκα δανείζεται ἀτρέπτως, Θεὸς ὑπάρχων μετὰ σάρκωσιν.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Ῥητῶς Κυριακόν σε ὠνόμασεν ἡ Ἑλένη· τοῦ  κυριακοῦ γάρ σε, ἀρχιερέα ἐκύρωσεν.

Νικήσας Ἀδαλὼν ἐστεφάνωται πίστει κραυγάζων· ὁ Θεὸς ὁ ἅγιος, Κυριακοῦ μὴ ἀπώσῃ με.

Ἰσχὺν καὶ λυτρωτὴν ὀνομάζουσα πίστει Ἄννα, Ἰησοῦν τὸν Κύριον, τοὺς ἀντιπάλους ἐνίκησεν.

Θεοτοκίον.

Παρθένον μετὰ τόκον ὑμνοῦμεν Σε Θεοτόκε, Σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

 

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.

Ὑψώσας τὴν φωνὴν ἑβραϊστί, προσηύξω μακάριε, καὶ αἴτησιν ἔλαβες, καὶ εὐωδίας ὡς καπνός, ἐκ γῆς ἐξήρχετο.

Ἀδόλῳ προσελθὼν ὁ Ἀδαλών, ὁ πρῶτος ἐπάοιδος, τὸν δρόμον ἐτέλεσεν, τὴν διὰ ξίφους τελευτήν, κομισάμενος.

Τῷ ξύλῳ κρεμαμένη ταῖς θριξίν, ἡ Ἄννα ἐξέετο, καὶ εὐχαρίστως, τῷ Θεῷ ὕμνον ἔμελπεν· δόξα Σοι Κύριε.

Θεοτοκίον.

Ἡ μόνη διὰ λόγου ἐν γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ.

Ἄξιος ὤν, τοῦ θρόνου τοῦ ἁγίου, ἐν ᾧ πρίν, Ἰάκωβος ὁ μέγας, κατηξιώθης θεόφρον Πάτερ· ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι ἡμᾶς.

Ὄντως ἐν σοί, ἐνοίκησε τὸ πνεῦμα· σὺ γὰρ σοφέ, ἐδόξης παραδόξως, τοῦ φανερώσαι τὴν σωτηρίαν, Κύριε ὁ Θεός, τῶν Πατέρων ἡμῶν.

Δρόμον καλόν, τελέσασα ἡ Ἄννα, διὰ πυρός, καὶ ξίφους τελεσθεῖσα, τῆς ἄνω δόξης κατηξιώθη, σὺν τῷ ἐνδόξῳ υἱῷ, καθὼς ᾐτήσατο.

Θεοτοκίον.

Ὁ ἐν γαστρί, τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ, τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεός, τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.

Νέος ὤφθης, Μωσῆς τῇ παῤῥησίᾳ, χρηματίσας πιστῶς, ὡς ποιμενάρχης, ἐν πατριάρχαις τε καὶ Μάρτυσιν Ὅσιος, γέρας τε Ἰούδα, τύχοιμεν τοῦ κλήρου, τοῦ σοῦ εἰς τοὺς αἰῶνας.

Καταλείψας, ὁ εἷς τῶν ἐπαοίδων, τὰ τῆς πλάνης, θηρεύματα γενναίως,  ὁ Ἀδαλὼν τὸ αἷμα νῦν ἐξέχεεν, ὑπὲρ τοῦ Σωτῆρος, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας  τοὺς αἰῶνας.

Ἄννα Μάρτυς, καὶ μήτηρ τοῦ Ἰούδα, φερωνύμως, τὰ ἄνω ἐκληρώσω, πυρί τε καὶ τῷ ξίφει προσπελάσασα· πρέσβευε Κυρίῳ, τοῦ ἐλεηθῆναι, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.

Θεοτοκίον.

Τὸν ἐν μήτρᾳ, οἰκήσαντα Παρθένου, καὶ ἐκ ταύτης, φρικτῶς καὶ ὑπὲρ λόγον, τὸν παλαιὸν Ἀδὰμ ἀνακαινίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.

Ῥήτωρ ἐν τοῖς ῥήτορσι φοβερὸς ἀνεδείχθης, Ἰουλιανὸν ἔπληξας, τῇ ἄνωθεν σοφίᾳ, τῇ δοθείσῃ σοι τῇ εὑρέσει θεόφρον, τοῦ ζωοποιοῦ καὶ τρισολβίου Σταυροῦ.

Ἀδαλὼν ὁ  ἔξαρχος πρὶν τῶν ἐπαοίδων, κατιδὼν τὰ θαύματα, τοῦ ἱεροφάντου, καθυβρίζων τὸν παραβάτην ἀνύει, καὶ διὰ τοῦ αἵματος τὸ βάπτισμα.

Τοῦ Κυριακοῦ τιμήσωμεν τὴν ὁσίαν μητρί, αὕτη γὰρ ἀλέψασα, τὸν υἱὸν πρὸς ἀγῶνας, ἀνεβόα ῥαβδιζομένη ἀνδρείως· Χριστός μοι βοήθεια καὶ λύτρωσις.

Θεοτοκίον.

Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· Σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς Σὲ προστρεχόντων, Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου