Τετάρτη 31 Μαΐου 2023

ΑΥΓΟΥΣΤΟΣ 21. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΛΕΞΑΝΔΡΟΣ ΙΚΟΝΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΑΥΓΟΥΣΤΟΣ ΚΑ΄

ΑΛΕΞΑΝΔΡΟΣ ΜΑΡΤΥΣ ΙΚΟΝΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ ΄, καὶ ψάλλομεν Προσόμοια τοῦ Μάρτυρος γ΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Μάρτυς ἀξιάγαστε ταθείς, καὶ τυφθεὶς ὑπήνεγκας, καθάπερ ἄσαρκος μάστιγας, ὡς ὁ Δεσπότης δέ, ὑψωθεὶς ἐν ξύλῳ, τοὺς ξεσμοὺς τοῦ σώματος, στεῤῥότητι νοὸς ἐκαρτέρησας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Μάρτυς ἀξιΰμνητε κλοιά, καὶ δεσμὰ Ἀλέξανδρε, ὡς εὐπρεπῆ κόσμον ἔφερες, πόλιν ἐκ πόλεως, μεταβαίνων χαίρων, καὶ τὴν γῆν τοῖς αἵμασιν, τοῖς σοῖς καθαγιάζων ἐν χάριτι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Μάρτυς καρτερώτατε πυρί, τοῦ ἁγίου Πνεύματος, ἀναφλεχθεὶς τὴν διάνοιαν, τὸ πῦρ εἰσέδραμες, ὡς οἱ θεῖοι Παῖδες, προσφορὰ ὁλόκληρος, καὶ θῦμα γεγονὼς εὐωδέστατον· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α'. Πανεύφημοι Μάρτυρες

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἴδιον ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ, ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος. Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, τὸ κάλλος ποῦ σου ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν γεραίρω, Μάρτυς, ἔνθεον χάριν. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ταῖς θείαις λαμπόμενος, φωτοχυσίαις τοῦ Πνεύματος, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμνήσω σου, τὰ παλαίσματα, τοὺς πόνους τὴν ἀνδρείαν, καὶ τὰ κατορθώματα, Μάρτυς Ἀλέξανδρε.

Ἡλίου φαιδρότερον, ἐξανατείλασα σήμερον, ἡ ἔνδοξος μνήμη σου, Μάρτυς Ἀλέξανδρε, τοὺς τιμῶντάς σε, ἐν ταύτῃ καταυγάζει, τὰ νέφη σκεδάζουσα, τῶν καρδιῶν ἡμῶν.

Νοὸς γενναιότητι, ἀνδρειοφρόνως ἐχώρησας, πρὸς πᾶσαν παράταξιν, τοῦ πολεμήτορος, καὶ τρεψάμενος, αὐτοῦ τὰς μυριάδας, νίκης διαδήμασι, Μάρτυς κατέστεψαι.

Θεοτοκίον.

Σαρκὸς ὁμοιώματι, ἐμφανισθῆναι θελήσαντα, ἀνθρώποις τὸν Κύριον, ἐκυοφόρησας, Ὃν ἱκέτευε, Παρθένε Θεοτόκε, σῶσαι τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων Σε.

 

ᾨδὴ γ΄. Ὅτι στεῖρα ἔτεκεν.

Ἠκολούθεις ἔνδοξε, ἀνεπιστρόφῳ καρδίᾳ, τῷ σταυρωθέντι Λόγῳ, τούτου μιμούμενος σαφῶς, τὰ ἱερὰ παθήματα, διαπύρῳ, πόθῳ παμμακάριστε.

Νευρωθεὶς τῷ Πνεύματι, τῷ παναγίῳ παμμάκαρ, τοὺς ἐκ μαστίγων πόνους, καὶ τῆς σαρκὸς τοὺς σπαραγμούς, ἀνδρειοφρόνως ἤνεγκας, Ἀλέξανδρε, Μάρτυς ἀξιάγαστε.

Γηπονήσας ἄριστα, θεογνωσίας ἀρότρῳ, τὴν γῆν τῆς σῆς καρδίας, ἑκατοστεύοντα Θεῷ, τοῦ μαρτυρίου ἄσταχυν, προσήνεγκας, μέγιστε Ἀλέξανδρε.

Θεοτοκίον.

Ἐκ Σοῦ ἀνατέταλκε, δικαιοσύνης ὁ ἥλιος, Παρθένε πᾶσαν κτίσιν, θεογνωσίας ἀστραπαῖς, φωταγωγῶν ἐν χάριτι· διὰ τοῦτο, πόθῳ Σε δοξάζομεν.

 

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀνενδοιάστῳ λογισμῷ, πρὸς τοὺς ἀγῶνας, καὶ τὰ παλαίσματα ἐχθροῦ, τοῦ ἀοράτου, σὺ προσχωρήσας ἔνδοξε Ἀλέξανδρε, νίκης θεῖον στέφανον, οὐρανόθεν ἐδέξω· ὅθεν συνελθόντες σε, εὐσεβῶς εὐφημοῦμεν, καὶ ἐκβοῶμεν· αἴτησαι ἡμῖν, λύσιν πταισμάτων, παμμάκαρ καὶ ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ· Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ῥαντισμῷ τῶν σῶν αἱμάτων, πῦρ ἐσβέσθη ἀλλότριον, καὶ καθηγιάσθη, ἅπασα ἡ γῆ εὐφημοῦσά σου, τοὺς ὑπὲρ ἔννοιαν πόνους, καὶ τὰ στίγματα, καὶ τὴν μνήμην τὴν πανευκλεῆ, καὶ σωτήριον.

Ἀνηρτήθης ἐπὶ ξύλου, τὰς πλευρὰς ὀρυττόμενος, καὶ ἐξεικονίζων, πάθος τοῦ Δεσπότου τὸ ἄχραντον, δι’ οὗ παθῶν ἀτιμίας, ἐλυτρώθημεν, Ἀθλοφόρε θεόφρον Χριστοῦ, ἀξιάγαστε.

Ἰσχυρῶς κατὰ τῆς πλάνης, ἀνδρισάμενος τρόπαιον, ἀνεστήσω Μάρτυς, καὶ πρὸς οὐρανοὺς ἀνελήλυθας, καὶ τοῖς ἁγίοις Ἀγγέλοις, συνηρίθμησαι, ὑπὲρ πάντων ἡμῶν δυσωπῶν, τὸν φιλάνθρωπον.

Ῥεῖθρον ζῶν ἐν τῇ καρδίᾳ, τὸν Θεοῦ πόθον ἔσχηκας, καὶ τὰς ἀναβλύσεις, πάσας τῆς κακίας ἐξήρανας, καὶ τῆς τρυφῆς τὸν χειμάῤῥουν, νῦν ἀπείληφας· διὰ τοῦτό σε πάντες σοφέ, μακαρίζομεν.

Θεοτοκίον.

Ὤφθης μόνη πλατυτέρα, οὐρανῶν ὡς χωρήσασα, ἀστενοχωρήτως, Λόγον τὸν ἐν πᾶσι ἀχώρητον, Ὃν ἐκδυσώπει Παρθένε, πάσης θλίψεως, καὶ στενώσεως τὸν σὸν λαόν, διασώζεσθαι.

 

ᾨδὴ ε΄. Ἐξέστη ἐπὶ τὰ σύμπαντα.

Μαρτύρων ἀγλάϊσμα, καὶ θεῖον ἀκροθίνιον, στῦλος ἀπερίτρεπτος ὡράθης, τῆς Ἐκκλησίας, καὶ περιτείχισμα, πάντων τε διάσωσμα πιστῶν, τῶν ἀνευφημούντων σου, τὰ σεπτὰ προτερήματα.

Ἁγίως τὸν βίον σου, ἀνύσας κατεσκήνωσας, μετὰ τῶν Ἁγίων εἰς αἰῶνας, στέφει Μαρτύρων, ἀγλαϊζόμενος, καὶ περιπολῶν τοὺς οὐρανούς· ὅθεν σε γεραίρομεν, Ἀθλοφόρε Ἀλέξανδρε.

Ῥωννύμενος χάριτι, τοῦ παναγίου Πνεύματος, πόλεως εἰς πόλιν μεταβαίνεις, ἀνακηρύττων, Θεοῦ τὸ ὄνομα, τρέπων τὸν πολέμιον ἐχθρόν, βάσανα πολύπλοκα, ὑπομένων Ἀλέξανδρε.

Θεοτοκίον.

Τὰ πάθη θεράπευσον, τῆς ἀσθενοῦς καρδίας μου, ἴασαι τοῦ σώματος τὰς νόσους, σῶσόν με πάσαις, κλυδωνιζόμενον, Κόρη τῶν δαιμόνων προσβολαῖς, ὅπως μακαρίζω Σε, καθ’ ἑκάστην σωζόμενος.

 

 

 

 

 

ᾨδὴ στ΄. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.

Ὕψιστον Θεὸν ἀνακηρύττων, ὑψηλοτάτῃ γνώμῃ, παναοίδιμε Μάρτυς ἐν ξύλῳ, ἀνυψωθείς, τοὺς ξεσμοὺς τοῦ σώματος, ὥσπερ ἄσαρκος ὑπήνεγκας.

Στάντα πρὸ βημάτων σε ἀδίκων, καὶ τὸν Θεὸν τῶν ὅλων, ἐλευθέρᾳ κηρύττοντα γνώμῃ, ἀνηλεῶς, ταῖς πληγαῖς ὁ τύραννος, καθυπέβαλεν Ἀλέξανδρε.

Ἔφερες τυπτόμενος παμμάκαρ, τὸν ἱερὸν αὐχένα, καὶ ὑπέταξας ποσί σου θείοις, κατὰ Χριστοῦ, τὸν τραχηλιάσαντα, δυσμενέστατον Ἀλέξανδρε.

Θεοτοκίον.

Νοσοῦσαν ἐχθροῦ ταῖς μεθοδείαις, τὴν ταπεινὴν ψυχήν μου, θεονύμφευτε εὐλογημένη, ἐπισκοπῆς, τῆς ἐν Σοὶ ἀξίωσον, ὅπως πίστει μακαρίζω Σε.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες.

Θείῳ Πνεύματι πυρούμενος ἐνέπρησας, τοὺς τῶν εἰδώλων ναούς, καὶ ἐμβληθεὶς εἰς πυράν, δεκτὸν ὁλοκαύτωμα, Θεῷ προσήνεξαι, μέλπων ἔνδοξε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἐμαστίχθης τὸ μακάριον Ἀλέξανδρε, εὐτόνως σῶμά σου, ῥαίνων τοῖς αἵμασι, τὴν γῆν καὶ τοὺς ἄνθρακας, τῆς ματαιότητος, ἀξιάγαστε, κατασβεννύων χάριτι, τοῦ δεσπότου τῶν ἁπάντων.

Οὐρανόθεν δυναμούσης σε Ἀλέξανδρε, φωνῆς ἀκήκοας, μέσον ἑστὼς τῶν δεινῶν, καὶ χαίρων διήνυσας, τὸν δρόμον ἔνδοξε, τῆς ἀθλήσεως, καὶ πρὸς τὰ ἄνω ἔφθασας, ἀειζώους κατοικίας.

Θεοτοκίον.

Νόμου θείου ἀπεκύησας τὸν πάροχον, νομίμων δίχα σαρκός, νομοθετοῦντα ἡμῖν, θείαν ἀπολύτρωσιν, Θεογεννῆτορ ἁγνή, τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Χαίρων τῇ πυρᾷ ἐπέβης Μάρτυς, ἐνθέοις ἐλπίσι δροσιζόμενος, καὶ ὥσπερ ὀχήματι, ταύτῃ ἐποχούμενος, πρὸς οὐρανοὺς ἀνέδραμες, βοῶν Ἀλέξανδρε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀγάλλεται πᾶσαν Ἐκκλησία, τῇ μνήμῃ σου σήμερον Ἀλέξανδρε, Ἄγγελοι χορεύουσιν, ἄνθρωποι δοξάζουσι, τοὺς ὑπὲρ νοῦν ἀγῶνάς σου, καὶ τὰ παλαίσματα, τὸν ζῆλον τὴν πολλὴν καρτερίαν, δι’ ἧς ἐδοξάσθης, εἰς πάντας τοὺς αἰῶνας.

Ῥομφαίαν διῆλθες ἀκωλύτως, φλογίνην φλογὶ ὁλοκαυτούμενος, ξύλῳ δὲ προσήγγισας, νίκαις κλεϊζόμενος, τῷ τῆς ζωῆς Ἀλέξανδρε, χοροβατῶν ἐν χαρᾷ, τὸ πλάτος Παραδείσου παμμάκαρ· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν.

Ἱερολογοῦντες ἀνυμνοῦμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα ἅγιον, ἄτμητον Θεότητα, φύσιν τρισυπόστατον, δημιουργὸν καὶ Κύριον, καὶ ἀνακράζομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Νοός μου τὸ σκότος Θεοτόκε, φωτὶ τῷ ἐν Σοὶ ὅλον ἀπέλασον, λάμψον μετανοίας μοι, αἴγλην ἀειπάρθενε, καὶ τὴν ὁδὸν ὑπόδειξον, τὴν ἀποφέρουσαν, πρὸς θείας καταπαύσεις βοῶ Σοι, ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἴχνεσι Χριστοῦ, παθῶν ἠκολούθησας, ἀπαρνησάμενος, κόσμον ἀξιάγαστε, καὶ ταῖς βασάνοις, σῶμα φθειρόμενον, ἐκδεδωκὼς Ἀλέξανδρε, μακαριώτατε· διὰ τοῦτο, χαίρων νῦν τὴν ἄφθαρτον, τοῦ Θεοῦ Βασιλείαν ἀπείληφας.

Ὤφθης τῆς πυρᾶς, ἐν μέσῳ ὀπτώμενος, ὡς ἄρτος ἥδιστος· ὅθεν προσενήνεξαι, τῇ οὐρανίῳ, τραπέζῃ ἔνδοξε, ὑπὲρ ἡμῶν δεόμενος, τῶν εὐφημούντων σου, ἀδιστάκτῳ, πίστει τὰ παλαίσματα, καὶ τελούντων τὴν μνήμην Ἀλέξανδρε.

Στόματι λαμπρῷ, Θεὸν ὡμολόγησας, σάρκα πτωχεύσαντα, ἔναντι Ἀλέξανδρε, τῶν παρανόμων, καὶ πᾶσαν ἤνεγκας, ἐπενεχθεῖσαν βάσανον, νοὸς στεῤῥότητι, καὶ πλατύνεις, πάντων ἡμῶν στόματα, ἀνυμνεῖν σου παμμάκαρ τὰ θαύματα.

Ἡ περιφανής, καὶ εὔσημος μνήμη σου, ἐξανατείλασα, μέγιστε Ἀλέξανδρε, καταφωτίζει, τὴν Ἐκκλησίαν Χριστοῦ, ἣν ἐκτελοῦντας λύτρωσαι, παντὸς κινδύνου ἡμᾶς, ἱκετεύων, Μάρτυς τὸν φιλάνθρωπον, τῶν Ἀγγέλων χοροῖς σε συνάψαντα.

Θεοτοκίον.

Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν Θεόνυμφε, ἀῤῥήτως τέτοκας· ὅθεν ἱκετεύω Σε, τὸ σκότος λῦσον, τῆς ἀγνωσίας μου, καὶ τοῦ πυρός με λύτρωσαι, τοῦ αἰωνίζοντος, Παναγία, ὅπως μακαρίζω Σε, τὴν θερμὴν τῶν ἀνθρώπων ἀντίληψιν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου