Κυριακή 14 Μαΐου 2023

ΙΟΥΛΙΟΣ 3. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΜΑΡΚΟΣ ΚΑΙ ΜΩΚΙΑΝΟΣ ΚΑΝΩΝ

 

ΙΟΥΛΙΟΣ Γ΄.

ΜΑΡΚΟΣ & ΜΩΚΙΑΝΟΣ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τερπνὴν ἐπαινῶ Μαρτύρων ξυνωρίδα. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος α΄. ᾌσωμεν τῷ Κυρίῳ.

Τρίπλοκον ἀφθαρσίας, στέφος Ἀθλοφόροι κληρωσάμενοι, τῇ Ἁγίᾳ Τριάδι, ἀστραπτόμενοι δόξῃ παρίστασθε.

Ἔχοντες ἐν καρδίᾳ, Μάρτυρες τὸ πῦρ τῆς ἀγαπήσεως, τοῦ Δεσπότου τῶν ὅλων, τὴν πυρὰν τῶν εἰδώλων ἐσβέσατε.

Ῥείθροις σεπτῶν αἱμάτων, Φαραὼ ἀόρατον ἀοίδιμοι, καὶ τὰς τούτου ἀπείρους, μυριάδας σαφῶς ἀπεπνίξατε.

Θεοτοκίον.

Πύλη τῆς θείας δόξης, τῆς δικαιοσύνης πύλας ἄνοιξον, τοῖς ὑμνοῦσί Σε πόθῳ, Θεοτόκε Παρθένε πανύμνητε.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Νόμοις πειθαρχήσαντες, τοῦ Παντοκράτορος Ἅγιοι, τῶν δυσμενῶν, τὰς παρανομίας, παντελῶς διεκρούσασθε.

Ἥλιον γνωρίσαντες, δικαιοσύνης τὸν ἄδυτον, σκότος δεινόν, τῆς πολυθεΐας, ἐβδελύξασθε Ἅγιοι.

Νάμασι κατάῤῥυτοι, ὄντες σεπτοῦ σοφοὶ Πνεύματος, τὰ θολερά, ὕδατα τῆς πλάνης, παντελῶς ἐξηράνατε.

Θεοτοκίον.

Εὕροιμί Σε πάναγνε, περιστατούμενος πάθεσι, καὶ πειρασμοῖς, πάντων ῥυομένην, δυσχερῶν μεσιτείᾳ Σου.

 

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὡς ἀστέρες μέγιστοι, φωταγωγεῖτε, τὰ τῆς γῆς πληρώματα, ταῖς νοηταῖς ἀνατολαῖς, τῶν θείων ἄθλων μακάριοι· ὅθεν ἀξίως, ἀεὶ μακαρίζεσθε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Πολυτρόπων κολάσεων, καὶ πειρατηρίων καταφρονήσαντες, νίκης στέφος ἀνεπλέξασθε, Ἀθληταὶ Κυρίου παναοίδιμοι.

Ἀνυμνήσωμεν σήμερον, τὸν Μωκιανόν τε καὶ Μάρκον ἅπαντες, τοὺς ἀστέρας τοὺς φαιδρύνοντας, Ἐκκλησίας ὅλον τὸ στερέωμα.

Ἱερεῖα ὁλόκληρα, καὶ δεκταὶ θυσίαι προσανηνέχθητε, τῷ Δεσπότῃ πάσης κτίσεως, Ἀθληταὶ τῷ ξίφει τελειούμενοι.

Θεοτοκίον.

Νυσταγμῷ ἀμελείας με, ὕπνος ἁμαρτίας Κόρη κατέλαβεν· τῇ ἀγρύπνῳ ἱκεσίᾳ Σου, διανάστησόν με πρὸς μετάνοιαν.

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Ὥσπερ φωστῆρες δύο, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν φωτίζετε, παλαισμάτων ἀκτῖσι, καὶ τῶν ἰαμάτων φαιδρότησιν.

Μοναδικῶς τὴν θείαν, ὑμνολογοῦντες Τριάδα οἱ Μάρτυρες, πολυθέου ἀπάτης, σκότος πονηρὸν διεκρούσαντο.

Ἀνεπιστρόφως τρίβον, τοῦ μαρτυρίου σοφοὶ διοδεύσαντες, χαίροντες πρὸς τὴν πόλιν, Μάρτυρες τὴν ἄνω ἐφθάσατε.

Θεοτοκίον.

Ῥάβδος ἐτύπου πάλαι, τοῦ Ἀαρών σε ἀνίκμως βλαστήσασα· ἀπειράνδρως γὰρ τίκτεις, ἄχραντε Χριστὸν τὸν Θεὸν ἡμῶν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Τὸ πάθος, τοῦ ἀπαθοῦς μιμούμενοι, πολυτρόπους αἰκισμοὺς Ἀθλοφόροι, καὶ σπαραγμούς, καὶ πυρὸς τιμωρίαν, οὐκ ἐπτοήθητε νοῦ γενναιότητι, ἀλλ’ ἅπασαν τῶν δυσμενῶν, ἐν Χριστῷ δυναστείαν ὠλέσατε.

Ὑψούμενοι, ἀναβάσεσι θείαις, καὶ πτερούμενοι τὸν νοῦν ταῖς ἐλπίσι, ταῖς ἀγαθαῖς, οἱ Χριστοῦ Ἀθλοφόροι, τὰ ἑαυτῶν ἀπηρνήσαντο σώματα, τεμνόμενα διὰ Θεόν, τὸν τῶν ὅλων Δεσπότην καὶ Κύριον.

Ῥαινόμενοι, τῶν αἱμάτων τοῖς ῥείθροις, τῷ τυθέντι εἰς βροτῶν σωτηρίαν, λόγῳ Θεοῦ, τῷ Σωτῆρι τῶν ὅλων, πανευλεεῖς ἐμφανίσθητε Μάρτυρες, παρέχοντι νίκης ὑμῖν, τὰ βραβεῖα καὶ δόξαν οὐράνιον.

Θεοτοκίον.

Ὡς κρίνον Σε, ὥσπερ ῥόδον Παρθένε, εὑρηκὼς ἐν ταῖς κοιλάσι τοῦ βίου, ὁ πλαστουργός, τὴν ἁγίαν Σου μήτραν, ὑπερβολῇ εὐσπλαγχνίας κατώκησεν, καὶ ἅπαντας τῆς ἑαυτοῦ, εὐωδίας ἀνθρώπους ἐπλήρωσεν.

 

Συναξάριον.

Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Μάρκου καὶ Μωκιανοῦ.

Οὗτοι, ἀναγκασθέντες θῦσαι τοῖς εἰδώλοις ὑπὸ Μαξίμου τοῦ ἐπάρχου καὶ μὴ πεισθέντες, ἀλλὰ παῤῥησίᾳ τὸν Χριστὸν ὁμολογήσαντες, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν. Καὶ τῷ μὲν Μωκιανῷ, τὴν ἐπὶ θάνατον ἀπαγομένῳ ἡ γυνὴ καὶ τὰ τέκνα κλαίοντα ἠκολούθει· οἷς καὶ παρήνει σιγᾶν. Τοῦ δὲ Μάρκου ἐκτμηθεῖσαν τὴν κεφαλήν, παρεστῶσα ἡ γαμετὴ ταῖς χερσὶν ὑπεδέξατο. Οἵτινες οὕτω μαρτυρικῶς τὸν βίον διανύσαντες, τὴν ἑαυτῶν μαρτυρίαν ἐπλήρωσαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Νέῳ ἐν σώματι ἀνδρείως, τὸν ἀρχέκακον νικήσαντες Βελίαρ, στρατιῶται Χριστοῦ, Μωκιανὲ καὶ Μάρκε, ἐν ταῖς σεπταῖς λαμπρότησι, τῶν Ἁγίων κατοικεῖτε.

Ξύλοις καὶ λίθοις Ἀθλοφόροι, ἀλογώτατον μὴ προσάξαντες σέβας, θανατοῦσθε χερσίν, ἐχθρῶν ἀνόμων ἅμα, καὶ τὴν ζωὴν τὴν μέλλουσαν, ἐν χαρᾷ κληρονομεῖτε.

Ὕψει ἐνθέου μαρτυρίας, διαπρέποντες γενναῖοι στρατιῶται, τὰς αΰλους μονάς, κληροῦσθε μελῳδοῦντες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Νύξ με καλύπτει ἁμαρτίας, κατακείμενον εν κλίνῃ ῥαθυμίας· μετανοίας πρὸς φῶς, ἐξέγειρόν με Κόρη, ὅπως σωθῶ κηρύττω Σου, εὐσεβῶς τὰ μεγαλεῖα.

 

ᾨδὴ η΄. Νικηταὶ τυράννου.

Ὡς ἀστέρες δύο, ὕψει διαπρέποντες, τῆς Ἐκκλησίας, μυστικαῖς ἀκτῖσι, πᾶσαν καταυγάζετε, τὴν οἰκουμένην, Ἀθληταὶ τὸ σκότος, τῆς πλάνης ἐλαύνοντες· ὅθεν καταχρέως, ὑμᾶς ἀνευφημοῦμεν.

Ῥοαῖς τῶν αἱμάτων, τῶν δαιμόνων πνίξαντες, ἄπειρον στῖφος, τῶν πιστῶν καρδίας, Μάρτυρες ἀρδεύετε, ἀναβοώσας· εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἱερῶς τιμάσθω, Μάρκος ὁ πανάριστος, Μωκιανός τε, οἱ στεῤῥοὶ ὁπλῖται, οἱ στιγμάτων κάλλεσιν, ὡραϊσθέντες, καὶ σὺν τοῖς Ἀγγέλοις, θρόνῳ παριστάμενος, τῆς σεπτῆς Τριάδος, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν.

Δόξα τῷ Πατρί τε, καὶ Υἱῷ καὶ Πνεύματι, καὶ κράτος πρέπει· μία γὰρ οὐσία, τρισὶν ὑποστάσεσιν, ὑμνολογεῖτε, ὑπὸ τῶν βοώντων· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀπειράνδρως τίκτεις, Ὃν Πατὴρ ἐγέννησε, πρὸ ἑωσφόρου, καὶ μετὰ τὸν τόκον, ὡς πρὸ τόκου ἄφθορος, μένεις παρθένος· διό Σε ὑμνοῦμεν, καὶ πόθῳ δοξάζομεν, τὴν εὐλογημένην, καὶ κεχαριτωμένην.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰσχύϊ τοῦ Σωτῆρος, πᾶσαν τῶν δαιμόνων, καταπαλαίσαντες Μάρτυρες δύναμιν, τῆς ἀφθαρσίας στεφάνους, κατεκοσμήθητε.

Ὡς κρίνα ταῖς κοιλάσιν, Μάρτυρες ταῖς θείαις, καὶ ὡσεὶ ῥόδα εὐώδη ἀνθήσαντες, τὰς τῶν πιστῶν διανοίας, εὐωδιάζετε.

Στησώμεθα χορείαν, Μάρκου τοὺς ἀγῶνας, Μωκιανοῦ τε τοὺς πόνους δοξάζοντες, καὶ τὴν αὐτῶν θείαν μνήμην, πανηγυρίσωμεν.

Ἡμῖν τοῖς ἐκτελοῦσιν, Μάρτυρες ἐκ πόθου, τὴν ἱερὰν ὑμῶν μνήμην αἰτήσασθε, ἁμαρτιῶν καὶ κινδύνων, τὴν ἀπολύτρωσιν.

Θεοτοκίον.

Φιλάνθρωπον τεκοῦσα, ἄχραντε Παρθένε, φιλανθρωπίας με θείας ἀξίωσον, τὸν ὑπὲρ πάντας ἀνθρώπους, ὄντα κατάκριτον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου