Τρίτη 4 Απριλίου 2023

ΜΑΪΟΣ 24. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΜΕΛΕΤΙΟΣ ΚΑΝΩΝ

ΜΑΪΟΣ ΚΔ΄

ΜΕΛΕΤΙΟΣ ΜΑΡΤΥΣ & ΣΥΝ ΑΥΤῼ

ΚΑΝΩΝ

 

Ὁ Κανών. Γερμανοῦ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τὸν Ἰσραὴλ ἐκ δουλείας.

Εἰ καὶ θνητῷ καὶ ἀνόμῳ, βασιλεῖ ἐδούλευσας, τῷ Βασιλεῖ τῶν ὅλων Θεῷ, εὐσεβῶς ἐλάτρευσας, Μελέτιε μακάριε.

Θείαν μελέτην μανθάνων, καὶ τηρῶν Χριστοῦ ἐντολάς, φερωνύμως μακάριε, καὶ ἑτέρων γέγονας, ἀνδρείας ὑποτύπωσις.

Πατριαρχῶν καὶ Πατέρων, Ἀθλοφόρε ἔνδοξε, τοὺς βίους ἐκμιμούμενος, τὸν Χριστὸν ἠγάπησας, καὶ τούτῳ εὐηρέστησας.

Θεοτοκίον.

Ἠ ἐν γαστρὶ συλλαβοῦσα, τὸν Θεὸν πανάμωμε, ἱκέτευε σωθῆναι ἡμᾶς, πάσης περιστάσεως, τοὺς πόθῳ ἀνυμνοῦντάς Σε.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.

Ἀθέου προστάγματος, ἐξελθόντος πανταχοῦ, δι’ ἐνθέων σου ἔνδοξε, ῥημάτων κατήσχυνας, λογισμοὺς τῶν τυράννων, ἐλέγχων Μελέτιε, τὰ αὐτῶν προβλήματα.

Τὰς σὰς προσδεξάμενος, ὡς Ἐζεκίου προσευχάς, τὸν αὐτὸν ὁ Θεὸς ἡμῶν, ἀπέστειλεν Ἄγγελον, δι’ οὗ ὑπεναντίους, ἀνεῖλεν Μελέτιε, ὡς Ἀσσυρίους πρότερον.

Τὸν ἔλεον ἐσέμνυνας, ἐν φρονήσει παλαιᾷ, ῥητορεύων Μελέτιε, Χριστὸν τὸν Θεὸν ἡμῶν· τὴν σοφίαν γὰρ ἔσχες, ἐν σοὶ κατοικήσασαν, μάκαρ ἀξιάγαστε.

Θεοτοκίον.

Ὡς πύλη σωτήριον, καὶ παράδεισον τερπνόν, καὶ φωτὸς ἀϊδίου, νεφέλην ὑπάρχουσαν, τὴν ἁγίαν Παρθένον, ὑμνήσωμεν λέγοντες· ἅπαντες τὸ χαῖρε αὐτῇ.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Μελετήσας ἐμφρόνως νόμον Θεοῦ, μέσον ἤχθης ἀνόμων Μάρτυς κριτός, καὶ πᾶσαν ὑπέμεινας, ἀλγηδόνας τοῦ σώματος, καὶ πολλοὺς τῷ Λόγῳ, ἐτέλεσας Μάρτυρας, μιμησαμένους πίστει, τὸν δρόμον σου πάνσοφε· ὅθεν σὺν ἐκείνοις, τῷ Δεσπότῃ παρέστης, τῶν πόνων ἐπάξια, κομισάμενος ἔπαθλα, Ἀθλοφόρε Μελέτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου.

 

 

 

 

ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου.

Τὰ ᾧδε παριδών, τὰ μέλλοντα ποθήσας, ὅλον ἑαυτόν, ἐπέδωκας τοῖς ἄθλοις, ὡς διὰ τούτων πιστεύων, ὅτι λαμβάνεις, τὴν ἀτελεύτητον ἀπόλαυσιν.

Ἐν λόγοις προτροπῇ, ἐν ἔργοις δὲ τὸ πλέον, ὤφθης ἀληθῶς, Μελέτιε θεόφρον, τοῖς συνοδίταις τῇ πίστει σου, συστρατεύσας, τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ.

Χαίρων ἐν δεσμοῖς, καὶ θλίψεσι καὶ πόνοις, ἐν τοῖς διωγμοῖς, Μελέτιε παρέστης, οὐχ ὑπερθέμενος πάντα, τοῦ ὑπομένειν, διὰ Χριστὸν Ὅνπερ ἠγάπησας.

Θεοτοκίον.

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον· χαῖρε κιβωτέ, τῆς νέας διαθήκης· χαῖρε ἡ μόνη ἀντίληψις, τῶν ἀνθρώπων, εὐλογημένη Θεοτόκε ἁγνή.

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἁγνοίας.

Σῶμα ψυχὴν καὶ πνεῦμα, ἐν τελειότητι πίστεως ἔδειξας, πάνσοφε Μελέτιε, καὶ δι’ ἀμφοτέρων δοξάζεις Θεόν.

Θαυματουργῶν ἐν ἄθλοις, ἐκ θεϊκῶν χαρισμάτων Μελέτιε, τοὺς απίστους ἔτρεψας, τῶν δὲ πιστῶν καρδίας ἐστήριξας.

Τὰς τῆς ψυχῆς αἰσθήσεις, τῇ τοῦ Χριστοῦ ἐπιγνώσει ἐκόσμησας, καὶ οὕτω κατεπάτησας, εἰδώλων τὸ ἀναίσθητον ἔνδοξε.

Θεοτοκίον.

Ὡς βασιλίδα πάντων, καὶ Βασιλέα τῶν ὅλων κυήσασα, δεῦτε σὺν τῷ Ἀγγέλῳ, τὴν εὐλογημένην ὑμνήσωμεν.

 

ᾨδὴ στ΄ Χιτῶνά μοι παράσχου φωτεινόν.

Ἐτέλεσας τὸν δρόμον ἀκλινῶς, τὴν πίστιν τετήρηκας, λοιπόν σοι καὶ στέφανος, δικαιοσύνης ἐν Χριστῷ Μάρτυς ἀπόκειται.

Τελοῦντες Μελετίου οἱ πιστοί, τὴν μνήμην δοξάσωμεν, Χριστὸν τὸν δοξάσαντα, καὶ αὐτὸν καὶ τὴν τούτου συνοδίαν φαιδρῶς.

Δοξάσωμεν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, Τριάδα ἀχώριστον, ἐν Μονάδι προσκυνοῦντες ὁσιότητος.

Θεοτοκίον.

Τὸν Λόγον συλλαβοῦσα τοῦ Πατρός, ἀνάνδρως πανάχραντε, ἀτρέπτως ἐκύησας, σεσαρκωμένον ἐπὶ γῆς Θεὸν καὶ ἄνθρωπον.

 

 

 

 

 

 

 

Συναξάριον.

Τῇ ΚΔ΄  τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Μελετίου τοῦ στρατηλάτου, Ἰωάννου, Στεφάνου, Σεραπίωνος τοῦ Aἰγυπτίου, καὶ Καλλινίκου τοῦ μάγου, Δώδεκα κομήτων καὶ τριβούνων, Μαρκιανῆς, Παλλαδίας, καὶ Σωσάννης, Κυριακοῦ καὶ Χριστιανοῦ τῶν Νηπίων, Φήστου, Φαύστου, Μαρκέλλου, Θεοδώρου, Μελετίου, Σεργίου, Μαρκελλίνου, Φήλικος, Φωτεινοῦ, Θεοδωρίσκου, Μερκουρίου, Διδύμου καὶ ἑτέρων ἕνδεκα χιλιάδων καὶ διακοσίων ὀχτώ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ.

Ὁ παραστάς, βοηθὸς τῷ ἁγίῳ, ἐν πειρασμοῖς, καὶ θλίψεσι ποικίλαις, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Μελέτιον, τὸν σοφὸν Ἀθλοφόρον, τιμήσωμεν, οἱ πιστοὶ καταχρέως, Χριστῷ βοῶντες· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἀναλαβών, τὸν σταυρὸν τοῦ Σωτῆρος, κατέβαλες, τῶν εἰδώλων τὴν πλάνην, κραυγάζων Μάρτυς· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν  Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ ἐν γαστρί, τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ, τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἄναρχον.

Οὐκ ἔπτηξας, τὸν θυμὸν τοῦ τυράννου, πανένδοξε, Ἀθλοφόρε γενναῖε, Χριστὸν ἐκ δεξιῶν, προβλέπων ἐν σταδίῳ, ἀνδρείαν σοι διδοῦντα.

Ἀνέτειλεν, ἡ ἐτήσιος μνήμη, τοῦ Μάρτυρος, ὥσπερ ἥλιος κόσμῳ, ἐκλάμπουσα ἡμῖν, ἀκτῖνας μετανοίας, διὰ τοῦ μαρτυρίου.

Θεοτοκίον.

Ὡς ἔντιμον, καὶ ὑπέρτατον θρόνον, ὑπάρχουσαν, τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὑμνήσωμεν λαοί, τὴν μόνην μετὰ τόκον, μητέρα καὶ παρθένον.

 

ᾨδὴ θ΄. Μεγαλύνομέν σε.

Τὸν τῆς εὐσεβείας, λογικὸν φωστῆρα πίστει ὑμνήσωμεν, Μελέτιον Μάρτυρα, Χριστὸν μεγαλύνοντες.

Πρὸς Θεὸν ὡς Μάρτυς, κεκτημένος παῤῥησίαν Μελέτιε, πρεσβείαις σου αἴτησαι, χάριν ταῖς ψυχαῖς ἡμῶν.

Τοὺς τὴν σὴν τιμῶντας, θείαν μνήμην Ἀθλοφόρε Μελέτιε, ῥῦσαι ταῖς πρεσβείαις σου, πάσης περιστάσεως.

Θεοτοκίον.

Μακαρίζομέν Σε, τῶν ἀνθρώπων γενεαὶ παμμακάριστε, ῥῦσαι πάσης θλίψεως, ἁγνὴ τοὺς οἰκέτας Σου.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου