ΙΟΥΝΙΟΣ ΣΤ΄.
ΓΕΛΑΣΙΟΣ ΜΑΡΤΥΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, πλὴν τῶν Θεοτοκίων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Ἄφατος ἀνεδείχθη, ἡ δικαιοσύνη τῆς προνοίας σου· ἐρευνᾷς γὰρ καρδίας, καὶ εἰς φῶς διεξάγεις τὰ κρύφια.
Βέλος θεοσεβείας, ἡ τοῦ Ἀθλοφόρου σου ἐδέξατο, Γελασίου καρδία, καὶ ἐφλέχθη πυρὶ θείου ἔρωτος.
Γόνιμος ἀνεφάνη, ἑκατονταπλάσιον τοῦ σπόρου σου, τὸν καρπὸν ἀποδοῦσα, ἡ τοῦ Ἀθλοφόρου σου διάνοια.
Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν Σε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Δύναμιν ἀήττητον, περιεβάλετο Κύριε, ὁ Ἀθλητής, καὶ σοφὸς ἐδείχθη, τῇ σοφῇ ἐνοικήσει σου.
Ἔδρασας κατάλληλον, τὴν ἀρετὴν τοῦ Σοῦ Κύριε, θεραπευτοῦ, στόμασιν ἀνόμων, εὐφημήσας τὸ ἅγιον.
Ζήλῳ θείου ἔρωτος, τὰ ἐπὶ γῆς λιπὼν ἔνδοξε, ὡς ἀδρανῆ, τῶν ἐπουρανίων, ἐπεπόθεις τὴν δόμησιν.
Θεοτοκίον.
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις Σου πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἀπάτη ἐξώριστο, ἐπ’ εἰσαγωγῇ τῆς σῆς ἐνοικήσεως, τοῦ παμμάκαρός σου Μάρτυρος, Ἰησοῦ Θεέ μου ἀκατάληπτε.
Θεοφόρος ἡ ἔννοια, τοῦ Σοῦ ἀνεδείχθη Σῶτερ θεράποντος· τῷ σταυρῷ γὰρ παριστάμενος, δι’ εὐχῆς ἡνοῦτο Σοὶ τῷ κτίσαντι.
Ἱλασμὸν προμηθούμενος, τῶν ἁγνοημάτων ὁ Ἀθλόφόρος Σου, τὰ ἀδίκως ἀθροιζόμενα, εἰς ψυχὰς πενήτων διεσκόρπιζεν.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ὑπεράγαθος, καὶ εἰρήνευσον τὸν κόσμον Σου, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης Σε.
ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Καιρίως ᾑρετίσω τὸν ἄναρχον, Ἀθλοφόρε, Λόγον τοῦ Γεννήτορος, δι’ οὗ ἐπλήσθης θείου Πνεύματος.
Λατρεύειν εἰωθώς σοι ὁ Ἅγιος, τῷ Δεσπότῃ, εὐτόνως προσηύχετο, τῶν ἀσεβούντων ἐνώπιον.
Μετέβαλον εἰς ψόγον τὸν ἔπαινον, τοῦ Ἁγίου, οἱ τὸ θεῖον σέβασμα, περιβάλλοντες τοῖς κτίσμασιν.
Θεοτοκίον.
Παρθένον μετὰ τόκον ὑμνοῦμέν Σε, Θεοτόκε· Σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.
Νομίμως τὰ πενήτων ὡς Χριστῷ, διανείμας πένησιν, ὁ θεῖος Γελάσιος, τοῦ ἐλέους τὰς εὐθύνας εἰσεπράττετο.
Ξενίζειν οἶδε πᾶσαν ἀληθῶς, ἀκοὴν θεόφρονα, ὡς ἄφρων καὶ ἄνομος, τῶν ἐχθρῶν τοῦ Χριστοῦ ἡ παράνοια.
Ὁ δείλαιος καὶ πάθεσιν αἰσχρός, ὡς φασὶν ὑπεύθυνος, Θεὸς ἐνομίζετο, καὶ ὁ Σωτὴρ δὲ τοῦ παντὸς ὡς κατάκριτος.
Θεοτοκίον.
Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Περισσῶς ἐπυροῦτο, τῆς ἀῤῥήτου σου δόξης, τῷ θείῳ ἔρωτι, ἐντεῦθεν ἐπεπόθει, ῥαντίσματι τῷ θείῳ, ῥαντισθῆναι ὁ Μάρτυς βοῶν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥητορεύειν οὐκ ᾔδει, ἀλλ’ ἐνίκα σοφίᾳ, τοὺς ῥητορεύοντας, ὁ ἔνοικόν σε φέρων, τὴν ἄκτιστον σοφίαν, μελῳδῶν σοι Γελάσιος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Συναθροίζει τοὺς δήμους, θριαμβεύειν νομίζων, ὁ ἀθεώτατος, τὸ Βάπτισμα τὸ θεῖον, ἀλλ’ ἄκων σε φωτίζει, Ἀθλητὰ ἀναμέλποντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό Σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν καταυγάσαντα, θεϊκῶς βασιλέα, τὸν σοφὸν Γελάσιον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὲρ χιόνα, ὁ Ἀθλητὴς ἐλαμπρύνθη, σὺν Ἁγίῳ Πνεύματι κραυγάζων· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Φωτοειδέσι, λευχειμονῶν Ἀθλοφόρε, τὴν ψυχὴν ἐσθῆσι καὶ τὸ σῶμα, σφάγιον προσήχθη, Χριστῷ τῷ ζωοδότῃ.
Θεοτοκίον.
Τῆς βοηθείας, τῆς παρὰ Σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Σὲ Κόρη εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χορεῖαι τῶν Μαρτύρων, σὺν τῷ Ταξιάρχῃ, ὁλοκαυτούμενον μάκαρ εἰσδέχονται, σὲ τῷ πυρὶ τοῦ ἀλήκτου, θείου σου ἔρωτος.
Ψυχήν τε καὶ τὸ σῶμα, σοὶ ἀφιερώσας, ὡς ὁ Πρωτομάρτυς Στέφανος Δέσποτα, τὴν πρὸς αὐτὸν διὰ λίθων, πορείαν στέλλεται.
Θεοτοκίον.
Ὡς εὔσπλαγχνος Δεσπότης, φεῖσαι τοῦ λαοῦ Σου, τῶν συνεχόντων κακῶν ἐξαιρούμενος, τῆς Θεοτόκου πρεσβείαις, μόνε φιλάνθρωπε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου