Τετάρτη 5 Απριλίου 2023

ΑΠΡΙΛΙΟΣ 22. ΓΕΡΩΝ ΧΑΤΖΗ ΑΝΑΝΙΑΣ ΜΟΝΗΣ ΕΞΑΚΟΥΣΤΗΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΠΡΙΛΙΟΣ ΚΒ΄

ΑΝΑΝΙΑΣ ΧΑΤΖΗΣ ΓΕΡΩΝ ΚΡΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμανδρίτου Ἰωαννικίου Ἀνδρουλάκη)

 


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ΄  καὶ τοῦ Ὁσίου γ΄. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, Ἀνανία Ὅσιε, σὺ ἀνεδείχθης κανών, μοναζόντων καὶ καύχημα, Ὀρθοδόξων ἥδυσμα καὶ λαμπρὸς οἰκουμένης φωστήρ· τοῦ γὰρ δολίου ἐχθροῦ οὐκ ἔπτηξας, τὰς ἐκβοφήβησεις ἐν τῷ σπηλαίῳ οἰκῶν· ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ μακάριε δι’ οὗ σαφῶς, πᾶσαν κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν.

 

Πάτερ, Ἀνανία Ὅσιε, σὺ ἀληθῶς πρὸς Θεοῦ, τὴν ψυχὴν ἀνεπτέρωσας, ἀπὸ βρέφους Ἅγιε, τὰς αἰσθήσεις ἐκάθηρας· καὶ ταῖς ἀπαύστοις εὐχαῖς πανόλβιε, τῆς ἀθανάτου ζωῆς ἠξίωσαι· ὢ ἐγκαλλώπισμα, ἀσκητῶν ἀοίδιμε σὲ γὰρ Χριστός, Ἀναστὰς ἐδέξατο, εἰς αἰωνίου Μονάς.

 

Τρὶς προσκυνῆσαι Παράδεισον, ἡ καθαρά σου ψυχή, ἠξιώθη μακάριε, καὶ Ἀγγέλων ἤκουσεν ὑμνῳδίαν οὐράνιον· ἐπὶ τριήμερον ἀγαλλόμενος, τῷ Παραδείσου ἀγαλλιάματι, ὡραϊζόμενος, ἀρετῶν λαμπρότητα· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν.

 

Δόξα. Ἦχος β΄.

Πάτερ Ἀνανία Ὅσιε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν θαυμάτων σου· εἰς ἅπαντα τὸν βίον σου, τὴν ἀρετὴν ἐπιμελῶς ἤσκησας, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· διὸ ὁ Θεὸς ἠμείψατό σε· τῇ γὰρ ἡμέρᾳ τῆς λαμπροφόρου Ἀναστάσεως, τὴν ψυχήν σου ἐδέξατο εἰς τοὺς οὐρανούς, τὰ κάλλη τοῦ Παραδείσου παρέχων· ἡμεῖς δὲ ταπεινῶς ἱκετεύομέν σε, ἵνα πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐκ νεότητός του ἀναλαβών, τῆς σαρκὸς κατευνάσας τὰ σκιρτήματα· Παραδείσου χαρᾶς ἐν ζωῇ ἐκ τρίτου κατηξιώθης, Ἄρτον οὐράνιον εἰς τὴν γῆν μεταφέρων, ἀπήλαυσας τῆς Αὐτοῦ λαμπρότητος. Εὐάρεστος τῷ Θεῷ γενόμενος, οὕτως ἠγαπήθης καὶ ἠξιώθης τῆς μακαρίας ζωῆς, τρισόλβιε Ἀνανία Ὅσιε.

 

Ἦχος δ΄ .

Ἐν νηδύος μητρός σου ἡγίασέ σε ὁ Θεός, Ἀνανία Πατὴρ ἡμῶν Ὅσιε, ὡς πάλαι Ἱερεμίαν καὶ Σαμουήλ· ἐκ τοῦ προορατικοῦ σου χαρίσματος ἰσότιμον ἐκείνοις προφήτην σε ἀνέδειξεν· οἰκήτωρ δὲ τῆς οὐρανίους Βασιλείας ἐγένου, Ἁγίων καὶ Ἀγγέλων ὁμόσκηνος· μεθ’ ὧν πρεσβεύει τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος πλ. β΄.

Τὸν ἐπὶ γῆς ἄγγελος, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ ὑπάρξαντα, τὸ κλέος τῶν παρθένων, ἀσκητῶν τὴν ἀκρότητα, τῶν Ὁσίων τὸ ἐγκαλλώπισμα πάντες ἐπαινέσωμεν· κτήτωρ γὰρ καὶ ἱδρυτὴς γέγονε Λαύρας τῆς Ἀειπαρθένου τῆς ἐπιλεγομένης Ἐξακουστῆς· τὸν κατὰ Θεὸν ἀσκητικὸν βίον πατρικῶς καὶ θεαρέστως τοῖς μαθηταῖς αὐτοῦ ὑπέδειξεν· ἡ δὲ Μονὴ αὐτοῦ ἀνεδείχθη φάρος τῆς ἀγγελομιμήτου τάξεως, πρὸς δόξαν τοῦ Παντοκράτορος Θεοῦ.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Ἐκ πτωχῶν καὶ ἀσήμων, ἀλλ’ εὐλαβῶν τῇ πίστει γεννητόρων, ἄνθος εὐωδέστατον ἀνεβλάστησας ἡμῖν, Ἀνανία πανόσιε· ἡ δὲ σὴ γενέτειρα τῶν Μαλλῶν ἡ κώμη, σὺν πάσῃ τῇ ἐπαρχίᾳ Ἱεραπέτρας, σεμνύνεται καὶ καυχᾶται διὰ σέ, τὸν ἄμεμπτον καὶ θαυματουργὸν ἡμῶν συμπολίτην· ὅθεν ἐξαιτούμεθα τὴν πρὸς Θεὸν πρεσβείαν σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Βίον ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν καὶ χαμαικοιτίαν, ἐπὶ προβάτου τὴν δοράν, πέτραν τραχεῖαν ἔχων προσκέφαλον, τὸν δόλιον κατήσχυνας, καὶ τῷ Θεῷ εὐηρέστησας, τῶν Ἀγγέλων ὁμόσκηνε, Ἀνανία πανόσιε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Δρόμον τῆς ἀσκήσεως, ἀπερισπάστως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν τὸν στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὅν σοι ἡτοίμασε Χριστός, ὁ κατ’ ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν κόπων ἀντίδοσιν, Ὃν ἡμᾶς ἐκδυσώπησον, ἐκ κινδύνων λυτρώσασθαι.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἀγάπην ἐκέκτησο, πρὸς τὸν Θεὸν καὶ τὸν ἄνθρωπον, εὐσπλαγχνίαν δεικνύμενος, πηνοῖς τε καὶ κτήνεσι, καὶ τοῖς ἐνδεέσι, τροφὰς καὶ ἑσθῆτας αὐτοῖς ἀφθόνως χορηγῶν, ὡς καὶ παντοίων νόσων τὴν ἴασιν· ἡμεῖς δὲ ἐξαιτούμεθα, νῦν τὰς εὐχάς σου πανόλβιε, Ἀνανία μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. β΄.

Μέγα καὶ παράδοξον θαῦμα τετέλεκας Ὅσιε! Τοὺς δύο γὰρ κλέπτας, τοὺς ὑπεξελόντας τὰ δύο εὐσταλῆ ἐκ τῆς ποίμνης τῆς Μονῆς σου ζῶα, ἀμέσως ἡ δίκη ὑπέφθασε, ἐκβληθὲν αὐτῶν τῶν ὀφθαλμῶν· ὅμως τούτους ἐν μετανοίᾳ καὶ συντριβῇ σοὶ προσελθόντας, ἠξίωσας μόνῃ τῇ προσευχῇ σου, πλήρους τῆς τῶν ὀφθαλμῶν αὐτῶν ἀποκαταστάσεως, Ἀνανία Πατὴρ ἡμῶν Ὅσιε.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος

Μαλλῶν τε γόνος καὶ μοναστῶν τὸ καύχημα, τὸν Παράδεισον ἐκ τρίτου προσκυνῆσαι τὸ πνεῦμά σου· πηγὴ ἰαμάτων ἀνεδείχθη ὁ βίος σου, θεοφόρε Πατὴρ ἡμῶν Ἀνανία· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών· τὴν ψυχήν σου εἰς οὐρανοὺς συνώδευσεν, ὁ Ἀναστὰς ἡμῶν Κύριος· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῶν ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Νέος ἥλιος, τῇ Ἐκκλησίᾳ, ἀνατέταλκας, τῇ οἰκουμένῃ, καταφωτίζεις θαυμάτων λαμπρότητι· φωταγωγεῖς δὲ πιστῶν τὴν διάνοιαν, καὶ ἀφανίζεις παθῶν τὰ σκιρτήματα· πανθαύμαστε Ἀνανία Ὅσιε, παράσχου καὶ ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα, ὅμοιον.

Θείας αἴρων σου, χεῖρας πρὸς ὕψος, στῦλος Ὅσιε, φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς ἀκτῖσι λαμπόμενος· πρὸς οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀῤῥήτων γενόμενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα, ὅμοιον

Πόνους ἤνεγκας, τῆς ἐγκρατείας, χάριν εἴληφας, τῆς ἀπαθείας, καὶ ἰαμάτων Ἀνανία θεόπνευστε, τοῦ θεραπεύειν παντοῖα νοσήματα, καὶ ἀπελαύνειν δαιμόνων ἐνέργειαν· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Παναγίου Πνεύματος· καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, παντοίων νόσων θεραπευτὴς ἀνεδείχθης, τῷ θείῳ φωτὶ καθαρώτερον χρυσίου τὴν ψυχὴν λαμπόμενος· φώτισον καὶ ἡμῶν τὰς διανοίας, Ἀνανία Πατὴρ ἡμῶν Ὅσιε.

 

 

 

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐκ βρέφους θηλάσας τὴν ἀρετήν, ἐγκρατείας πόνοις, καὶ ἱδρῶσιν ἀσκητικοῖς, εἰς πνευματοφόρον ἀνεδείχθης, καὶ τὰ ἐγγὺς καὶ τὰ πόῤῥω προέλεγες.

Παθῶν σὺ τὸ πέλαγος διελθών, καὶ τὰς τρικυμίας τῶν δαιμόνων διαφυγών, εἰς λιμένα ἔφθασας ἀβρόχως, τῆς ἀπαθείας Πατὴρ ἡμῶν Ὅσιε.

Ὑπέρμαχε δόξης τῆς τοῦ Χριστοῦ, παράσχου μοι χάριν, Ἀνανία καὶ φωτισμόν, τὴν σὴν εὐφημῆσαι φωτοφόρον, καὶ σεβασμίαν πανήγυριν ᾄσμασιν.

Θεοτοκίον.

Λόγον τὸν ἀμήτορα ἐκ Πατρός, ἀπάτορα τοῦτον, ἐπ’ ἐσχάτων θεανδρικῶς, ἐκύησας μόνη Θεομῆτορ, ὡς ὑπερτέρα ἁπάσης τῆς κτίσεως.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Ὅπλον τὴν ἐγκράτειαν, καὶ προσευχὴν ὥσπερ θώρακα, καθοπλισθείς, ἐχθρῶν ἀοράτων, ἐτροπώσω τὰς φάλαγγας.

Κάλλη παρθενίας συ, τῷ Παντουργῷ προσεκόμισας, καὶ ἀρετάς, ἐν ἀσκήσει Πάτερ, Ἀνανία κατώρθωσας.

Νάματα ἀνέβλυσαν, τῶν ἰαμάτων θεόπνευστε, ἐκ τῶν σεπτῶν, λειψάνων σου Πάτερ, τοὺς πιστοὺς κατακλύζοντα.

Θεοτοκίον.

Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Ταχὺ προκατάλαβε.

Θεῷ καθιέρωσας, τὴν σὴν παμμάκαρ ζωήν, γενόμενος ἄριστος, ἐν ἀσκηταῖς ἀληθῶς, Χριστοῦ ὁσιώτατε· ὅθεν μετὰ μυρίους, σοὺς ἱδρῶτας καὶ πόνους, χαίρων εἰς τὰς ἀΰλους, μετετέθης σκηνώσεις· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἐν σπηλαίοις κατώκησας, καὶ ἐν τοῖς ἀβάτοις τραχέσιν ὄρεσι, καὶ γυμνοῖς ποσὶν ἐβάδιζες, ἀκανθώδη τρίβον τῆς ἀσκήσεως.

Στῦλος ὄντως ὁλόφωτος, καὶ πνευματοφόρος ἀνὴρ γεγένησαι, Ἀνανία ἀξιάγαστε, νῦν δ’ Ἀγγέλων τάξεσιν ἠρίθμησαι.

Τῆς καρδίας σου βήματα, πίστεως ἐν πέτρᾳ σὺ ἐπεστήριξας, καὶ ἀσάλευτος διέμεινας, προσβολὰς δαιμόνων μὴ πτοούμενος.

Θεοτοκίον.

Χερουβεὶμ ὑπερτέραν Σε, καὶ τῶν Σεραφεὶμ ὑμνοῦμεν πανάχραντε, Ὃν γὰρ τρέμουσιν ἐβάστασας, ἐν σαρκὶ Θεὸν ἐν ταῖς ἀγκάλαις Σου.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.

Τὸ ὄμμα τῆς καρδίας ἀκοίμητον, ἐν ταῖς θείαις ἐντολαῖς ἐτήρησας, ἀκαταγνώστως ἀοίδιμε.

Εἰς ὄρος ἀρετῶν δι’ ἀσκήσεως, θεοφόρε πρακτικῆς ἀνέδραμες, πρὸς θεωρίας ἐπίβασιν.

Τὸ ἔλεον σκορπίσας τοῖς πένησιν, ἐκ καρδίας Ἀνανία πάνσοφε, οὐράνιον πλοῦτον εἴληφας.

Θεοτοκίον.

Τοῦ Λόγου Κιβωτόν Σε ἀνέδειξε, Θεοτόκε ὁ τοῦ νόμου Κύριος, ἐν ᾗ ἀφράστως ἐσκήνωσεν.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Μεγάλους εἰς ἀρετήν, Ὁσίους Πάτερ ἐζήλωσας, καὶ τούτοις πνευματικῶς, κατ’ ἴχνος ἑπόμενος, ἐγκράτειαν ἤσκησας, καὶ ἐγένου πᾶσιν, ἀσκουμένοις ὑποτύπωσις.

Καλῶς σου διατηρῶν, τὸ παρθενίας ἀξίωμα, ἐν ὅλῃ σου τῇ ζωῇ, γυναικὶ οὐδέποτε, κατ’ ὄψιν συνέτυχες, τὴν ἐκ τούτου βλάβην, παντελῶς ἀποκρουσάμενος.

Ἐν ὄρεσι χαλεποῖς, διέτριβες Πάτερ Ὅσιε, σὺ Ἀνανία λιτῶς, ἀεὶ διαιτώμενος· διὸ καὶ γεγένησαι, οἰκιστὴς παμμάκαρ, Παραδείσου τῆς τερπνότητος.

Θεοτοκίον.

Ὁ νώτοις Χερουβικοῖς, ἀπεριγράπτως καθήμενος, περιγραπτῶς ἐν τῇ Σῇ, κοιλίᾳ ἐνώκησε, σαρκὶ οὐ θεότητι, καὶ ἐκ Σοῦ προῆλθε, διασώζων με πανάμωμε.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.

Ὡς ἀπὸ βρέφους ἐκ Θεοῦ χάριν ἀπείληφας, ἐν νηστησίμοις δὲ ἡμέραις οὐκ ἐθήλασας, ἐπεσκέψω ἐν πνεύματι Παραδείσου, ἐκ τρίτου· τὸ σῶμα σκληροῖς ἀγῶσι καταβαλών, καὶ Πνεύματι Παρακλήτῳ ὡραϊσθείς, θεαρέστως διέπρεψας· διὸ ἐδέξω ἐκ Θεοῦ τὴν χάριν τῶν ἰάσεων, Ἀνανία πανόλβιε.

Ὁ Οἶκος.

Τὸν τοῦ Κυρίου ἐραστήν, τῶν μοναστῶν τὸ κλέος, θαυμάτων τὸν ταμίαν, Ἀνανίαν τὸν σοφώτατον ἀνευφημήσωμεν πιστῶς· οὗτος γὰρ ὁ στερέμνιος αὐτοῦ ἀγῶσιν, ὡς ἥλιον ἔλαμψε φωτίζων τοὺς ἐν σκότει, καθαιρῶν πάθη καὶ ἁμαρτίας, καὶ ἐκδιώκων τῶν δαιμόνων τὴν ζοφερὰν πλάνην ἀνενδότως. Πρόβατον ἀτίθασον σωφρονίσας, ποταμοὺς θαυμάτων ὡς ἐκ κρήνης ζωηῤῥύτου ἐκβλύζει· διὸ πίστει καὶ πόθῳ βοῶμεν· Χαίροις Ἀνανία πανόλβιε.

 

 

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, ἡ κοίμησις τοῦ Γέροντος Ἀνανία Χατζῆ, κτίτορος τῆς Μονῆς Ἐξακουστῆς Ἱεράπετρας Κρήτης.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

 

Χεῖρας προτείνας συμπαθείᾳ, τὴν ὑγιείαν παρέχεις τοῖς ἀνθρώποις, τοῖς προστρέχουσί σοι ἐν πίστει καὶ αἰτοῦσι, τῶν μοναστῶν τὸ καύχημα, Ἀνανία οὐρανόφρων.

Ῥεῖθρα πηγάζεις ἰαμάτων, τοῖς προσφεύγουσί σοι ἐκ πόθου θεοφόρε, καὶ τῷ Χριστῷ ἐνθέρμως ψαλμῳδοῦσιν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Φέγγει φωτὸς τοῦ τρισηλίου, λαμπρυνόμενος θεράπον τῆς Τριάδος, τοὺς τιμῶντάς σε νῦν φωτίζεις μελῳδοῦντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Μόνη τὸν Ἕνα τῆς Τριάδος, ἀπεγέννησας ἐν δύο ταῖς οὐσίαις, ὑποστάσει μιᾷ ὁρώμενον Παρθένε, ᾧ μελῳδοῦμεν Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Νικηταὶ τυράννου.

Ἐλεήμων ὤφθης πρᾷος εὐσυμπάθητος, ἄκακος Πάτερ, πλοῦτος πενομένων, καὶ στολὴ ἔνδυμα γυμνητευόντων, εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κοσμικοὺς θορύβους παριδὼν θείᾳ χάριτι Ἀνανία, εἰς τὸν οὐρανὸν τὸ σὸν Πάτερ πολίτευμα ἔχων ἐβόας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νικητὴς ὑπάρξας τοῦ ἐχθροῦ, ἀπέκρουσας τούτου τὰ βέλη, καὶ ἀγγελικῶς βιώσας ἐπὶ γῆς νῦν ὑμνεῖς ἄνω ψάλλω· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Λυτρωθέντες πάντες οἱ βροτοὶ τῷ τοκετῷ Σου, ἐκ θανάτου Σοὶ Θεογεννῆτορ, ὕμνον ἀναπέμπομεν πόθῳ καρδίας, εὐλογοῦντες πάντες σε τὴν τεξαμένην τὸν Κύριον, καὶ ὑπερυψοῦντες Σὸν Τόκον εἰς αἰῶνας.

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Πηγήν σε τῶν θαυμάτων ὡς ἀληθῶς, ὁ Χριστὸς ὦ τρισμάκαρ ἀνέδειξε, τὸν θαυμαστόν, ῥύπους καθαρίζουσαν τῶν παθῶν, καὶ νοσημάτων ἔνδοξε, πόνους κατακλύζουσα εὐχερῶς· διὸ καὶ ποταμόν σε, τῶν θείων ἰαμάτων, καλοῦμεν πάντες παμμακάριστε.

Νικήσας τῶν δαιμόνων τὰς προσβολάς, καὶ σαρκὸς ὑποτάξας τὸ φρόνημα, θεοπρεπῶς, ἄκακος καὶ ὅσιος γεγονώς, δικαιοσύνης ἔνδυμα, περιβλεβλημένος θαυματουργέ, παρίστασαι τῷ θρόνῳ, τοῦ πάντων Βασιλέως, νῦν παῤῥησίᾳ παμμακάριστε.

Ἰούδας ὁ φιλάργυρος ἐμπαθῶς, θεοτέκνοις προδέδωκε Κύριον, σὺ δὲ σοφέ, ὑπὸ συγγενοῦς σου καὶ μαθητοῦ, διαβληθεὶς ἐπίσκοπον, ὡς πληροφορήσαντος σὸν ψευδῶς, ἠνέσχου Ἀνανία, πληττόμενος γὰρ Πάτερ, τὴν σὴν ἀνδρείαν ἀπεκάλυψας.

Θεοτοκίον.

Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Καινὴν ὁδὸν καὶ ἄτριπτον, ἀνθρώποις ἐκ νεότητος, ἀναλαβὼν θεοφόρε, ταύτην θερμῶς ἕως τέλους, ἀνεπιστρόφως ὥδευσας, νόμῳ καινῷ πειθόμενος, Χριστοῦ καὶ πρῶτος πέφηνας, σεπτῆς Μονῆς τῆς Παρθένου, ὁ ἱδρυτὴς καὶ προστάτης.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ταῖς ἀρεταῖς ἐκλαμπρύνας ψυχὴν καὶ ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης, εἰς Χριστοῦ Βασιλείαν, Πάτερ Ἀνανία προσφέρων αὐτῷ, τὰ τῶν πόνων σου δράγματα· ἐν ἀσκηταῖς γὰρ ἐφάνης μέγας φωστήρ, καταυγάζων τοὺς ὑμνοῦντάς σε.

 

Τῶν ἀθεάτων τὰ κάλλη περιερχόμενος, τὴν φοβερὰν ἐκείνην, κατενόησας δόξαν, Ἅγιε Ἁγίων· ὅθεν ἡμῖν, τὰ οὐράνια ᾄσματα, τῶν αἐιζώων ἐκείνων θεωριῶν, ἀναγγέλλεις ὁσιώτατε.

 

Τοὺς κλοπιμαίους πανσόφως σὺ διεχώρισας, βότρυς καὶ φασιόλους, ἀρνησάμενος τούτους, Πάτερ Ἀνανία ζῶόν τε δέ, ἐπισκόπου ἡμέρωσας· καὶ γὰρ τῶν ζώων ἡ φύσις ἔγνω σαφῶς, εὐλαβεῖσθαι τοὺς θεόφρονας.

 

 

 

Ὁ ποταμὸς τῶν θαυμάτων σου ὁσιώτατε, καὶ αἱ σαὶ προφητεῖαι, θαυμαστόν σε ποιοῦσι· πάντας τοὺς ἀνθρώπους οἰκοδομεῖς, εἰς Θεοῦ τὴν ἐπίγνωσιν, ὅτι ἐκ σοῦ τὰς προῤῥήσεις πανευλαβῶς, καὶ ἰάσεις ἐκομίζοντο.

 

Δόξα. Ἦχος πλ. δ΄.

Πάτερ Ἀνανία Ὅσιε, τίς διηγήσεται τοὺς σκληρούς σου ἀγῶνας; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; ἡ κολυμβήθρα τοῦ Σιλωάμ, ἕνα καὶ μόνον ἐθεράπευσε κατ’ ἔτος· ἡ δὲ χάρις τῆς σῆς ἁγιότητος, ἀκεσώδυνος ὑπάρχει, καὶ ἀεὶ θεραπεύει πλῆθος παντοίων νόσων, ὡς ὄντος ἀνενδεοῦς καὶ ἀδαπανήτου τοῦ πλούτου τῆς ἐν σοὶ χάριτος· ὅθεν παρὰ Θεοῦ αἰτοῦμεν, διὰ τῶν θεοπειθῶν εὐχῶν σου, τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις τῶν θαυμάτων ὁ ποταμός· χαίροις ἀσθενούντων καὶ πασχόντων ὁ ἰατρός· χαίροις οὐρανόφρον, Ἀγγέλων συμπολῖτα, Ὅσιε Ἀνανία, σκέπε τοὺς δούλους σου.

Χαίροις θεῖον βλάστημα τῶν Μαλλῶν, καὶ Ἱεραπέτρας μέγα καύχημα τῶν πιστῶν· ὅθεν θεραπεύεις, παντοίας ἀσθενείας, Ὅσιε Ἀνανία, Μαλλῶν τὸ καύχημα.

Εἰς οὐρανοὺς ἀνέβης ἐν τῇ ζωῇ, τρεῖς φορὰς αὐτόπτης, θεοφόρος καὶ θεατής, Παραδείσου κάλλει, Ἀγγέλων ὑμνῳδίαν, καὶ εὐλογίαν φέρων ἄρτον οὐράνιον.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου