Κυριακή 2 Απριλίου 2023

ΜΑΪΟΣ 13. ΟΣΙΟΣ ΣΕΡΓΙΟΣ ΟΜΟΛΟΓΗΤΗΣ ΚΑΝΩΝ

ΜΑΪΟΣ ΙΓ΄

ΣΕΡΓΙΟΣ ΟΣΙΟΣ ΟΜΟΛΟΓΗΤΗΣ

ΚΑΝΩΝ

 

Ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Μαρτυρικοῖς, αἵμασι περισταζόμενος, τὸν μολυσμὸν ἀπόσμιξον, τῶν ἐγκλημάτων μου, ἐπιστάξας ῥανίδα, ἐλαίῳ συγκραθεῖσα, φιλανθρωπίας Θεοῦ.

Ἐν φυλακαῖς, ἐν ἐξορίαις ἐν θλίψεσιν, ἀνεχωνεύθης Σέργιε, καὶ ἀποθέμενος, τὸν Ἀδὰμ φθαρέντα, τὸν νέον ἐμορφώθης, Ἀδὰμ τῆς χάριτος.

Τὰ ἐπὶ γῆς, δόξαν καὶ πλοῦτος καὶ γένος λαμπρόν, καὶ τῆς πατρίδος μέγεθος, ῥίψας εἰς ἔδαφος, πρὸς οὐράνιον λῆξιν, ἀνῆλθες μαρτυρίου, δρόμῳ φερόμενος.

Θεοτοκίον.

Θεοῦ χειρί, ἀνεξικάκῳ φρουρούμενος, περιφανῶς Ἀλέξανδρε, νόσον ἐξέφυγες, ἀσεβείας ἐμφρόνως, ψυχῆς τὴν εὐεξίαν, πίστει τηρῶν ἀσινῆ.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε.

Ἐγγράψας τὸν Χριστὸν ψυχῆς τοῖς πίναξι, ὀξείᾳ, γραφίδι τῆς θεωρίας, καὶ τοῖς χρώμασι γραφόμενον, εὐσεβῶς προσεκύνεις σοφὲ Σέργιε.

Ἐξέλιπον ἐχθροῦ τὰ μηχανήματα, στεῤῥοῖς σου, τοῖς ἄθλοις ἀποκρουσθέντα, καὶ ἐπλήθυνας τὰ τρόπαια, κατὰ τῆς δυσσεβείας τῷ λαῷ τοῦ Θεοῦ.

Τυράννων ἀφειδῶς ξεόντων σάρκας σου, ἐλπίδι, τῆς θείας ἐπαγγελίας, τὸ πικρὸν τῶν ἀλγηδόνων σοφέ, ἀπολαύσει γλυκείᾳ διελάνθανες.

Θεοτοκίον.

Ἐδόξασε Θεὸς καὶ κατελάμπρυνεν, ἀῤῥήτῳ, τὸ πρόσωπόν Σου τῇ δόξῃ, καὶ ἀνέδειξεν Ἀλέξανδρε, φοβερόν σε διώκταις καὶ τοῖς δαίμοσιν.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ δ΄. Ὑμνῶ σε.

Κοσμήσας, ἀρετῶν τοῖς ἄνθεσιν, καὶ ἰδέαις κατορθωμάτων, τὴν σὴν ψυχὴν ἔδειξας, φυλάττουσαν τὸ κατ’ εἰκόνα· διὸ τῆς ἐν χρώμασιν εἰκόνος Χριστοῦ, ὡς συγγενοῦς προσθνήσκειν κατηξίωσαι.

Οἱ ὄμβροι, τῶν σεπτῶν αἱμάτων σου, κατακλύζοντες τὰς αἱρέσεις, ἀρδεύουσιν Σέργιε, τοὺς αὔλακας τῆς Ἐκκλησίας, ἐξ ὧν οἱ πιστοὶ πολύχους δρέπονται, τῆς εὐσεβείας στάχυς σε δοξάζοντες.

Γενναίως, τοὺς βασάνους ἤνεγκας, τὰς δημεύσεις τὰς μαστιγώσεις, τὰς φυλακὰς δόξης τε, καὶ πόλεων ὑπερορίας, στεῤῥὸν ἀντιτάξας σου τὸ φρόνημα, τῆς εὐσεβείας Σέργιε πολύαθλε.

Θεοτοκίον.

Ὡραῖον, τῇ ψυχῇ κατάλληλον, τῆς μορφῆς σου τὸ εἶδος ἔχων, λαμπρότερον στίγμασιν, ὡράϊσας τοῖς τῶν ἀγώνων, Χριστὸν τὸν ἐν κάλλει ὡραιότατον, ὑπὲρ υἱοὺς βροτῶν κηρύττων ἔνδοξε.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Ῥήματα πράξεων, καὶ ἐγκωμίων οἱ θεσμοὶ ἥττηνται, ἄθλων τῶν σῶν, ἀλλ’ ἱλεώσει οἷς, τῷ πόθῳ τὸ λοιπόν, ἀντιταλαντεῦον τοῖς σὲ μακαρίζουσιν.

Πλοῦτον οὐράνιον, περιβαλλόμενος λαμπρῶς Σέργιε, τὸν ἐπὶ γῆς, χαίρων τοῖς τυράννοις, ἀπέθου καὶ κοῦφος, τὸ τοῦ μαρτυρίου διήνυσας στάδιον.

Καταξεόμενος, τῆς διανοίας τὸ στεῤῥὸν ἵδρυνας, καὶ διωκτῶν, λεπτύνας ἐλπίδας, εἰς ἀμηχανίαν, τῶν διωκομένων ἐκράτυνας φρόνημα.

Θεοτοκίον.

Νέον ὡς βρέφος ἡμῖν, τὸν προαιώνιον Υἱὸν τέτοκας, θελητικαῖς δυσὶν ἐνεργείαις, ὑπάρχοντα διπλοῦν, ὡς ἄνθρωπον ἅμα, Θεόν τε Πανάμωμε.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Τὸν ζυγὸν τὸν ἐν βίῳ ἀράμενος, εἵλκυσας σαυτὸν ἐν θεσμοῖς τοῖς τοῦ Πνεύματος, καὶ τὸν ἀρχαῖον δράκοντα, ἐν δεσμοῖς συζυγίας ἀπέπνιξας.

Τοὺς ἐκ σπλάγχνων σου φύντας πατρώα στοργῇ, καὶ μαρτυρικῇ σου πρεσβείᾳ ἀνάδειξον, ὥσπερ υἱοὺς τῆς πίστεως, οὕτως καὶ κληρονόμους τῆς δόξης σου.

Πυρωθεὶς ἀγαπήσει τοῦ Κτίσαντος, τὰς ἐν ταῖς βασάνοις πυρώσεις τοῦ σώματος, τοῦ πυρπολοῦντος ἔρωτος, ὥσπερ δρόσον εὑράμενος ἔχαιρες.

Θεοτοκίον.

Ἐκ πασῶν γενεῶν ἐξελέξατο, σὲ τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν, ὁ ποιητὴς Πανάμωμε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανε.

 

 

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Ἠλίας τὸ πῦρ, ἐκ τοῦ ὕδατος ἀνάψας καταφλέγει, τῆς δυσσεβείας τὴν ἀπόνοιαν, σὺ δὲ τοῖς ὄμβροις τῶν ἄθλων σου, πῦρ Ὀρθοδοξίας ἀνάψας, αἱρετικῶν ἀπετέφρωσας, τὴν τυραννίδα τῶν πιστῶν θάλπων τὰ φρονήματα.

Δεσπότου χερσίν, ζωγραφούμενος σταυρὸς ὁ ζωηφόρος, ἐκτεταμένας εἰς ἀναίρεσιν, τῆς ἁμαρτίας ἐκήρυττες, γράφειν τῆς μορφῆς τὴν εἰκόνα, καὶ προσκυνεῖσθαι καὶ γράφεσθαι· συναναιρεῖται γὰρ αὐτῇ καὶ συνδοξάζεται.

Θυσία δεκτή, ἡ θυσία σου Θεῷ προσαγομένη, ἐπουρανίοις δεξιοῦταί σε, ταῖς ἀπολαύσεσιν Σέργιε· πίστιν γὰρ ἀγάπῃ συνδήσας, καὶ τὴν ἐλπίδα ἐν αἵματι, ὁμολογίας ἀκλινοῦς ἐκαλλιέρησας.

Θεοτοκίον.

Ἀΰλου φωτός, οἰκητήριον ἡ σὴ μήτρα γεγένηται, τοῦ φρυκτωρίαις θείας γνώσεως, τὴν ἀθεΐαν μειώσαντος, ἄχραντε Θεόνυμφε Κόρη, ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ταῖς τῶν αἱμάτων σου ῥοαῖς, τὴν στολὴν τῆς Ἐκκλησίας πορφυρώσας, λαμπροτέραν εἰργάσω, διὰ ποικίλας αὐτήν, τοῖς ἄθλοις, ταῖς νίκαις τοῖς δόγμασιν, τῆς Ὀρθοδοξίας, σοφὲ Σέργιε Μάρτυς.

Τοῖς τῶν βασάνων αἰκισμοῖς, ἀνορύττοντες τὸ σῶμα ἐπεχείρουν, ἐξελεῖν τῆς ψυχῆς σου, τοὺς ἐν τῇ πίστει βλαστούς, ἀλλ’ αὐτός, ἀρδόμενος αἵματι, τῷ τῆς μαρτυρίας, ἐδείκνυς βαθυτέρους.

Ἡ τῶν μελλόντων ἀμοιβή, ἐν προσκαίροις ταῖς τιμαῖς προτυπουμένη, τὴν σορὸν τῶν λειψάνων, ὑπερορίου φυγῆς, παλάμαις, πιστῶς βασιλεύοντος, καὶ ἀρχιερέων, χερσὶν ἀνακομίζει.

Θεοτοκίον.

Ἐξασθενήσασαν πολλαῖς, προσβολαῖς τοῦ πονηροῦ, Θεογεννῆτορ, τὴν ἀθλίαν ψυχήν μου, ταῖς ῥωστικαῖς σου λιταῖς, Παρθένε ὑγιῆ ἀπέργασαι, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Ἡ τυραννὶς μὲν τὸ σῶμα, ταῖς πληγαῖς ἠροτρία, βαθύνουσα τοὺς πόνους ἀλλ’ αὐτός, ἅρπαγμα θέμενος τοῦτο σαυτῷ, εἰς σπορὰν καρτερίας, τοὺς στάχυς νῦν θερίζεις ἐν χαρᾷ, ἀενάως ἐκτρέφων, τὴν Ἐκκλησίαν Σέργιε.

Ἐν διωγμοῖς ἐν βασάνοις, ἐν τῇ πίστει προσλάμπων, ἐν πάσαις ἀρεταῖς εὐδοκιμῶν, ἐν τῇ ἐλπίδι τοῦ μέλλοντος, τὰς ἀρχὰς θριαμβεύεις, τοῦ σκότους καὶ τὰς ἐξουσίας καθαίρων, ἐπαιρόμενον ἅπαν, τῆς δυσσεβείας ὕψωμα.

Ἐν τῷ τοῦ Λόγου καλάμῳ, τοῦ σεπτοῦ μαρτυρίου, τοὺς ἄθλους ἐξαψάμενος σοφέ, τοὺς ἐν θαλάσσῃ τῆς πλάνης ποτέ, ἁλιεύσας ἐκεῖθεν, ἀνείλκυσας θυσίαν λογικήν, εἰς ὀσμὴν εὐωδίας, Κυρίῳ προσφερόμενος.

Θεοτοκίον.

Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Μαρτύρων σύλλογος.

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου