Δευτέρα 3 Απριλίου 2023

ΜΑΪΟΣ 16. ΟΣΙΟΣ ΝΕΑΔΙΟΣ ΕΠΙΣΚΟΠΟΣ

ΜΑΪΟΣ ΙΣΤ΄.

ΝΕΑΔΙΟΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἄνευ δοξολογίας)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

 

Εἰς τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια γ΄ τοῦ Μάρτυρος. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Καταυγαζόμενος φέγγει, τῆς θείας γνώσεως, τῶν κοσμικῶν θορύβων, ἐπανέστης ἐμφρόνως, Νεάδιε τρισμάκαρ, καὶ τὸν Θεόν, ἐκζητήσας ἐσχόλασας, θείαις μελέταις, εὐχαῖς τε καρτερικαῖς, καὶ φωστὴρ ἐδείχθης ἄδυτος.

 

Ποιμαντικῶς διαπρέψας, ἐν Ἐκκλησίᾳ Θεοῦ, τὴν σὴν καρδίαν Πάτερ, δεκτικὴν χαρισμάτων, τοῦ Πνεύματος εἰργάσω· ὅθεν ἡμῖν, ἀναβλύζεις ὡς νάματα, ἐκ τῆς τιμίας, σοροῦ σου διηνεκῶς, τοῖς τιμῶσίν σε ἰάματα.

 

Τῇ ταπεινώσει τῇ θείᾳ, συνανυψούμενος, τῶν πονηρῶν δαιμόνων, ἐταπείνωσας Πάτερ, ἁπάσας τὰς ἐπάρσεις, καὶ πρὸς Θεόν, μετελθὼν πρὸς ἀθάνατον, ἀθανασίαν κληροῦσαι, ἔνθα τὸ φῶς, κατοικήσας τὸ ἀνέσπερον.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐπὶ τὴν σὴν εὐσπλαγχνίαν προστρέχω πάντοτε, ἐπὶ τοὺς σοὺς προσφεύγω, οἰκτιρμοὺς καθ' ἑκάστην, ὑμνῶν καὶ εὐλογῶν σε καὶ τὴν πολλήν, ἀνοχὴν ἐκπληττόμενος, τοῦ σοῦ Υἱοῦ ἐπὶ πᾶσί μου τοῖς κακοῖς, ἣν ἐνδείκνυται Θεόνυμφε.

Ἢ Σταυροθεοτοκίον.

Ἀναρτηθέντα ὡς εἶδεν ἐπὶ σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ χειρί, ἐπὶ ξύλου προσηλώθης σαρκί;

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τῷ θαυματουργῷ προσλαλῶ Νεαδίῳ. Ὁ Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Τῷ φωτοδότῃ Δεσπότῃ, παρεστηκώς, ἐν χαρᾷ ὁλόφωτος, τὴν φαιδράν σου ἑορτήν, τοὺς τελοῦντας σήμερον σοφέ, φωτισμοῦ πνευματικοῦ, μετόχους ποίησον.

Ὡς καθαρὸς τῇ καρδίᾳ, ὡς τῶν παθῶν, γεγονὼς ἀνώτερος, χρῖσμα ἅγιον τῇ σῇ, κορυφῇ εἰσδέδεξαι σαφῶς, ἱεράρχης γεγονώς, Πάτερ Νεάδιε.

Θαυματουργῶν καὶ ἰάσεις, ἐπιτελῶν, καὶ σημεῖα ἔνδοξε, ἐργαζόμενος πολλά, ἐκ Θεοῦ δεδώρησαι ἡμῖν, τοῖς ἀνθρώποις ἰατρός, Πάτερ Νεάδιε

Θεοτοκίον.

Ἀναφανεῖσα τῷ κάλλει, τῶν ἀρετῶν, φωταυγὴς ὡς ἥλιος, τὸ ἀπαύγασμα Πατρός, ἐν σαρκὶ ἐκύησας Χριστόν, τὸν φωτίσαντα ἡμᾶς, θεοχαρίτωτε.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Ὑπῆρξας ἄκακος πραΰς, συμπαθής τε παμμάκαρ, ἐπαρκῶν δεομένοις, διατρέφων δαψιλῶς, πεινῶντας ὡς πληρωτής, θείων λόγων, πάνσοφε Νεάδιε.

Μεγάλοις πόνοις ὁμιλῶν, μέγιστον εὗρες κλέος, ἰαμάτων τὴν χάριν, καὶ θαυμάτων δωρεάν, πλουτήσας ἐκ τοῦ Θεοῦ, τοῦ μεγάλου, μέγιστε Νεάδιε.

Ἀστέρα μέγα σε Χριστός, ἔθετο ἐν τῷ ὕψει, τῆς Αὐτοῦ Ἐκκλησίας, ἀρετῶν φωτοειδῶν, καὶ ἰαμάτων βολάς, πᾶσαν κτίσιν, Πάτερ καταυγάζοντα.

Θεοτοκίον.

Τεχθεὶς ὁ Κύριος ἐκ Σοῦ, Δέσποινα Θεοτόκε, ὑπὲρ φύσιν καὶ λόγον, ἐδωρήσατο ἡμῖν, τὸ φῶς τὸ ἀληθινόν, καὶ τὴν θείαν, ὄντως ἀναγέννησιν.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἡ μνήμη σου σήμερον Πάτερ Νεάδιε, ὡς ἥλιος ἔλαμψεν φωταγωγοῦσα ἡμᾶς, τοὺς πίστει τιμῶντάς σε· χάριν γὰρ παραδόξως, ἰαμάτων πηγάζων, παύεις ἡμῶν τὰς νόσους, καὶ πολλὰς ἀλγηδόνας, πρεσβεύων ἐκτενῶς τῷ Χριστῷ, σῶσαι τὴν ποίμνην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Ταχὺ προκατάλαβε πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμῶν πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

Ἢ Σταυροθεοτοκίον

Παρθένε πανάμωμε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Ὁ νοῦς σου ἔσοπτρον, τοῦ θείου Πνεύματος, γεγονὼς τὰς ἐμφάσεις, τὰς παρ’ αὐτοῦ, πεμπομένας Ὅσιε, καθυπεδέξατο σαφῶς, ἱερώτατε Νεάδιε.

Ὑφῆψας Ὅσιε, τὴν πολιτείαν σου, ὥσπερ ἄδυτον λύχνον, τοῖς ἐν νυκτί, τῶν δεινῶν ὑπάρχουσιν, καὶ καθωδήγησας αὐτούς, πρὸς τὸ φῶς τῆς ἐπιγνώσεως.

Ῥοαῖς τῶν δακρύων Σου, ψυχὴν ἀπέπλυνας, πονηρῶν μολυσμάτων, ἱερουργέ, ἔνδοξε Νεάδιε, καὶ ἰαμάτων ὀχετοῖς, ποταμοὺς παθῶν ἐξήρανας

Θεοτοκίον.

Γαστρί Σου ἄχραντε, Θεὸν ἐχώρησας, τὸν ἀχώρητον φύσει, καὶ ἐν σαρκί, τέτοκας λυτρούμενον, τῶν σαρκικῶν ἡμᾶς παθῶν, Θεοτόκε μεσιτείᾳ Σου.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

Ὡς ἱεράρχης πανευκλεής, χρίσματι ἐχρίσθης ἱερῷ, τελῶν ἁγίως τὰ ἅγια, καὶ καθαγιάζων, λαὸν θεόφρονα, μεθέξει πανολβίᾳ, Πάτερ Νεάδιε.

Πανηγυρίζει ὁ ἱερός, σήμερον λαὸς περικυκλῶν, τὴν ἱερὰν τῶν λειψάνων σου, λάρνακα θεόφρον, καὶ ἀρυόμενος, τὴν χάριν τῶν θαυμάτων, καὶ μακαρίζων σε.

Ῥόδον καθάπερ τῷ μυστικῷ, ἤνθησας λειμῶνι ἀληθῶς, τῆς Ἐκκλησίας Νεάδιε, κατευωδιάζων, τὰς διανοίας ἡμῶν, σημείων παραδόξων, ταῖς ἐπιδόσεσι.

Θεοτοκίον.

Ὁ ἱερός σε τῶν Προφητῶν, πόῤῥωθεν ὠνόμασε χορός, ὄρος καὶ πύλην πανάμωμε, μόνος ἣν διῆλθεν, ὁ ὑπερούσιος, δικαιοσύνης πύλας, ἀνοίγων πᾶσιν ἡμῖν.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Σημεῖα καὶ τέρατα, ἐν ἀνθρώποις ἐκτελῶν, περιφανῶς καὶ κτήνεσιν, παρὰ Θεοῦ ἐδόθης πᾶσιν σοφέ, ἰατρὸς πανάριστος, καὶ ποιμὴν ἱεράρχα, ἱερώτατος.

Λαμπτὴρ διαυγέστατε, ἱερώτατε ποιμήν, θαυματουργὲ Νεάδιε, πάσας ἡμῶν τὰς νόσους τὰς ψυχικάς, καὶ πάθη τοῦ σώματος, τῇ ἐν σοὶ θεραπείᾳ, μεταποίησον.

Ἀθάνατον εὔκλειαν, ἀτελεύτητον ζωήν, διηνεκῆ ἀπόλαυσιν, ἄδυτον φῶς ἀπέλαβες καὶ χαράν, Πάτερ ἀνεκλάλητον, καὶ τρυφὴν Παραδείσου, ἀδιάῤῥευστον.

Θεοτοκίον.

Λυχνία ἑπτάφωτε, ἁγιάσματος σκηνή, καὶ κιβωτὲ καὶ τράπεζα, γῆ ἐκλεκτὴ καὶ κλῖμαξ πρὸς οὐρανόν, ἀνθρώπους μετάγουσα, Παναγία Παρθένε, Σύ με οἴκτειρον.

 

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νεαδίου τοῦ ἐπισκόπου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Ὡς ἡδύπνοος κυπάρισσος ἐβλάστησας, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν, καὶ τὴν σύμπασαν, ἀρετῶν θαυμάτων τε ᾠδαῖς, βοῶν εὐωδίασας σοφέ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νόμους θείους διετήρησας μακάριε, καὶ ἱερῶς ἐποίμανας, σοῦ τὸ ποίμνιον, βακτηρίᾳ λόγων ἱερῶν, τοὺς λύκους μακρὰν ἀποσοβῶν· ὅθεν πρὸς μάνδρας νοητάς, νῦν κατεσκήνωσας.

Ἐθαυμάστωσέν σε Κύριος Νεάδιε, ὡς θαυμαστῶς βιώσαντα, καὶ ἐδόξασεν, ἐπὶ γῆς σε καὶ ἐν οὐρανοῖς, δοξάσαντα τοῦτον ἀγαθοῖς, ἔργοις ἐνώπιον πολλῶν, ἱερομύστα σοφέ.

Θεοτοκίον.

Ἀπειρόγαμε Παρθένε ἡ κυήσασα, Θεὸν σάρκα φορέσαντα, τῆς σαρκὸς ἡμῶν, καὶ ψυχῆς τὰ πάθη τὰ δεινά, θεράπευσον θεῖον φωτισμόν, ἀναπηγάζουσα ἡμῖν, τῇ μεσιτείᾳ Σου.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Δωρεαῖς φωτοβόλοις, καταστραπτόμενος, καὶ φωστὴρ εὐσεβείας, ἀποδεικνύμενος, φέγγος τοῖς πιστοῖς, ἰαμάτων ἐξήστραψας, λύων νοσημάτων, τὸ σκότος ἱεράρχα.

Ἱερεὺς δεδειγμένος, τοῦ Παντοκράτορος, ἀναιμάκτους θυσίας, τούτῳ προσήγαγες, θύων διὰ σέ, τὸν τυθέντα ὡς πρόβατον, Πάτερ ἀναιμάκτως, Νεάδιε τρισμάκαρ.

Ὡραιώθης ἐν κάλλει, θείων ἀγώνων σου, ἐδοξάσθης θαυμάτων, ταῖς ἐπιδείξεσιν, ἔλαμψας ἐν γῇ, τοῦ ἡλίου φαιδρότερον, ταῖς θεοσημείαις, Νεάδιε θεόφρον.

Θεοτοκίον.

Ὁ Θεοῦ Θεὸς Λόγος, ἐκ Σοῦ σεσάρκωται, καὶ βροτῶν τὴν οὐσίαν, πᾶσιν ἐθέωσεν, καὶ τοὺς ἐπὶ γῆς, οὐρανίους εἰργάσατο, ἐν ἀγαλλιάσει, ὑμνοῦντάς Σε Παρθένε.

 

Ὠδὴ θ΄. Θεόν, ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰσχύν, καὶ κράτος σὲ περιέζωσεν, ὁ δυνατός, καὶ μόνος ἐν ἰσχύϊ ἀήττητος, καὶ παθῶν αὐτοκράτορα ἔδειξεν, καὶ πονηρῶν πνευμάτων, ἀποσοβήτορα, Πάτερ ἱεράρχα καὶ ποιμήν, Πάτερ Ἱεράρχα καὶ ποιμήν, ἀξιοθαύμαστε.

Ὡς φῶς, ὡς ὄρθρος ὡς μέγας ἥλιος, ἡ ἱερά, τῷ κόσμῳ ἐξανέτειλε μνήμη σου, τῶν πιστῶν τὰς καρδίας φωτίζουσα, καὶ τὸ τῆς ἀγνωσίας, σκότος ἐλαύνουσα, καὶ τῶν παθημάτων τὴν ἀχλύν, ἀποδιώκουσα.

Σαρκός, καὶ κόσμου ἔξω γενόμενος, ἐπὶ τῆς γῆς, ὡς ἄσαρκος παμμάκαρ ἐβίωσας, προσευχαῖς καὶ νηστείαις μακάριε, στῦλος ὀρθοδοξίας, ἔρεισμα πίστεως· ὅθεν σε τιμῶμεν εὐσεβῶς, μάκαρ Νεάδιε.

Ἡ γῆ, τὸ σῶμά σου τὸ πανίερον, νόμῳ σοφέ, τῆς φύσεως καλύπτει Νεάδιε, οὐρανὸς δὲ κατέχει τὸ πνεῦμά σου, μετὰ πάντων Ἁγίων, ἐπαγαλλόμενον· μεθ’ ὧν ἡμῶν μέμνησο ἀεί, τῶν μεμνημένων σου.

Θεοτοκίον.

Φωνήν, προσάγομέν Σοι χαρμόσυνον, τοῦ Γαβριήλ, Παρθένε Θεοτόκε κραυγάζοντες· χαῖρε Μήτηρ Χριστοῦ ἀδιάφθορε· χαῖρε φωτὸς νεφέλη· χαῖρε παλάτιον, τοῦ παμβασιλέως καὶ Θεοῦ, θεοχαρίτωτε.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου