Δευτέρα 4 Νοεμβρίου 2024

ΝΟΕΜΒΡΙΟΣ 7. ΑΓΙΟΣ ΝΙΚΩΝ ΑΡΣΙΝΟΗΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΝΟΕΜΒΡΙΟΣ Ζ΄

ΝΙΚΩΝ ΑΡΣΙΝΟΗΣ ΚΥΠΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Δεῦτε, φιλοσίων οἱ χοροί, καὶ τῶν φιλεόρτων τὰ πλήθη, πανηγυρίσωμεν, μνήμην τὴν ἐτήσιον καὶ πανσεβάσμιον, τοῦ θεόφρονος Νίκωνος, ἀγρύπνου ποιμένος, Ἀρσινόης ψάλλοντες· Σεπτὲ προκάτοχε θείου Ἀρκαδίου, κινδύνων λύτρωσαι καὶ πόνων παντοίων τοὺς εἰλικρινῶς σὲ μεγαλύνοντας.

 

Δεῦτε, ἱεράρχου θαυμαστοῦ, τοῦ ἀκολουθήσαντος τρίβοις θεοειδοῦς ἀγωγῆς, καὶ διαποιμάνσεως ὀρθῆς τιμήσωμεν, Ἀρσινόης καλλίπαιδος, ἐλλόγου ἀγέλης, Νίκωνος τοῦ ἔμφρονος, Κύπρου κοσμήτορος, βίου τὰ παλαίσματα πάντες, καὶ ποιμαντικὴν ἐπιστήμην, μελιχροῖς μελίσμασι καὶ ᾄσμασι.

 

Δεῦτε, ἱεράρχου θεαυγοῦς, Ἀρσινόης Κύπρου ποιμένος, ἀρνησαμένου τερπνά, βίου δι’ ἀγάπησιν τοῦ Παντοκράτορος, Ἰησοῦ ἐπαινέσωμεν, τὴν ποιμαντορίαν, ὁλοθύμως κράζοντες· Νίκων μακάριε,  πάντων ὑπερόπτα προσύλων, καὶ τῶν ἐν τῷ πόλῳ ἀΰλων ζηλωτά, Χριστὸν ἡμῖν ἱλέωσαι.

 

Δεῦτε, τὸν ἀράμενον σταυρόν, Νίκωνα ἐπ' ὤμων καὶ πᾶσαν τὸν βδελυξάμενον, τὰ ῥευστὰ καὶ πρόσκαιρα λαμπρῶς τιμήσωμεν, ἐκβοῶντες· θειότατε, ὁ ἀκολουθήσας, τοῦ Χριστοῦ τοῖς βήμασι καὶ κομισάμενος, στέφος ἀμαράντιμον δόξης, ἐξ Αὐτοῦ χειρῶν ἱεράρχης, ὡς σοφὸς Αὐτὸν ἡμῖν ἱλέωσαι.

 

Δόξα. Ἦχος β΄.

Δεῦτε, λαοὶ τῷ Κυρίῳ ἠγαπημένοι, τὸν πνευματέμφορον καὶ θεοειδέστατον τῆς Ἀρσινόης ἱεράρχην, ἐπ' ἀρετῇ καὶ μοναδικῇ πολιτείᾳ ἐν αὐτῇ διαπρέψαντα, Νίκωνα τὸν μακάριον, καθηκόντως τιμήσωμεν λέγοντες·  Ὁ ἀποστόλων ταῖς τρίβοις ἀκολουθήσας, καὶ ψυχῆς ἐφέσει ὁλοσχερεῖ ἀγαπήσας τὸν Κύριον ὡς οὐρανοπολίτης, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τελούντων τὴν πανέορτον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις ποιμαντικοῖς, ὁ διαπρέψας πόνοις, ἐν Ἀρσινόῃ Πάφου, ποιμένων κοσμιότης, παμμάκαρ Νίκων ὅσιε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίρει ἡ ἱερά, ἐπισκοπή σου Νίκων, εὐσήμου Ἀρσινόης, τιμῶσά σου τὴν μνήμην, τὴν θείαν παναοίδιμε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τρόπους ποιμαντικούς, ἐν Κύπρῳ ἀποστόλων, μιμούμενος ἐπώφθης, ἱεραρχῶν φαιδρότης, καὶ κέρας Νίκων ἔνθεε.

 

Δόξα. Τριαδικόν.

Νίκας κατὰ παθῶν, τοῖς δούλοις Σου παράσχου, Τριὰς ὑπεραγία, τοῖς ἄγουσι τὴν μνήμην, τοῦ ἱεράρχου Νίκωνος.

 

Καὶ νῦν. Θεοτοκίον.

ύθμιζε τὴν ζωήν, τῶν σὲ μακαριζόντων, Κυρία Θεοτόκε, καὶ τὸν σεπτὸν Υἱόν σου, δοξολογούντων πάντοτε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

ρκαδίου ὁσίου σεπτὸν προκάτοχον, ἐν θρόνῳ τῆς Ἀρσινόης μέλψωμεν νῦν εὐλαβῶς, ἱεράρχην θεοφόρον ὄντως Νίκωνα, ὡς ἀρετῆς ὑπογραμμόν, καὶ σοφίας θεϊκῆς κανόνα πιστῶς βοῶντες· Νίκας ἡμῖν κατ' ἐχθίστου, ἐν καθ' ἡμέραν μάχαις δώρησαι.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

ς φωστῆρα τρισμέγιστον, καὶ ἀστέρα πολύφωτον, ἀρεταῖς αὐγάζοντα τὴν ὑφήλιον, πανευλαβῶς εὐφημήσωμεν, θειότατον Νίκωνα,  Ἀρσινόης τῆς κλεινῆς, ἱεράρχην φωτόλαμπρον, καὶ πυρσεύσαντα, τὴν αὐτοῦ λογικὴν ἀγέλην πάντες, ἀστραπαῖς αὐτοῦ πυρφόροις, ἀμέμπτου βίου καὶ σώφρονος.

 

Τὸ περίδοξον σέμνωμα, νήσου Κύπρου τιμήσωμεν, νουθεσίαις θείαις εὐχαῖς καὶ δάκρυσι, τὸν ἐξανθήσαντα λείρια, ψυχῶν ἁγιότητος, δυσσωδίαν τῶν παθῶν, τῶν αὐτῶν ἀπελάσαντα, καὶ πληρώσαντα, τὰς καρδίας ἀμνῶν αὐτοῦ ἀῤῥήτῳ, εὐωδίᾳ Βασιλείας, τῶν οὐρανῶν ὕμνοις πρέπουσι.

 

Πᾶσαν ἄνεσιν πρόσκαιρον, καὶ τρυφὴν διαῤῥέουσαν, διὰ σωτηρίαν ψυχῶν μισήσαντα, ἱεροφάντορα Νίκωνα, καὶ πόθῳ ζηλώσαντα, τὰ Κυρίῳ ἀρεστά, καὶ ποιμνίῳ ὠφέλιμα, εὐφημήσωμεν, μελῳδίαις καὶ ᾄσμασιν ἡδίστοις, εὐλαβῶς ἐπιτελοῦντες, αὐτοῦ τὴν μνήμην τὴν πάνσεπτον.

 

Νίκης θείας φερώνυμος, ἀληθῶς ἀναδέδειξαι, ἐν ταῖς μάχαις Νίκων βροτῶν πρὸς θέωσιν· μισήσας γὰρ πᾶσαν ἄνεσιν, καὶ πλοῦτον ἐδίδαξας, παραδείγματι τῷ σῷ, Ἀρσινόης τὴν ἔλλογον, μάκαρ ποίμνην σου, ἀπλανῶς ἣν κατηύθυνας πρὸς πόλου, τὰ σκηνώματα ἀγγέλων, ἀεὶ χοροῖς συναγάλλεσθαι.

 

εράρχην θεόπνευστον, Ἀρκαδίου ὁμόζηλον, ἐν τῇ Ἀρσινόῃ τὸν προηγούμενον, αὐτοῦ τιμήσωμεν Νίκωνα, τῆς χάριτος σκήνωμα, πόνοις ἐν ποιμαντικοῖς, καὶ εὐκλείας ἰσότιμον, πάντες χαίροντες, μελιῤῥύτοις ψαλμοῖς καὶ ὑμνωδίαις, πρεσβευτὴν ἡμῶν πρὸς Κτίστην, ὡς τὸν εὐΐλατον ἔνθερμον.

 

ρετὴν ἐργασάμενος, ἐπιμόνως μακάριε, καὶ σταυρὸν ἀράμενος ἐπωμάδιον, Χριστὸν ἐκήρυξας Κύριον, ᾯ καὶ εὐηρέστησας, ἀγωγῇ ποιμαντικῇ, ἀκτησίᾳ καὶ δάκρυσι, Νίκων ἔνθεε, ὁ πιάνας ἱδρῶσί σου ἀπαύστοις, Ἀρσινόην τὴν τιμῶσαν, νῦν τὴν πανσέβαστον μνήμην σου.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον τὸν τῇ παντευχίᾳ τοῦ Πνεύματος θωρακισθέντα καὶ ὑπὲρ σωτηρίας ψυχῶν ἀγωνισθέντα,  Νίκωνα τὸν ἱεράρχην Ἀρσινόης πανιερώτατον, ἐγκωμίων τοῖς ἄνθεσι καταστέψωμεν· οὗτος γὰρ λαμπρὸν ἐγείρας τρόπαιον κατὰ τοῦ δεινοῦ τῶν βροτῶν πολεμήτορος, νίκης στέφος ἀμάραντον ἐκομίσατο, παρὰ τοῦ σοφοῦ ἀγωνοθέτου Κυρίου· ὅθεν σὺν Αὐτῷ ἀπαύστως ἀγαλλιώμενος ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν τιμώντων αὐτοῦ μνήμην τὴν ἀεισέβαστον.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὰ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ;Ἤ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆςγλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καῖ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.

Εὐφραίνου Ἀρσινόη καὶ ἀγάλλου ἐν Κυρίῳ, ὅτι σὴν ἐπισκοπὴν ἡγίασεν ἀτρύτοις ποιμαντικοῖς πόνοις Νίκων, ὁ ἐν ἱεράρχαις ἄριστος·  αὐτὸν οὖν εὐφημοῦντες πιστῶς κραυγάζομεν· Χαῖρε, Κυπρίων τερπνὸν κύμινον, καὶ ἄνθος Ἐκκλησίας ἡδύπνευστον· Χαῖρε, ἀρετῆς φίλε γνήσιε  καὶ ταπεινώσεως ἀστὴρ τηλαυγέστατε· Χαῖρε, ποδηγέτα ψυχῶν ἀπλανέστατε καὶ στῦλε εὐσεβείας ἀκράδαντε· ὡς παῤῥησίαν οὖν ἔχων πρὸς Κύριον μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Ἦχος β΄.

Τὸν αὐγαῖς ποιμαντικῆς ἐπιστήμης λάμψαντα ἐν Ἀρσινόῃ καὶ Θεῷ εὐαρεστήσαντα ἀσκητικοῖς καμάτοις, Νίκωνα ἐπαξίως ἐγκωμιάσωμεν λέγοντες· Ἀριστεῦ ἀσκητικῶν καὶ ποιμαντικῶν παλαισμάτων καὶ καθαιρέτα τῆς ὀφρύος τοῦ μισοκάλου δαίμονος, ὁ νίκης στέφος δεξάμενος παρὰ Κυρίου, παράσχου καὶ ἡμῖν λιταῖς σου ὑγίειαν καὶ τὸ μέγα ἔλεος.

 

 

Ἦχος γ΄.

νδεδυμένος τὴν στολὴν τῆς χάριτος τοῦ πανσθενοῦς Παρακλήτου  ἀνῆλθες λαμπροχίτων πρὸς σκηνὰς ἀϊδίου λαμπρότητος, Νίκων πνευματοφόρων πατέρων περίβλεπτον σέμνωμα· αὐτῶν καὶ ἡμᾶς σὺν Ἀρίστωνι καὶ Ἀρκαδίῳ, Ἀρσινόης ἁγίων ἐπισκόπων, ἀξίωσον, τοὺς ἀνυμνοῦντας τὴν ἀκραιφνῆ πολιτείαν σου, καὶ ἐκτελοῦντας ἐν πίστει τὴν πανέορτον μνήμην σου.

 

Δόξα. Ἦχος δ΄.

λαμψε σήμερον ἐν Ἀρσινόῃ Κύπρου ὡς ἀστὴρ παμφαέστατος Νίκων, ὁ μακάριος αὐτῆς ἱεράρχης, φωτίζων τὰς διανοίας τῶν εὐσεβούντων, καὶ ἀπελαύνων δυσσεβούντων τὴν κακότητα· φωτισθέντες οὖν καὶ ἡμεῖς αὐτοῦ ἀρετῆς ταῖς ἀκτῖσι καὶ ποιμαντικῶν ἔργων πυρσεύμασιν, ἐκδιώξωμεν τὸ σκότος τῆς ἀγνωσίας καὶ ῥαθυμίας καὶ δοξάσωμεν Κύριον, τὸν αὐτὸν ἐν βίῳ ἰσχύσαντα, ἀπλανῶς τὴν λογικὴν αὐτοῦ ἀγέλην ποδηγετῆσαι καὶ τρῶσαι τὸν πολυμήχανον δαίμονα.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, τῆς Ἀρσινόης ποιμήν, ψυχῆς ἐφέσει ὁ τηρήσας προστάγματα, τοῦ θείου Εὐαγγελίου, πρὸς κτῆσιν πρὸς ἀρετῆς, καὶ ἡδέα κόσμου ἀρνησάμενος· θεόσοφε ὅσιε, Νίκων πρόβολε πίστεως, ἱεροφάντορ, θεοφώτιστε ἔνοικε, καὶ διάκοσμε, πολιτείας τῆς κρείττονος, πάντοτε καθικέτευε, Χριστὸν δοῦναι ἅπασι, τοῖς εὐλαβῶς σὲ τιμῶσι,  ποιμένα ὡς πνευματέμφορον, χαρὰν ἄμφω ῥῶσιν, καὶ ἰσχὺν καταπατῆσαι, ἐχθροῦ τὸ φρύαγμα.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ἀρχιερεῦ θεαυγές, ἐνδόξου νίκης ἀληθῶς ὁ φερώνυμος, ὁ πάσας καταπατήσας, τὰς ἀπολαύσεις σαρκός, καὶ μισήσας κόσμου ματαιότητα, σεπτὲ Νίκων ὅσιε, ἰσουράνιε ἄνθρωπε, ὁ κατ' ἀξίαν, κομισάμενος ἔπαθλον, ἀφθαρτότητος, ἐν χειρῶν τοῦ Παντάνακτος· ἔκτυπον ταπεινώσεως, καὶ πρόβολε νήψεως, σὺν Ἀρκαδίῳ τῷ θείῳ, καὶ θεοφόρῳ Ἀρίστωνι, δυάδι ποιμένων, Ἀρσινόης ἐπευλόγει, τοὺς εὐφημοῦντάς σε.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ νουθεσίαις σοφαῖς, ταῖς σαῖς λαὸν τῆς Ἀρσινόης χριστώνυμον, ἰθύνας πρὸς σωτηρίαν, καὶ οὐρανίους σκηνάς, Νίκων θεοφόρε σκεῦος χάριτος· πιστῶν οὖν συστήματα, μετ' αἰῶνας γεραίροντες, σὰς ἀριστείας, καὶ μορφὴν ἀσπαζόμενοι, τὴν ἁγίαν σου, ἱεράρχα θεσπέσιε, Κύπρου ποιμένων ἔκτυπον, θερμῶς δυσωποῦμέν σε· Μὴ διαλείπῃς πρεβεύων τὸν ἐλεήμονα Κύριον, ἡμῖν καταπέμψαι,  οἰκτιρμῶν Αὐτοῦ τὸν πλοῦτον, καὶ θεῖον ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν δι' ἀγάπην Χριστοῦ εἰς οὐδὲν λογισάμενον ποιμαντικὸν κόπον καὶ τὰ τοῦ κόσμου ἡδέα, ἰσαγγέλως ἐν Ἀρσινόῃ πολιτευσάμενον,  Νίκωνα τὸν πανθαύμαστον, ἐγκωμίων καταστέψωμεν ἄνθεσιν· οὗτος γὰρ θείῳ πυρποληθεὶς ζήλῳ, καὶ Χριστῷ ακολουθήσας, ὁμόζηλος τῶν Ἀποστόλων ἐχρημάτισε· καὶ νῦν ἀγγέλοις συναυλιζόμενος ἐκτενῶς δέεται τῆς ἐν Τριάδι Θεότητος ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων αὐτοῦ τὰ παλαίσματα.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

ρκαδίου ὁσίου σεπτὸν προκάτοχον, ἐν θρόνῳ τῆς Ἀρσινόης μέλψωμεν νῦν εὐλαβῶς, ἱεράρχην θεοφόρον ὄντως Νίκωνα, ὡς ἀρετῆς ὑπογραμμόν, καὶ σοφίας θεϊκῆς κανόνα πιστῶς βοῶντες· Νίκας ἡμῖν κατ' ἐχθίστου, ἐν καθ' ἡμέραν μάχαις δώρησαι.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Ποιμάνας θεαυγῶς, ταπεινῶς καὶ ὁσίως, σοὺς ἄρνας λογικούς, ἐν κλεινῇ Ἀρσινόῃ, διάκοσμος νήψεως, καὶ κανὼν ὁσιότητος, Νίκων πέφηνας· διό σε πάντες τιμῶμεν, οἱ χριστώνυμοι, εἰς τοὺς αἰῶνας αἰῶνων, φαιδροῖς μελῳδήμασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

πόμβρισον ἡμῖν, Θεοτόκε Παρθένε, ἐλέους σοῦ Υἱοῦ, τοῦ ἀπείρου ῥανίδας, ὡς κρήνη ἀέναος, καὶ πηγὴ ζωοπάροχος, ἀγαθότητος, ἵνα πιστῶς σὲ ὑμνῶμεν, εὐσυμπάθητε, Θεογεννῆτορ Παρθένε, ᾠδαῖς τε καὶ ἄσμασι.

 

Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τῆς νίκης ἐπώνυμε ἀρχιερεῦ θεαυγές, ἐχθρὸν ἐθριάμβευσας σαῖς νυχθημέροις εὐχαῖς, νηστείαις καὶ δάκρυσιν· ὅθεν παρὰ Κυρίου, ἐπαξίως ἐδέξω, νίκης βραβεῖα Νίκων, τῆς ἐνθέου σοφίας, κρηπίδωμα καὶ βάθρον στεῤῥόν, πίστεως ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πανάχραντε Δέσποινα καταφυγὴ χοϊκῶν, καμνόντων ἀντίληψις χειμαζομένων λιμήν, καὶ ὅρμος ἀκύμαντος, πάντων τῶν ποντουμένων, τρικυμίαις ἐν βίου, δέξαι τὴν ἱκεσίαν, τοῦ ἀχρείου σου δούλου, καὶ πέμψόν μοι ὑψόθεν χαράν, σθένος καὶ δύναμιν.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν καρτερίαν σου, ἐν τοῖς παλαίσμασι, ψυχῶν πρὸς θέωσιν, ποιμὴν πανόσιε, ἀνευφημοῦντες οἱ πιστοὶ κραυγάζομεν· Μὴ ἐλλείπῃς, ἐποπτεύων ἄνωθεν, τοὺς ἀεὶ μακαρίζοντας, σὲ ὡς σκεῦος πάγχρυσον, Παρακλήτου καὶ σκήνωμα, χρηστότητος ἠθῶν θεοφόρε, Νίκων ἐπόπτα Ἀρσινόης.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνῆ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Αἱ οὐράνιαι δυνάμεις σήμερον, Νίκων ἱεράρχα πανόλβιε, σὺν ἀρχιθύταις Ἀρσινόης, Ἀρίστωνι καὶ Ἀρκαδίῳ, εὐφραίνονται ἐπὶ τῇ ἐνδόξῳ καὶ πανεόρτῳ μνήμῃ σου· σὺν αὐτοῖς καὶ Κυπρίων φιλοσίων τὰ πλήθη γάνυνται καὶ πανευλαβῶς τοὺς καμάτους σου μεγαλύνοντα, Χριστὸν δοξάζομεν, τὸν δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Νίκωνα, Ἀρσινόης ἱεράρχην, μακαρίζω. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Νικήτορα πάνσεπτον, τῆς Ἀρσινόης ἐπίσκοπον, ἐκθύμως τιμήσωμεν  τῶν χριστωνύμων χοροί, θεῖον Νίκωνα, διαγωγῇ ἀμέμπτῳ, ἀγγέλων ζηλώσαντα ὄντως πολίτευμα.

σότιμον μέλψωμεν, τῇ δόξῃ θείοις ἐν δώμασι, καὶ τρόποις ἐφάμιλλον ποιμαντικῆς ἀγωγῆς, ὁμηγύρεως, τῶν θείων ἀποστόλων, θεόπνευστον Νίκωνα, σκεῦος τῆς χάριτος.

Κανὼν ἀγαθότητος, καὶ γνώμων Νίκων εὐθύτατος, Χριστοῦ ἀγαπήσεως, νηστείας καὶ προσευχῆς, κατηγλάϊσας, τὴν ποίμνην Ἀρσινόης, τελοῦσαν ἐν ᾄσμασι, μνήμην τὴν θείαν σου.

Θεοτοκίον.

ράϊσμα ἔκπαγλον, ἁγνείας Θεογεννήτρια, καὶ σκήνωμα πάνσεπτον, ἠθῶν χρηστῶν, εὐμενῶς δέξαι δέησιν, τοῦ καταφεύγοντός σοι, καὶ πλήρου μου δίκαια, Μῆτερ αἰτήματα.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Νικήσας ἐχθρὸν τον παλαμναῖον, ἀσκήσει συντόνῳ σου σοφέ, καὶ θριαμβεύσας δόλιον, ποιμαντικοῖς καμάτοις σου, ἐδέξω νίκης κότινον, παρὰ Χριστοῦ Νίκων ὅσιε.

ῤῥεύστων καὶ πάντων τῶν ἀΰλων, τιμήσωμεν θεῖον ζηλωτήν, πνευματοφόρον Νίκωνα, ἱεραρχῶν ἀγλάϊσμα, τὸν πόθῳ ἁμιλλώμενον, τῶν ἀποστόλων τοῖς σκάμμασι.

είφωτον σέλας θεαρέστου, βιώσεως Νίκων ἐποφθείς, τὴν Ἀρσινόην ηὔγασας, βολαῖς διδασκαλίαις σου, τῆς ἀρετῆς πυρσεύμασιν, εὐχῆς νηστείας καὶ νήψεως.

Θεοτοκίον.

ανίσιν ἡμῶν δακρύων σμῆξον, τῷ μάκτρῳ ἀγάπης σου σεμνή, τῶν κλονουμένων στήριγμα, καὶ θεῖον παραμύθιον, τῶν τεθλιμμένων Δέσποινα, Μῆτερ Θεοῦ εὐσυμπάθητε.

 

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

εράρχα εὐκλεές, τῆς Ἀρσινόης ἀληθῶς, σὲ ἀνέδειξε Χριστός,  φωστῆρα Νίκων παμφαῆ, τῆς οἰκουμένης τὰ πλάτη φωταγωγοῦντα, ζόφωσιν παθῶν, ἐκδιώκοντα καὶ ἀσθενειῶν, ἀχλὺν ἐλαύνοντα· ὅθεν πιστῶν οἱ σύλλογοι ὑμνοῦντές σε, ἀξιοχρέως κραυγάζομεν· Πατέρων γέρας, ἀνάγκης πάσης τοὺς ἱκέτας σου λύτρωσαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σῶσον ἅπαντας φθορᾶς, τοὺς σὲ ὑμνοῦντας εὐλαβῶς, Μητροπάρθενε ἁγνή, φωναῖς αἰσίαις ἀληθῶς, εἰς τοὺς αἰῶνας αἰώνων Παρθενομῆτορ, ῥῦσαι συμφορῶν, βλάβης ὄφεως, νόσων ἀλγεινῶν καὶ πάσης θλίψεως,  ἐν κατανύξει ψυχῆς τοὺς ὑμνοῦντάς σε, καὶ ἀκλινῶς ἐκβοῶντάς σοι·  Ὑψίστου Μῆτερ, γλυκεῖα σκέπε, σοῦ τοὺς πρόσφυγας πάντοτε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Σὴν ὑπέρτιμον θεόφρον Νίκων μνήμην τὰ τάγματα, τῶν πιστῶν τελοῦντα, σοῦ τὰ κατορθώματα μέλπομεν, πρὸς ἀρετῆς κτῆσιν πάνσοφε, καὶ θέωσιν καὶ δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.

ερώτατε ἐπόπτα Ἀρσινόης πτερνίζοντα ,γένος τῶν ἀνθρώπων ἐτροπώσω, Νίκων μακάριε, καὶ τοῦ Σταυροῦ τῇ δυνάμει ἐθριάμβευσας, τοῦτον ὅσιε, καὶ νίκης στέφος ἀπείληφας.

Νίκων πόνοις νυχθημέροις τὴν σὴν σάρκα κατέτηξας, καὶ τὸ πνεῦμα ὅλῃ, σῆς ψυχῆς ἐφέσει ἀνέτεινας, πρὸς οὐρανὸν ἀρχιθῦτα ἱερώτατε, ὁ τὴν ποίμνην σου, διδάσκων τὴν ἁγιότητα.

Θεοτοκίον.

λοθέρμοις σου πρεσβείαις πρὸς τὸν πάνσεπτον Τόκον σου, Κεχαριτωμένη,  Θεοτόκε ἄφεσιν δώρησαι, ἡμῖν πταισμάτων ὡς εὔσπλαγχνος καὶ λύτρωσαι, γένος βρότειον, τῆς τοῦ ἐχθίστου κακότητος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

γίασας ἔνθεε, τὴν Ἀρσινόην ῥεύμασι, σῶν ἱδρώτων Νίκων καὶ δακρύων, καὶ τῷ Κυρίῳ, πολύφορον ὡς καρπόν, ἐλλόγου ποίμνης τὰς ψυχάς, ὅσιε προσήνεγκας, ἱεράρχα θειότατε.

Σὰ Νίκων παλαίσματα, ὑμνοῦμεν καὶ καμάτους σου, οὓς ἐν Ἀρσινόῃ καθυπέστης, κλίμακα σπεύδων, σὺ ἀρετῶν ἀνελθεῖν, ἀγέλῃ σὺν σοὶ τῇ λογικῇ, ἱεράρχα στήριγμα, τῶν ἀμνῶν σου ἀσάλευτον.

δεῖν κατηξίωσαι ἰδίοις, Νίκων ὄμμασι, τοῦ Χριστοῦ τῆς ὄψεως τὸ κάλλος, καὶ ἀπολαῦσαι, τῆς δόξης τῶν οὐρανῶν, ὡς κλέϊσμα τῶν ἱεραρχῶν, Ἀρσινόης ὅσιε, ἀποστόλων ἐφάμιλλε.

Θεοτοκίον.

Εὐκλείας ἐξ ὕψους σου, ἡμῖν δίδου μετάνοιαν, ψυχοτρόφον Κεχαριτωμένη, ἵνα χιτῶνα, περιβληθῶ τῆς ψυχῆς, ὑπέρλαμπρον καὶ ὁδηγηθῶ, εἰς Ἐδὲμ σκηνώματα, φωτεινὰ καὶ ὑπέρφωτα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

ανίσι, Νίκων ἱδρώτων σου, ἐπίανας ψυχὰς τοῦ ποιμνίου σου, Ἀρχιεπίσκοπε, τῆς Ἀρσινόης πρὸς ἄσταχυν, πολύχουν σωτηρίας, πάτερ σεβάσμιε.

νύσας, Νίκων τὴν δύσβατον, ὁδὸν ἐν Ἀρσινόῃ ἀγέλης σου, τῆς κατευθύνσεως, πρὸς ἀπαθείας καὶ νήψεως, λειμῶνας τοὺς ἐνδρόσους, ὄντως ἡγίασαι.

οαί, δακρύων σου ὅσιε, ἐν σῇ ποιμαντορίᾳ κατέπληξαν, Νίκων τὰ τάγματα, τῶν ἀσωμάτων βιοῦντά σε, ἀγγελικῶς ἰδόντα, θεομακάριστε.

Θεοτοκίον.

Χριστοῦ, Θεοῦ Λόγου πάμφωτε, λαμπὰς Θεογεννῆτορ πανάχραντε, ζόφον διάλυσον, ἡμῶν παθῶν προσφευγόντων σοι, καὶ μελιχροῖς ἐν ὕμνοις, μακαριζόντων σε.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν ἱεράρχην Ἀρσινόης τὸν πανεύφημον, ἀκολουθήσαντα ὁδῷ τῆς ἁγιότητος, καὶ ἰθύναντα πρὸς πόλον αὐτοῦ ἀγέλην, λογικὴν ὡς θείου πνεύματος κειμήλιον, καὶ πυξίον ἀρετῆς ἐγκωμιάσωμεν, πόθῳ ψάλλοντες· Χαίροις, Νίκων μακάριε.

Ὁ Οἶκος.

γγελος ἱεράρχα Ἀρσινόης ἐπώφθης, φωτόλαμπρος θειότατε Νίκων, ὁ φωτίσας τῇ σῇ ἀκραιφνεῖ, βιοτῇ νηστείᾳ προσευχῇ δάκρυσι καὶ νήψει τὴν ἀγέλην σου, κραυγάζοντες πιστῶς βοῶμεν·

Χαῖρε, Χριστοῦ Ἐκκλησίας εὖχος·

χαῖρε, Αὐτοῦ τῆς ἀγάπης λύχνος.

Χαῖρε, ἀποστόλων τῆς τρίβου ἑπόμενος·

χαῖρε, τῶν δαιμόνων ὀλέτης δεικνύμενος.

Χαῖρε, ἄγαλμα χρυσότευκτον συμπαθείας χοϊκῶν·

χαῖρε, σκήνωμα πολύτιμον χαρισμάτων θεϊκῶν.

Χαῖρε, ὁ διαῤῥήξας πᾶσαν σχέσιν προσύλων·

χαῖρε, ὁ καταῤῥάξας τὰς παγίδας δαιμόνων.

Χαῖρε, ποιμένων θείων ἀγλάϊσμα·

χαῖρε, πατέρων ἔμπνουν θησαύρισμα.

Χαῖρε, τὸ ἕρνος κλεινῆς Ἀρσινόης·

χαῖρε, τὸ νῖκος αὐτῆς τῆς ἀγέλης·

Χαίροις, Νίκων μακάριε.

 

 

 

Συναξάριον.

Τῇ ζ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου Νίκωνος, ἐπισκόπου Ἀρσινόης, τῆς ἐν Κύπρῳ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

φιλεύσπλαγχνος καρδία σου ἀνέψυξε τὸν ἐμπερίστατον, τῆς Ἀρσινόης λαόν, σοφῶς ὃν ἐποίμανας Νίκων καὶ ἴθυνας, πρὸς ἐκμίμησιν,  τῶν τρόπων πολιτείας σου, τῆς ἀμέμπτου ἱεράρχα.

Νίκης κότινον ἐδέξω ἀχειρότευκτον παρὰ τοῦ Κτίσαντος, ὡς ἀμοιβὴν τῶν στεῤῥῶν, ἀγώνων σου ὅσιε, πρὸς ὁλοκλήρωσιν, καὶ κατάκτησιν, τῆς ἀρετῆς πανένδοξε, Νίκων κλέος ἐπισκόπων.

Μέγα καύχημα, τῆς Ἀρσινόης πέφηνας, Νίκων θειότατε, ἱεραρχῶν καλλονή, ὁ λάμψας ὡς ἥλιος τῆς ταπεινώσεως, ἀγαπήσεως, Χριστοῦ εὐχῆς συνέσεως, καὶ δικαιοσύνης ἄκρας.

Θεοτοκίον.

Ἀγαλλόμενοι ἀεὶ σὲ μακαρίζομεν Θεογεννήτρια, τοῦ γένους τῶν χοϊκῶν, τὴν ἔνθερμον πρέσβειραν ἐκδυσωποῦντές σε· Ῥῦσαι θλίψεων,  καὶ πάσης περιστάσεως, τοὺς ἐκθύμως σὲ τιμῶντας.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Κύριος ἀνέδειξέ σε Νίκων, ἐπίσκοπον Ἀρσινόης ἧς τὸ ποίμνιον, ἴθυνας πρὸς θέωσιν, καὶ ἐν ᾗ τὴν κλίμακα, τῶν ἀρετῶν πανόσιε, ἀνῆλθες ὅλῃ σου, ἐφέσει τῆς καρδίας, κραυγάζων· Σὺ Χριστὲ ὑπάρχεις, μερόπων σωτηρία.

νθος πανευῶδες Ἐκκλησίας, καθήδυνας μυριπνόοις σου παλαίσμασι, Ἀρσινόην εὔανδρον, Νίκων τρισμακάριστε, καὶ ηὔφρανας ἀσκήσει σου λαὸν χριστώνυμον, τὸν νῦν ἀνευφημοῦντά σε πόθῳ, καὶ σὴν θείαν μνήμην, λαμπρῶς ἐπιτελοῦντα.

είθροις τῶν τιμίων σου ἱδρώτων, καὶ χεύμασιν ἀειῤῥύτοις τῶν δακρύων σου, Νίκων κατεπίανας, τὰς ψυχὰς ποιμνίου σου, ἐλλόγου ἱερώτατε πάτερ τρισόλβιε, ὁσίων ἐγκαλλώπισμα θεῖον, Πνεύματος ἁγίου, τῶν δωρεῶν ὁ πλήρης.

Θεοτοκίον.

ασαι ἡμῶν τὰς ἀλγηδόνας, Παρθένε τῶν προστρεχόντων σοι ἑκάστοτε, πάθη τὰ χαμαίζηλα, τοῦ σαρκίου πράϋνον, καὶ σκέδασον τὴν ζόφωσιν ῥαστώνης Δέσποινα, τῶν δούλων σου, ἁγνὴ Θεοτόκε, Κεχαριτωμένη, μερόπων προστασία.

 

 

 

 

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ζήλῳ ἱερῷ, σαφῶς πυρακτούμενος καὶ φίλτρῳ πάνσοφε, βεβλημένος ὅσιε, Νίκων τῷ θείῳ, πόνοις συντόνοις σου, εὐχαῖς ἀδιαλείπτοις σου καὶ νήψει σῶμά σου, μακαρίως, πνεύματι ὑπέταξας, ἀλληλούϊα κράζων γηθόμενος.

ἱεραρχῶν, περίλαμπρον σέμνωμα πανιερώτατε, Νίκων προσδεξάμενος, τὴν προσφοράν μου ὡς εὐωδέστατον, θυμίαμα κολάσεως μελλούσης ῥῦσαί με, δυσωπῶ σε, τὸν ἀχρεῖον ἄσωτον, καὶ ἀχάριστον πάτερ ἱκέτην σου.

Χαῖρε, τῶν πιστῶν, φρουρὲ ἀπροσμάχητε, Νίκων τρισόλβιε· χαῖρε θεῖε ἔφορε, τῆς Ἀρσινόης σεπτῷ Ἀρίστωνι, καὶ Ἀρκαδίῳ ἔμφρονι, συνεπισκόπων σου, ὁ ἐν πόλῳ συγχορεύων πάντοτε, καὶ ὁρῶν τοῦ Χριστοῦ τὴν λαμπρότητα.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, ἐκλύτρωσαι δούλους σου, δεινῆς κακώσεως, καὶ τὴν ἀμαυρότητα, τῆς διανοίας ἡμῶν διάλυσον, εὐχαῖς ἀδιαλείπτοις σου πρὸς Ὅνπερ ἔτεκες, ἀνηρότως, ἅπασι δωρούμενον, ῥῶσιν χάριν ἰσχύν τε καὶ δύναμιν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῆς Ἀρσινόης σέμνωμα, καὶ θεῖον ἐγκαλλώπισμα, ἱεραρχῶν λαμπηδόνα, ἐγκωμιάσωμεν ὕμνοις, ὡς εὐσεβείας σάπφειρον, καὶ μάργαρον πολύτιμον, Χριστοῦ ἀγάπης Νίκωνα, τὸν ἁμιλλώμενον πόνοις, θεοειδῶν ἀποστόλων.

Θεοτοκίον.

Θεοκυῆτορ Δέσποινα, φωτὸς ἀδύτου σκήνωμα, ἐκυοφόρησας ξένως,  τὸν Φωτοπάροχον Λόγον, Ὑψίστου τὸν φωτίσαντα, τοὺς ἐν σκιᾷ καθεύδοντας, φθορᾶς ἀλήκτου μέροπας· διόπερ νῦν γεγηθότες, σὲ μακαρίζομεν πάντες.

 

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Νίκων παναοίδιμε, περιφανὲς ἐγκαλλώπισμα, Ἀρσινόης καὶ καύχημα, ποιμένων τὴν θέωσιν, ἀκλινῶς ποθούντων, τῆς αὐτῶν ἀγέλης, ἱεροφάντορ θαυμαστέ, τῶν σῶν ἱδρώτων ῥοαῖς ἡγίασας, ψυχὰς ἐλλόγου ποίμνης σου· διὸ καὶ νίκης ἀπείληφας, στέφος ὄντως χρυσότευκτον, ἐκ χειρῶν τοῦ Παντάνακτος.

 

Νίκων πάτερ ὅσιε, στοιχειωθεὶς τοῦ Παντάνακτος, τῇ ἀγάπῃ καὶ Κτίσαντος, σοφῶς ματαιότητα, κόσμου ἀπηρνήσω, καὶ ἐν Ἀρσινόῃ, ἧς ἀρχιθύτης ἱερός, ὤφθης καὶ μύστης πνευματοφόρητος, ἠσκήσω ὡς ἀσώματος, καὶ εἰς τὴν πάμφωτον ἔπαλξιν, ἀρετῆς ἀναβέβηκας, τὴν ἐγγίζουσαν Ὕψιστον.

 

Νίκων θεοδόξαστε, τῆς προσευχῆς ἐργαστήριον, καὶ παλάτιον νήψεως, τὴν μνήμην σου σέβουσιν αἱ τῆς Ἀρσινόης, εὐσεβῶν χορεῖαι, καὶ φιλεόρτων οἱ χοροί, τῆς νήσου Κύπρου σὲ μακαρίζουσιν, ὡς τιμαλφὲς θησαύρισμα, τῆς τοῦ Χριστοῦ θείας πίστεως, ἐκζητοῦντες τὴν χάριν σου, πρὸς ἀγῶνος τελείωσιν.

 

Νίκων καταφύγιον,  τῶν εὐσεβῶν ἱερώτατον, τὴν ὑπέρτιμον μνήμην σου, τελοῦντες ἐν ᾄσμασι, μελιχροῖς βοῶμεν· Ῥύου πάσης βλάβης, καὶ συμφορῶν παντοδαπῶν, τοὺς σὲ τιμῶντας, καὶ σκέπε πάντοτε, τοὺς πόθῳ μακαρίζοντας, τὴν ἀεισέβαστον μνήμην σου, ἀρετῆς φίλε γνήσιε, Ἀρσινόης ἐπίσκοπε.

 

Δόξα. Ἦχος πλ. α΄.

Σήμερον ὡς φωστὴρ παμφαέστατος ἐπέλαμψεν ἡ μνήμη τοῦ φωτοφόρου τῆς ἀρετῆς φωστῆρος, Νίκωνος τοῦ ἐν Ἀρσινόῃ ποιμαντικαῖς ἐκλάμψαντος ἀκτῖσι· ταῖς γὰρ αὐτοῦ ἀστραπαῖς καταυγάζει, πιστῶν τὰς διανοίας προσκαλούμενος πάντας πρὸς μυστικὴν εὐωχίαν τῶν αὐτοῦ ἱερῶν ἀγώνων· ἀξιοχρέως οὖν αὐτὸν τιμῶντες ἐν ᾄσμασι, τὰς θεοπειθεῖς αὐτοῦ εὐχὰς ἐκζητήσωμεν πρὸς βίον κρείττονα.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν

                

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ἀρσινόης σεπτὲ ποιμήν, Νίκων θεοφόρε, ὁ νικήσας τὸν δυσμενῆ, πόνοις ποιμασίας, εὐχῇ καὶ ταπεινώσει, καὶ νίκης ἀϊδίου γέρα δρεψάμενος.

 


 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου