ΟΚΤΩΒΡΙΟΣ ΙΑ!!
ΑΘΑΝΑΣΙΟΣ ΤΡΑΠΕΖΟΥΝΤΟΣ ΔΑΙΜΟΝΟΚΑΤΑΛΥΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερμανοῦ μοναχοῦ Τατάρνης)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Τραπεζοῦντος τὸν γόνον, καὶ θεῖον πρόεδρον, ἱεραρχῶν τὸ γέρας, τῶν Ὁσίων τὸ κλέος, τὸ ἄσυλο θησαύρισμα τῶν πιστῶν, ἀρετῶν τὸ εἰκόνισμα, ἐπαγαλλόμενοι σήμερον τὸν σοφόν, Ἀθανάσιον ὑμνήσωμεν.
Τῆς ἡσυχίας τὸ μέλι, συνῆξας ἄριστα, ἐν τῆς ψυχῆς τῷ σίμβλῳ, ἐκ νεότητος Πάτερ, πικρίαν δὲ διώξας τὴν τῶν παθῶν, Ἀθανάσιε Ὅσιε, ταῖς τῶν θαυμάτων ῥοαῖς σου τοὺς εὐλαβῶς, προσιόντας σοι καθήδυνας.
Τίς κοινωνία ὑπάρχει, φωτὶ πρὸς σκότος ποτέ; Διὸ καὶ σὺ παμμάκαρ, τὰς δυνάμεις τοῦ σκότους, ἐν Πνεύματι ὑπάρχων φωτοειδής, κατελέγξας κατέλυσας, καὶ τὰς αὐτῶν μαγγανείας δίκην ἱστοῦ, ἀραχνείου ἐξηφάνισας.
Ὡς ἀσθενούντων τὴν ῥῶσιν, καὶ πλουτισμὸν τῶν πτωχῶν, ὡς ἱλασμὸν πταιόντων, καὶ ὁδηγὸν πλανωμένων, ὡς ἕτοιμον ἀντίληψιν τῶν πιστῶν, ὡς βοήθειαν τάχιστον, ἐπιζητοῦμέν σε πάντοτε ἱερῶς, ἱεράρχα Ἀθανάσιε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικοῖς ὡμιλήσας παλαίσμασιν, ἐν τῇ Μονῇ τοῦ Ἁγίου Φωκᾶ, τῷ Θεῷ προσωμίλησας θεσπέσιε, ἀπαθείας τῷ ἔρωτι· καὶ πρακτικῶς θεολογῶν καρδίᾳ καθαρᾷ, πρὸς θρόνον ἀνηνέχθης ἀποστολικόν, φανεὶς δογμάτων σάλπιγξ, καὶ τῶν δαιμόνων μάστιξ· ὅθεν κατὰ χρέος εὐφημοῦμέν σε, Ἀθανάσιε θειότατε· σὺ γὰρ ἀδιαλείπτως πρεσβεύεις, δωρηθῆναι τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Κρίνον ἁγιασμοῦ, ὀσμαῖς εὐωδιάζον, χαρίτων καὶ θαυμάτων, ὑπάρχεις ἱεράρχα, θεόφρον Ἀθανάσιε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Νήψεως καλλονήν, δαιμόνων καθαιρέτην, προασπιστὴν δογμάτων, σὲ γνόντες εὐφημοῦμεν, τρισμάκαρ Ἀθανάσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Θρέμμα τε καὶ ποιμήν, ὡς ὢν τῆς Τραπεζοῦντος, Θεὸν καθικετεύων, ὑπὲρ τῆς σῆς πατρίδος, μὴ παύσῃ Ἀθανάσιε.
Δόξα. Τριαδικόν.
Φῶς τὸ τρισσολαμπές, Τριὰς ἡ ἐν μονάδι, ἀΐδιε Θεότης, ἡ μία Θεαρχία, ἱλάσθητι τοῖς δούλοις Σου.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε ἀγαθή, Παρθένε Θεοτόκε, σὺν πᾶσι τοῖς Ἁγίοις, συγχώρησιν δοθῆναι, ἡμῖν καὶ μέγα ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Ταῖς τῶν δακρύων σου ῥοαῖς.
Ταῖς τῶν θαυμάτων σου ῥοαῖς, τῶν πιστῶν ἀντιλήπτωρ ἐχρημάτισας, καὶ τῶν εὐχῶν σου ταῖς νευραῖς, τὰ τῶν δαιμόνων πλήθη κατετραυμάτισας, ὁ γόνος καὶ ποιμήν, τῆς Τραπεζοῦντος ὄντως ὁ ἔνδοξος, Πάτερ ἡμῶν Ἀθανάσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τραπεζοῦντος τὸ καύχημα, καὶ τρισόλβιον γέννημα, καὶ ποιμένα ταύτης θεομακάριστον, τὸν θαυμαστὸν Ἀθανάσιον, συμφώνως αἰνέσωμεν, ἑορτάζοντες φαιδρῶς, τὴν αὐτοῦ μνήμην σήμερον, ὅτι γέγονεν, αθανάτου εὐκλείας κληρονόμος, καὶ τρυφῆς τῆς αἰωνίου, μακαριώτατος μέτοχος.
Ἐκ παιδὸς Ἀθανάσιε, τὰ τῶν παίδων κατέλιπες, μοναστῶν τὸ εὔσχημα σχῆμα Ὅσιε, ἀγγελικῶς ἐνδυσάμενος, καὶ δὴ ἐκδυσάμενος, φρόνημα τὸ σαρκικόν, σοῦ τὴν σάρκα τῷ πνεύματι, καθυπέταξας· ὅθεν σοὶ πονηρῶν πνευμάτων πλήθη, ὑπετάσσοντο τὴν φλόγα, τῆς προσευχῆς σου μὴ φέροντα.
Ἐν ἀσκήσει διέπρεψας, ἐν ἀγάπῃ ἠρίστευσας, ἐν σοφοῖς διδάγμασιν ὑπερέλαμψας, ἐν εὐποιΐαις τεθαύμασαι, ἐν θαύμασιν ἤστραψας, Ἀθανάσιε κλεινέ· ὅθεν πόθῳ γεραίρομεν, καὶ ὑμνοῦμέν σε, καὶ αἰτούμεθα ὅπως ἱκετεύῃς, τὸν Θεὸν ὑπὲρ ἁπάντων, τῶν χαρμοσύνως τιμώντων σε.
Ἦχος ὁ αὐτός. Ὁ εξ Ὑψίστου κληθείς.
Ὁ Τραπεζοῦντος βλαστὸς εὐλαβεστάτους, ἔσχες τοὺς γεννήτορας καὶ οὐρανόφρονας· ὅθεν ἀσκήσεως πτέρυξι, καὶ ἐγκρατείας, ἐξ ἁπαλῶν σου ὀνύχων Ὅσιε, ὕψος πρὸς οὐράνιον μάκαρ ἀνέδραμες, θεογνωσίας καὶ πίστεως, ἀληθεστάτης· διὸ τὸ Πνεῦμα ἐν σοὶ ἐσκήνωσε, καὶ ἐνσκηνῶσαν κατεκάλλυνε, καὶ ἀστέρα λαμπρὸν σὲ ἀνέδειξε, καταυγάζοντα κόσμο, Ἀθανάσιε τοῖς θαύμασι.
Ὁ ἱερὸς τὴν ψυχὴν καὶ τὴν καρδίαν, ὅτε κατενόησας βίου τὸ ἄστατον, τὸ τῆς ζωῆς εὐδαπάνητον, καὶ ταραχῶδες, καὶ τὴν επίγειον ματαιότητα, τότε Ἀθανάσιε δοὺς σεαυτὸν τῷ Θεῷ, ὡς ἱερεῖον σεβάσμιον, ἱερωσύνης, τῷ θείῳ χρίσματι κατηγλάϊσαι, καὶ βιοτεύσας ἱερώτατα, ἱεράν σου τὴν μνήμην πεποίηκας· ὅθεν πίστει τιμῶμεν, τὴν πανίερόν σου κοίμησιν.
Θεολογίας πυρσούμενος τῇ αἴγλῃ, Πνεύματος τῇ χάριτι καταστραπτόμενος, καὶ φωτιζόμενος λάμψεσι, τῆς εὐσεβείας, ἱεραρχίας τὸν θρόνον ἔλαβες, ἔνθεν θείοις δόγμασι καὶ παραινέσεσι, λαὸν χριστώνυμον ἴθυνας, πρὸς φαεσφόρους, Ὀρθοδοξίας λειμῶνας πάνσοφε, καὶ τοῦ Βελίαρ τὴν κακότητα, καὶ τὸ φρύαγμα ἄρδην ἐσκέδασας, μαρμαρυγαῖς τῶν θαυμάτων, θεοφόρε Ἀθανάσιε.
Δόξα. Ἦχος πλ. β΄.
Τῶν ἐντολῶν τοῦ Θεοῦ ὡς νηπιόθεν τηρητής, ζωῆς ἀγγελικῆς ἐδείχθης ἐραστής, καὶ ἀκραιφνὴς λατρευτὴς τῆς Παναγίας Τριάδος· ἔχων οὖν τὸν τρόπον φιλόθεον, τὴν δὲ γνώμην φιλάδελφον, ἐν ὑψηλαῖς θεηγορίαις, καὶ πρακτικαῖς εὐεργεσίαις, τῶν Ἀποστόλων διάδοχος γέγονας· ὅθεν τόνῳ θεϊκῷ νευρούμενος, ταῖς τοῦ θείου ζήλου σου βολαῖς, τὴν τῶν δαιμόνων λὐσσαν κατέλυσας· καὶ νῦν ἀθανασίας ἐντρυφῶν, ἱεράρχα Ἀθανάσιε, τῶν ἀθανάτων δωρεῶν καὶ ἡμᾶς ἀξίωσον, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου
μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον
αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον
ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος
ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται
θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ
βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ
δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τὴν ἀθάνατον δόξαν τοῦ Χριστοῦ, Πάτερ Ἀθανάσιε ἠγάπησας· διὸ καὶ ὁ Χριστὸς δοξάσας σε, ἀνέδησέ σε στέμμα ἀθανασίας· ἀποστολικῶς γὰρ Ὅσιε ζῆν αἱρετισάμενος, πράττων ἐδίδασκες, καὶ διδάσκων ἐτέλεις θαυμάσια· ὅθεν πολλὴν τὴν παῤῥησίαν ἔχων, ἱεράρχα θεοῤῥῆμον δυσωποῦμέν σε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ὡς κλῆμα ἱερώτατον, ἐκ τῆς τοῦ Πόντου γῆς ἐβλάστησας, καὶ τοῦ λαοῦ τῆς Τραπεζοῦντος, τὴν προεδίαν ἐπιστεύθης· ὅθεν ἐξενέγκας τῶν ἀρετῶν σου τοὺς βότρυας, τὴν κραιπάλην τῶν αἱρέσεων ἤλεγες, καὶ κατέπαυες τὴν μέθην τῶν παιῶν, διὰ τῶν σῶν διδαχῶν, καὶ τοῖς πιστοῖς τὸν οἶνον τῶν ἰάσεων ἐκίρνας, ἵνα βοῶσιν ἐν κατανύξει· Χαίροις Ἀθανάσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, φωτίσαι καὸ σῶσαι τοὺς τιμῶντάς σε.
Ἦχος γ΄.
Ὁ πλήρης χάριτος Θεοῦ, ὁ καθαρὰν τὴν καρδίαν κεκτημένος, ὁ τὸ φιλόστοργον καὶ συμπαθές, πρὸς τὸν πλησίον πλουτῶν, πάλαι ποτὲ δικαίως ἠγανάκτησας· γυνὴ γὰρ ἔγκυος κομίζουσα σίδηρον, τῇ εὐαγεῖ σου Μονῇ, οἰκτρῶς βαρυνθεῖσα, τὸ βρέφος αὐτῆς ἄωρον ἀπέῤῥιψεν, ὅπερ ἰδὼν λυπούμενος ἀνέκραξας· Μηκέτι σίδηρος γενήσεται ἐν τῇ χώρᾳ ταύτῃ· καὶ θαυμαστῶς ὁ λόγος σου εἰς ἔργον ἐγένετο. Ἀλλὰ Πάτερ Ὅσιε, ἱεροφάντορ Ἀθανάσιε, τῷ Κυρίῳ πρέσβευε, καὶ ἡμᾶς ῥυσθῆναι πάσης ἀνάγκης, καὶ δωρηθῆναι ἡμῖν τῶν πταισμάτων τὴν ἄφεσιν.
Ἦχος δ΄.
Διὰ δακρύων καὶ στεναγμῶν, διὰ κόπων καὶ μόχθων, διὰ νηστείας καὶ ἀγρυπνίας, ἐκκαθαίρων σεαυτόν, τῶν παθῶν ἀπενίψω τὰς κηλῖδας· διὸ προεστὼς τῶν μοναζόντων κατέστης, καὶ ἐν σώματι ὤν, τὴν τῶν Ἀγγέλων ἐμιμήσω πολιτείαν· τὰς δὲ προσβολὰς τοῦ ἐχθροῦ, βέλη νηπίων ἀπέδειξας· ὅθεν Ἀθανάσιε, τῷ Χριστῷ συμπαριστάμενος, γενοῦ ἡμῖν προστάτης, αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος πλ. α΄.
Σήμερον ἀγάλλονται ἐν οὐρανοῖς οἱ Ἄγγελοι, καὶ εὐφραίνονται ἐπὶ τῆς γῆς οἱ ἄνθρωποι· σήμερον τὸ ἄγρυπνον ἐν θεωρίαις ὄμμα, καὶ τὸ ἀσίγητον ἐν ψαλμῳδίαις στόμα, ὑπὸ γῆν ἐκρύβη, καὶ πρὸς Παράδεισον μετέβη· σήμερον ἀθανασίας ὁ ἐπώνυμος, τῷ ἀθανάτῳ Θεῷ συνάπτεται, τοῖς Ὁσίοις συναριθμεῖται, τοῖς ἱεράρχαις συγκαταλέγεται, τοῖς σημειοφόροις συνήδεται. Αὐτοῦ ταῖς ἱκεσίαις Κύριε, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἐλέησον ἡμᾶς.
Δόξα. Ἦχος πλ. δ΄
Τῆς ψυχῆς τὴν λαμπάδα, τῆς ἁγνείας τῷ ἐλαίῳ φαιδρύνας, καὶ τῆς καρδίας τὸν ἔλεον, τῇ ἀγάπῃ ἐπαυξήσας, ἔνδυμα γέγονας γυμνῶν, εὐπορία ἀπόρων, ἀπηλπισμένων παραμύθιον, καὶ στερέωμα των κλονουμένων. Ταῖς πρὸς Θεὸν ἀνυστάκτοις σου νεύσεσι, τὴν εὐσέβειαν ἀναλαβών, καὶ τὸν πολυμήχανον ἐχθρὸν καταβαλών, προασπιστὴς τῆς Ἐκκλησίας, καὶ θεόφθογγος διδάσκαλος κατεστάθης· ὅθεν ὡς κιθάρα μελουργήσασα, τῆς ἁγιωσύνης τὸ ᾆσμα, νῦν μετὰ δικαίων συγχορεύεις, στεφηφόρος Ἀθανάσιε, δυσωπῶν τὸν Σωτῆρα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ Σε, Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν Σου γέννησιν· Θεοτόκε πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος α΄. Χαίροις ἀσκητικῶν.
Σῶσον, τὸ κατ’ εἰκόνα τηρῶν, τὸ καθ’ ὁμοίωσιν ἐνθέως ἡλίευσας, θεόφρον ἐκ τῆς θαλάσσης, τῆς καθαρᾶς προσευχῆς, καὶ ἀκατακρίτου συνειδήσεως· διὸ τὸν πλησίον σου, ἀγαπῶν Ἀθανάσιε, καὶ ὀρθοδόξῳ, διδαχῇ ἐρειδόμενος, ἀναδέδειξαι, Ἀποστόλων ὁμότροπος· ὅθεν ἀφρόνως ἔβλυσας, ἰάσεων νάματα, καὶ τοὺς διψῶντας τοῖς ῥείθροις, τῶν σῶν θαυμάτων ἐπότισας· Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὅτε, τοῦ βασιλέως ποτέ, φωνῇ μεγάλῃ τὸ θυγατριον ἔκραξε· Τὸ πνεῦμα οὐ μὴ ἐξέλθη, τὸ πονηρὸν ἐξ ἐμοῦ, εἰ μὴ ἔλθη ὧδε Ἀθανάσιος· σὺ τότε κατέλαβες, τὴν τῶν πόλεων ἄνασσαν, καὶ δι’ εὐχῶν σου, τὸ κοράσιον ἔλυσας, Ἀθανάσιε, τῶν δεσμῶν τοῦ ἀλάστορος· ὅθεν τὸν μόξον Κύριον, ἐδόξαζον ἅπαντες, καὶ ἐξιστάμενοι σφόδρα, σοὶ ἀνεβόων μακάριε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ Τραπεζοῦντος ποιμήν· ἡ ἡλιόφεγγος λυχνία τῆς πίστεως· τὸ στόμα τοῦ Παρακλήτου· θεολογίας τὸ πῦρ· χαίροις τῶν Ὁσίων ὑποτύπωσις· τοῦ Πόντου τὸ σέμνωμα· Ἐκκλησίας τὸ κόσμημα· χαίροις Ἀγγέλων, ἡ φαιδρὰ ἀγαλλίασις, καὶ δαιμόνων τε, ἡ ὀξεῖα κατάλυσις· χαίροις Ἁγίου Πνεύματος, ναὲ παμφαέστατε· ἀγαθωσύνης τὸ ἔαρ· ἡ χελιδὼν τῆς χρηστότητος· Χριστὸν ἐκδυσώπει, Ἀθανάσι δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τοῦ ἀδύτου φωτὸς ταῖς ἀστραπαῖς, τὴν ψυχὴν ἐλλαμπόμενος, καὶ διὰ συντόνου ἀσκήσεως, τῇ ἀπαθείᾳ σεμνυνόμενος, στύλος πυρὸς ὡράθης ἱεράρχα Ἀθανάσιε· τοὺς ἐν ζόφῳ θλίψεων προσανέχοντάς σοι, καταυγάζων φέγγει τῶν ἰαμάτων· τοὺς ἐν σκότει τῆς πλάνης, τηλαυγέσι διελέγχων κηρύγμασι· τοὺς ἐν κρυμῷ τῆς ἀπιστίας, θάλπων τῇ ζέσει τῆς πίστεως· καὶ τοὺς ἐρεβώδεις δαίμονας, κατακαίων ταῖς αὐγαῖς τοῦ Πνεύματος· ὅθεν χρυσοῤῥείθρων λαμπηδόνων πληρούμενος, ὡς παρεστὼς τῇ Ἀγίᾳ Τριάδι, ἐπίφανον ἐφ’ ἡμᾶς, τὸν φωτισμὸν τοῦ ἐλέους, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Ταῖς τῶν δακρύων σου ῥοαῖς.
Ταῖς τῶν θαυμάτων σου ῥοαῖς, τῶν πιστῶν ἀντιλήπτωρ ἐχρημάτισας, καὶ τῶν εὐχῶν σου ταῖς νευραῖς, τὰ τῶν δαιμόνων πλήθη κατετραυμάτισας, ὁ γόνος καὶ ποιμήν, τῆς Τραπεζοῦντος ὄντως ὁ ἔνδοξος, Πάτερ ἡμῶν Ἀθανάσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὁσίων καλλονή, μοναζόντων ἀκρότης, κανὼν ἱεραρχῶν, ἀσκητῶν ὡραιότης, τοῦ Πόντου τὸ σέμνωμα, Τραπεζοῦντος κραταίωμα, ὄντως πέφηνας· ὅθεν τὴν σήμερον πάντες, Ἀθανάσιε, τὴν σὴν ὁλόφωτον μνήμην, ἐνδόξως γεραίρομεν.
Δόξα.
Οὐκ ἔδει τὴν σεπτήν, καὶ λαμπρὰν ἑορτήν σου, καλύψαι σιγηλῶς, ὁ λήθης πρόξενος τάφος· διὸ τὴν χαρμόσυνον, καὶ φαιδράν σου πανήγυριν, θείως ἄγομεν, καὶ γηθοσύνως κροτοῦμεν, Ἀθανάσιε, ταῖς πρὸς ἡμᾶς δωρεαῖς σου, τερπνῶς εὐωχούμενοι.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν βάτον Μωϋσῆς, ὡς ἑώρα πυρφόρον, σαφῶς τὴν Σὴν νηδύν, θαυμαστῶς θεοφόρον, ἐκήρυττε προφήτης ὤν, ὅτι πῦρ τῆς θεότητος, ὅλον ἤνεγκε, μὴ τὸ παράπαν φλεχθεῖσα, καὶ ἐξήνεγκε, τὴν σωτηρίαν τῷ κόσμῳ, Παρθένε πανύμνητε.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἑδραιώσας τὸν οἶκόν σου τῆς ψυχῆς, ἐπὶ πέτραν τῆς πίστεως εἰς Χριστόν, καρδίαν Πάτερ ἔκτισας, καθαρὰν ἐν τοῖς ἐγκάτοις σου, καὶ ἀνήγειρας, πύργον ὑψοποιοῦ ταπεινώσεως, τοῖς ἀμέτροις πλίνθοις τῶν τιμίων ἱδρώτων σου· ὅθεν τῇ μοχλεύσει, τῶν σοφῶν διδαχῶν σου, ὑψώματα ἠδάφισας, ἀθεΐας καὶ πλάνης τε, καὶ ναοὺς ἀπετέλεσας, ζῶντας τοὺς βροτοὺς τοῦ βοᾶν· Ἱεράρχα χαίροις Ἀθανάσιε, Τραπεζοῦντος τὸ κλέος, καὶ τοῦ Πόντου τὸ καύχημα.
Δόξα.
Τοῖς πιστοῖς ἀνεδείχθης αὔρα λεπτή, ὅτι δόγματα ἔπνεες ἀληθῆ, καὶ ῥήμασι ἐδρόσιζες, καὶ σεμναῖς παραινέσεσι, τὸν λαόν σου μάκαρ καὶ αὖθις ἀνέψυχες, πάντα Ὅσιε Πάτερ τοῖς πολλοῖς θαυμασίοις σου· ὅμως τοὐναντίον, τῶν δαιμόνων τὰ στίφη, ὡς βίαιος ἄνεμος, σφοδροτάτως ἀπήλαυνες, καὶ ἀτέγκτως ἐμάστιζες· πρέσβευε διὸ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήαασθαι, τοῖς ἑορτάζουσι πόθῳ, Ἀθανάσιε τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπὶ κλίνης ἀνάκειμαι ἐκ παιδός, τῶν ἀπείρων μου Κόρη ἁμαρτιῶν, καὶ ζαλῃ συγχύσεως, συνειδότος σκοτούμενος, ἀκρασίαις πυρέσσω Παρθένε ὁ ἄθλιος, καὶ ῥιγῶ καὶ τρέμω ὁ τάλας ἐν πάθεσιν· ὅθεν Θεοτόκε, πρεσβειῶν τῇ ἁφῇ σου, ἐλθὲ ἱκετεύω Σε, καὶ τὴν πύρωσιν σβέσον μου, καὶ τὴν φλόγα κατεύνασον· σῶσόν με βοῶ Σοι ἁγνή, ὅτι μόνη τέτοκας τὸν Κύριον, τὸν ἰατρὸν καὶ Σωτῆρα, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεὸν ὡς ἠγάπησας καὶ τὸν πλησίον θερμῶς, δυσὶ ταύταις πτέρυξι, θεωριῶν ὑψηλῶν, τὰ ὄρη κατέβαλες· ὅθεν ὑψιπετήσας, ἐν ἁγνότητι βίου, ἔπηξας ἐν ὑψίστοις, τὴν σεπτὴν καλιάν σου αἰτούμενος δοθῆναι ἡμῖν, Ἀθανάσιε ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ψυχῆς μου τὴν ἄρουραν ὁ ζιζανίων σπορεύς, κακίαις ἐμόλυνε, καὶ ἁμαρτίαις πολλαῖς· διὸ Μητροπάρθενε, ἔκτιλλον ἀσεβείας, λογισμοὺς ἀκανθώδεις, φύτευσον δὲ ἐννοίας, ἀγαθὰς καὶ εὐώδεις, καὶ δός μοι ὥσπερ ἄνθη ἀεί, τοὺς ὕμνους προσφέρειν Σοι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον (κατὰ Ἰωάννην Γ, 1-9): Εἶπεν ὁ Κύριος· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν... (Ζήτει τῇ ΙΓ΄ Νοεμβρίου.)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, τῇ μνήμῃ τοῦ μυστιπόλου Ἱεράρχου, σκιρτήσωμεν εὐφραινόμενοι, καὶ αὐτῷ κραυγάσωμεν· χαίροις, ὁ τοῦ σκότους τὰς ἀρχὰς θριαμβεύσας· χαίροις, ὁ τῷ Χριστῷ ὁλοψύχως δουλεύσας· σὲ γὰρ μεγαλύνομεν, Ἀθανάσιε θεόπνευστε, τὸν πρεσβεύοντα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχὶς μετὰ τῶν Εἱρμῶν: Κύριος Σὲ κατάρας, Θεομῆτορ ἀγαθη, ἔδειξε παῦσιν.
ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὁ Εἱρμός.
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Ὕψωσόν με Κόρη, πρὸς νήψεως ὕψος καὶ ἀνυμνήσω σε, τὴν ἀνυψώσασαν, τὸ ταπεινὸν ἡμῶν γένος· ἀπὸ θρόνου φυσιώσεως, τὸν δυνάστην τύραννον, καθεῖλες γὰρ τῷ τόκῳ Σου.
Ῥήμασι τοῦ πλάνου, Ἀδάμ τε καὶ Εὔα μακαριότητος, ἀπεγυμνώθησαν, ἀλλὰ κατάρας τὴν παῦσιν, ἔγνωσάν σε παναμώμητε, ὅτε ἐνεδύσατο, ἐκ Σοῦ Θεὸς τὸ βρότειον.
Ἴαμα τὴν θείαν, οὐσίαν Παρθένε τὴν ὑπερούσιον, ὁ Πλαστουργὸς τιθείς, τῇ ἀῤῥωστούσῃ γεώδῃ, ὑγιώσας καθηγίασε, φύσιν τὴν μερόπειον, ἁγνὴ ἐν τῇ νηδύϊ Σου.
Ὅλος ἐδουλώθην, ταῖς φαύλαις πανάχραντε συνηθείαις μου, ὅμως προφθάσασα, ῥῆξον σειρὰς καὶ δεσμά τε, τῆς κακίστης προαιρέσεως, καὶ ψεκτῆς ἐφέσεως, ἵνα σωθεὶς γεραίρω Σε.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀθανάσιος θανών, κατατρυφᾷ ἀθανασίας.
ᾨδὴ α’. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Ἄνω τῆς ψυχῆς μου, τὸ ὄμμα ὁ ἄθλιος ἔχειν ἔπρεπε, ὅπως τὴν μνήμην σου, τὴν φεραυγῆ ἀναμέλψω· ὅθεν Πάτερ Ἀθανάσιε, σύγγνωθί μοι δέομαι, καὶ δέξαι μου τὴν τόλμησιν.
Θείως εὐφημεῖν σε, τὸν πέλοντα θέσει τανῦν θειότατον, ὄντως θεάρεστον, καὶ θεοτίμητον πέλει· ἀλλ’ ἀξίως πῶς αἰνέσει τις, σὲ τὸν θεοπρόβλητον, Πάτερ καὶ θεοδόξαστον;
Ἄτρωτον ἐτήρεις, Σταυρῷ τειχιζόμενος τὴν καρδίαν σου, ἐκ τῶν τοῦ δράκοντος, πονηροτάτων δηγμάτων· ἐπιπνοίᾳ γὰρ τῇ ἄνωθεν, ἐκ σπαργάνων Ὅσιε, Θεὸν σφοδρῶς ἠγάπησας.
Θεοτοκίον.
Νέκρωσιν ὑπέστη, βροτοὺς ὁ νεκρώσας στυγνὸς ἀντίδικος, Θεογεννήτρια, τῷ ἀθανάτῳ Υἱῷ Σου· διὸ νῦν ζωοποιοῦσά με, νεκρωθέντα πταίσμασι, μὴ παύσῃ ταῖς πρεσβείαις Σου.
Ὁ β’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἀθανασίου Τραπεζοῦντος, εὐφημῶ κῦδος.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ἀνευφημῆσαί σου ποθῶν τὴν κοίμησιν, καθικετεύω σε· μύρου ἀθανάτου, ὄμβρισον σταγόνα μοι, τὴν θείαν σου πανήγυριν, ὅπως ῥάνω ὁ τάλας, μελῳδιῶν Ἀθανάσιε, τοῖς πανερασμίοις ἀρώμασι.
Θεογνωσίᾳ μάκαρ ἐγκοσμούμενος, καὶ καλλυνόμενος, καὶ ἀπροσπαθείας, φέγγει φαιδρυνόμενος, λαμπάδιον συνέσεως, ἐγνωρίσθης σχολάζων, ταῖς πρακτικαῖς Ἀθανάσιε, καὶ θεουργικαῖς ἀναβάσεσιν.
Ἀθανασίας μελετῶν τὰ ῥήματα, ἀπὸ νεότητος, νέκταρ ἀθανάτου, χάριτος ἐτρύγησας· διὸ καὶ βίβλος ἔμψυχος, καὶ θεόγραφος ὤφθης, τηρῶν Γραφῶν τὰ διδάγματα, καὶ τὰς ἐντολὰς Ἀθανάσιε.
Θεοτοκίον.
Νόμοι τῆς φύσεως ἐν Σοὶ πανάχραντε, Παρθένε ἤργησαν, ὅτι ἀνωδίνως, καὶ ἀσπόρως τέτοκας, Χριστὸν ἐν δύο φύσεσιν, ἀνθρωπίνῳ καὶ θείᾳ, κατ’ ἄμφω τέλειον πέλοντα, ἴσον τῷ Πατρὶ καὶ τῷ Πνεύματι.
ᾨδὴ γ΄. Τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὔκ ἐστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζουσα.
Σὲ τὴν ἀδιαφθόρως, κυήσασαν ᾅδου τὸν καθαιρέτην, ᾠδαῖς χαριστηρίοις, ἐγκωμιάζειν αἱρούμεθα, τὴν ἀκηδίαν φθείροντες, θεομακάριστε, ἀσιγήτως ἐν ψάλλειν σοι.
Ἔλεος δωρηθῆναι, ἱκέτευε ἄχραντε τὸν Υἱόν Σου· κᾂν μίαν γὰρ ἡμέραν, ἐπὶ τῆς γῆς διατρίψωμεν, πάντως ἁμαρτησόμεθα· τῶν ὑμνολόγων σου, ὅθεν φεῖσαι παναμώμητε.
Κόσμου τὴν σωτηρίαν, κηρύττω Σε ἄσπιλε Παναγία, Θεὸν μετὰ σαρκὸς γάρ, ἐπὶ τῆς γῆς ἐφανέρωσας, εἰδωλικῆς ῥυόμενον, μανίας ἅπαντας, τοὺς ὑμνοῦντάς Σου τὰ θαύματα.
Ἄνωθεν καταβάντα, ἐξώπτησας Κόρη τὸν θεῖον Ἄρτον, ἐν Σοὶ πρὸς εὐωχίαν, πνευματικὴν καὶ σωτήριον, ἵνα οἱ γεγευμένοι Σου, τῶν ἀντιλήψεων, ἀκορέστως εὐλογῶμέν Σε.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Ἄρδων τῆς διανοίας, τὴν αὔλακα θείαις φιλοσοφίαις, Θεοῦ Πατρὸς Σοφίαν, τὴν ἐνυπόστατον ἔσχηκας, Πάτερ θαυμασιώτατε, σοὶ ἐπομβρίζουσαν, ἁγιότητος τὰ χεύματα.
Σχῆμα τὸ τῶν Ἀγγέλων, ἰσάγγελον ἔχων ἀεὶ τὸν βίον, ἀνείληφας παμμάκαρ, Χριστοῦ φλεγόμενος ἔρωτι, ἔνθεν καὶ τῆς ἀσκήσεως, στεῤῥῷ φρονήματι, τὰς σκληρὰς ὁδοὺς ἐφύλαξας.
Ἴξευσας ὡς στρουθίον, σμικρότατον πάντιμε τὸν Βελίαρ, παγὶς αὐτῷ γὰρ ἦσαν, αἱ σαὶ εὐχαὶς ὅθεν γέγονεν, ὁ θηρευτής σου θήραμα, ὡς μὴ δυνάμενος, σὲ κακῶσαι Ἀθανάσιε.
Θεοτοκίον.
Ὄφεως τοὺς ὀδόντας, συνέτριψε πάναγνε ὁ Υἱός Σου· διὸ αὐτοῦ μὴ βρῶμα, Μῆτερ ἐἀσῃς γενέσθαι με, τὸν ταπεινῶς προσφεύγοντα, τῇ ἀντιλήψει Σου, καὶ ἀφάτῳ συμπαθείᾳ Σου.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀνατολῇ τῶν ἀρετῶν, ἡ νὺξ τῶν παθῶν παρῆλθε, φῶς Χριστοῦ διὸ ἐν σοὶ ἀναλάμψαν, Ἀθανάσιε ἀχλύν, δαιμόνων διεσκέδασε, καὶ ταῖς θαυματουργίαις, τὴν οἰκουμένην ἐφώτισε.
Σὺ ὥσπερ ἄνθραξ μυστικὀς, καιόμενος θείῳ ζήλῳ, τοῦ ἀλάστορος κατέκαυσας Πάτερ, τὰς δεινὰς ἐπαγωγάς, καὶ φλόγα τὴν τῆς πίστεως, ἀνῆψας διαπύρως, τοῖς εὐλαβῶς προσιοῦσί σοι.
Ἱερωσύνης τὴν στολήν, θεόφρον ἐνδεδυμένος, ἐξεδύσω πονηρίας χιτῶνα, καὶ γυμνὸν τὸν πονηρόν, κακίας ἐναπέδειξας, πιστοὺς ἀμφιεννύων, τοῦ σωτηρίου ἱμάτιον.
Θεοτοκίον.
Ὅνπερ οὐδεὶς τῶν γηγενῶν, ἰσχύει καταλαβέσθαι, τὸν ἀΐδιον καὶ ἄτρεπτον Λόγον, ἐν τῇ μήτρᾳ Σου ἁγνή, ἐχώρησας βουλόμενον, δωρήσασθαι ἀφθόνως, τὸ μέγα ἔλεος ἅπασι.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Εὐσεβείᾳ ἐκτραφείς, καὶ εὐλαβείᾳ αὐξηθείς, καθαρότητα νοός, Πάτερ ἐκτήσω καὶ ψυχῆς, τῷ τῆς ἀσκήσεως ἄκμονι σαυτὸν χαλκεύων· διὸ χαριτωθείς, ταῖς οὐρανίαις δωρεαῖς, θαυμάτων ὀχετούς, ὡς κρήνη ἔβλυζες, τὴν Τραπεζοῦντα κάλλιστα ποιμαίνων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· ὅθεν ὑψόθεν, νῦν ἐπευλόγει, Ἀθανάσιε τοὺς ὑμνοῦντάς σε.
Δόξα.
Δουλικῶς ὁ βασιλεύς, παρακαλέσας σε ποτέ, τὸ θυγάτριον αὐτοῦ, ὅπως ταχέως ἰαθῇ, εἰς τὴν τῶν πόλεων ἄνασσαν παραγέγονας, καὶ στὰς θεοπρεπῶς, ηὔξω Χριστῷ τῷ Θεῷ, καὶ τότε ἐμφανῶς, ὡς κύνα μέλανα, τὸν μοχθηρὸν ἐξέβαλες Βελίαρ, ἐκ τῆς παιδὸς Ἀθανάσιε· διὸ ἐκ τούτου, τῆς ἐπηρείας, καὶ ἡμᾶς διαφύλαττε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐννοήσωμεν πιστοί, τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ, τῆς Τριάδος γὰρ ὁ Εἷς, ἄνθρωπος ὤφθη δι’ ἡμᾶς, κατὰ πάντα ὅμοιος ἡμῖν ἄνευ ἁμαρτίας, τοῦ σῶσαι ἐκ φθορᾶς, οὕσπερ ἠγάπησε, καὶ πάλιν ἐμβαλεῖν, εἰς τὸν Παράδεισον, τῇ παναχράντῳ Κόρῃ καὶ ἀσπίλῳ, ὀργάνῳ θείῳ χρησάμενος· διὸ τὸν Κτίστην, δοξολογοῦντες, τὴν Παρθένον μεγαλύνωμεν.
ᾨδὴ δ΄. Ὁ Κανὼν τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς Παντοδύναμος.
Ἀναμαρτήτως ἐβιότευσε, μόνος βίον ἐν γῇ, Σοῦ Ἀγαθὴ ὁ Τόκος· ὅθεν ἡμῖν βοήθησον, τοῖς ἁμαρτωλοῖς, μὴ λυπεῖν ἐν τοῖς ἔργοις ἡμῶν τὸν Κύριον.
Ῥερυπωμένην τὴν καρδίαν μου, μετανοίᾳ θερμῇ, κάθαρον Θεοτόκε, τοῖς τῶν δακρύων λούμασι, ταύτην δὲ σεμνή, διατήρει ἀκίβδηλον καὶ ἀμόλυντον.
Ἀποτεκοῦσα θεονύμφευτε, Ἰησοῦν τὸν Χριστόν, σύνδρομον τῇ θελήσει, ἔχεις ἁγνὴ τὸ δύνασθαι· ὅθεν πειρασμῶν, καὶ κινδύνων ἐκλύτρωσαι τὰς ψυχὰς ἡμῶν.
Σὸν τοῦ ἡλίου φαεινότερον, παρθενίας τὸ φῶς, ἔλαμψε τοῖς ἐν σκότει, ἀνομιῶν πανάχραντε, ἔρεβος παθῶν, ἀπελαῦνον ἀκτῖσι τῆς Σῆς σεμνότητος.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Σκιὰν ζοφώδους ματαιότητος, τηλαυγῇ προσευχῇ, παρέδραμες θεόφρον· διὸ καὶ ἐλλαμπόμενος, Πνεύματος φωτί, τῆς Τριάδος τὰ ἄῤῥητα ἐμεμύησο.
Θελχθεὶς αὐγαῖς τῆς ταπεινώσεως, καὶ αὐτὰς στολισθείς, εἰσέδυς εἰς τὸν γνόφον, τῆς θείας ὡραιότητος, ἔνθεν τὰς λαμπράς, θεωρίας ἀπέματτες Ἀθανάσιε.
Αὐχμοῦ παθῶν ἀλλοτριούμενος, ἀρετῶν πίων γῆ, ἐδείχθης ἐκβλαστάνων, ἀτρύτοις κόποις Ὅσιε, στάχυας τερπνούς, γλυκασμοὺς ἀθανάτους εὐωδιάζοντας.
Θεοτοκίον.
Νομῆς Παρθένε ὑστερούμενος, ἀγαθῶν λογισμῶν, καὶ ψυχοσωτηρίων, διὰ τῆς μετανοίας με, θρέψον λιπαρῶς, ἵνα μὴ πονηρίας λιμῷ ἀπόλωμαι.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου. Σύ μου ἰσχύς.
Ὑποταγείς, ὁλοτελῶς τῷ Κυρίῳ Σου, συναφείας, γεηρῶν ἐξένωσαι, ἱερωθεὶς δὲ τῷ σῷ Θεῷ, αὐτῷ συνεκράθης, τῶν φθειρομένων τὰ ἄφθαρτα, προκρίνων ὁσιόφρον· ὅθεν ὥσπερ μαγνήτης, φιλοθέους χορείας προσείλκυες.
Τιμητικῶς, διδάξας Πάτερ ἀσπάζεσθαι, τὰς εἰκόνας, πίστιν τὴν ὀρθόδοξον, τρανῶς ἐκήρυξας τοῖς λαοῖς, δόγμασιν ἐμφαίνων, καὶ θαύμασι τὴν ἀλήθειαν· ὡς νέος Μωϋσῆς γάρ, διδαχῶν σου τῇ ῥάβδῳ, τὰς θαλάσσας τῆς πλάνης ἐῤῥήγνυες.
Ῥώμῃ ψυχῆς, καὶ τῇ σφενδόνῃ τῶν λόγων σου, εὐμεθόδως, λύκους ἀπεδίωξας, προβατοσχήμους τε καὶ βαρεῖς, τὴν ἁγίαν μάνδραν, κυκλοῦντας ἐν δολιότητι, αὐλῷ ποιμενικῷ δέ, πρὸς λειμῶνας ἐνθέους, σοῦ τὸ ποίμνιον μάκαρ εἰσήλασας.
Θεοτοκίον.
Ἀγγελικῶς, Σοὶ Θεοτόκε κραυγάζομεν· Χαῖρε Κόρη, Μῆτερ ἀπειρόγαμε· χαῖρε ἡ μόνη ἐν γυναιξί, κεχαριτωμένη· τοῦ κόσμου χαρὰ καὶ λύτρωσις, καθαίρεσις τοῦ ᾅδου, θεονύμφευτε χαῖρε· σκυθρωπότητα χαῖρε λυτήριον.
ᾨδὴ ε’. Ὁ Κανὼν τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.
Ἐπ’ ἀνακλήσει τῶν βροτῶν, ἐπανεκλίθη ἐν κόλποις Σου Κόρη, ὁ Θεὸς ὡς βρέφος· ὅθεν πάναγνε, ἀνακάλεσαί με τὸν ἄφρονα, πρὸς μετάγνωσιν ἀληθῆ, πρὸς ἐργασίαν τῶν ἐντολῶν τοῦ Λόγου, πρὸς ἄσκησιν ἀρετῶν ἐν ταπεινότητι.
Ὁ σκοτισθεὶς ἁγνὴ τὸν νοῦν, Σὲ δυσωπῶ τὴν τὸ φῶς τετοκυῖαν· φώτισόν με πῶς δεῖ ἀγωνίζεσθαι, δίδαξόν με πῶς δεῖ πιαίνεσθαι, ἐν ἐγκρατείᾳ καὶ προσευχῇ, καὶ ἐπιῤῥώνυσθαι τῇ φιλαδελφίᾳ, καὶ πῶς ἐν ταῖς περιστάσεσιν ἀνδρίζεσθαι.
Μετ’ ἀκριβείας ἀγαθή, ἐπιθυμίαις ἀτόπου τὸν λύχνον, ἐν ἐμοὶ Παρθένε κατακοίμισον, ἵνα μὴ ἀλόγου ὀρέξεως, ἀθλιώτατα ὁ σπινθήρ, τὴν τῆς ψυχῆς μου καταπρήσῃ οἰκίαν, καὶ φλὸξ τῆς φιληδονίας κατακαύσῃ με.
Ἠχρειωμένον πολλά, καὶ ἀσθενοῦντα ἐπίσκεψαι θᾶττον, καὶ διάγνωθι σεμνὴ τὰ τραύματα, καὶ αὐτοῖς ἐπίθες τὰ φάρμακα· εὐρωστίαν πνευματικῆς, ἵν’ ἀπολαύων καὶ εὐεξίας Κόρη, ἐν ᾄσμασιν ἐμμελέσι μεγαλύνω Σε.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Ὢ τῆς ἀμέμπτου βιοτῆς, καὶ εὐσεβοῦς πολιτείας σου μάκαρ! Τὴν τῆς πίστεως γὰρ τελειότητα, καὶ τὸ τῆς ἀγάπης σου ἔνθερμον, ἐννοήσας αὐτοπτικῶς, τῆς Τραπεζοῦντος ὁ τότε ἀρχιθύτης, ταῖς δέλτοις τῶν πρεσβυτέρων σὲ ἀνέγραψε.
Νίκην κατὰ τοῦ δυσμενοῦς, περιφανῶς Ἀθανάσιε ἧρας· ἐν παννύχοις στάσεσιν ἀθλούμενος, καὶ ἡδονῶν νεκρώσει ζωούμενος, ὤφθης ὄρθρος φωτολαμπής, τῇ φωταυγείᾳ τῶν θαυμάτων ἀστράπτων, καὶ λύων τὴν τοῦ Βελίαρ ἀμαυρότητα.
Κύματα σοὶ τὰ φοβερά, τῆς τοῦ ἐχθροῦ πονηρᾶς κακουργίας, Ἀθανάσιε ἐπεγειρόμενα, καὶ μανιωδῶς ἐκπεμπόμενα, συνετρίβοντο ἰσχυρῶς, ἐπὶ τὴν πέτραν τῆς σῆς φιλοθεΐας, γαλήνῃ τῇ τοῦ Χριστοῦ φυλαττομένου σου.
Θεοτοκίον.
Ἀπὸ τοῦ πλήθους τῶν πολλῶν, ἀνομιῶν μου εἰς βάθος Παρθένε, ἀπογνώσεως ὁ τάλας πέπτωκα· ὅθεν Σοὶ κραυγάζω δεόμενος· ἐξανάστησον ἐκ παθῶν, καὶ πρὸς μετάνοιαν ἀνακάλεσαί με, καὶ πρέσβευε τῷ Θεῷ ἐλεηθῆναί μοι.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Πενομένους παιδείας, σοῦ τῷ θησαυρῷ τῆς σοφίας ἐπλούτισας, καὶ τοῖς ἐνδεέσι, καὶ πτωχοῖς θείας γνώσεως ἔνειμες, ὄλβον πολυτίμου, χρυσοφαοῦς θεολογίας, νουνεχῶς Ἀθανάσιε Ὅσιε.
Ἐλεήμονα σπλάγχνα, ἔχων νυσταγμὸν σοῖς βλεφάροις οὐκ ἔδωκας, ἀλλ’ ἠγρύπνεις Πάτερ, ἐγρηγόρως ἁπάντων κηδόμενος· μίμησις γὰρ ζῶσα, τοῦ θείου Παύλου κατεστάθης, ὡς τοῖς πᾶσι τὰ πάντα γενόμενος.
Ζωηῤῥύτους χειμάῤῥους, μάκαρ ἰαμάτων ἀφθόνως ἀνέβλυσας, γῆν ψυχῶν ἀνίκμων, καταρδεύσας ἰάσεων νάμασι, καὶ ἠθῶν σαπρίαν, θεοσθενῶς ἀποκαθάρας, ἀρετὰς ἐκβλαστάνειν ἐποίησας.
Θεοτοκίον.
Ὁ φιλάνθρωπος Λόγος, κλίνας οὐρανίους ἁψῖδας πανάχραντε, ἐν τῇ Σῇ κοιλίᾳ, τὸ ἡμέτερον φύραμα ἔλαβε, θέλων οὐρανῶσαι, ἁγνὴ τὴν βρότειον οὐσίαν, καὶ ποιῆσαι ἐνθέως ὁμόθεον.
ᾨδὴ στ΄. Ὁ Κανὼν τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Ὁρῶν με εὐέμπτωτον, ὁ ἀλάστωρ κατ’ ἐμοῦ, δόλους ἀεὶ τεκταίνεται, ἀλλ’ αὐτοῦ ὡς ὑφάσματα ἀγαθή, ἀράχνης διάλυσον, τὰς παγίδας τε καὶ τὰ πανουργεύματα.
Ῥεόντως τὸ ἄστατον, καὶ ἀγχίστροφον φοράν, μισεῖν καὶ ἀποστρέφεσθαι, Θεοτόκε ἐνίσχυσον καὶ μηδέν, ἡγεῖσθαι τὰ πρόσκαιρα, ἀλλ’ ἐρᾶν τῶν μελλόντων ἐνδυνάμωσον.
Ἀῤῥήτως συνέλαβες, καὶ προήγαγες ἁπλοῦν, τὸν πρώην χρηματίζοντα, διὰ Σοῦ δὲ καὶ σύνθετον θαυμαστῶς, Θεόν τε καὶ ἄνθρωπον, Ἰησοῦν ᾧ ἡ δόξα Μητρανύμφευτε.
Γεέννης ἐξάρπασον, καὶ κολάσεως ἁγνή, ἐν τῷ τὰ πάντ ακρίνεσθαι· ἡ κατάργησις οὖσα ἡ τῆς ἀρᾶς, χαρᾶς καὶ φαιδρότητος, πλήρωσόν με ἐν ὥρᾳ τῆς ἐτάσεως.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Εἱρμός ὁ αὐτός.
Τρωθεὶς θείῳ ἔρωτι, καὶ νευρούμενος λάμπρως, Ὀρθοδοξίας δόγμασι, Τραπεζοῦντος κατέστης ἀρχιερεύς, ἐν πᾶσι ὑπόδειγμα, ἐνδεικνύμενος Πάτερ Ἀθανάσιε.
Ἀΰλως ὡς ἄϋλος, βιοτεύων ἐν σαρκί, προθύμως οὐ διέλιπες, μεριμνῶν καὶ φροντίζων τὰ τοῦ λαοῦ, σοφῶς Ἀθανάσιε, καὶ ψυχῶν καὶ σωμάτων προμηθούμενος.
Τηρῶν τὸ φιάλδελφον, ὥσπερ ἄλλος Ἀβραάμ, παρεῖχες Ἀθανάσιε, καὶ πιστοῖς καὶ ἀπίστοις τὰς δωρεάς, τῆς σῆς ἀγαθότητος, δωρεῶν ὡς ἀνάπλεως τοῦ Πνεύματος.
Θεοτοκίον.
Ῥοπὴν πρὸς τὰ χείρονα, ἀναχαίτισον ταχύ, τῆ κραταιᾷ δυνάμει Σου, πρὸς τὰ κρείττονα πάναγνε τὴν ὁρμήν, εὐλόγως διδοῦσά μοι, ὅπως χαίρων ἀπαύστως μακαρίζω Σε.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου. Ἱλάσθητί μοι Σωτήρ.
Ὑπήρεισας σεαυτοῦ, τὰς βάσεις ἐπὶ τὸν Κύριον, καὶ κλονουμένας ψυχάς, ἐκ σάλου αἱρέσεων, καλῶς ἐστερεώσας, πίστει ὀρθοδόξῳ, ἱεράρχα Ἀθανάσιε.
Νηχόμενοι οἱ πιστοί, ἐν κλύδωνι περιστάσεων, λιμένα εὔδιον σέ, ἐφεῦρον πανεύφημε, εἰς ὃν ὁρμιζόμενοι, χαλεπῆς ἀνίας, τὸ ναυάγιον ἐξέφευγον.
Τὴν ἔφεσιν ὁλικῶς, ὡς εἶχες πρὸς τὸν Δεσπότην σου, ὁ ὑπὸ σοῦ δοξασθείς, Θεὸς σὲ ἐδόξασε, σεπτὲ Ἀθανάσιε, ἐκτελεῖν δυνάμεις, καὶ σημεῖα ὑπερένδοξα.
Θεοτοκίον.
Ὁ Τόκος Σου ἀγαθή, τὸν θάνατον ἐθανάτωσεν, ἀθανασίας διό, ὡς οὖσα ἡ πρόξενος, ζωὴν τὴν ἀθάνατον, δίδου ταῖς λιταῖς Σου, τοῖς ὑμνοῦσί Σε πανάμωμε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Τραπεζοῦντος τὸν βλαστὸν ἀνευφημήσωμεν, καὶ ὡς ποιμένα ταύτης ἔνθεον ὑμνήσωμεν, Ἀθανάσιον τὸν μέγαν ἐν Ἱεράρχαις· τῆς Τριάδος γὰρ ὡς μύστης θαυματόβρυτος, πονηρῶν πνευμάτων λύει τὴν σκαιότητα· ὅθεν κράξωμεν· Χαῖρε πίστεως ἔρεισμα.
Ὁ Οἶκος.
Ἐκ πρώτης ἡλικίας σαρκὸς ἀλογήσας, καὶ δαίμονας ὀργίσας, τῷ κόσμῳ ἐνεκρώθης, καὶ Χριστῷ ἀφιερώθης· πλήρης δὲ Πνεύματος χάριτος, ψυχῇ ἀκηλιδώτῳ ἀρετῶν πρὸς ἀκρώρειαν ἤρθης, ἔνθεν ἀγάπῃ στομούμενος, νάματα ἰαμάτων καὶ ῥεῖθρα θαυμάτων ἐπήγασας· διὸ ὡς τῶν αἱρέσεων θεόκμητον δρέπανον, ὡς Ἐκκλησίας ποιμένα καὶ διδάσκαλον, ὡς πρόμαχον Ὀρθοδοξίας καὶ ὑπέρμαχον τῆς ἀληθείας, τιμῶμέν σε Ἱεράρχα Ἀθανάσιε, καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε Τραπεζοῦντος τὸ κλέϊσμα, χαῖρε πίστεως ἔρεισμα.
Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀθανασίου, ἀρχιεπισκόπου Τραπεζοῦντος, τοῦ δαιμονοκαταλύτου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ Κανὼν τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Θαῦμα θαυμάτων, ἡ σὴ λοχεία ἐγνώρισται, ὅτι οὖσα ἄνανδρος γυνή, Θεὸν ἐν σαρκί, Δέσποινα ἐβλάστησας, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδοῦντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἠμαυρωμένον, τοῖς ἐμπαθέσι νοήμασι, Σὺ τὸν νοῦν μου λεύκανον ἁγνή, ἐννοίαις σεπταῖς, ἵνα ἡ συνείδησις, λευχειμονοῦσα κελεύσῃ με κραυγάζειν· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Εὕροιμοι χάριν, εὕροιμι ἔλεος ἄνεσιν, Θεομῆτορ ἄχραντε σεμνή, πρεσβείαις ταῖς Σαῖς, εὕροιμι Παράδεισον, εἰς τοὺς αἰῶνας τερπνῶς τοῦ ἀναμέλπειν· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Δῆμοι Ὁσίων, καὶ τῶν Μαρτύρων συντάγματα, ὁμηγύρεις Ὁμολογητῶν, Κηρύκων χοροί, στίφη τῶν Δικαίων τε, καὶ Διδασκάλων οἱ σύλλογοι συμφώνως, σὺν ἡμῖν εὐφημοῦσί Σε Παρθένε.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Ὕδωρ θεόθεν, πιὼν μελίπνοον Ὅσιε, ἐξηρεύξω λόγους ἀγαθούς, γλυκεῖς ποταμούς, χάριτος καὶ γνώσεως, λαοὺς εὐφραίνοντας εἰς τὸ ἀνακράζειν· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ
Φόβῳ Κυρίου, περιφραττόμενος ἔνδοξε, οὐδαμῶς τοῦ πλάνου ἐφοβοῦ, δεινὰς προσβολάς, καὶ τὰ πανουργεύματα, ἀλλὰ συνέθλιβες τοῦτον ἐν τῷ ψάλλειν· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ
Ἄρτον ἐλέους, ἐδίδους Πάτερ τοῖς χρήζουσι, συμπαθὼν συμπάσχων ἀγαπῶν, καὶ σφόδρα ποθῶν, τούτους Ἀθανάσιε, ἀγαλλομένους σὺν σοὶ τρανῶς κραυγάζειν· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ
Θεοτοκίον.
Ἄνευθεν πόνων, ἄνευ ὠδίνων ἐγέννησας, τὸν παντὸς τοῦ κόσμου Ποιητήν· διὸ ἀγαθή, πάντα πόνον ἔπαρον, ἐκ τῆς ἀθλίας ψυχῆς μου ἵνα πίστει, ἐκβοῶ· Χαῖρε ἄχραντε Παρθένε.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σοφισθεῖσα τῷ Λόγῳ, ἡ σὴ γλῶσσα λαλήσασα ἐπεστόμιζεν, ἀνόμων παρατάξεις, καὶ ἤγειρε τὰς τάξεις, τῶν πιστῶν ψάλλειν Ὅσιε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Εὐαγῶς ἀναιμάκτους, τὰς θυσίας προσάγων Θεῷ ἀοίδιμε, τρισήλιον Μονάδα, τὴν σύμμορφον Τριάδα, ἐνενόεις φθεγγόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑψηλῇ διανοίᾳ, ταπεινῇ δὲ καρδίᾳ τὸν φρυαττόμενον, ὑψαύχενα Βελίαρ, κατέβαλες ἡνίκα, Ἀθανάσιε ἔκραζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Φῶς ἀνέσπερον Κόρη, προελθὸν ἐκ τῆς μήτρας Σου περιήστραψε, τὰ σύμπαντα διόπερ, ἐν ᾄσμασιν εὐήχοις, Σὲ πιστῶς μακαρίζομεν, τὸν τῶν Πατέρων ἡμῶν, Θεὸν τὴν ἐκτεκοῦσαν.
ᾨδὴ η΄. Ὁ Κανὼν τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχείται· Ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἵλεων ἔργασαι ἐμοί, τὸν ἐλεήμονα καὶ φιλάνθρωπον Θεόν· κενὴν μὴ ἀποστρέψῃς δέομαι, τὴν δέησίν μου σεμνή, ἀλλ’ αἴτει ἐκζήτει παρακάλει· Ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, καὶ πάντες προσκυνοῦσιν, οἰκτεῖραί με καὶ σῶσαι.
Ξήρανον ῥεῖθρα κακιῶν, τὰ ἀναβλύζοντα ἐκ πηγῶν τῶν βαθειῶν, Παρθένε τῆς ἐμῆς ἐπάρσεως, καὶ ἀπονοίας δεινῆς, καὶ δὸς Θεοτόκε ποντισθῆναι, ἀγάπης τῇ ἀβύσσῳ, ἵν’ ἐκεῖθεν ἑλκύσω, τὰ ῥεύματα τῆς θείας, τοῦ Κτίστου συμπαθείας.
Ἔπιδε Κόρη ἀγαθή, ἐπὶ τὸν δοῦλόν Σου καὶ πταισμάτων τὸν ἐσμόν, ἐξάλειψόν μου καὶ συντήρει με, ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, ἀπήμαντον ὅπως ἀνακράζω· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πέρας Παρθένε ἐπὶ Σοί, τὰ προμηνύματα τῶν Ἁγίων Προφητῶν, εἰλήφασιν ὅτι συνείληφας, ἐν τῇ γαστρί Σου Θεόν, ἐν σώματος ὕλῃ βουληθέντα, σοφῶς ἀναγεννῆσαι, καὶ ἐνθέως καινίσαι, ἀπείρῳ εὐσπλαγχνίᾳ, χειρῶν αὐτοῦ τὸ πλάσμα.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Εἱρμὸς ὁ αὐτός.
Θάμβει ἐξίσταντο λαοί, τοῖς θαυμασίοις σου Ἀθανάσιε κλεινέ, δαιμόνια γὰρ ἐδραπέτευον, καὶ νοσημάτων τὸ πῦρ, ἐσβέννυτο ὅτε ἀνεβόας· Τὸν Κύριον τῆς δόξης, εὐλογεῖτε ὑμνεῖτε, καὶ πίστει προσκυνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄτλας καθάπερ μυστικόν, τῆς ἀθεΐας μὲν σηπεδόνα τὴν οἰκτράν, ἀπήλειψας θεομακάριστε, νοστίμοις δὲ διδαχαῖς καθήδυνας ἅπαντας κραυγάζειν· Τὸν Κύριον τῆς δόξης, εὐλογεῖτε ὑμνεῖτε, καὶ πίστει προσκυνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ναῦς καθωράθης ἱερά, ἔμφορτος Ὅσιε τῶν χαρίτων τοῦ Θεοῦ· διὸ τοὺς ἐν πελάγει θλίψεων, κυμαινομένους πικρῶς, διέσωζες ὥστε ἀναμέλπειν· Τὸν Κύριον τῆς δόξης, εὐλογεῖτε ὑμνεῖτε, καὶ πίστει προσκυνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄνεσιν δοῦναι ἐκ δεσμῶν, καὶ ἀπολύτρωσιν ἐκ παθῶν φθοροποιῶν, ἐφάνη εὐδοκήσας Δέσποινα, σεσαρκωμένος ἐκ Σοῦ, ὁ Κύριος πάντων καὶ δεσπότης· Ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ δοξολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου. Τὸν Βασιλέα.
Ἡλίου δίκην, ἡ σὴ πανεύσημος μνήμη, ἐξανέτειλε σήμερον κόσμῳ, ἣν ἐπιτελοῦντες, ὑμνοῦμέν σε παμμάκαρ.
Μὴ ἀμαυρώσας, τὸ καθ’ ὁμοίωσιν Πάτερ, ὅλος φῶς Ἀθανάσιε ὤφθης, θραύων τὰς ζοφώεις, δαιμόνων ἐπινοίας.
Ὤλεσας θῆρας, ἀῤῥωστημάτων παντοίων, τῶν θερμῶν προσευχῶν σου τῇ λόγχῃ, ὥσπερ θεῖος φύλαξ, σοφὲ τοῦ σοῦ ποιμνίου.
Θεοτοκίον.
Κηρύττομέν Σου, τὸν ἀνερμήνευτον τόκον, καὶ Θεὸν καὶ βροτὸν γὰρ Παρθένε, τοῦ Πατρὸς τὸν Λόγον, ἐγέννησας ἀτρέπτως.
ᾨδὴ θ΄. Ὁ Κανὼν τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τάς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Ὑμνοῦντάς Σε ἄχραντε, καὶ πόθῳ μακαρίζοντας ὁμογνωμόνως, βλάβης καὶ στενώσεως, σκανδάλων καὶ θλίψεων, καὶ ἀναγκῶν παντοίων, ῥύου Παρθένε ἡμᾶς ἀεί, φιλαγάθως δωρουμένη, προκοπὴν βίου καὶ πίστεως.
Συγχώρησιν ἅπασι, καὶ ἄφεσιν χαρίσασθαι παραπτωμάτων, Κόρη παραγέγονεν, ἐκ Σοῦ ὁ Θεὸς ἡμῶν· ὅθεν οἱ ἐλλαμφθέντες, καταλλαγῆς τῷ λαμπρῷ φωτί, καὶ ἡδέως φαιδρυνθέντες, Σὲ ἀπαύστως μεγαλύνομεν.
Ἰσχύς μου καὶ ὕμνησις, ὁ Κύριος Δαυΐδ ποτε κέκραγε ψάλλων· καύχημα πανένδοξον, ἐλπὶς ἀκαταίσχυντος, ἡ τοῦ Θεοῦ μου Μήτηρ· ὅθεν ὑπάρχεις κἀγὼ βοῶ, παντευλόγητε Μαρία, καὶ πανίερον ἐντρύφημα.
Νοοῦντες Μητρόθεε, τὰ θεῖα μεγαλεῖά Σου ἐν κατανύξει, κράζομεν τὸ Χαῖρέ Σοι αἰτούμενοι ἄσπιλε, ὅπως ἐπιβραβεύσῃς, ἡμῖν εἰρήνην τὴν ὑπὲρ νοῦν, καὶ ὑψόθεν καταπέμψῃς, τὴν γαλήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Συνὼν συμψάλλων καὶ συνηδόμενος, ἱεραρχῶν τοῖς δήμοις καὶ Ὁσίων τοῖς πλήθεσι, Τραπεζοῦντος σκέπη καὶ τοῦ Πόντου φρουρός, φάνηθι φιλοστόργως, ὦ Ἀθανάσιε, ταῖς θεοπειθέσι σου λιταῖς καὶ παρακλήσεσι.
Τὸν τοῦ ὄφεως ἐκχεόμενον, εἰς τὴν ἡμῶν ζωὴν σὺ ἀβλαβῆ καὶ ἀζήμιον, ἱεράρχα δεῖξον ὡς Πατὴρ συμπαθής, εἴληφας γὰρ τὴν χάριν, λύειν τὰ σκάνδαλα, καὶ τὰς μηχανίας τοῦ δολίου πολεμήτορος.
Ἁπάντων μνήσθητι Ἀθανάσιε, τῶν ἐν ᾠδαῖς καὶ ὕμνοις ἐκτελούντων τὴν μνήμην σου, καὶ ποιεῖν εὐόδωσον τὰ φίλα Θεῷ, ὅπως ἐλέους θείου, ταῖς μεσιτείαις σου, τύχωμεν καὶ ἄληκτον χαρὰν κληρονομήσωμεν.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε ἡ θυμηδία μου· Σὺ εἶ τὸ ἀγαλλίαμα τὸ κλέος τὸ καύχημα· ἡ ἀντίληψις μου τὸ πανίερον φῶς, Σὺ εἶ Θεογεννῆτορ· ὅθεν κολάσεως, ῥῦσαί με καὶ σῶσον τὴν ψυχήν μου ἱκετεύω Σε.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.
Ὑφάνας ἀφθαρσίας περιβολήν, ἐξ οἰκείων καμάτων καὶ θλίψεων, καὶ τῶν πολλῶν, Ὅσιε ἱδρώτων ἀσκητικῶν, καὶ ταῖς θεολογίαις σου, ταύτην ἐπιχρώσας θεολαμπῶς, ἐστόλισαι καὶ ἄρτι, Χριστῷ συμβασιλεύεις, εἰς τοὺς αἰῶνας Ἀθανάσιε.
Δαιμόνων καταλύτης ὀνομασθείς, ὡς τὸ θράσος αὐτῶν Ἀθανάσιε, καταπατῶν, νῦν δεόμεθά σου ἱκετικῶς· Ῥῦσαι ἡμᾶς πρεσβείαις σου, πάσης κακοτρόπων ἐπιβουλῆς, καὶ νόσων καὶ κινδύνων, τοὺς σὲ ἀνευφημοῦντας, ἀπαρατρώτους διατήρησον.
Ὁρῶν τὰ ὑπερκόσμια ἀγαθά, καὶ Θεοῦ θείᾳ θέᾳ τερπόμενος, τῷ νοητῷ, Θυσιαστηρίῳ δὲ παρεστώς, τρισμάκαρ Ἀθανάσιε, ποίμνης τῆς τιμώσης σε ἐν ψαλμοῖς, μὴ παύσῃ προστατεύων, πρεσβεύων τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν
Θεοτοκίον.
Σεσύληνται τοῦ ᾅδου τὰ μυσαρά, ὑποχθόνια δώματα ἄχραντε, καὶ αἱ πηγαί, κέκλεινται θανάτου καὶ τῆς φθορᾶς, τῷ παναγίῳ Τόκῳ Σου· ὅθεν δᾳδουχίᾳ τῇ μυστικῇ, τῆς Σῆς φιλευσπλαγχνίας, Παρθένε Θεοτόκε, λάμψον ἡμῖν τὸ μέγα ἔλεος.
Ἐξαποστειλάρια. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Θεοφιλῶς ποιμάνας, τῆς Τραπεζοῦντος τὸν λαόν, Ἀθανάσιε ἱεράρχα, πρὸς Παραδείσου τὰς μονάς, μετέστης ζῶν εἰς αἰῶνας, ἑνούμενος τῇ Τριάδι.
Τοὺς τῶν δαιμόνων βρόχους, λύων δυνάμει τοῦ Σταυροῦ, καὶ τῆς ἡμῶν σωτηρίας, νῦν πρεσβευτὴς Πάτερ γενοῦ, δεόμεθά σου συμφώνως, Ἀθανάσιε, θεοφόρε.
Θεοτοκίον.
Τὸν Σὸν Υἱὸν Παρθένε, ἄχραντε Μῆτερ τοῦ Θεοῦ, ὡς ἔχουσα παῤῥησίαν, ἱκέτευε διαπαντός, τοῦ ἐλεῆσαι καὶ σῶσαι, τοὺς εὐλαβῶς Σε ὑμνοῦντας.
Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρων, ἠκολούθησας Χριστῷ, φύσεως ἐν βίᾳ μονάζων, ἐπαγαλλόμενος· ὅθεν τὴν οὐράνιον χάριν ἐφείλκυσας, δι’ ἧς ἅπασι γέγονας, χαρᾶς χορηγέτης, ὅτι Ἀθανάσιε τὸν λύπης πρόξενον, πλάνον παλαμναῖον Βελίαρ, σοῦ τῇ πολιτείᾳ λυπήσας, ᾔσχυνας ἐνθέως καὶ κατέῤῥαξας.
Ὅτε, ἐν αὐλαῖς ταῖς μυστικαῖς, τῆς ἀσκητικῆς ἐγκρατείας, Πάτερ ἐξήνθησας, πόνοις λιπαινόμενος καὶ κραταιούμενος, τότε ὥσπερ κατάκαρπος, χαρίτων ἐλαία, δέδωκας τὸν ἔλεον τῆς σῆς χρηστότητος, παύων πειρασμῶν τὰς πικρίας, καὶ τῆς Ἐκκλησίας τὰ τέκνα, δόγμασι γλυκαίνων ὀρθοδόξοις σου.
Σκεῦος, παιδιόθεν ἐκλογῆς, καὶ τῶν τοῦ Θεοῦ δωρημάτων, ταμεῖον πάμφωτον, ὤφθης Ἀθανάσιε θεοειδέστατε· μοναστῶν μὲν ἡγούμενος, καρδίας συνέσει, βίου δὲ λαμπρότητι τῆς Τραπεζοῦντος ποιμήν, Πάτερ ἐχρημάτισας· ὅθεν, θαύμασι καὶ λόγοις πανσόφοις, ἴθυνας βροτοὺς πρὸς τὴν εὐσέβειαν.
Χαίροις, ἁγιώτατε βλαστέ, τῆς ἐρατεινῆς Τραπεζοῦντος· χαῖρε ἀμφίστομε, μάχαιρα τοῦ Πνεύματος ἡ τῶν αἱρέσεων, τὰς ἀκάνθας ἐκκόψασα· Χριστοῦ χαῖρε λύρα, δόγματα σωτήρια ἡ μελῳδήσασα· χαῖρε παραδόξων σημείων, ἡ ἀργυροχεύμων νεφέλη· χαίροις ἱεράρχα Ἀθανάσιε.
Δόξα. Ἦχος πλ. α΄.
Νικῶν καὶ ὑπερβαίνων ἁμαρτίας τὴν πάρεσιν, ἐπὶ τὰς πηγὰς τῶν ἀρετῶν, ἥλλου σκιρτῶν ὡς ἔλαφος· ἀλλοιώσει γὰρ τῇ κρείττονι, προτιθασεύσας παθῶν τὰ κινήματα, ἐματαίωσας τοῦ πειραστοῦ τὰ ὁρμήματα, ἐπιτιμῶν καὶ μαστίζων τὸν δόλιον· καὶ γεγονὼς τοῖς πᾶσιν αἰδέσιμος, Τραπεζοῦντος τοὺς οἴακας διηύθυνας, ἀπλανὴς ὁδηγὸς καὶ φωστὴρ τῆς Ἐκκλησίας, ἱεροφάντορ γνωριζόμενος· ὅθεν τῇ ὑπερθέῳ Τριάδι παριστάμενος, φερωνύμως τὴν μνήμην ἐκτήσω ἀθάνατον, ἣν καὶ γεραίροντες Ἀθανάσιε βοῶμεν· πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Συναξάριον.
Ὁ Ἅγιος Ἀθανάσιος, καταγόταν ἀπὸ τὴν Τραπεζοῦντα καὶ μόνασε στὴν Μονὴ τοῦ Ἁγίου Φωκᾶ τοῦ Διάπλου, στὴν ὁποία ἐπίσης διετέλεσε ἡγούμενος, ἐπὶ ἀρχιερατείας τοῦ Τραπεζούντος Νικηφόρου, κατὰ τὸν 9ο αἰῶνα. Ἦταν ἐνάρετος, εὐσεβὴς καὶ ἔλαβε ἀπὸ τὸν Θεὸ τὸ χάρισμα νὰ κάνει θαύματα καῖ βγάζει πονηρὰ πνεύματα, ἀπὸ τὸ ὁποῖο πῆρε καὶ τὴν ἐπωνυμία Δαιμονοκαταλύτης.
Ἡ Μονὴ τοῦ Ἁγίου Φωκᾶ, εἶχε ὡς ἰδιοκτησία της ἕνα προάστιο, ἐπονομαζόμενο Τζαμούρου. Σὲ αὐτό, παρήγετο σίδηρος, ὁ ὁποῖος μετεφέρετο στὸ Μοναστήρι μία φορὰ κάθε χρόνο. Κάποτε λοιπόν, κάποιος καλόγερος, ἀπεστάλη ἀπὸ τὴν Μονὴ γιὰ νὰ παραλάβει τὴν ἐτήσια δόση σιδήρου καὶ τὴν φόρτωσε στοὺς ὤμους κάποιας γυναῖκας ποὺ ἦταν ἔγκυος, γιὰ νὰ τὸ μεταφέρει αὐτὴ στὸ Μοναστῆρι. Ἡ γυναῖκα ὅμως, ἀπὸ τὸ βάρος τοῦ σιδήρου καὶ τὸν κόπο, ἀργὰ ἐκεῖνο τὸ βράδυ, ἀπέβαλε. Ὁ Ἅγιος, ὅταν εἶδε τί συνέβη, ἀγανάκτησε τόσο πολὺ κατὰ τοῦ καλογήρου καὶ καταράστηκε τὸν τόπο ἐκεῖνο νὰ μὴν βγάζει ποτὲ σίδηρο πιά, ὅπως καὶ ἔγινε
Ἡ φήμη τῶν θαυμάτων του διαδόθηκε μέχρι τὸ Βυζάντιο, ὅπου προσκλήθηκε ἀπὸ τὸν βασιλιὰ Θεόφιλο (829-842) γιὰ νὰ θεραπεύσει τὴν δαιμονισμένη κόρη του, καθὼς τὸ δαιμόνιο φώναζε μέσῳ ἐκείνης ὅτι δὲν πρόκειται νὰ ἐξέλθη παρὰ μόνο ὅταν ἔλθῃ ὁ Ἅγιος Ἀθανάσιος. Ὅταν ἔφθασε ὁ Ἅγιος, οἱ βασιλεῖς ἔπεσαν στὰ πόδια του ζητώντας νὰ θεραπεύσει τὴν κόρη τους. Ὁ Ἀθανάσιος, πλησίασε τὴν κοπέλα καὶ μὲ τὴν προσευχή του ἐξεδίωξε τὸ δαιμόνιο, τὸ ὁποῖο ἐξῆλθε ἀπὸ τὸ στόμα της σὰν μαῦρος σκῦλος.
Γιὰ τὴν σοφία του καὶ τὰ περιβόητα θαύματά του, ἀνέβηκε στὸν μητροπολιτικὸ θρόνο τῆς Τραπεζοῦντος. Χειροτονήθηκε στὴν Κωνσταντινούπολη ἀπὸ τὸν Πατριάρχη Μεθόδιο (843-847) καὶ πῆγε στὴν Τραπεζοῦντα μὲ πολλὲς τιμές. Ὅταν ἔφτασε ἐκεῖ, ἐγκαταστάθηκε στὴν Μονὴ τοῦ Ἁγίου Φωκᾶ, ὅπου ἔμενε συνεχῶς. Δυὸ φορὲς τὴν ἑβδομάδα, Σάββατο καὶ Κυριακή, πήγαινε στὸν μητροπολιτικὸ ναὸ τῆς Χρυσοκεφάλου, γιὰ νὰ διδάξει στὸ λαό. Ἔζησε ζωὴ θεάρεστη καὶ πέθανε εἰρηνικὰ στὰ μέσα του 9ου αἰώνα. Τὸν ἔθαψαν στὴν Μονὴ τοῦ Ἁγίου Φωκᾶ, ποὺ πῆρε ἀργότερα τὸ ὄνομά του, δηλαδὴ Ἀθανασίου τοῦ Δαιμονοκαταλύτου.
Κάποτε, κάποιος φοβερὸς ὄφις, ποὺ φώλευε στὸν μεγάλο κάμπο, δημιουργοῦσε πάμπολλα δεινὰ σὲ ὅσους περνοῦσαν ἀπὸ ἐκεῖ, καὶ ἔτρωγε ἀκόμα καὶ ἀνθρώπους. Κατὰ τὴν διάρκεια τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου ἀπὸ τὴν Μονὴ τοῦ Ἁγίου Φωκᾶ ἐντὸς τῶν τειχῶν τῆς Τραπεζοῦντος γιὰ περισσότερη ἀσφάλεια λόγῳ τῶν ἐπιδρομῶν τῶν Ἀγαρηνῶν, ὁ ὄφις, σὰν εἶδε τὸ λείψανο, ὥρμησε πρὸς αὐτό. Οἱ βαστάζοντες τὸ λείψανο φοβήθησαν, τὸ ἄφησαν κάτω καὶ ἔτρεξαν νὰ κρυφτοῦν. τότε, ὁ Ἅγιος, ἀφοῦ ἔτεινε τὸ νεκρό του χέρι, σημείωσε τὸν Σταυρὸ ἐπάνω στὸ θηρίο καὶ αὐτὸ ἀμέσως νεκρώθηκε.
Στὰ χρόνια τοῦ βασιλέως Μανουὴλ τοῦ Μεγάλου Κομνηνοῦ, τὸν 13ο αἰῶνα, κάποια σύζυγος τοῦ μουσουλμάνου ἡγεμόνος τῆς Σεβαστείας, κατελήφθη ἀπὸ πονηρὸ δαιμόνιο. Ὁδηγήθηκε τότε στὸ λείψανο τοῦ Ἁγίου Ἀθανάσιου καὶ ἀμέσως ἔφυγε τὸ δαιμόνιο ἀπὸ αὐτήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου