Τρίτη 3 Οκτωβρίου 2023

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΣΤΑΥΡΟΥ. ΑΓΙΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΣΜΥΡΝΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

15-21!! ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΣΤΑΥΡΟΥ

ΧΡΥΣΟΣΤΟΜΟΥ ΣΜΥΡΝΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(μητρ. Πατρῶν Νικοδήμου)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια β΄  τοῦ ἤχου, καὶ β΄ τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν τοῦ Χριστοῦ στρατιώτην καὶ ἐθνομάρτυρα, τὸν ἱεράρχην Σμύρνης, εὐφημήσωμεν ὕμνοις, Χρυσόστομον τὸν νέον καὶ θαυμαστόν, τὸν φοινίξαντι αἴματι, ἱερωσύνης ποδήρη καὶ ἑκοντί, θῦμα ἅγιον γενόμενον.

 

Καλὸν ποιμένα σε Σμύρνη εὕρατο Ἅγιε· συγκακουχεῖσθαι μᾶλλον, τῇ σῇ ποίμνῃ εἰδότα, καὶ μὴ ἐγκαταλεῖψαι τῷ λύκῳ βοράν, τοὺς εἰς σὲ καταφεύγοντας· μεθ’ ὧν καὶ πίπτεις γενναίως ὑπερμαχῶν, καὶ στεφάνων ἀξιούμενος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησε, σοὶ τῷ Ἀγγέλῳ τῆς ἐν Σμύρνῃ Ἐκκλησίας, Ἱεράρχα Χρυσόστομε· οἶδα τὰ ἔργα σου καὶ τὴν ὑπομονήν σου, καὶ ἃ ἐβάστασας διὰ τὸ ὄνομά μου μαρτύρια. Νῦν δὲ κατηξιωμένος καὶ στεφανίτης Ἅγιε, λαοῦ τὸν ἔπαινον ἀκούεις, καὶ ὑπὸ τῆς Ἐκκλησίας τὴν δόξαν ἀπέλαβες, παρεστὼς δὲ τῷ Κυρίῳ, μνημόνευε ἡμῶν τῶν εὐφημούντων σε.

 

Καὶ νῦν. Δογματικὸν τοῦ ἤχου.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε τοὺς ἱερούς, ὑμνήσωμεν Πατέρας, τοὺς σὺν τῷ Χρυσοστόμῳ, ἐν γῇ τῆς Ἰωνίας, τελειωθέντας αἵματι.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Μάρτυρας τοῦ Χριστοῦ, ἅμα τε καὶ τοῦ Γένους, Χρυσόστομον τὸν πάνυ, ὑμνοῦμεν καὶ συλλήβδην, τοὺς σὺν αὐτῷ γεραίρομεν.

 

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Κλήρου τε καὶ λαοῦ, στρατοῦ τε φιλοχρίστου, πεσόντας ἐν πολέμῳ, καὶ ὑπὸ τῶν ἀλλοφύλων, ἀναιρεθέντας σέβομεν.

 

Δόξα. Τριαδικόν.

Μνήσθητι τῆς πιστῶς, ἀποκαρτερησάσης, ἱεραρχῶν πεντάδος, Τριάδος θεαρχία, ὧν τῆς κραυγῆς ἐπάκουσον.

 

Καὶ νῦν. Θεοτοκίον.

Πάντας τοὺς γηγενεῖς, δεῖ ἀγαγεῖν Παρθένε, εἰς ποίμνην τοῦ Υἱοῦ Σου, καὶ Δέσποινα τοῦ κόσμου, ὁμολογεῖν Σε ἄχραντε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ ἤχου.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος γ΄. Θείας πίστεως.

Μέγαν Μάρτυρα, ἡ Ἐκκλησία, μέγαν ἥρωα, τὸ ἔθνος σύμπαν, τὸν τῆς Σμύρνης ὑμνοῦμεν Χρυσόστομον· καὶ γὰρ γενναίως ἀθλήσας ὑπέμεινεν, ὑπὲρ πατρίδος καὶ πίστεως θάνατον· ἱεράρχου τε ὑπόδειγμα ἑαυτὸν ἀνέδειξε, τὸν στέφανον λαβὼν τὸν ἀμαράντινον.

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α’.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι, καὶ ψάλλομεν Στιχηρὰ τοῦ ἤχου δ΄, καὶ τοῦ Ἁγίου τὰ ἑξῆς στ΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πιστόν σε ἡγήσατο Χριστός, ἱερὲ Χρυσόστομε, διακονίαν ἁγίαν σοι, προαναθέμενος, καὶ εἰς μαρτυρίαν, τὴν Αὐτοῦ ἐκάλεσε, σὺ δὲ ὡς μιμητὴς τοῦ Κυρίου σου, σταυρὸν ἐζήτησας, καὶ ἐδόθη σοι ὡς μέγιστος, ἐν τῇ Σμύρνῃ ἧς ἐτάχθη Ἄγγελος.

 

Τῶν ἄθλων σου μάρτυρες πιστοί, ἡ Τριγλία Ἅγιε, ἡ σὴ γενέτειρα θάλπουσα, τὰ σὰ ὁράματα, Δράμα δέ σε ἔγνω, ἱεράρχην ἔνθεον, ἀγώνων ἱερῶν προϊστάμενον, ὑπεδέξατο Χρυσόστομε, καὶ ἐξόδου θύρα σοι ἐγένετο.

 

Συνάθλους σοι ἔσχες ἱκανούς, τὸν Ζήλων Εὐθύμιον, Κυδωνιῶν τὸν Γρηγόριον, Πάτερ Χρυσόστομε, καὶ Μοσχονησίων, ἱερὸν Ἀμβρόσιον, πρὸς δὲ καὶ Ἰκονίου Προκόπιον, πλειάδα σύμψυχον, ὁμοδόξων ὁμαιμόνων τε· μεθ’ ὧν ὤφθης ἱερεῖον τέλειον.

 

Ἕτερα. Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.

Πιστοῦ λαοῦ ἑκατόμβας καὶ φιλοχρίστου στρατοῦ, ὁλοκαυτώσεις φόνους, καὶ αἱμάτων τὰ ῥεῖθρα, Μικρᾶς Ἀσίας θλῖψιν τὴν φονεράν, Θράκης Πόντου τὸν ὄλεθρον, θυμάτων πάντων τιμήσωμεν τὸν ἐσμόν, τῆς θυσίας αὐτῶν μνήμονες.

 

Σὺν Χρυσοστόμῳ Γρηγόριον καὶ Ἀμβρόσιον, σὺν Εὐθυμίῳ Ζήλων, καὶ Προκόπιον ἅμα, ὑμνήσωμεν ἐκθύμως· καὶ γὰρ Χριστοῦ, μαρτυρίαν δεδώκασι, τῶν Ὀρθοδόξων προστάται καὶ ἀληθῶς, ποιμενάρχαι χρηματίσαντες.

 

Σμυρναίων δῆμος καὶ πᾶσα Κυδωνιῶν ἡ πληθύς, Μοσχονησίων ἅμα, ὁ λαὸς ὁ θεόφρων, καὶ Ζήλων διαλάμψασα ἐκλογάς, Ἰκονίου ὁ σύλλογος, θρήνων παυσάμενοι δεῦτε Ἱεραρχῶν, ἐσφαγμένων μνήμην ᾄσατε.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὡς τοῦ καλοῦ ποιμένος μιμητὴς ὑπάρχων, τὴν ψυχήν σου ἐτίθεις ὑπὲρ τῶν προβάτων, Ἱεράρχα Χρυσόστομε Σμύρνης πρόμαχε. Τῆς γὰρ ἐκείνου φωνῆς ἀκούσας, καὶ προκινδυνεύσας ἀφόβως ὑπὲρ τῆς ποίμνης σου, ἱερεῖον ἔμψυχον ἐγένου. Τὸν δ’ ἀγῶνα τελέσας, καὶ τὴν πίστιν τηρήσας, τὸν τῆς δικαιοσύνης στέφανον ἐκομίσω, παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τὸ Θεοτοκίον τοῦ ἤχου.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ε΄15 - στ΄ 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτῶν καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπίσκοπον ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἠ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (δ΄ 7 - 15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ  ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

 

 

 

 

 

 

 

 

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Τῶν Προφητῶν αἱ φωναὶ ἰδοὺ πεπλήρωνται· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται, τὰ πρόβατα τῆς ποίμνης· καὶ ὁ κλεινὸς Χρυσόστομος, Σμυρναίων ποιμενάρχης, προκινδυνεύων ἔπεσεν, ὑπὲρ Χριστοῦ καὶ Γένους. Ὀρθοδόξων ὡς ποιμήν, τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων. Ὃν γεραίροντες ὑμνοῦμεν, καὶ αἰτούμεθα πρεσβεύειν, ὑπὲρ τοῦ ἔθνους ἡμῶν.

 

Ἦχος β΄.

Τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἤκουσας, ἰδοὺ νῦν ὥρα ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος, τῷ λαῷ σου ἐφώνεις, ὅτι οὐκ ἐσμὲν μόνοι, ὁ γὰρ Πατὴρ ὁ οὐράνιος μεθ’ ἡμῶν ἐστι· καὶ ὑπομείνας εἰς τέλος, Ἱερομάρτυς ἐδείχθης σεπτός, Σμύρνης τὸ κλέος Χρυσόστομε.

 

Ἦχος γ΄.

Τὸ πάλαι Ὃς ἐπάταξεν ἔθνη πολλά, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ, τῶν αἱμάτων ὑμῶν μνησθήσεται, Ἱεράρχαι Ἅγιοι Ἰωνίας καὶ Πόντου, καὶ Αἰολίδος ποιμένες, καὶ ἀνταποδώσει οἷς πρέπει τὸ ἀνταπόδομα, εὐχαῖς ὑμῶν παρέχων ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἦχος δ΄.

Τόπων πατρώων καὶ ἑστιῶν ἀπωσθέντες, εἰς προσφυγίαν διωκόμενοι ἤχθησαν, Ὀρθοδόξων τὰ πλήθη μετὰ ποιμένων ἱερῶν. οὐκ εἰς ἀλλοτρίαν δὲ γῆν μεταστάντες, καὶ τοῦ κλαυθμοῦ παυσάμενοι, τὴν ᾠδὴν Κυρίου προσάδουσι, πρὸς οὐράνιον πατρίδα, τὰς καρδίας αἴροντες, καὶ ψυχῶν σωτηρίαν αἰτούμενοι.

 

Δόξα. Ἦχος πλ. α΄.

Κύριε, ἐπὶ σφαγὴν ἑλκόμενος ἔλεγες τοῖς συνακολουθοῦσί σοι, εἰρήνην ἔχειν, εἰ καὶ ἐν τῷ κόσμῳ θλῖψιν ἕξουσι· καὶ θαρσεῖν, ὅτι σὺ νενίκηκας τὸν κόσμον· διὸ αἰτοῦμέν σε, εἰς ἱκεσίαν ἄγοντες τοὺς Μάρτυρας ὑμῶν, πυρὶ καὶ ξίφει τελειωθέντας, σὺν τῷ ἱερῷ Χρυσοστόμῳ, ἐν Σμύρνῃ καὶ τῇ καθ’ ἡμᾶς Ἀνατολῇ, νίκας ἡμῖν κατ’ ἐχθρῶν παντοίων διδόναι, γεγεννημένοις ἐκ τοῦ Θεοῦ καὶ ἑδραίοις τῇ πίστει· αὕτη γάρ ἐστιν ὡς θυρεὸς τοῖς Ὀρθοδόξοις, ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ.

Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.

Εἰς τὸ Στίχον, τὰ τοῦ ἤχου.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. β΄.

Δεῦτε πάντες οἱ πιστοί, τὸν περίδοξον ἱεράρχην τοῦ Χριστοῦ, ᾄσμασιν ἐγκωμίων ἐπαινέσωμεν, Χρυσόστομον τὸν πάνυ, τὸν ἄγγελον τῆς Ἐκκλησίας, τῆς ἐν Σμύρνῃ θεόθεν τεταγμένον. Οὗτος γάρ, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ, οἶδε κακοπαθεῖν καὶ προμαχεῖν ὑπὲρ τῶν οἰκείων πίστεως, καὶ ἀγωνίσασθαι ἕως θανάτου, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· καὶ προσηνέχθη τῷ Θεῷ θῦμα ἅγιον, καὶ κορυφαία ἀπαρχὴ τῶν σὺν αὐτῷ ἀναιρεθέντων, καὶ ἐν Χριστῷ τελειωθέντων ἐν τῇ Μικρασίᾳ. Αὐτῷ προσείπωμεν· ἱεράρχα ἀοίδιμε, καὶ στεφηφόρε μακάριε, μὴ ἐπιλάθου τῶν ὑμνούντων σε.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ.

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ ἤχου.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος γ΄. Θείας πίστεως.

Μέγαν Μάρτυρα, ἡ Ἐκκλησία, μέγαν ἥρωα, τὸ ἔθνος σύμπαν, τὸν τῆς Σμύρνης ὑμνοῦμεν Χρυσόστομον· καὶ γὰρ γενναίως ἀθλήσας ὑπέμεινεν, ὑπὲρ πατρίδος καὶ πίστεως θάνατον· ἱεράρχου τε ὑπόδειγμα ἑαυτὸν ἀνέδειξε, τὸν στέφανον λαβὼν τὸν ἀμαράντινον.

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος α’.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ καὶ τὴν β΄ Στιχολογίαν, τὰ Ἀναστάσιμα.

 

Εἰς τὸν Πολυέλεον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Χριστῷ εὐηρέστησας καὶ ἐμιμήσω σοφέ, σαὐτὸν ὡς καλὸς ποιμὴν ὑπὲρ προβάτων τιθείς, Χρυσόστομε ἔνδοξε· ὕβριν ἐχθρῶν αἰσχύνας, εἰς μαρτύριον ἤχθης, αἵματι πορφυρώσας, γῆν τῆς Σμύρνης γενναίως· δι]καὶ τοῦ στεφάνου τυχών, μακάριος γέγονας.

Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. ὅμοιον

Ταχὺ προκατάλαβε πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν∙ ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας∙ γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄, 16-22): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων… (Ζήτει τῇ Τετάρτῃ τῆς Γ’ Ἑβδομάδος Ματθαίου).

Δόξα: Ταῖς τοῦ Ἱεράρχου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὅσιε τρισμάκαρ ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Αὐτὸς καὶ νῦν πανεύφημε Ἱεράρχα Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος, τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Χρυσοστόμῳ Σμύρνης, αἶνος Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Χριστοῦ τὸν θεράποντα, τῆς Ἐκκλησίας ἀγλάϊσμα, τῆς Σμύρνης τὸν πρόεδρον, ἐθνομαρτύρων σεπτόν, ἀκροθίνιον, ὑμνήσωμεν πανδήμως, αὐτοῦ ἐξαιτούμενοι εὐχὴν πρὸς Κύριον.

Ῥοαῖς τῶν αἱμάτων σου, τὸν σὸν ποδήρη κατέστιξας, Χρυσόστομε Ἅγιε, Σμύρνης ποιμὴν ὁ καλός, τῶν προβάτων σου, κηδόμενος χρηζόντων, τῆς σκέπης σου ἔνδοξε, ἔθνους Ἀπόστολε.

Ὑψώσας τὰς χεῖράς σου, καὶ δεηθεὶς τῷ Κυρίῳ σου, λαόν σου ηὐλόγησας, καὶ προστασίας αὐτοῦ, συνειδὼς καλῶς, Χρυσόστομε εὐθύνας, εἰς τέλος ὑπέμεινας, θλῖψιν καὶ κάκωσιν.

Θεοτοκίον.

Σωτῆρα τεκοῦσάν Σε, ἐκδυσωποῦμεν πανάχραντε, παράκλησιν πρόσδεξαι, παρὰ τῶν Σῶν ἱκετῶν, καὶ προσάγαγε, τῷ Σῷ Υἱῷ Παρθένε, δεήσεις τῶν δούλων Σου, τῶν προστρεχόντων Σοι.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ὁμόθυμον σθένος οἱ γενναῖοι, δεικνύντες τῆς Ἰωνίας οἱ σεπτοί, ἐπίσκοποι πρεσβύτεροι, καὶ πάντες λειτουργοὶ Θεοῦ, ἄχρι θανάτου φθάσαντες, στεφάνους δόξης ἀπέλαβον.

Στρατείαν καλὴν ἀναλαβόντες, πεντάριθμοι Ἐκκλησίας οἱ ταγοί, συγκακουχεῖν ἑλόμενοι, λαῷ Θεοῦ παλαίοντι, πρὸς θάνατον οὐκ ἔπτηξαν, εἰς μαρτυρίαν Χριστοῦ ἐλθεῖν.

Τομὰς τῶν μελῶν ἐν Μικρασίας, περίδοξοι Ἅγιοι τῇ γῇ, ὑπέστησαν καὶ θάνατον, ἵνα ζωὴν αἰώνιον, κερδήσωσι ἣν δίδωσι, τοῖς πιστοῖς δούλοις ὁ Κύριος.

Θεοτοκίον.

Ὁ μόνος ὑπάρχων Θεὸς Λόγος, ἐν μήτρᾳ ἐσκήνωσε τῇ Σῇ, Παρθένε παναμώμητε, καὶ σαρκωθεὶς ὡς ἄνθρωπος, μέσος ἡμῶν ἐφέστηκεν, αὐτὸς τῆς δόξης ὁ Κύριος.

 

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Χρυσοστόμου σήμερον, μνήμην τελοῦντες, ἱεράρχου Σμύρνης τε, καὶ Ἰωνίας τοῦ κλεινοῦ, τὴν παῤῥησίαν ζηλώσωμεν, καὶ τὴν ἀνδρείαν, τῷ πνεύματι ζέοντες.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει, τοῦ κόσμου τὸ καύχημα.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος εν δόξῃ.

Μέγαν μάρτυρα σε ἔγνω Ἐκκλησία Χρυσόστομε, μέγαν σε τὸ Ἔθνος ἥρωα ἐκήρυξεν Ἅγιε· καὶ γὰρ γενναίως ἀθλήσας καθυπέμεινας, φρικτὸν θάνατον, δόξαν προσμέλπων πρὸς Κύριον.

Ὥσπερ πρότυπόν σε ἴσμεν ἱεράρχα Χρυσόστομε, τῶν ἀρχιερέων καὶ ἱερατείου ὑπόδειγμα· σὺ γὰρ τὸ αἷμα ἐκχέας ὑπὲρ πίστεως, ἡγιάσθης καὶ αἶνον προσάγεις τῷ Κτίστῃ σου.

Σὲ ὡς ἅγιον ἐξύμνουν οἱ εἰδότες σε πρότριτα, τῇ τε Ἐκκλησίᾳ ἤγγελλον σὸν ἔπαινον Σμύρνη τε, καὶ ἡ Ἑλλὰς τὴν θυσίαν σου γινώσκουσα, καὶ ηὐτρέπισται τῆς ἁγιωσύνης σοι στέφανος.

Θεοτοκίον.

Μόνην Σε Παρθένε οἶδα τῶν Ἁγίων τὴν μείζονα, καὶ ἁγιωτέραν πάντων τῶν δικαίων ὑπάρχουσαν· διὸ αἰτοῦμαι πρεσβεύειν Σε πρὸς Κύριον, ἁγιότητος κλήσει μὴ ἐκπέσοιμι Δέσποινα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ὑψίστης ἀγάπης σου τεκμήριον ὁ Κύριος, εἴρηκεν εἰ δυνατὸν ἀνθρώπῳ, τὴν ψυχὴν δοῦναι ὑπὲρ τῶν φίλων αὐτοῦ, ὥσπερ σὺ Χρυσόστομε διδούς, ὕψει ἁγιότητος χριστοδίδακτος ἔφθασας.

Ῥεόντων ἠλόγησας μακάριε Χρυσόστομε, ἄδικον δὲ θάνατον ἐδέξω, τελειωθεὶς δ’ ἐν ὀλίγῳ ἐπλήρεις χρόνους μακρούς, μῶμόν τε καὶ ψόγον ὑπερβάς, εἴπερ τι ἀδόκιμον περιέστη σοι Ἅγιε.

Νεόλεκτον Ἅγιε σεπτὸν Ἱερομάρτυρα, οἶδέν σε Χριστοῦ  ἡ Ἐκκλησία, τῶν Ὀρθοδόξων Ἑλλήνων πρόμαχον, Σμύρνης σε ποιμένα ἱερόν, κράτιστε Χρυσόστομε διπλῷ στέφει κοσμούμενον.

Θεοτοκίον.

Ἡ ἔμψυχος τράπεζα κρατῆρα θεῖον φέρουσα, χαῖρε θεῖον αἷμα ζωηφόρον, Χριστοῦ καὶ σῶμα ἡμῖν παρέχουσα, οὗ μεταλαβόντας καὶ ἡμᾶς, εἰς ζωὴν αἰώνιον ἀναστήσει ὁ Κύριος.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Σταυρὸν Χριστοῦ θεασάμενος, τὴν κένωσιν δ’ αὐτοῦ μιμησάμενος, Πάτερ Χρυσόστομε, καὶ πρὸς θυσίαν ἑλκόμενος, σὺν τοῖς Ἁγίοις ὤφθης συναυλιζόμενος.

Ἁγίων πόνοις συμμέτοχος, ἀνασκολοπισμῷ τετελείωσαι, Σμύρνης ὁ πρόεδρος, ὑπὲρ Χριστοῦ κακουχούμενος, καὶ τῇ Πατρίδι θῦμα σεπτὸν γενόμενος.

Ἰδοὺ Σμυρναίων οἱ ἔκγονοι, λαοῦ ἠγαπημένου σοι Ἅγιε, Πάτερ Χρυσόστομε, μνήμην σου νῦν μακαρίζουσι, τὰς ἑαυτῶν δεήσεις σοι ἀναθέμενοι.

Θεοτοκίον.

Ναὸς καὶ πύλη ὑπάρχουσα, ἀεὶ ἡ ἀδιόδευτος μείνασα, χαῖρε πανάχραντε, τοῦ Θεοῦ Λόγου παλάτιον, καὶ τῶν πιστῶν στεῤῥότατον καταφύγιον.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τὸν ἱεράρχην τοῦ Χριστοῦ τὸν γενναιότατον, τῆς Ἰωνίας καὶ τῆς Σμύρνης σεπτὸν πρόεδρον, ἀνυμνήσωμεν πανδήμως ἐν Ἐκκλησίαις, τοῦ Χριστοῦ ἱερομάρτυρα τὸν ἔνδοξον, καὶ τοῦ Γένους ἐθνομάρτυρα τὸν πάντιμον, ἀνακράζοντες· Χαίροις Πάτερ Χρυσόστομε.

Ὁ Οἶκος.

Ἄγγελος τῆς ἐν Σμύρνῃ Ἐκκλησίας ὑπάρχων, τὸν Πρῶτον καὶ τὸν Ἔσχατον ἀκούεις, Χριστὸν τὸν ζωοδότην εἰπόντα· Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν· ἀλλὰ πλούσιος εἶ· μὴ φοβοῦ ἃ μέλλεις παθεῖν· ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος κατὰ σοῦ, καὶ συναγωγὴ τοῦ σατανᾶ τῷ λαῷ ἐφορμήσει, ἵνα πειρασθῆτε καὶ θλῖψιν ἕξητε· καὶ φόνῳ μαχαίρας  ἀποθανεῖσθε. Ἀλλὰ γίνου πιστὸς ἄχρι θανάτου, καὶ σώσω σοι τὸν στέφανον τῆς ζωῆς. Ἐφ’ οἷς ἡμεῖς ἀνακράζομεν· Χαίροις Πάτερ Χρυσόστομε.

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ. Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χρυσοστόμου τοῦ νέου, ἐπισκόπου Σμύρνης, μαρτυρήσαντος αὐτόθι, ὑπὲρ πίστεως καὶ πατρίδος, ἐν ἔτει 1922ῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Μικρασίᾳ καὶ τῇ καθ’ ἡμᾶς Ἀνατολὴ μαρτυρησάντων Ἁγίων Ἱεραρχῶν· Γρηγορίου ἐπισκόπου Κυδωνιῶν, Ἀμβροσίου ἐπισκόπου Μοσχονησίων, Προκοπίου ἐπισκόπου Ἰκονίου, καὶ Εὐθυμίου ἐπισκόπου Ζήλων, καὶ τῶν σὺν αὐτοῖς ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων καὶ τελειωθέντων ἱερέων, καὶ πάντων τῶν ἀπὸ τοῦ ἱεροῦ κλήρου καὶ τοῦ φιλοχρίστου στρατοῦ καὶ τοῦ πιστοῦ καὶ ὀρθοδόξου λαοῦ θυμάτων, ἐκ τῆς θλίψεως τῆς μεγάλης ἐκείνης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ὁ τὸν θάνατον ἑλόμενος Χρυσόστομε, ὑπὲρ τῆς ποίμνης σου προκινδυνεύεις στεῤῥῶς, ποτήριον δ’ ἔπιες πλῆρες κεράσματος, καὶ
ὑπέψαλες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Σὲ γινώσκομεν πιστὸν τῇ κλήσει Ἅγιε, τὸν ὑπὲρ πίστεως καὶ τῆς πατρίδος τῆς σῆς, θεράποντα ἄξιον καὶ ὑπερθαύμαστον, Σμύρνης πρόεδρον τὸν τῶν Πατέρων Κύριος, καὶ Θεὸν ὑπερυψοῦντα.

Νῦν οὐράνιον πατρίδα σου τὴν μένουσαν, οἰκῶν Χρυσόστομε ἱερουργεῖς νοερῶς, καὶ ὑπερουράνιον θυσιαστήριον, μελῳδῶν κυκλοῖς· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἱκανούσθω μοι καὶ νοῦς καὶ στόμα Δέσποινα, ὑμνολογῆσαί Σε τῇ γὰρ Μητρὶ τοῦ Θεοῦ, ὑφαίνειν Σοι ἥττημαι ὕμνον ἐπάξιον· ἀλλ’ οὐ παύομαι τὸν τῶν Πατέρων Κύριον, ἀνυμνῶν καὶ μεγαλύνων.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Κόσμον Ἐκκλησίας καὶ τοῦ Γένους, σὲ ἔγνωμεν ἱεράρχα Σμύρνης ἔνδοξε, οὗπερ τὸ διάδημα στέφανος ἀκάνθινος, καὶ μαρτυρίας ἔβλημα γέγονε εὔγλωττον· τὸν Κύριον προσφύγων οἱ Παῖδες, ὑμνεῖτε ὑψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὅτε τὸν ὑπέρτιμον ποιμένα, ἁπάσης Μακεδονίας τὸν ἐξάρχοντα, ἀγώνων προϊσταμένον ἐξόριστον ἀπέβαλον, σταυρὸν ᾐτεῖτο μέγιστον ἐν ᾧ ἐπόθει θανεῖν· τὸν Κύριον ὑμνῶν δὲ ἐβόα· Ὃν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Δέσποινα Παρθένε Θεοτόκε, τὸ Γένους περιποιοῦ ἡμῶν πανύμνητε, σκέπουσα δὲ φύλαττε θλίψεων ἀπάλλαξον, καὶ πάσης περιστάσεως πιστῶς τοὺς μέλποντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἥδιστα πιστοί, τὸν νέον Χρυσόστομον ἀνευφημήσωμεν, μνήμην αὐτοῦ ἄγοντες, καὶ τοὺς συνόντας αὐτῷ γεραίροντες· πρὸς γὰρ τὴν λίαν κρείττονα καὶ μακαρίαν ζωήν, ἀφορῶντες σώματος ἠλόγησαν, καὶ σκηναῖς τῶν Ἁγίων ηὐλίσθησαν.

Μέμνησο ἐσμοῦ, ἀλήστων πατρίδων τε Πάτερ Χρυσόστομε, ὧνπερ τὴν ἐκρίζωσιν, θρηνῶν ἑώρας καὶ μεμαρτύρηκας, ἐκχέας πρῶτον αἷμα δὲ τὸ σὸν πανεύφημε, σπονδῆς τύπον εὔχου πρὸς τὸν Κύριον, τοῦ ἐλέους τυχεῖν τὸν λαὸν αὐτοῦ.

Ὁμοθυμαδόν, παμμάκαρ Χρυσόστομε λαοῦ συνείδησις, ἅγιόν σε εἴρηκεν, καὶ Ἐκκλησίας φρόνημα ἔνθεον, ὁμολογεῖ σε πάνσεπτον Ἱερομάρτυρα, τῶν Σμυρναίων καλῶς προϊστάμενον, σεαυτὸν δὲ Θεῷ ἀναθέμενον.

Θεοτοκίον.

Ὕμνους ἱερούς, πανάχραντε πρόσδεξαι τῶν προσιόντων Σοι, καὶ αὐτῶν προσάγαγε, δέησιν πᾶσαν τῷ παντοκράτορι, ταῖς μητρικαῖς Σου πάντοτε εὐχαῖς στηρίζουσα, τῶν πενήτων Σου λαὸν κραυγάζοντα· Παναγία Παρθένε ἐπάκουσον.

 

Ἐξαποστειλάριον. Τὸ Ἀναστάσιμον.

Τοῦ Ἁγίου. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὸν τῆς Τριγλίας γόνον, καὶ Βιθυνίας τὸν βλαστόν, Χρυσόστομον ἱεράρχην, τῆς Σμύρνης πρόεδρον σεπτόν, τὸν αἵματι μαρτυρίου, τελειωθέντα ὑμνοῦμεν.

Καὶ τοῦ Σταυροῦ. Ἦχος β'. Τῶν μαθητῶν ὁρώντων σε,

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

 

Αἶνοι. Ψάλλομεν δ’ Ἀναστάσιμα, β΄ τοῦ Σταυροῦ, καὶ β’ τοῦ Ἁγίου. Ἦχος β΄.  Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε οἱ πανέλληνες πιστῶς, καὶ τῶν Ὀρθοδόξων οἱ δήμοι ἐν ἑνὶ στόματι, Μάρτυρα ὑμνήσωμεν καὶ ἱεράρχην Χριστοῦ, τὸν Χρυσόστομον ᾄσμασι, τῆς Σμύρνης ποιμένα, πίστει τε πατρίδι τε ψυχὴν τιθέντα αὐτοῦ, ἄχρι δὲ θανάτου παθόντα, στέφανόν τε δόξης λαβόντα, παρὰ τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Ποίμνης τῶν προβάτων προεστώς, λύκων ἐπελθόντων ἀγρίως ἁρπάσαι ταύτην ἐκ σοῦ, ὤφθης ὡς καλὸν ποιμήν, προκινδυνεύων στεῤῥῶς· ἐθελόθυτον θῦμα γὰρ σαὐτὸν παρεδίδως, Ἅγιε Χρυσόστομε Χριστοῦ θεράπον πιστέ, καὶ τελειωθείς μαρτυρίῳ, νῦν ἐν οὐρανῷ συναυλίζει, ἐν σκηναῖς δικαίων παναοίδιμε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν Μάρτυρα τῆς πίστεως, καὶ ἀθλητὴν ἱεράρχην Χρυσόστομον, Σμύρνης κλέος εὐφημήσωμεν. Οὗτος γὰρ τῶν θρεμμάτων τῆς Ἐκκλησίας ἐξάρχει, καὶ θεῖον ὅπλον τὸν σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, λόγου Θεοῦ δὲ χαλῶν τὸ δίκτυον, ἐπισυνάγει τὸν λαὸν καὶ καταρτίζει ἐν Χριστῷ, προσκαρτερεῖν ἐν ὑπομονῇ, κατ’ ἐλπίδα ζωῆς ἀκαταλύτου. Σὺν τῇ χορείᾳ οὖν τῶν συμμαρτύρων αὐτὸν ἀνυμνήσωμεν, ποιμένων καὶ προβάτων τῆς χριστολέκτου ποίμνης Μικρασίας, ἀεὶ τῷ Χριστῷ πρεσβευόντων, ὑπὲρ ἡμῶν τῶν λιταζόντων αὐτούς.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη ὑπάρχεις Θεοτόκε Παρθένε…

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις τῆς Τριγλίας γόνος λαμπρός, Σμύρνης ἱεράρχης καὶ τοῦ Γένους ὁ τιμαλφής, πρόμαχος καὶ Μάρτυς, ἀγλάϊσμα καὶ κλέος, τῆς Ἐκκλησίας δόξα, σεπτὲ Χρυσόστομε.

Χαίρετε Πατέρες ἡμῶν σεπτοί, Χρυσόστομε μάκαρ καὶ Γρηγόριε ἱερέ, ἅμα Προκοπίῳ, γενναίῳ Ἀμβροσίῳ, Εὐθύμιε πανάριστοι χριστομάρτυρες.

Δεῦτε τὴν πλειάδα τῶν εὐκλεῶν, Ἱερομαρτύρων, ἑκατόμβας τε τῶν πιστῶν, Ὀρθοδόξων πλήθη, τιμήσωμεν ἀξίως· καὶ γὰρ ἐν Μικρασίᾳ, ἐν πίστει ἤθλησας.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου