Τετάρτη 4 Οκτωβρίου 2023

ΟΚΤΩΒΡΙΟΣ 3. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΧΟΖΕΒΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΟΚΤΩΒΡΙΟΣ Γ΄.

ΙΩΑΝΝΗΣ ΧΟΖΕΒΙΤΗΣ ΕΠΙΣΚΟΠΟΣ ΚΑΙΣΑΡΕΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Χοῤῥὰθ τῆς κοιλάδος οἰκιστά, Χοζεβᾶ κυπάρισσε, ὑψιτενὲς καὶ εὐθύκομε, ἀζύγων καύχημα, τοῦ Σωτῆρος φίλε, ἀρετῆς ὑπόδειγμα, καὶ ἔμψυχον ἀσκήσεως σέμνωμα, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταις ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

γάπης τοῦ Κτίστου ἐραστά, Ἰωάννη πάνσεμνε, ὡς καθαρὸν οἰκητήριον, τοῦ θείου Πνεύματος, καὶ ὡς καθαιρέτην, τῶν δαιμόνων ἄγρυπνον, ὑμνοῦμέν σε πιστῶς ἀνακράζοντες· Χριστὸν ἱκέτευε, ταῖς ψυχαῖς ἡμῶν θεσπέσιε, δωρηθῆναι, εἰρήνην καὶ ἔλεος.

 

Αἰγύπτου ἀνάθρεμμα σεπτόν, τὸν Χριστὸν ἐπόθησας, καὶ τοῖς αὐτοῦ ἠκολούθησας, ἁγίοις βήμασι, πάντα τὰ γεώδη, ὡς σποδὸν οἰόμενος· διὸ ἐν ἐρημίαις ἐσκήνωσας, καὶ εἰς ἀπρόσιτον, ὕψος ἤρθης ἁγιότητος, Ἰωάννη, ποθῶν τὰ οὐράνια.

 

Ποιμὴν Καισαρείας εὐλαβής, χρηματίσας ἴθυνας, τὴν σὴν ἀγέλην πρὸς θέωσιν· διὸ τιμῶντές σου, μνήμην τὴν ἁγίαν, Ἰωάννη σπεύδομεν, ταῖς σαῖς πρὸς τὸν Σωτῆρα ἐντεύξεσι, καὶ ἀνακράζομεν· Ἐξ ἐχθροῦ τῆς δολιότητος, ῥῦσαι πάντας, ἡμᾶς ὁσιώτατε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν θαυμαστὸν οἰκήτορα Χοζεβᾶ τῆς Μάνδρας, τὸν εὐλαβῶς καὶ σεμνῶς ἀσκήσαντα, Ἰωάννην τὸν Ὅσιον, εὐφημήσωμεν ᾄσμασιν· οὗτος γὰρ δόκιμος γενόμενος ἐργάτης τῶν ἐντολῶν τοῦ Κυρίου, τὴν σάρκα τῇ ἐγκρατείᾳ ἐμάρανε, καὶ αὐτὴν καθυπέταξε τῷ πνεύματι· ὅθεν ἀξίως τὰ γέρα ἐν οὐρανοῖς ἐδέξατο, ἐκ χειρὸς τοῦ μισθαποδότου Κυρίου, Ὃν ἱκετεύει σωθῆναι πάντας ἡμᾶς.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε τῶν ἀσκητῶν, ἐρήμου τὸ πυξίον, καὶ Χοζεβᾶ τῆς Μάνδρας, τὸ κρίνον Ἰωάννην, τὸν Ὅσιον τιμήσωμεν.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Σέμνωμα μοναστῶν, ἀκτημοσύνης κέρας, καὶ οἶκον τῆς Τριάδος, ὑπέρλαμπρον τῆς θείας, νῦν, Ἰωάννην μέλψωμεν.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Θίασος ὁ σεπτός, τῶν φιλεόρτων ῥόδοις, τὴν πάντιμόν σου μνήμην, παμμάκαρ Ἰωάννη, ᾀσμάτων καταστέφομεν.

 

Δόξα. Τριαδικόν.

Σῷζε Πανσθενουργέ, Τριὰς ὑπεραγία, ἐκ τῆς ἐχθροῦ ἀπάτης, τοὺς ἐκτενῶς Σὴν δόξαν, ἐν ὕμνοις μεγαλύνοντας.

 

Καὶ νῦν. Θεοτοκίον.

Λύπην σῶν οἰκετῶν, μετάβαλε Παρθένε, εἰς χαρμονὴν τῶν πόθῳ, τιμώντων Ἰωάννου, τοῦ Χοζεβίτου σκάμματα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὴν Καισάρειαν πᾶσαν Παλαιστίνης κατηύγασας, ταῖς ποιμαντικαῖς σου ἀκτῖσι, καὶ θαυμάτων καὶ πλήθεσι, καὶ Λαύραν Χοζεβᾶ ὥσπερ λαμπτήρ, θεόφρον Ἰωάννη παμφαής, κατηγλάϊσας· διό σοι, τῷ τῆς ἐρήμου κρίνῳ ἀνακράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ σὲ ἀείῤῥοον πηγήν, θαυμάτων δείξαντι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τοὺς ἱερούς σου καμάτους, πιστῶς γεραίρομεν, καὶ τὴν ἀσκητικήν σου, βιοτὴν ἐπαινοῦμεν, τρισμάκαρ Ἰωάννη τοῦ Χοζεβᾶ, τῆς Μονῆς ἐνδιαίτημα, σεπτὸν θησαύρισμα πίστεως τιμαλφές, καὶ Χοῤῥὰθ κοιλάδος καύχημα.

 

Νειλῷαν χώραν προθύμως, λιπὼν παρέλαβες, Σταυρὸν τὸν τοῦ Κυρίου, ἐπαυχένιον πάτερ, καὶ ἔπηξας ἐν τόπῳ ἐρημικῷ, καλιὰν σῆς ἀσκήσεως, ἔνθα τὰ ὄρνεα μόνον τῶν οὐρανῶν, Ἰωάννη πλησιάζουσι.

 

Τῆς διακρίσεως λύχνον, φανὸν συνέσεως, κανόνα ἐναρέτου, βιοτῆς καὶ φωστῆρα, ἀζύγων Ἰωάννην πάντες πιστοί, Χοζεβᾶ Μάνδρας καύχημα, καὶ συμπαθείας πρὸς πέλας καὶ πρὸς Θεὸν, ὁλοθύμου κέρας μέλψωμεν.

 

ωμαλαιότητι γνώμης, σαρκὸς ὑπέταξας, τὰς ἐμπαθεῖς ὀρέξεις, θεαυγὲς Ἰωάννη· διὸ καὶ Καισαρείας θεῖος ποιμήν, ἀνεδείχθης σοφώτατε, καὶ λειτουργὸς τοῦ Κυρίου πανευλαβής, ἐκλογῆς δοχεῖον Πνεύματος.

 

Τὸν τοῦ Σατὰν καθαιρέτην, εὐθύν τε ἄκακον, ἡσύχιον καὶ πρᾷον, παρθενίας ταμεῖον, ἐρήμου ἀκροτάτης τὸν πολιστήν, μονοτρόπων κοσμήτορα, καὶ ἀριστέα ἀγώνων ἀσκητικῶν, Ἰωάννην εὐφημήσωμεν.

 

Τοὺς ἐκτελοῦντας ἐκ πόθου, τὴν θείαν μνήμην σου, ἐκ συμφορῶν παντοίων, ἀλγηδόνων καὶ ἄχθους, ταῖς σαῖς πρὸς τὸν Δεσπότην καὶ Ποιητήν, παρακλήσεσι λύτρωσαι, θεοφορούμενε πάτερ θαυματουργέ, Ἰωάννη τρισμακάριστε.

 

Δόξα. Ἦχος πλ. β΄.

Νουνεχῶς ἐν ἐρήμῳ πολιτευσάμενος, καὶ τὸ κατ’ εἰκόνα ἀλώβητον διατηρήσας, πρὸς τὴν ἀρχαίαν ἀνηνέχθης λαμπρότητα, Ἰωάννη θεόσοφε· πρὸς αὐτὴν οὖν καὶ ἡμᾶς ἀνελθεῖν ἀξίωσον, τοὺς πίστει καὶ πόθῳ ὑμνοῦντας ἐν ᾄσμασι. τὴν ἀεισέβαστον μνήμην σου,  Χοζεβῖτα πάτερ ὁ μελετῶν ἀεὶ ἐν βίῳ σου τὸν θάνατον.

 

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ;Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.

Τὸν εὐθαλέστατον τῆς Αἰγύπτου φοίνικα, τὸν ἐν κοιλάδι τοῦ Χοῤῥὰθ ἐξανθήσαντα, καὶ καρποὺς εὐχύμους ἀσκητικῆς ἀγωγῆς ἀποδοῦντι, Ἰωάννην ἀξιοχρέως τιμήσωμεν· οὗτος γὰρ ταῖς θεοπνεύστοις διδαχαῖς, καὶ σωτηρίοις ῥήμασιν, οὐ μόνον τοὺς Χοζεβίτας ἀζύγους, ἀλλὰ πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ κατηύφρανε, καὶ πρὸς ἀρετὴν ἐχειραγώγησεν· αὐτοῦ ταῖς ἀδιαλείπτοις πρεσβείαις, παντοδύναμε Κύριε, σῶσον ἐξ ἐχθροῦ ἐπηρείας σοὺς πρόσφυγας, καὶ κράτυνον τὴν Ὀρθόδοξον πίστιν, ἐν τοῖς δυσχειμέροις καιροῖς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Ἦχος β΄.

Τὸν τοῦ Χριστοῦ ἐραστὴν καὶ δαιμονίων καθαιρέτην, τὸν διάκοσμον τῶν Ὁσίων καὶ Καισαρέων τὸν ἔφορον, χοροὶ εὐσεβῶν συνελθόντες Ἰωάννην εὐφημήσωμεν· οὗτος γὰρ πανσόφως καταλιπὼν τὴν τοῦ κόσμου ἀπάτην, ἦρε τὸν ζυγὸν τοῦ Χριστοῦ ἐπωμάδιον, καὶ ἡμῖν πρακτικῶς ἔδειξε, τῆς θεϊκῆς ἀγάπης τὸν εὐθύτατον δρόμον· καὶ νῦν ἰσοστάσιος, γεγονὸς τῶν παμφαῶν Ἀγγέλων, καὶ τιμὴν θεόθεν λαβὼν ἄπλετον, πρεσβεύει Κυρίῳ, ὅπως καὶ ἡμεῖς τύχωμεν ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

 

Ἦχος γ΄.

Λαβὼν τὸ ἀγγελικὸν σχῆμα παρὰ τοῦ προγόνου σου, ἐφησυχάζοντος ἐν Θηβαΐδι, ἀνεχώρησας προσκυνῆσαι τὸν τόπον, ἐν ᾧ ἡ σωτηρία ἡμῶν συνετελέσθη, Ἰωάννη ἀοίδιμε· ἐκεῖθεν ἐσκήνωσας εἰς τὴν ἔρημον τοῦ Ἰορδάνου, ἐσθίειν ἀκρόδρυα, κακοπαθεῖν, στερεῖσθαι καὶ ἀπαύστως πρὸς Κύριον εὔχεσθαι, τὸν δοξάσαντά σε, Χοζεβιτῶν πατέρων ἀκρώρεια· καλῶς οὖν περατώσας τὸν ἀγῶνά σου, ἀπῆλθες πρὸς Ὃν ἐπόθησας Σωτῆρα Κύριον, ᾯ πρεσβεύεις ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ὕμνοις τιμώντων σε.

Ἦχος δ΄.

Τὰ τερπνὰ καὶ ἡδέα ὑπεριδὼν τοῦ βίου, καὶ πᾶσαν συγγενικὴν λιπὼν σχέσιν, τὸν νοῦν ὡς ἐχέφρων ἀνέτεινας, πρὸς τὸν μόνον σῴζειν, ἀνθρώπους δυνάμενον, Ἰωάννη Ὅσιε· ὅθεν καὶ χάριν εἴληφας οὐρανόθεν, νόσους ἰᾶσθαι τῶν εἰς σὲ προστρεχόντων, ὕδωρ ἐκβλύζειν ἐν τόπῳ ἀνύδρῳ, καὶ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Θείου Πνεύματος τῇ πανοπλίᾳ τροπωσάμενος, τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ κοσμοκράτορος δαίμονος, ἀγγελικὸν βίον ἐπέδειξας, Χοζεβῖτα Ἰωάννη, μακάριε· κτησάμενος οὖν τὴν ἀρετὴν ὡς φίλην καὶ σύνοικον, προσήχθης ὑπ’ αὐτῆς ἐνώπιον τοῦ Παμβασιλέως Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, τῆς Θηβαΐδος βλαστός, τῆς Αἰγυπτίων χώρας ἄνθος ἡδύπνευστον, ἐρήμου τοῦ Ἰορδάνου, πανευθαλὴς ῥοδεών, καὶ Χοῤῥὰθ κοιλάδος, κρίνον εὔοσμον· Ὁσίων ἀγλάϊσμα, Ἰωάννη τρισόλβιε, ὡς μυροθήκην, θεαρέστου βιώσεως, εὐφημοῦμέν σε, ἀρετῶν ὀσφραινόμενοι, θείων σου καὶ γλυκύτητος, καὶ πόθῳ προστρέχομεν, τρυγῆσαι νέκταρ εὐχῶν σου, πρὸς τὸν Θεὸν ἵνα τάχιστα, παθῶν δυσωδίαν, ἀπελάσωμεν καὶ μύρου, πλησθῶμεν χάριτος.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, τῆς Καισαρείας ποιμήν, ὁ ἀγαθὸς ἡδὺς, πραΰς τε καὶ ἄκακος, ὁ ἔχων ὡς ῥάβδον ὄντως, τῆς ποιμασίας στεῤῥὰν, τὴν πρὸς τὸν Σωτῆρα, καὶ τὸν ἔγγιστα, ἀγάπην ὁ δίκαιος, νουνεχὴς καὶ ἀδέκαστος, ὁ εἰς Κυρίου, ἑαυτὸν τύπον θέμενος, ἱερώτατε, Ἰωάννη πανόσιε· σῷζε τοὺς ἐκτελοῦντάς σου, τὴν μνήμην ἑκάστοτε, ἐκ πειρασμῶν κατωδύνων, ἀῤῥωστημάτων κακώσεων, καὶ πλάνου Βελίαρ, ἐπηρείας φωτοφόρε, ἀστὴρ συνέσεως.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, σημειοφόρε βροτέ, Ἀγγέλων σύναυλε Τριάδος ὁμόσκηνε, ὡράϊσμα μονοτρόπων, Χοζεβιτῶν χαρμονή, Ἐκκλησίας στῦλε, ἀδιάσειστε, ἁγνείας καὶ νήψεως, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενος, θείου Πνεύματος, Ἰωάννη πανόλβιε· ἄγαλμα ὁσιότητος, δαιμόνων ἀντίπαλε καὶ ὀμβροτόκε νεφέλη, ἡ γῆν διψῶσαν ποτίζουσα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.

γάλλεται σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία πανηγυρίζουσα τὴν ἀεισέβαστον μνήμην σου, καὶ βοᾷ σοι, πάνσοφε· Χαίροις, ὁ τοῦ μονήρους βίου κανών, καὶ τύπος ἀκριβέστατος, τῆς ἐν Κυρίῳ ἀδιαλείπτου προσευχῆς τε καὶ νήψεως· Χαίροις, φωστὴρ ἀειφεγγέστατε, ὁ δᾳδουχῶν τὰς ἁπανταχοῦ φιλοσίων χορείας, ἀρετῶν τοῖς θείος πυρσεύμασι· Χαίροις, Χοζεβιτῶν φωτεινὲ λαμπαδοῦχε, ὁ τῆς ἀγωγῆς σου τρόποις καταφωτίσας, Χοῤῥὰθ κοιλάδος τὴν περίοικον. Ἀλλ’ ὦ Ἰωάννη πανθαύμαστε, μὴ παύσῃ πρεσβεύων τῷ φιλανθρώπω Κυρίῳ, δοθῆναι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὴν Καισάρειαν πᾶσαν Παλαιστίνης κατηύγασας, ταῖς ποιμαντικαῖς σου ἀκτῖσι, καὶ θαυμάτων καὶ πλήθεσι, καὶ Λαύραν Χοζεβᾶ ὥσπερ λαμπτήρ, θεόφρον Ἰωάννη παμφαής, κατηγλάϊσας· διό σοι, τῷ τῆς ἐρήμου κρίνῳ ἀνακράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ σὲ ἀείῤῥοον πηγήν, θαυμάτων δείξαντι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.


 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Πολύφωτος ἀστήρ, μονοτρόπων ἐδείχθης, καὶ στάθμη ἀκριβης, ἐν Χριστῷ ἐγκρατείας, συνέσεως κάτοπτρον, ἀρετῆς ἐνδιαίτημα, καὶ φανώτατος, λαμπτὴρ ἐνθέου σοφίας· ὅθεν μνήμην σου, τὴν φωταυγῆ Ἰωάννη, τιμῶμεν ἐν ᾄσμασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κατεύθυνον ἡμᾶς, πρὸς ὁδοὺς σωτηρίας, ἡ πύλας οὐρανῶν, κεκλεισμένας Παρθένε, ἀνοίξασα Δέσποινα, διὰ Τόκου τοῦ θείου σου, ἵνα κράζωμεν· Εὐλογημένη Μαρία, πέλεις πάντοτε, τῶν εὐσεβῶν ποδηγέτις, πρὸς βίωσιν κρείττονα.

 

Μετὰ τὴν β΄. Στιχολογίαν Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

στρον ἄδυτον, τῆς Ἐκκλησίας, κατεφώτισας, τῶν ἀρετῶν σου, καὶ θαυμάτων σου ἀπείρων πυρσεύμασι, τῶν εὐσεβῶν Ὀρθοδόξων ὁμήγυριν, τὴν σοὶ κραυγάζουσαν πόθῳ ἑκάστοτε· Πάτερ Ὅσιε, Χριστῷ Ἰωάννη πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεονύμφευτε, ἁγνὴ Παρθένε, ἀποδίωξον τὴν ἀθυμίαν, τῆς ψυχῆς μου καὶ τὴν λύπην ἀπέλασον, ἡ τὴν χαρὰν τῶν ἀνθρώπων κυήσασα, ἄνευ σπορᾶς τὸν Παντάνακτα Κύριον, ἵνα μέλπωμεν ἐν ὕμνοις τὰ σὰ θαυμάσια, καὶ πόθῳ σε καὶ πίστει μεγαλύνωμεν.

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Αἰγύπτου βλάστημα, περιφανέστατον, τὴν ματαιότητα κόσμου ἐμίσησας, καὶ τὰ ἐν πόλῳ ἀγαθὰ ἐπόθησας, Ἰωάννη· σὺ γὰρ ἀπενέκρωσας τῆς σαρκὸς ἅπαν φρόνημα, καὶ τὸν νοῦν ἐπτέρωσας πρὸς Θεὸν ἱερώτατε· διὸ ἐν κατανύξει βοῶμεν· Χαῖρε σημειοφόρε πάτερ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὸν ἐν Χοζεβᾷ τοῖς δυσπροσίτοις σπηλαίοις ἀσκήσαντα, καὶ Θεῷ τῇ αὐτοῦ ταπεινώσει εὐαρεστήσαντα, Ἰωάννην εὐφημήσωμεν σήμερον· οὗτος γὰρ νυχθημέροις καμάτοις, εἰς σφαίρας ἤρθη ἀπαθείας, ἔνθα πρεσβεύει Κυρίῳ, ὑπὲρ πάντων τελούντων αὐτοῦ τὸ μνημόσυνον.

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Μέλισμα φέρω τῷ Χοζεβίτῃ Ἀββᾶ Ἰωάννῃ. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Μελίσμασι Κύριε, φαιδροῖς ὑμνῆσαι τὸν Ὅσιον, Χοῤῥὰθ τὸν σκηνώσαντα, ἐν τῇ κοιλάδι καλῶς, καταξίωσον, φωσφόρον Ἰωάννην, ὑψόθεν μοι δύναμιν, πέμπων οὐράνιον.

ρήμου ἀνάστημα, θεοειδὲς πεπολίτευσαι, ἐν γῇ ὥσπερ ἄσαρκος· διὸ Ἀγγέλων χοροῖς, νῦν ἐν δώμασι, συνήφθης οὐρανίοις, Χριστὸν τὸν Παντάνακτα, μέλπων ἐν ᾄσμασι.

Λουόμενος δάκρυσιν, ἐν ἐρημίαις ἑκάστοτε, τὴν σάρκα ἐκάθηρας, ἰλύος τῆς κοσμικῆς, καὶ ἀνύψωσας, τὸν νοῦν σου Ἰωάννη, πρὸς σφαῖραν θεώσεως, τὴν ὑπὲρ ἔννοιαν.

Θεοτοκίον.

κάνωσον Δέσποινα, τὸν πολυτλήμονα δοῦλόν σου, πατῆσαι τὸ φρύαγμα, τοῦ παμβεβήλου ἐχθροῦ, ταπεινώσεως, δεικνύουσά με σκεῦος, καὶ βάθρον συνέσεως, θεομακάριστε.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Σεμνύνεται μάκαρ Ἰωάννη, Μονὴ σῇ ἀσκήσει Χοζεβᾶ, ὅτι αὐτὴν ἡγίασας, καμάτοις νυχθημέροις σου, νηστείαις καὶ πρὸς Κύριον, ἀδιαλείπτοις πρεσβείαις σου.

Μονήρη ποθήσας πολιτείαν, τὰς Θήβας Αἰγύπτου τὰς κλεινάας, κατέλιπες καὶ σπήλαιον, ἐρημικὸν ἐπέλεξας, ὡς τῶν σεπτῶν ἀγώνων σου, κονίστραν πάτερ πανίερον.

σκήσεως ὤφθης Ἰωάννη, ὑπόδειγμα στήλη ἀρετῶν, καὶ χαμευνίας ἔκτυπον· διό σε μακαρίζομεν, Χοῤῥὰθ χειμάῤῥου ἴασμε, ἡδυτερπὲς καὶ πανεύοσμε.

Θεοτοκίον.

Φωτὸς τοῦ ἀστέκτου θεῖε λύχνε, πανάμωμε Μῆτερ τοῦ Θεοῦ, τὸν κόσμον κατεφώτισας, μαρμαρυγαῖς τοῦ Τόκου σου, τοῦ σκότος ἀπελαύνοντος, ζοφῶδες πάσης κακότητος.

 

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Νεανίσκου ἐδίωξας πονηρότατον, πνεῦμα τῇ σῇ παρακλήσει, πρὸς τὸν Σωτῆρα Χριστόν, Ἰωάννη Χοζεβᾶ Μονῆς ἡδύοσμε, καὶ ἀκολάστου γυναικός, τὰς δολίας μηχανάς, συνέτριψας σθένει θείῳ· διό σε πάντες τιμῶντες, τὰς σὰς θερμὰς λιτὰς αἰτούμεθα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

σπερ πύρινον θρόνον τὴν θείαν μήτραν σου, ὁ ἐποχούμενος νώτοις χερουβικοῖς Ἰησοῦς, ἀπειρόγαμε ἁγνὴ Παρθένε ᾤκησε, καὶ τῇ προσλήψει τῆς σαρκός, τὴν οὐσίαν τῶν βροτῶν, ἐθέωσεν· ὅθεν πάντες, σὲ μεγαλύνοντες πόθῳ, Αὐτὸν ψαλμοῖς φαιδροῖς δοξάζομεν.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

ν ἐρήμῳ καθωράθης, ὡς ἀσώματος Ἄγγελος, καὶ στεῤῥῶς ἀσκήσας, κέντρα τοῦ Βελίαρ ἀπήμβλυνας, τῷ Ἰησοῦ, Ἰωάννη χαριτώνυμε, ἐκ καρδίας σου, μυχίων ψάλλων ἀείποτε.

ήματί σου τῷ ἁγίῳ, Ἰωάννη ἀπέλασας, χάριτι τῇ θείᾳ, πνεῦμα τὸ κακὸν καὶ ἀκάθαρτον, ἐν βρέφει τῷ ἐμφολεῦον, ὃ παρέδωκας ὑγιέστατον, ταχὺ αὐτοῦ τῷ γεννήτορι.

σπερ εὔκαρπόν τι δένδρον, ταῖς δακρύων προσχύσεσι, τοὺς καρποὺς σῶν πόνων, τῷ ἀγωνοθέτῃ προσήνεγκας, Χριστῷ σεπτὲ Ἰωάννη καὶ κατηύφρανας, τοὺς προστρέχοντας, γεύσασθαι μέλι τῶν λόγων σου.

Θεοτοκίον.

Τὸν ἀχώρητον ἐδέξω, Βασιλέα καὶ Κύριον, ἐν τῇ σῇ νηδύϊ, Μῆτερ τοῦ Θεοῦ ἀειπάρθενε· διό σε πάντες ἐν ὕμνοις μακαρίζοντες, τὸν θαυμάσια, ποιήσαντά σοι δοξάζομεν.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

ς στῦλον ἀκλόνητον, τῆς προσευχῆς γινώσκομεν, οὐρανοπολῖτα Ἰωάννη, σὲ καὶ ταμεῖον, παντοειδῶν ἀρετῶν· διὸ καὶ τὴν μνήμην σου ἀεί, τὴν λαμπρὰν καὶ πάμφωτον, καταστέφομεν ᾄσμασι.

Χαρίτων τοῦ Πνεύματος, δοχεῖον διαυγέστατον, ὁ Μαρκιανὸς ὁ θεοφόρος, ὃν ἐπεπόθεις, ἰδεῖν σοφὲ ἀσκητά, δυνάμει Χριστοῦ ὑπερφυῶς, ἦλθεν εἰς τὴν κέλλαν σου, μεταρσίως φερόμενος.

μόνος ἀκήρατος, Θεὸς ἀναπαυόμενος, ἐν ἁγίοις μάκαρ Ἰωάννη, τὴν ταπεινήν σου, ψυχὴν σκηνὴν καθαράν, εὑρὼν ἐνδιαίτημα σεπτόν, τῆς Αὐτοῦ ἀνέδειξε, πανσθενοῦς θείας χάριτος.

Θεοτοκίον.

Ζωὴν τὴν αἰώνιον, ὁ Τόκος σου Μητρόθεε, ἔδωκε τῷ γένει τῶν ἀνθρώπων, καὶ τοῦ θανάτου, καὶ τῆς φθορᾶς τὴν ἀχλύν, διέλυσε διὰ τῆς Αὐτοῦ, θείας ἀναστάσεως· ὅθεν ὕμνοις τιμῶμέν σε.


ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

γένου ἔμψυχον καύχημα, Μονῆς τοῦ Χοζεβᾶ θεοφώτιστε, καὶ θείας γνώσεως, κανὼν ἀζύγων ἀκρώρεια, κοιλάδος Ἰωάννη, Χοῤῥὰθ ἐντρύφημα.

Βαλβὶς Χριστοῦ ἀγαπήσεως,τοὺς θείους ἐν ἐρήμῳ ἀγῶνάς σου, τίς διηγήσητε; Ἀγγέλων γὰρ ὁμοιότροπος, ἐδείχθης καὶ ἐν πόλῳ, αὐτῶν συνέστιος.

σχὺς σαφῶς σοι δεδώρηται, παρὰ τοῦ Ζωοδότου τὴν δύναμιν, φεῦ τὴν πανόλεθρον, ὡς ἀριστεὺς εὐτονώτατος, παμμάκαρ διολέσαι, τοῦ παναλάστορος.

Θεοτοκίον.

Τὸν Κτίστην πάσης τῆς κτίσεως, ἀφράστως, Μητροπάρθενε τέξασα, αὐτὴν ἐκαίνισας, καὶ ὑπερτέρα Παντάνασσα, αὐτῆς εὐλογημένη, Μαρία πέφυκας.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

ς τῆς κοιλάδος τοῦ Χοῤῥὰθ εὐῶδες λείριον, καὶ Χοζεβᾶ τῆς Μάνδρας πάντερπνον ἡδύοσμον, εὐφημοῦμέν σε ἀπαύστως ἀζύγων γέρας, Ἰωάννη Καισαρέων θεῖε Πρόεδρε, καὶ ἐνθέων ἀσκητῶν ἐρήμου πρόβολε, ἀνακράζοντες· Χαίροις, Πάτερ ἰσάγγελε.

Ὁ Οἶκος.

γγελος ἐν ἀσκήσει, ἀστραπόμορφος ὤφθης, κοσμῆτορ Χοζεβᾶ Ἰωάννη· μετὰ σώματος γὰρ ἐπὶ γῆς, ἀσωμάτων βίον μετελθὼν γέγονας, Ἀγγέλων ἰσοστάσιος· διό σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, λαμπρὸν μοναζόντων γέρας·

χαῖρε, φαιδρὸν σωφροσύνης σέλας.

Χαῖρε, παρθενίας καὶ νήψεως γνώρισμα·

χαῖρε, τῆς ἁγνείας τὸ ἔμπνουν θησαύρισμα.

Χαῖρε, στῦλε διακρίσεως καὶ ἀγάπης ῥοδεών·

χαῖρε, πύργε ἀγαθότητος καὶ πραότητος εἰκών.

Χαῖρε, ὅτι ὑπάρχεις ἀσθενῶν ἀντιλήπτωρ·

χαῖρε, ὅτι ἐδείχθης ἀσκητῶν ὑφηγήτωρ.

Χαῖρε, δι’ οὗ ᾐσχύνθησαν δαίμονες·

χαῖρε, δι’ οὗ ηὐφράνθησαν μέροπες.

Χαῖρε, πηγὴ ζωηῤῥύτων ναμάτων·

χαῖρε, στακτὴ μυροβόλος θαυμάτων·

Χαίροις, Πάτερ ἰσάγγελε.

 

Συναξάριον.

Τῇ γ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Χοζεβίτου, τοῦ καὶ Καισαρείας Ἐπισκόπου χρηματίσαντος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

περίδοξος, τοῦ Χοζεβᾶ σεμνύνεται, Μονὴ σῇ χάριτι, καὶ ἐκβοᾷ σοι θερμῶς· Οὐ μόνον δομήτωρ μοι, τυγχάνεις ἔνθεος, ἀλλ’ ἀείποτε, προστάτης μου καὶ πρόμαχος, ἐν κινδύνοις, Ἰωάννη.

γγελόμορφε, τῶν Καισαρέων πρόεδρε,, καθάπερ ἥλιος, ἡ σὴ σεμνὴ βιοτή, τὴν γῆν περιήστραψεν· ὅθεν ἐθαύμασαν, τὸν ἐνάρετον, καὶ πρᾶον χαρακτῆρά σου, πάντες μάκαρ Ἰωάννη.

Βάθρον πίστεως, καὶ ψυχοτρόφου νήψεως, ὥσπερ ἀσώματος, καμάτους ἀσκητικούς, εἰς τέλος ὑπήνεγκας, καλῶς πρὸς Κύριον, κράζων· Δέσποτα, Σοί μου ἰσχὺς καὶ δύναμις, καὶ ἐν δίναις παραστάτης.

Θεοτοκίον.

Βρύσις ἄφθονος, χαρίτων πέλεις Δέσποινα, ἁγνὴ θεόνυμφε, ἡ τοῖς ἀνθρώπων χοροῖς, σωτήρια νάματα, ἀεὶ βλυστάνουσα, τὰ ποτίζοντα, ψυχὰς διψώσας ἄχραντε, τὴν ἀγήρω εὐφροσύνην.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

γαλμα ἁγνείας Ἰωάννη, ἀκόλαστον ἐκ τῆς κέλλης σου ἀπέβαλες, τὸ σπουδάζον γύναιον, σὲ μολῦναι ἄμεμπτε, τῇ τοῦ Σωτῆρος χάριτι, πρὸς Ὃν ἀνέκραζες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ον μυροβόλον εὐσεβείας, τὰ ἄφθαρτα ἀντηλάξω καὶ αἰώνια, τῶν προσκαίρων Ὅσιε· ὅθεν κατεμύρισας, τῇ εὐωδίᾳ ἔργων σου, τοὺς διαδόχους σου, ὧν ἄριστος σοφὲ Ἰωάννη, ἀρχηγέτης ὤφθης, κανὼν καὶ ποδηγέτης.

σπερ ὑφηγήτορα ἀζύγων, τιμῶμέν σε Χοζεβᾶ τῆς Μάνδρας πρόβολε, καὶ πηγὴν θεόβρυτον, ἰαμάτων Ὅσιε· διὸ πιστῶν οἱ σύλλογοι, ἀναβοῶμέν σοι· Μὴ παύσῃ τὸν Χριστὸν ἱκετεύων, καταπέμψαι πᾶσιν, εἰρήνης θείας δόσεις.

Θεοτοκίον.

νωθέν μοι στάλαξον Παρθένε, ἐλέους ῥανίδας Τόκου τοῦ πανσέπτου σου, καὶ τὸ δυσωδέστατον, τῆς ψυχῆς μου ἔνδυμα, ἐν τῷ κναφείῳ Δέσποινα, τῶν ἀσιγήτων σου, εὐχῶν πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, κάθαρον βοῶ σοι ἱκέτης σου ὁ τάλας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νοῦν κατὰ παθῶν, ἐρήμου κυπάρισσε, πανευθαλέστατε, ἡγεμόνα ἔσχηκας, τὰ τοῦ σαρκίου, δεινὰ σκιρτήματα, ἀσκήσεως καμάτοις σου, καὶ κακουχίαις σου, χαλινώσας, Χοζεβῖτα Ὅσιε, Ἰωάννη Προδρόμου ἐπώνυμε.

Νεῦσον ταῖς ἡμῶν, σοφὲ παρακλήσεσι, φωτίζων πάνσοφε, νοῦν τῶν εὐφημούντων σε, καὶ τὴν καρδίαν, πρὸς ἔργα ἴθυνον, ἡμῶν Θεῷ εὐάρεστα, ἐρήμου καύχημα, Ἰωάννη, ὁ Θεῷ φθεγγόμενος· Δεῖ με μᾶλλον ἀρέσκειν ἢ μέροψι.

λιε λαμπρέ, Χριστοῦ ἀγαπήσεως, χαμαικοιτίας σου, καὶ παννύχων στάσεων, ἀκτῖσι πάντας, πιστοὺς ἐφαίδρυνας, καὶ σκότος διεσκέδασας, τοῦ πολεμήτορος, τὸ ζοφῶδες· ὅθεν σε γεραίροντες, τῶν παθῶν πάτερ σκότος διώκομεν.

Θεοτοκίον.

Χαῖρε τοῦ Θεοῦ καθέδρα χρυσότευκτε, ναὲ περίβλεπτε, τέμενος οὐράνιον, ἡγιασμένον, Ὑψίστου σκήνωμα, καὶ τιμαλφὲς ἀνάκτορον, Θεογεννήτρια, σοὶ βοῶμεν, οἱ ἀεὶ τιμῶντές σε, καὶ εἰς πάντας αἰῶνας ὑμνοῦντές σε.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Χόῤῥὰθ κοιλάδος λείριον, καὶ Χοζεβᾶ πανεύοσμον, ἄνθος σεπτὲ Ἰωάννη, πιστοὺς κατηύφρανας πάντας, ὀδμαῖς τῶν θαυμασίων σου, καὶ ἀρετῶν πληθύος σου· διό σου καταστέφομεν, τὴν ἀεισέβαστον μνήμην, ᾠδαῖς καὶ ᾄσμασι θείοις.

Θεοτοκίον.

Λαμπρῶς σε μακαρίζομεν, εὐλογημένη Δέσποινα, ὅτι Τριάδος τὸν Ἕνα, Θεοῦ τὸν πάνσεπτον Λόγον, ἐν μήτρᾳ σου ἐκύησας, καὶ ἐν ταῖς σαῖς ἐβάστασας, ὠλέναις παναμώμητε, Ὅνπερ χορεῖαι Ἀγγέλων, δοξολογοῦσιν ἀπαύστως.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !

Πάτερ Ιωάννη πάνσοφε, Ἱεραρχῶν καλλονή, Καισαρείας διδάσκαλε, μύστα ἱερώτατε, καὶ θεόφιλε πρόεδρε, ἀκτημοσύνης, ὄντως ὑπόδειγμα, καὶ σωφροσύνης, σεμνὸν ἀρχέτυπον, πάντοτε πρέσβευε, τῷ Σωτῆρι Ὅσιε ὑπὲρ ἡμῶν, τῶν πιστῶς τελούντων σου, τὴν θείαν κοίμησιν.

 

Πάτερ Ἰωάννη Ὅσιε, τὸν τοῦ Κυρίου ζυγόν, ἀγογγύστως ἀράμενος, τὴν στενὴν διώδευσας, τρίβον ὄντως τὴν ἄγουσαν, εἰς ἀφθαρσίας, λειμῶνα πάντερπνον, ἔνθα Ὁσίων, χοροὶ δοξάζουσι, τὸν Πανοικτίρμονα· διὸ πάντες στέφομεν μελῳδικαῖς, συμφωνίαις μνήμην σου, τὴν πανακήρατον.

 

Πάτερ Ἰωάννη κλέϊσμα, ἐρημιτῶν ἀσκητῶν, ἀρετῶν καταγώγιον, ἀσιτίας ἔκτυπον, καὶ χρηστότητος μέλαθρον, ἐν τῇ κοιλάδι, Χοῤῥὰθ ἐσκήνωσας, ἥνπερ κονίστραν, ἀγώνων ἔδειξας, τῶν θαυμασίων σου, φρυκτωρὲ φανότατε τοῦ Χοζεβᾶ, ὁ φαιδρύνων σύμπαντα, βολαῖς χαρίτων σου.

 

Πάτερ Ἰωάννη πρόβολε, ἀσκητικῆς ἀγωγῆς, τὴν ἐτήσιον μνήμην σου, συνελθόντες σήμερον, ἐκτελοῦμεν γηθόμενοι,  καὶ σοι βοῶμεν· Θεράπων γνήσιε, τοῦ φιλανθρώπου, Θεοῦ καὶ τίμιον, σκεῦος τοῦ Πνεύματος, μὴ ἐλλίπῃς Κύριον ἐκδυσωπῶν, ἐκ θανάτου ῥύσασθαι, τοὺς εὐφημοῦντάς σε.

Δόξα. Ἦχος πλ. α΄.

ς στρουθίον ἐρημικὸν ἔπηξας, τὴν ἀσκητικήν σου καλιὰν ἐν σπηλαίοις τοῦ Χοζεβᾶ, ἐν οἷς νυχθημερὸν ἐδοξολόγεις τὸν Κύριον, Ἰωάννη γλυκύφθογγε· ὅθεν εἴληφας τὸ Βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, οἷαπέρ δίκαιος κατὰ τὸν Σολομῶντα, μονοτρόπων ἀγλάϊσμα· μὴ οὖν παύσῃ οὐρανόθεν, ἀσκητὰ σημειοφόρε, πρεσβεύειν τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεύειν τὸν κόσμον, καὶ σῴζειν ἐκ θανάτου, τὰς ψυχὰς τῶν ὁλοθύμως τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ἡσυχίας ὁ ἐραστής· χαίροις ἐνδοτέρας, ἐρημίας ὁ πολιστής· χαίροις ὁ τῆς Λαύρας, τοῦ Χοζεβᾶ δομήτωρ, τρισμάκαρ Ἰωάννη, μέροψ ἰσάγγελε.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου