Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 15. ΑΓΙΟΣ ΑΧΙΛΛΙΟΣ ΛΑΡΙΣΗΣ ΑΚΟΛΟΥΘΙΑ






ΜΑΪΟΥ ΙΕ!!

ΑΧΙΛΛΙΟΥ ΛΑΡΙΣΗΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἔχρισέ σε Κύριος, Ἱεραρχίας τῷ χρίσματι, θεοφόρε Ἀχίλλιε, ἐντεῦθεν ἐποίμανας, τὸν λαόν σου μάκαρ, ἐν δικαιοσύνῃ, ἐπὶ νομὰς δογματικάς, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως· διό σου το μνημόσυνον, ἐπιτελοῦντες βοῶμέν σοι· ἐθαυμάστωσε Κύριος, ἐπὶ γῆς σε μακάριε. (Δίς)

 

Ἐξαίσιον γέγονεν, ἐν τῇ σεπτῇ φανερώσει σου, καὶ παράδοξον ἄκουσμα, ὁ βλύσας γὰρ νάματα, ἐξ ἀγόνου πέτρας, τοῖς Ἱσραηλίταις, αὐτὸς καὶ νῦν θαυματουργῶν, αὐτεξουσίως πάντα δυνάμενος, ἐκ λίθου βλύσαι ἔλαιον, ὡς ἀγαθὸς παρεσκεύασε, προπιστούμενος ἔνδοξε, τὴν σεπτήν σου μετάστασιν.

 

Παμμάκαρ Ἀχίλλιε, ὡς παρεστὼς τῷ Παντάνακτι, σὺν Ἀγγέλῳ στρατεύμασι, μέμνησο τῶν δούλων σου, καὶ τῆς ποίμνης ταύτης, ᾗπερ ᾑρετίσω, κατατεθῆναι τὸ σεπτόν, καὶ θεῖον σκῆνός σου ἱερώτατε· κινδύνων τε καὶ θλίψεων, καὶ τῆς βαρβάρων θρασύτητος, ἐξελοῦ σαῖς δεήσεσι, τοὺς τιμῶντας τὴν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. β΄.

Οἰκουμένης φωστῆρα, ὁ Θεός σε Πάτερ ἀνέδειξεν, Ἀρχιερέων καλλονήν, μοναζόντων θεῖον ἐγκαλλώπισμα, ὀρφανῶν καὶ χηρῶν προστάτην, καὶ παράκλησιν ἀσφαλῆ τῶν χειμαζομένων, καὶ τῆς ἀεὶ καθ’ ἡμῶν κινουμένης ζάλης τῶν βαρβάρων, ἀντίῤῥοπον φέροντα τὴν ψῆφον. Διὸ τὸν νοῦν ἐλλαμφείς, ταῖς πρὸς Θεὸν ἀναβάσεσι, καὶ ἀκηλίδωτον τῆς ψυχῆς τηρήσας τὸ ἀξίωμα, ἀνέδραμες στεφανηφόρος εἰς οὐρανούς. Καὶ νῦν τῷ θρόνῳ τῆς βασιλικῆς παρεστὼς Τριάδος, σὺν τοῖς ἄνων λειτουργοῖς, πρέσβευε ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.

Λαμπρύνθητι πιστῶν, ὁμήγυρις καὶ τέρπου, συνέδραμε καὶ γάρ σοι, τῇ τοῦ Χριστοῦ ἐγέρσει, ἡ Ἀχιλλίου κοίμησις.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ἑτήσιος ἡμῖν, πανήγυρις ἐπέστη. Δεῦτε πιστοὶ συμφώνως χορεύσωμεν τιμῶντες, τὸν Ἱεράρχην ἅπαντες.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Λαρίσης ὁ φωστήρ, τῶν εὐσεβῶν ὁ στύλος, αἱρετικῶν ἡ πτῶσις, Ἱεραρχῶν τὸ κλέος, ὑμνείσθω νῦν Ἀχίλλιος.

 

Δόξα. Ἦχος β΄.

Δεῦτε τῶν πιστῶν ἡ πληθύς, πνευματικῶς νῦν εὐωχηθῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ θεοφόρου Πατρὸς ἡμῶν Ἀχιλλίου· καθ’ ὅλην γὰρ ἔλαμψε τὴν οἰκουμένην, ταῖς διδασκαλίαις τοῦ Πνεύματος, καὶ τοὺς κακῶς φρονοῦντας, λόγοις καὶ σοφαῖς κατήσχυνεν ἀποδείξεσι. Διὸ πρὸς αὐτὸν ἀναβοήσωμεν λέγοντες· χαίροις Ἀρχιερέων ἐγκαλλώπισμα τερπνόν, Ἀχίλλιε παμμακάριστε· χαίροις Θετταλίας τὸ μέγα κλέος, καὶ Λαρισαίων ποιμὴν διαυγέστατε. Παῤῥησίαν νῦν ἔχων πρὸς τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, σωτηρίαν, καὶ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς ἑορτης.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄.

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Ἀχίλλιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἀρχιερέων κρηπίς, ὀρθοδοξίας ἀδιάσειστον ἔρεισμα, ὁ στύλος τῆς ἐκκλησίας,ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς εὐσεβείας περιτείχισμα, ὁ νοῦς ὁ οὐράνιος, ὁ ἐπίγειος ἄγγελος, ἡ μυροθήκη, τοῦ σεπτοῦ ἁγιάσματος, ὁ πολύφωτος, καὶ ἀνέσπερος ἥλιος, ὄρμος ὁ γαληνότατος, λιμὴν ὁ σωτήριος, τίμιον σκεῦον Κυρίου, θαυματουργὸς ὑπερθαύμαστος. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

 

Χαίροις, ἡ ἱερὰ κεφαλή, καὶ κατὰ πάντα τοῖς Ἀγγέλοις αἰδέσιμος, ἡ βρύσις τῶν ἰαμάτων, διαυγεστάτη πηγή, θείων χαρισμάτων οὖσα ἔμπλεως, φωστὴρ ὁ ἀκοίμητος, ὁ ποιμὴν ὁ θαυμάσιος, ὀρθοδοξίας, ἐπὶ πόαν τὸ ποίμνιον, καθοδηγήσας, καὶ ποιμάνας ἐν χάριτι· λύκους ὁ τροπωσάμενος, δεινοὺς αἱρετίζοντας, ὁ ἐν τῇ μάνδρᾳ σκηνώσας, τῇ οὐρανίῳ γηθόμενος. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

 

Τάφον, περικυκλοῦντες τὸν σόν, ἁγιασμοῦ παρεκτικὸν γνωριζόμενον, βοῶμεν ἐν κατανύξει· ποιμὴν ἡμῶν ἀγαθέ, ἀοράτως μέσον ἡμῶν φάνηθι, πληρῶν τὰ αἰτήματα, τῶν πιστῶς προστρεχόντων σοι, καὶ θεραπεύων, τῶν ψυχῶν τὰ παθήματα, καὶ τὰ τραύματα, τῶν σωμάτων ἐν χάριτι· ὅπως κατευοδούμενοι, πρεσβείαις σου Ἅγιε, λύσιν τυχεῖν ὀφλημάτων, ἀξιωθείημεν ἅπαντες, καὶ τῆς αἰωνίου, λυτρωθείημεν κολάσεως, οἱ τιμῶντές σε.

 

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν.

Ποίοις, εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; Τῆς θεολογίας τὴν σάλπιγγα, τὸ πυρίπνουν στόμα τῆς χάριτος, τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον, τὸν στύλον, τῆς ἐκκλησίας τὸν ἀκράδαντον, τὸ μέγα, τῆς οἰκουμένης ἀγαλλίαμα, τὸν ποταμὸν τῆς σοφίας, τοῦ φωτὸς τὸν λύχνον, τὸν ἀστέρα τὸν φαεινόν, τὸν τὴν κτίσιν καταλαμπρύνοντα.

 

Ποίοις, ὑμνῳδιῶν ἄνθεσι, στεφανώσωμεν τὸν Ἱεράρχην; Τὸν τῆς εὐσεβείας ὑπέρμαχον, καὶ τῆς ἀσεβείας ἀντίπαλον, τὸν θερμὸν τῆς πίστεως προστάτην, τὸν μέγαν, καθηγεμόνα καὶ διδάσκαλον, τὴν λύραν, τὴν παναρμόνιον τοῦ Πνεύματος, τὴν χρυσαυγίζουσαν γλῶσσαν, τὴν  πηγὴν τὴν βρύουσαν, ἰαμάτων νάματα πιστοῖς, τὸν μέγαν καὶ ἀξιάγαστον Ἀχίλλιον.

 

Ποίοις, οἱ γηγενεῖς χείλεσιν, εὐφημήσωμεν τὸν Ἱεράρχην; Τὸν τῆς ἐκκλησίας διδάσκαλον, τοῦ φωτὸς τοῦ θείου τὸν κήρυκα, τὸν οὐρανομύστην τῆς Τριάδος, τὸ μέγα, τῶν μοναζόντων ἐγκαλλώπισμα, τὸν πράξει, καὶ θεωρίᾳ διαλάμποντα, τῶν Λαρισαίων τὸ κλέος, ἐκκλησίας πρόμαχον, καὶ πρόβολον ἀῤῥαγῆ, τῶν πιστῶν τὸ καύχημα, τὸν μέγαν καὶ ὑπερθαύμαστον Ἀχίλλιον.

 

Δόξα. Ἦχος πλ. β΄.

Πατέρων θείων ὁ χορός, Πνεύματι Ἁγίῳ συγκροτηθείς, τὴν Ἀρείου μανίαν ἐμφρόνως κατήσχυνε. Τὸν γὰρ Υἱὸν τοῦ Θεοῦ, τὸν ὑπὲρ ἡμῶν ἀτρέπτως σαρκωθέντα, καὶ τοῦ Προπάτορος, τὴν πληγὴν ἰασάμενον, ἀφρόνως οὗτος τοῖς κτίσμασι κατάγων ἐδογμάτιζεν, ἀλλ’ οὗτω φρονῶν ὁ δυσσεβής, κατῃσχύνθη, διὸ μὲ φέρων ἀντιβλέπειν πρὸς τὴν τῶν λόγων ἀλήθειαν, τὰς ὄψεις ἠμαυρώθη, διχῶς διαῤῥαγείς, τὴν ἴσην τοῦ προδότου ὑποστᾶς ῥῆξιν, εὐχῆς ἔργον γενόμενος. Σὺ δὲ παμμάκαρ Ἀχίλλιε, πρόμαχος τοῖς πιστοῖς σωτήριος φανείς, καλῶς ὑπὲρ τῆς ἀληθείας ἐδείχθης ἀγωνισάμενος. Διὸ τοῖς μετὰ πίστεως τιμῶσί σου τὸ μνημόσυνον, αἴτησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μἐγα ἔλεος.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα.(Κεφ. ι′.7)

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Ἐνατενίσας ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας τῷ νοΐ, τὸν βυθὸν τῆς σοφίας, σαῖς διδαχαῖς κόσμον κατεπλούτησας Πάτερ Ἀχίλλιε. Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Σὲ τὸν μέγαν Ἀρχιερέα, καὶ ποιμένα τὸν ἄκακον καὶ Ὅσιον, τῆς μετανοίας τὸν κήρυκα, τῆς Λαρίσης τὸν ἀκοίμητον φύλακα, ἀνευφημοῦντες πόθῳ δεόμεθα· μετάδος ἡμῖν τῶν χαρίτων σου Πάτερ, εἰς κατάληψιν τῶν κατορθωμάτων σου.

 

Εἴληφας Ἱεράρχα τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα, καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ, θεῖον ἀνεδείχθης, καὶ ὤν ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανώτερον τοῦ μακαρίου ἔτυχες τέλους. Πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἀχίλλιε.

 

Ἦχος πλ. δ΄.

Εἰς αἶνον ἔδραμες τοῦ Χριστοῦ Ἀχίλλιε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ Αὐτὸς σὲ ἐδόξασεν, ἐν τῇ ἐπουρανίῳ καὶ ὄντως ζωῇ, διὸ παῤῥησίαν κεκτημένος πρὸς Αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν Ἱεράρχην τοῦ Χριστοῦ Ἀχίλλιον, ἅπαντες εὐφημήσωμεν, τὸ καύχημα ὄντως τῆς Θετταλίας, καὶ τῶν Ὀρθοδόξων τὸ διάσωσμα, τῶν Λαρισαίων τὸ κλέος, καὶ τῆς οἰκουμένης τὸν ἀκοίμητον πρεσβευτήν. Πρὸς ὅν ἀπαύστως εἴπωμεν ἐν ἀγαλλιάσει ψυχῆς· χαίροις Ἀχίλλιε, Πατέρων ἱερώτατε· χαίροις ἡ πηγὴ τῶν θαυμάτων, καὶ ἰαμάτων ταμεῖον ἄσυλον· χαίροις Ἀρχιερέων ἡ δόξα, καὶ τῶν μοναζόντων τὸ σεμνολόγημα. Καὶ νῦν τοῖς εἰλικρινῶς ἐκτελοῦσι τὴν σεβάσμιον μνήμην σου, αἴτησαι πταισμάτων ἱλασμόν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Θείῳ φέγγει τοῦ Πνεύματος, λαμπρυνόμενος ἔνδοξε, ἐν Συνόδῳ ἔλαμψας ὥσπερ ἥλιος, καὶ τὴν ἀπάτην ἠμαύρωσας, Ἀρείου τὴν ἄθεον, καὶ ἐφώτισας πιστούς, τοῖς ὀρθοῖς σου διδάγμασιν, ὁμοοῦσιον, τῷ τεκόντι τὸν Λόγον καταγγείλας· ὅθεν πίστει σε τιμῶμεν, Ἀρχιερέων ἀγλάϊσμα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ἐν σημείοις καῖ τέρασι, παραδόξοις ἐξέλαμψας, τοῦ Θεοῦ δοξάσαντος τοὺς ἀγῶνάς σου, οὓς δι’ Αὐτὸν καθυπέμεινας, Υἱὸν ὁμοούσιον, καταγγέλων τῷ Πατρί, πέτρας ὕδωρ ἐξήγαγες, πρὶν καὶ ἔλαιον, τῇ αὐτοῦ ἐπικλήσει τοῦ Ἀρείου, κατακλύζων τὴν μανίαν, πιστοὺς δροσίζων ἐν χάριτι.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Λαρισαίων τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, τῶν πιστῶν τὸ στήριγμα καὶ κραταίωμα, ὁ βασιλέων ὑπέρμαχος, ὁ πύργος ὁ ἄσειστος, Ἐκκλησίας τοῦ Χριστοῦ, θεῖος ὅρος τῆς πίστεως, ὁ πανεύδιος, καὶ ἀχείμαστος ὄρμος τῶν ἐν ζάλῃ, εὐφημείσθω μελῳδίαις, ὁ ἱερὸς νῦν Ἀχίλλιος.

 

Δόξα. Ἦχος γ΄.

Τῶν Λαρισαίων φωστήρ, καὶ τῆς πλάνης Ἀχίλλιε καθαιρέτα, σὺ γὰρ ὡς ποιμὴν ἀληθινός, τὸν καύσωνα τῆς ἡμέρας φρονίμως ἐβάστασας, καὶ τὸν παγετὸν ὑπήνεγκας τῆς νυκτός, καὶ νῦν ἐν οὐρανοῖς, τὸ δηνάριον ἀπείληφας σῶον. Χαίροις τῆς πολυφώτου ἱερωσύνης τὸ ἀκράδαντον ἔρεισμα, καὶ ἀκλόνητος τῆς πίστεως στύλος· χαίροις πλανωμένων ὀδηγέ, καὶ τῶν ἐν πάθεσι πεπτωκότων ἀνόρθωσις, καὶ παράκλησις τῶν χειμαζομένων· χαίροις, ὀ τὴν μανίαν Ἀρείου ἀνδρικῶς καταβαλών, καὶ συναΐδιον τῷ Πατρὶ τὸν Υἱὸν δογματίζων, δόκιμος τοῖς ἰεροῖς ἀνεφάνης Πατράσι, καὶ τῶν ὀρθοδόξων ὑπέρμαχος. Καὶ νῦν τῷ θρόνῳ τῆς μονοσέπτου παρεστὼς Τριάδος, πρέσβευε ὐπὲρ ἠμῶν, Πάτερ ἁγιώτατε.

 

Καὶ νῦν.Τῆς ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Ἀχίλλιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἀπὸ βρέφους τὸν Θεόν, ἐπιποθήσας εὐσεβῶς, διὰ βίου καθαροῦ, σαυτὸν ἐκάθηρας σοφέ, καὶ διασχὼν ὡς νεφέλης σαρκὸς τὸ πάχος, ἐπ’ ὄρους ἀρετῶν ἀναβέβηκας, τῷ πνεύματι Θεῷ συγγινόμενος. Καὶ νῦν Αὐτῷ παριστάμενος, καὶ πάντως φωτὶ τῷ θείῳ καταλαμπόμενος, ἡμῶν φωτίζεις, τὰς διανοίας, τῶν πιστῶς εὐφημούντων σε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἡ ἔνδοξος μνήμη σου ὑπὲρ ἡλίου αὐγάς, ἀστράψασα σήμερον πᾶσαν φωτίζει τὴν γῆν, σοφὲ νῦν Ἀχίλλιε, δόγμασι σοῖς εὐφραίνει, τὴν Χριστοῦ Ἐκκλησίαν, θαύμασιν ἁγιάζει, τοὺς πιστοὺς ἐξαισίους, διὸ καὶ συνελθόντες αὐτὴν ἑορτάζομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶςἐν τῷ Σταυρῷ.

Ἡ τοῖς διδάγμασι τοῖς σοῖς φωτισθεῖσα, καὶ ἐντρυφῶσά σου τῖς θαύμασι Πάτερ, ὡς θησαυρὸν τὴν θήκην σου κατέχουσα, ποίμνη γὰρ ἀγάλλεται, τὴν ἁγίαν σου μνήμην, πόθῳ ἑορτάζουσα, και πιστῶς ἐκβοῶσα· ῥῦσαι ἡμᾶς παντοίων πειρασμῶν, σαῖς πρὸς τὸν Κτίστην εὐχαῖς ὦ Ἀχίλλιε.

 Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον.

Ὁ Ν΄ ψάλμος.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Οἰκουμένης φωστῆρα, ὁ Θεός σε Πάτερ ἀνέδειξεν, Ἀρχιερέων καλλονήν, μοναζόντων θεῖον ἐγκαλλώπισμα, ὀρφανῶν καὶ χηρῶν προστάτην, καὶ παράκλησιν ἀσφαλῆ τῶν χειμαζομένων, καὶ τῆς ἀεὶ καθ’ ἡμῶν κινουμένης ζάλης τῶν βαρβάρων, ἀντίῤῥοπον φέροντα τὴν ψῆφον. Διὸ τὸν νοῦν ἐλλαμφείς, ταῖς πρὸς Θεὸν ἀναβάσεσι, καὶ ἀκηλίδωτον τῆς ψυχῆς τηρήσας τὸ ἀξίωμα, ἀνέδραμες στεφανηφόρος εἰς οὐρανούς. Καὶ νῦν τῷ θρόνῳ τῆς βασιλικῆς παρεστὼς Τριάδος, σὺν τοῖς ἄνων λειτουργοῖς, πρέσβευε ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην σου.

 

Οἱ δύο Κανόνες, ὁ πρῶτος ποίημα Ἀντωνίου Ἀρχιεπισκόπου Λαρίσης, καὶ ὁ δεύτερος ποίημα Ἰωσήφ τοῦ Ὑμνογράφου.

ᾨδὴ α´. Ἦχος α´. Ἀναστάσεως ἡμέρα.

Πανηγύρεως ἡμέρα, εὐφρανθῶμεν λαοί· σήμερον γὰρ ἡ μνήμη, τοῦ Ἀχιλλίου τοὺς πιστούς, κατεφαίδρυνεν ἰδού, καλοῦσα ἡμᾶς, ὑψηλῷ κηρύγματι, πρὸς πανήγυριν ἅπαντας.

Καθαρθεὶς νοὸς τὰς ὄψεις, ἐθεάσω καλῶς, φῶς τὸ λαμπρῶς φωτίζον, καὶ πάντα ἄνθρωπον ἀεί, ὁδηγοὺν πρὸς τὸν Χριστόν, τὸν ὄντως Θεόν, ὑφ᾿ οὗπερ ὠδήγησαι, πρὸς νομὴν τὴν οὐράνιον.

Οὐρανοὶ μὲν ἐπαξίως, εὐφραινέσθωσαν, γῆ χορευέτω πᾶσα, τὴν σὴν πανήγυριν πιστῶς, ἑορτάζουσα χαρά, παμμάκαρ σοφέ, Τριάδος ὑπέρμαχε, Λαρισαίων τὸ καύχημα.

 

Ὁ δεύτερος Κανών, οὑ ἡ ἀκροστιχίς: Ἀχιλλίου μὲ λιταῖς Σῶτερ σκέπε. Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.

νατολῆς τῶν ἀρετῶν γενόμενος, ἥλιος ἄδυτος, ἱερουργὲ Πάτερ, τοῖς νῦν πρὸς τὴν σκέπην σου, ἐν πίστει καταφεύγουσι, φωτισμὸν σωτηρίας, μετάδος ταῖς σαῖς δεήσεσι, λύων τὴν ἀχλὺν τῶν παθῶν ἡμῶν.

Χρῖσμα σεπτὸν καὶ ἱερὸν δεξάμενος, ὦ ἱερώτατε, τήν τοῦ Χριστοῦ ποίμνην, πρὸς νομὴν σωτήριον, Ἀχίλλιε ὠδήγησας, ἢν καὶ νῦν περιέπειν, μὴ διαλίπῃς θεσπέσιε, πρέσβυν σὲ πλουτοῦσαν ἀκοίμητον.

αμα πᾶσιν ἡ τιμία θήκη σου, ἀναπηγάζουσα, θαυματουργὲ Πάτερ, παύει τῶν ψυχῶν ἡμῶν, τὰ πάθη τὰ δυσίατα, καὶ ὀδύνας κουφίζει, τὰς τῶν σωμάτων Ἀχίλλιε, τῶν εἰλικρινῶς προσιόντων σοι.

Λύσιν δεινῶν ἀῤῥωστημάτων Ἅγιε, ἡμῖν πρυτάνευσον, πολυειδεὶς πόνους, ἐπιόντας κούφισον, ἐπερχομένων θλίψεων, καὶ μυρίων σκανδάλων, ἀτρώτους πάντας συντήρησον, σοῦ ταῖς προσευχαῖς πρὸς τὸν Κύριον.

Θεοτοκίον.

Λάμψον μοι φῶς Θεογεννῆτορ γνώσεως, ἀεὶ τυφλώττοντι, καὶ τὰς ὀρθὰς τρίβους, ὅλως μὴ βαδίζοντι, μηδὲ τὸ θεῖον θέλημα, ἐκτελεῖν βουλομένῳ, ὅπως σῳζόμενος πάντοτε, πίστει κατὰ χρέος δοξάζω σέ.

 

ᾨδὴ γ´. Δεῦτε πόμα.

Δεῦτε πόμα πίωμεν καινόν, ἐκ πηγῆς νῦν βλυζούσης τοῦ Ἀρχιποίμενος, τοῦ Ἀχιλλίου πιστοί, τοῦ πᾶσι κηρύξαντος λαμπρῶς, Χριστοῦ τὴν Ἀνάστασιν.

Νυν πάντα πληροῦνται χαρμονῆς, ὁρατά τε ὁμοῦ καὶ τὰ ἀόρατα, συνεορτάζει φαιδρῶς, ὁ κόσμος Ἀχίλλιε ἡμῖν, τὴν μνήμην σου σήμερον.

Χθὲς συνεσταυροῦτο τῷ Χριστῷ, τῇ ἀσκήσει Ἀχίλλιος ὁ πανάριστος, συνανηγέρθη λοιπόν, σήμερον αὐτῷ πνευματικῶς, μεθ᾿ οὗ συνευφραίνεται.

Ἄλλος. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

ερολόγος ἱερός, ἐν πίστει γεγενημένος, ἀπεμείωσας Ἀρείου τὴν πλάνην, συμπληρῶν τὸν ἀριθμόν, τῶν ἐν Νικαίᾳ πρότερον, ἱερουργῶν Πατέρων, παμμάκαρ Πάτερ Ἀχίλλιε.

λολάμπης ὥσπερ ἀστήρ, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάσας τὴν ὑφήλιον πᾶσαν, τῶν παθῶν ἡμῶν σοφέ, τὸν σκοτασμὸν ἀπέλασον, καὶ πειρασμῶν ὁμίχλην, ταῖς σαῖς εὐχαῖς διασκέδασον.

πὸ Κυρίου ἰατρός, ἡμῖν ἐδόθης πηγάζων, παραδόξως ἰαμάτων τὴν χάριν, πάθη παύων τὰ δεινά, τὰ τῶν ψυχῶν ἡμῶν σοφέ, καὶ τῶν σωμάτων· ὅθεν, μετ᾿ εὐφροσύνης τιμῶμέν σέ.

Θεοτοκίον.

Μεμυημένος ὁ χορός, τῶν Προφητῶν θεοσόφως, τὰ σὰ θαύματα ἀεὶ ἃ Θεοτόκε, ἐν συμβόλοις ἱεροῖς, ταῦτα προδιετύπωσεν, ὧν τὰς ἐκβάσεις πάντων, νῦν καθορῶντες ὑμνοῦμεν σέ.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάδον Σου Σωτήρ.

Ἡ θεία σου σορός, ὧ Ἀχίλλιε Πάτερ, ὡς ἄλλη Σιλωὰμ κολυμβήθρα ἐδείχθη, πηγὴν ἁγιάσματος παραδόξως ἐκβλύζουσα· οὗ μετέχοντες, οἱ προσιόντες ἐν πίστει, χάριν ἄφθονον, καὶ ψυχικὴν σωτηρίαν, εὐχαῖς σου λαμβάνομεν.

Δόξα. Καί νῦν. Τῆς ἑορτῆς.

 

ᾨδὴ δ´. Ἐπὶ τῆς θείας φυλακῆς.

Ἐπὶ τῆς θείας φυλακῆς, τείνας τὸ ὄμμα τῆς ψυχῆς, εἶδες ὃν ἐπόθεις Δεσπότην, καθαρῶς ἰθύνοντα, πρὸς τρῖβον τὴν σωτήριον· καὶ βίον εἰς ἀπέραντον πάντας, τῇ πίστει τούτῳ λατρεύοντας Ἀχίλλιε.

Ἀρσεν μὲν ὡς διανοίξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ἀλλὰ σὺ δέ, κατ’ ἐχθρῶν ἠρίστευσας, τῶν νοητῶν καὶ γέγονας, ἄμωμος ἐν ὁδοῖς ταῖς Ἐκείνου, τὸν βίον θεοφίλως, ζήσας Ἀχίλλιε.

Ὡς ἐνιαύσιος ἡμῖν, ἡ σὴ φωσφόρος ἑορτή, ἦλθεν ὦ Ἀχίλλιε κύκλος, καὶ ὡς φῶς ἀνέτειλεν, εὐφραίνουσα τὰ τέκνα σου, καθ᾿ ἢν τῶν Λαρισαίων ὁ δῆμος, συνεορτάζει φαιδρῶς, τὰ σὰ μνημόσυνα.

Ὁ Θεοπάτωρ μὲν Δαβίδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἠλατο σκιρτών, ὁ λαὸς δέ, τῆς Λαρίσης σήμερον, τὴν σὴν κυκλοῦντες λάρνακα, αἴνεσιν ἀναπέμπει ἐνθέως, τῷ ἀναστᾶντι Χριστῷ, Πάτερ Ἀχίλλιε.

 

 

 

 

 

 

 

 

Ἄλλος. Σύ μου ἰσχύς, Κύριε.

Εὐεργετεῖν, τοὺς ὁμοφύλους ἑλόμενος, ποιμενάρχης, θεῖος ἐχρημάτισας, ποιμαντικῇ ῥάβδῳ σου σοφέ, Ἄρειον ὡς λύκον, ἀραβικὸν ἀπωσάμενος, κακῶς ἀποτεμόντα, τοῦ Γεννήτορος Λόγον, ἀξιάγαστε Πάτερ Ἀχίλλιε.

Τοὺς θολερούς, Πάτερ χειμάῤῥους ἐξήρανας, τῆς κακίας, ὕδωρ τὸ ἁλλόμενον, μάκαρ κτησάμενος εἰς ζωήν, νῦν δὲ μετὰ τέλος, ἐκβλύζων θεία ἰάματα, τὰς ἐπαναβλυζούσας, τῶν παθῶν ἐπηρείας, ἀποπαύεις εἰς δόξαν Θεοῦ ἡμῶν.

λλην ἡμῖν, σὴν κιβωτὸν ἁγιάσματος, τὴν τιμίαν θήκην τῶν λειψάνων σου, Πάτερ σοφὲ ἔλιπες εἰς γῆν, ἢν περικυκλοῦντες, πηγὴν θαυμάτων ἀέναον, πληρούμεθα ἄῤῥητου, εὐωδίας τιμῶντες, σὸν ἰσάγγελον βίον Ἀχίλλιε.

Θεοτοκίον.

κετικῶς, ἀναβοῶμέν σοι ἄχραντε, ἐπηρείας, πάσης ἡμᾶς λύτρωσαι, τῶν νοητῶν καὶ τῶν ὁρατῶν, ἐχθρῶν ἐκζητούντων, κακοποιήσαι τοὺς δούλους σου, τοὺς εἰς σὲ τιθεμένους, ἐκ ψυχῆς τὰς ἐλπίδας, τῶν ἀνθρώπων βεβαία ἀντίληψις.

 

ᾨδή ε´. Ὀρθρίσωμεν ὄρθρου βαθέος.

Ὀρθρίζομεν πάντες προθύμως, καὶ ἀντὶ μύρου τοὺς ὕμνους, σοι πλέκομεν Ἱεράρχα, καὶ περιπτυσσόμεθα, σοῦ τὴν τιμίαν λάρνακα, ἁγιασμὸν ποριζόμενοι.

Προσέλθωμεν λαμπαδηφόροι, τοῦ Ἀχιλλίου τῷ τάφῳ, φιλέορτοι πόθου, συνεορτάσωμεν, ταῖς τῶν Ἀγγέλων τάξεσι, τοῦτον τιμῶντες ἐν ἄσμασι.

Τὴν ἄμετρον κηδεμονίαν, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, Ἀχίλλιε καὶ νῦν δεῖξον, ὡς Πατὴρ φιλόστοργος, τοῦ ἐκ νεκρῶν ἐκλάμψαντος, φιλανθρωπίαν μιμούμενος.

 

Ἄλλος. Ἵνα τί με ἀπώσω.

Συντονίᾳ τοῦ θείου Ὅσιε κηρύγματος ψυχὰς ἐζώγρησας, πεπαγιδευμένας, ὑπὸ τοῦ ἀλλοτρίου πανεύφημε, καὶ Θεῷ προσήξας. Ὃν ἐκδυσώπει αἰωνίου, κατακρίσεως ἡμᾶς λυτρώσασθαι.

Λαμπροτάτου σου βίου, φέγγει σκοτεινόμορφοι δαίμονες ἔφυγον, ὧν τῆς κακουργίας, τὸν Θεὸν ἰλεούμενος λύτρωσαι, τὴν μικράν σου ποίμνην, τὴν ἐν ἡμέρᾳ καὶ νυκτί σέ, βοηθὸν ἐκζητούσαν Ἀχίλλιε.

οβόλον κακίαν, τοῦ παραφρονήσαντος Ἀρείου ὤλεσας, τοῦ Πατρὸς τὸν Λόγον, ὁμοούσιον Πάτερ Ἀχίλλιε, ἐκδιδάξας σέβειν, Ὃν ἱλεούμενος μὴ παύσῃ, συντηρεῖσθαι τὴν ποίμνην σου Ἅγιε.

Θεοτοκίον.

Τὸν ἀχώρητον Λόγον, ἄνθρωπον γενόμενον ἐν σοὶ ἐχώρησας, Ὃν ἀεὶ δυσώπει, ὡς Υἱὸν σου Παρθένε καὶ Κύριον, πάσης ἐναντίας, ἐπιβουλῆς νῦν ἀπαλλάξαι, τοὺς σοὺς δούλους ἁγνὴ θεονύμφευτε.

ᾨδὴ ς´. Κατῆλθες, ἐν τοῖς κατωτάτοις.

Κατῆλθες, ὡς ἥλιος ἄλλος ἡμῖν, ἐξ ἑῴας πρὸς δυσμὰς Ἱεράρχα, φωτίζων διδασκαλίαις ταῖς σαῖς, καὶ ἐθέωσας, τοὺς τῆς πλάνης σκοτασμοῦ, κρατουμένους ἀλόγους.

Φυλάξας, τὴν πίστιν τὴν θείαν καλῶς, θεωρὸς τῶν ἀποῤῥήτων γενέσθαι, ἠξίωσαι μυστηρίων Χριστοῦ, καὶ ὡς δόκιμος, ἐδοξάσθης ἀληθῶς, ἐν Πατέρων συνόδῳ.

Τὴν ποίμνην, σοῦ φύλαττε Σῶτερ Χριστέ, ἐξ ἐχθρῶν πολεμίων ὠμοτάτως, χωρούντων κατὰ τῶν δούλων σοῦ, παρακλήσεσιν, Ἀχιλλίου τοῦ σοφοῦ, καὶ τῶν θείων Πατέρων.

 

Ἄλλος. Ἱλάσθητί μοι Σωτήρ.

είφωτος τοῖς πιστοῖς, πυρσὸς ἐδείχθης Ἀχίλλιε, πελάγους τῶν δυσχερῶν, τοῦ βίου καὶ κλύδωνος, πάντας ἐκλυτρούμενος, πρὸς ζωῆς λιμένα· διὰ τοῦτο σὲ γεραίρομεν.

άτρευσόν μου τὸν νοῦν, πληγέντα ταῖς παραβάσεσι, θεράπευσον τὴν ψυχήν, πολλὰ ἁμαρτάνουσαν, τοῦ σώματος ἴασαι, τὰς ὀδύνας Πάτερ, δυσωπῶν τὸν ὑπεράγαθον.

Συνόδου μέσον σοφέ, Πατέρων θείων ἐνήστραψας· μεθ᾿ ὧν πρεσβείαν ποίου, εὑρεῖν ἡμᾶς ἔλεος, ὅταν μέλλῃ Κύριος, ἐπὶ θρόνου δόξης, καθεσθεὶς κρίναι τὰ σύμπαντα.

Θεοτοκίον.

Συντήρησόν μου τὸν νοῦν, ἐν ταπεινώσει πανάμωμε, ταῖς μεθοδίαις ἀεί, τοῦ πλάνου τρεπόμενον, καὶ δελεαζόμενον, καὶ τῇ παραβάσει, ἑκουσίως ὑποκύπτοντα.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Οἰκουμένης τὸν ἀστέρα τὸν ἀνέσπερον, τῶν Λαρισαίων τὸν ποιμένα τὸν ἀκοίμητον, τὸν Ἀχίλλιον ὑμνήσωμεν ἐκβοῶντες· παῤῥησίαν κεκτημένος πρὸς τὸν Κύριον, εἰς παντοίας τρικυμίας ἡμᾶς λύτρωσαι· ἵνα κράζομέν σοι· χαίροις Πάτερ Ἀχίλλιε.

Ὁ Οἶκος.

Ἄγγελος ἐκ τῶν τρόπων Ἱεράρχα ἐφάνης, καὶ τάγμασι τοῖς τούτων ἐγνώσθης, καὶ σὺν τοῖς Ἀσωμάτων χοροῖς λειτουργῶν τῷ θρόνῳ τοῦ Χριστοῦ Ἅγιε, ἀκούεις παρ’ ἡμῶν τῶν σῶν δούλων ταύτα:

Χαῖρε τῆς Τριάδος ἡ σάλπιγξ ἡ εὔηχος·

χαῖρε τῆς Μονάδος ἡδύφωνον ὄργανον.

Χαῖρε ὕψος δυσκατάληκτον τῶν δογμάτων τῶν σεπτῶν·

χαῖρε βάθος δυσερμήνευτον νοερῶν ἐργασιῶν.

Χαῖρε ὅτι Ἀρείου τᾶς ἐπάρσεις καθεῖλες·

χαῖρε ὅτι τᾶς τούτου μυθουργίας παρεῖδες.

Χαῖρε ἀστὴρ Ἑλλάδος ὑπέρλαμπρος·

χαῖρε Ποιμὴν Λαρίσης ὁ ἄκακος.

Χαῖρε προστάτης ὁ ἀκοίμητος ταύτης·

χαῖρε δι’ οὗ τῷ Θεῷ οἰκειοῦται.

Χαίροις Πάτερ Ἀχίλλιε.

 

Συναξάριον.

Τῇ ΙΕ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀχιλλίου, Ἀρχιεπισκόπου Λαρίσης, τοῦ θαυματουργοῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ´. Ὁ Παῖδας.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, Ἀχίλλιε ἔνδοξε, ῥύεται καὶ σέ, τῆς προσπαθείας τῶν κακῶν, καὶ ἐκ πάσης δεινῆς περιστάσεως, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ δέους θεόφρονες, ἀθροίσθητε σήμερον, καὶ τὴν ἱεράν, ἐναγκαλίσασθε σορόν, Ἀχιλλίου πιστῶς ἀσπαζόμεναι, βοωσαι· Ευλογητος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ ὑπέρλαμπρος, μνήμη σου σοφέ, καταφωτίζουσα πιστούς, καὶ πρὸς λῆξιν ἡμᾶς διεγειροῦσα, τὴν θείαν Ἀχίλλιε ἧς εὐχαῖς σου, τυχεῖν ἀξιωθείημεν.

 

Ἄλλος. Θεοῦ συγκατάβασιν.

ς στῦλος ὁλόφωτος, καὶ ὡς νεφέλη ἐπισκιάζουσα, τοῦ λαοῦ προηγήσω, τοῦ νέου Πάτερ δεινῶν αἱρέσεων, τοῦτον βοώντα φύλαττε ἀποίμαντον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸν νοῦν πρὸς τὴν ἄῤῥητον, ἐρείσας ὅλως σοφίαν πάνσοφε, προσβολαῖς τῶν δαιμόνων, ἑδραῖος ὤφθης, ὧν τῆς ἐνέδρας ἡμᾶς, ἀπείρους Πάτερ ἀπέργασαι ψαλλοντας· Εὐλογητος ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ν ἔτεσι πλείοσι τῷ τάφῳ Πάτερ συγκαλυπτόμενος, φανεροῦύσαι πλουσίαις, φωτοχυσίαις καθάπερ ἥλιος, θείων θαυμάτων φωτίζων τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν, τῶν εὐφημούντων σέ.

Θεοτοκίον.

υσθῆναι τοὺς δούλους σου, πειρατηρίων πάντων τοῦ ὄφεως, καὶ σκανδάλων τοῦ βίου, καὶ ἁμαρτίας καὶ περιστάσεως, Χριστὸν δυσώπει τὸν μόνον Θεὸν ἡμῶν, εὐλογημένη Ἁγνή, ὡς προστασία ἡμῶν.

 

 

 

 

 

 

 

 

ᾨδὴ η´. Αὕτη ἡ κλητή.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, καθ᾿ ἢν συνεορτάζει, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐν ψαλμοῖς καὶ ὠδαῖς Ἀχιλλίου τὴν ἔνδοξον κοίμησιν, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τῶν πιστῶν ἡ πληθὺς εὐφρανθῶμεν, τῆς θείας εὐωδίας, τῶν σεβασμίων Λειψάνων, τοῦ θεοφόρου Πατρός, Ἀχιλλίου σεπτῶς ἐμφορούμενοι, Χριστὸν δ’ εὐλογοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Πάτερ, καὶ ἴδε παρεστῶτα, μετ᾿ εὐλαβείας τὰ τέκνα σου, ἐν φωναῖς ψαλμικαῖς, τὸν Θεὸν ἀνυμνούντα καὶ λέγοντα· Σὲ Τριὰς ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν.

Πάτερ Παντοκράτορ καὶ Λόγε καὶ Πνεῦμα, ἡ ἄναρχος οὐσία, καὶ ἀμέριστος φύσις, ἀκατάληπτε, καὶ τρισάγιε, ἡμᾶς πάντας φύλαξον, ταῖς τοῦ Ἀχιλλίου, πρεσβείαις εὐπροσδέκτοις.

 

Ἄλλος. Ἑπταπλασίως κάμινον.

Συνασπισμὸν διέλυσας, ἀθετούντων Πατὴρ ἡμῶν, τὸν Μονογενῆ ὁμοφυῆ τυγχάνοντα, ἀνάρχου Γεννήτορος, καὶ σὺν Πατράσι θείοις ἡμῶν, σύμβολον τὸ θεῖον ἱερῶς ἐγχαράττεις, φωτίζων τὰς καρδίας, τῶν πιστῶς μελῳδούντων, καὶ εὐφημολογούντων, Ἀχίλλιε σου μνήμην.

Κατὰ παθῶν τοῦ σώματος, ἱερῶς ἐβασίλευσας, καὶ Ἱερωσύνης φωτισμὸν ἀπείληφας, λαοὺς καθωδήγησας, εἰς σωτηρίαν Ὅσιε, θαύμασι τὰς τούτων βεβαιώσας καρδίας, καὶ δόγμασιν ἐνθέοις, θεωρὲ τῶν ἀῤῥήτων, φωστὴρ τῆς Ἐκκλησίας, παμμάκαρ ἱεράρχα.

ν ἱερεύσιν ἄριστος, ἐν ποιμέσι πανθαύμαστος, καὶ θαυματουργὸς ἀναδειχθεὶς Ἀχίλλιε, τόν σε θαυμαστώσαντα, ὡς ἀγαθὸν ἱκέτευε, ἐν ἡμῖν πλουσίως θαυμαστώσαι τὰ τούτου, ἐλέη μελῳδούσιν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πλημμελημάτων ἄφεσιν, καὶ τοῦ βίου διόρθωσιν, αἴτησαι ἡμῖν τοῖς ἱερῶς τιμῶσί σε· σοφὲ νῦν Ἀχίλλιε, ὅπως κατευοδούμενοι, πράττωμεν τὰ θεία καὶ μὴ λάβωμεν πεῖραν, βασάνων αἰωνίων, καὶ ποινῶν δριμύτατων, τοῖς μὴ μετανοούσιν, ἐκεῖ ἀποκειμένων.

Θεοτοκίον.

ν τῇ γαστρί σου ᾤκησε, μὴ λιπὼν τὰ οὐράνια, ἄχραντε Παρθένε ὁ Πατρὶ συνάναρχος, καὶ τὴν ἐνοικήσασαν, τῇ παραβάσει πρότερον, ἀπὸ τῶν ἀνθρώπων ἐξωθήσας κακίαν, ἐθέωσε τοὺς πίστει, ἀληθεῖ μελῳδοῦντας· τὸν Κύριον ὑμνεῖτε, εἰς πάντας τοὺς αἰώνας.

 

 

 

 

 

 

ᾨδὴ θ´. Φωτίζου, φωτίζου.

Εὐφραίνου, ἀγάλλου, τῶν Λαρισαίων ἡ πληθύς· τῆς γὰρ δόξης Κυρίου, ὁ Ναὸς πεπλήρωται, τοῦ ἱεροὺ ἤδη Ἀχιλλίου, φωταυγασθείς, μαρμαρυγαῖς θείαις, τοῦ Ἱεράρχου δεήσεσι.

Ὢ θείας! ὢ φίλης! ὢ ἀκένωτου δωρεάς! τῶν ἀπείρων θαυμάτων, ἂς πρὸς ἡμᾶς ἔδειξας, τοὺς ὑμνοῦντάς σε προσπεφευγότας, πόθῳ ψυχῆς, Ἀχίλλιε Πάτερ, τῶν Λαρισαίων ὁ πρόβολος.

Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὢ σοφία καὶ Λόγε, ὅνπερ ἀνεκήρυξε, ὁ θαυμαστὸς Ἀχίλλιος πρίν, οὗ ταῖς εὐχαῖς, πάντας ἡμᾶς ῥῦσαι ἐκ τῶν κινδύνων καὶ θλίψεων.

Τριαδικόν.

Ὢ ἄναρχε Πάτερ, καὶ συναίδιε Υἱέ, ὁ τὴν γέννησιν ἔχων, ἐκ Θεοῦ Γεννήτορος, ἐκπορευτὸν Πνεῦμα δὲ ἐκ Πατρός, συνθρόνε Τριάς, φύσις ἑνιαία, ἡμᾶς τοὺς δούλους σου φύλαττε.

 

Ἄλλος. Ἐξέστη ἐπὶ τούτῳ.

δοὺ ὁ τάφος ἔνθα τὸ ἱερόν, νῦν κατακεῖται σῶμά σου Ἅγιε, μέσον ἡμῶν, κείμενον ὁρᾶται θαῦμα φρικτὸν ῥεῖθρα ἰαμάτων βλύζει γάρ, καὶ ἀναπηγάζει τὰς δωρεάς, τῶν θείων ἰαμάτων, ᾧ καὶ παρεστώτες, μεγαλοφώνως σε γεραίρομεν.

Στησώμεθα χορείαν πνευματικήν, τὸν σοφὸν νῦν Ἀχίλλιον σέβοντες, τὸν ἀρεταῖς, καὶ ταῖς τῶν θαυμάτων ἀνατολαῖς, ὡς ἥλιον ἐκλάμψαντα, πάντων τὰς καρδίας τῶν εὐσεβῶς, ἐν πίστει ἀνυμνούντων, καὶ ὕμνοις γεραιρόντων, μνήμην αὐτοῦ τὴν πανσεβάσμιον.

μέραν εὐφροσύνης καὶ φωτισμοῦ, καὶ χαρᾶς ἀενάου ποιούμενοι, σοῦ τὴν σεπτήν, κοίμησιν βοῶμεν ἐν προσευχαῖς· θεόφρον νῦν Ἀχίλλιε, μέμνησο καὶ προστῆθι ἐκτενῶς, τῶν σὲ ἀνευφημούντων, καὶ πόθῳ σὲ τιμώντων, ὅπως πταισμάτων λύσιν λάβωμεν.

Θεοτοκίον.

Φανεῖσα ὑπέρτερα τῶν Χερουβίμ, Θεοτόκε τὸν νοῦν μου ὑπέρτερον, τῶν ἡδονῶν, δεῖξον καὶ σκανδάλων τοῦ πονηροῦ, ὅπως τὸ θεῖον θέλημα, νῦν ἀνεμποδίστως ἐπιτελῶν, ζωῆς τῆς αἰωνίου, καὶ τῆς τῶν σῳζομένων, μερίδος τύχω θεονύμφευτε.

 

Ἐξαποστειλάριον. Ἦχος β´. Σαρκὶ ὑπνώσας.

Σαρκὶ Χριστῷ σταυρωθείς, καὶ νεκρωθεὶς Πατὴρ ἡμῶν, Αὐτῷ τε καὶ συνανέστης, καὶ συνευφραίνῃ τῇ Αὐτοῦ, ἐργέσει ὧ Ἀχίλλιε, Πάσχα τοῦ ἀθανάτου, σαφῶς ἐμφορούμενος.

Καὶ τῆς Ἑορτῆς.

 

 

 

 

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, ἐν ψαλμοῖς καὶ ὕμνοις, ἑορτὴν στησώμεθα, σκιρτῶντες πνευματικῶς καὶ ἀγαλλόμενοι· ἰδοὺ γὰρ μνήμη λαμπρά, τοῦ Ἀχιλλίου ἡμῖν συνεκλάμψασα, τῇ λαμπροφόρῳ αὐγῇ, καὶ σωτηρίῳ ἐργέσει ἐνδείκνυται, καὶ καταφαιδρύνει πάντας, τοὺς αὐτὸν γεραίροντας, καὶ Χριστοῦ προσκυνοῦντας τὴν Τριήμερον Ἀνάστασιν

 

Δεῦτε λαμπρυνθέντες σήμερον, τὰς ψυχὰς οἱ πιστοί, μυστικῶς χορεύσωμεν, τιμῶντες τοῦ Ἱεράρχου τὸ μνημόσυνον, ὡς γὰρ Πατὴρ ἐφ’ υἱοῖς, ἐν εὐφροσύνῃ βραβεύει πᾶσιν ἡμῖν, τὸ ἔλεος ἐκ Θεοῦ, καὶ σωτηρίαν ἐν πίστει κραυγάζουσι· χαίροις οἰκουμένης κλέις, Λαρισαίων καύχημα, Ἐκκλησίας ὁ στύλος, τῶν Πατέρων ἐγκαλλώπισμα.

 

Ὤ τοῦ παραδόξου θαύματος! ἀρεταῖς ἐπιβάς, ὡς τεθρίππῳ ἅρματι, ἀνῆλθες πρὸς Οὐρανόν, κούφως μακάριε, τὸν χοῦν ὡς βάρος λιπών, τὴν τῶν Αγγέλων ἀράμενος εὔκλειαν, καὶ νῦν Χριστῷ παρεστώς, ἀπολαμβάνεις τὴν δόξαν τὴν ἄῤῥητον, ὅθεν ὡς πατὴρ τῶν τέκνων, πάντων ἡμῶν μέμνησο, σοῦ τὴν μνήμην τιμώντων, ἀξιάγαστε Ἀχίλλιε.

 

Δόξα. Ἦχος πλ. α΄.

Χερσομανοῦσαν τὴν γῆν Λαρίσσης, ταῖς ἐκφύλοις αἱρέσεως, τῷ ἀρότρῳ τῆς σῆς ὀρθῆς διδασκαλίας, ταύτην ἀπεκάθῃρας Ἀχίλλειε, τέμνων αὐτῆς τὰς ἀκάνθας, καὶ πανσόφως κατακαίων τὰ νόθα ζιζάνια· θεῖον δὲ σπόρον καὶ οὐράνιον καταβαλών, τοῦ ποιμνίου ταῖς αὔλαξιν, εὐαγγελικῶς εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, ἐν χαρᾷ συγκομίζων τῶν σῶν πόνων τὰ δράγματα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου