Τετάρτη 11 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ Α10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΟΣ ΠΑΡΑΚΛΗΣΙΣ


ΦΕΒΡΟΥΑΡΙΟΣ 10.
ΧΑΡΑΛΑΜΠΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΠΑΡΑΚΛΗΣΙΣ
(Ὁσίου Νικοδήμου Ἁγιορείτου)

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ ῬΜΒ΄ ψαλμός.
Εἶτα, τὸ Θεὸς Κύριος καὶ τὸ Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ δεῦτε πάντες, εὐσεβοφρόνως προσπεσόντες βοῶμεν· Ἱερομάρτυς ἔνδοξε Χαράλαμπες, ῥῦσαι τοὺς τιμῶντάς σε, λοιμικῆς ἀσθενείας, πάσης περιστάσεως, καὶ δεινῶν καὶ κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου Ἀθλητά, σὲ γὰρ προστάτην, κεκτήμεθα ἅπαντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε...

Ὁ Ν΄ ψαλμός, καὶ ὁ Κανὼν τοῦ Ἁγίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτη Φαραώ.
Ταῖς πρὸς Χριστόν σου ἱεραῖς ἐντεύξεσι Μάρτυς ἀοίδιμε, τῶν κινδύνων ῥῦσαι, καὶ δεινῆς κακώσεως, καὶ πάσης περιστάσεως, καὶ αἰσχρᾶς ἁμαρτίας, Ἱερομάρτυς Χαράλαμπες, καὶ τῶν δυσμενῶν κατακρίσεως.
τῶν ἁπάντων Βασιλεὺς καὶ Κύριος ψυχῆς σου τὸ φαεινόν, προειδὼς παμμάκαρ, λαμπρῶς καθωράϊσεν, ἱερωσύνῃ Ἅγιε, διαπρέψαντα λίαν, εἶτα ἀθλήσεως λάμψεσι, σὲ εἰς οὐρανοὺς προσελάβετο.
Δόξῃ ἐνθέως διαπρέπων ἔνδοξε ἐν οὐρανοῖς κατοικεῖς, σὺν Ἀγγέλοις μάκαρ, καὶ Ἁγίων τάγμασι, δυσώπησον τὸν Κύριον, παῤῥησίαν ὡς ἔχων, ἡμᾶς ῥυσθῆναι κολάσεως, νόσου τε καὶ πάσης πωρώσεως.
Θεοτοκίον.
ὑπὲρ λόγον τὸν Θεὸν κυήσασα Εὐλογημένη Ἁγνή, καὶ τῶν οὐρανίων, νοερὰ στρατεύματα, τῷ κάλλει Σου λαμπρύνουσα, Παναγία Παρθένε, καταύγασον τοὺς οἰκέτας Σου, πάσης ἐξελοῦσα σκαιότητος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Παναοίδιμε πόθῳ σὲ ἀνυμνῶ Ἅγιε, τάχος τῶν κινδύνων καὶ σάλου, πάντας ἀπάλλαξον, ταῖς ἱκεσίαις σου, πρὸς τὸν Θεὸν καὶ εἰς ὅρμον, σωτηρίας ἴθυνον τοὺς σὲ γεραίροντας.
Θεὸς τῶν ἁπάντων δημιουργὸς Κύριος, χάριν σοι παρέσχε θεόφρον, τὴν τῶν ἰάσεων, ἣν σὺ ἐζήτησας, ὑπεραθλῶν Αὐτοῦ πόθῳ, καὶ λαβὼν τοῖς δούλοις σου παράσχου Ἅγιε.
Θειοτάτῃ προνοίᾳ παρὰ Θεοῦ δέδοσαι, πᾶσι τοῖς πιστῶς σε τιμῶσι, μάκαρ Χαράλαμπες· διὸ ἀπέλασον, ἅπασαν νόσον καὶ βλάβην, χάριν παρεχόμενος τὴν ἐπουράνιον.
Θεοτοκίον.
ς Θεοῦ Σε Μητέρα καὶ γηγενῶν καύχημα, πίστει ἀνυμνοῦμεν Παρθένε καὶ μακαρίζομεν, ῥῦσαι Πανάχραντε, τῆς ἐνεστώσης ἀνάγκης, τοὺς πιστῶς ὑμνοῦντάς Σε τὴν Ὑπερύμνητον.
Διάσωσον, Ἱερομάρτυς δεινοῦ λοιμοῦ απιστίας, ὅστις μείζων ἐστὶ λοιμῶν, ψυχῶν φέρων θάνατον, καὶ μὴ πιστεύοντας Θεοῦ χωρίζει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Σὲ πρέσβυν θερμὸν κεκτήμεθα Χαράλαμπες, δεινῶν καὶ ὀργῆς ἡμᾶς πάσης λυτρούμενον, ἰατρόν τε σοφώτατον· διὸ ἀοράτως εὐλόγησον, νῦν τὰ σὰ τέκνα παρέχων ἀεί, ἡμῖν τὴν ταχεῖάν σου βοήθειαν.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς Κύριε.
Σὺ Ἀθλητά, καταφυγή μου καὶ δύναμις, σὺ προστάτης, σύ μου καὶ ἀντίληψις, πλουτῶν σοφὲ ὄντως πρὸς Θεόν, παῤῥησίαν μάκαρ, ὡς στεφανίτης ἀήττητος· διὸ καὶ πᾶσαν νόσον, ἀπελαύνων παράσχου, τοῖς πιστοῖς θείαν χάριν καὶ ἔλεος.
λοσχερῶς, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, ὡς ὑπάρχων, ἱερεὺς θαυμάσιος, καὶ δυσμενῶν ὅπλα καὶ ἰσχύν, τῇ θείᾳ ἰσχύϊ, καταβαλὼν ἀξιΰμνητε, στεφάνων ἠξιώθης, οὐρανίων παμμάκαρ· διὸ ῥῦσαι ἡμᾶς πάσης θλίψεως.
λεως σύ, Ἱερομάρτυς Χαράλαμπες, τοῖς σοῖς δούλοις, εἵης παμμακάριστε, διδοὺς αὐτοῖς χάριν δαψιλῆ, ταῖς σαῖς ἱκεσίαις, ἐλαύνων νόσους καὶ σκάνδαλα, καὶ χάριτος ἐνθέου, ἀξιῶν ὡς προστάτης, πᾶσαν νόσον καὶ βλάβην ἀπέλασον.
Θεοτοκίον.
Νοοῦντες Σοῦ, τὸ ὑπὲρ λόγον μυστήριον, Θεοτόκε, Ἄχραντε Θεόνυμφε, τῶν οὐρανῶν Τάγματα Σεμνή, θάμβει γεγηθότως, συνέχονται ἐκπληττόμενα· διὸ ἡμᾶς Κυρία, λοιμικῆς ἀσθενείας, καὶ κολάσεως ῥῦσαι Ὑπέραγνε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
περύμνητον μάκαρ, τὸν Θεὸν τῶν ἁπάντων σὺ ἀνεκήρυξας, λαμπρῶς ἐν τῷ σταδίῳ, Χαράλαμπες θεόφρον, Ὃν ἀεὶ καθικέτευε, τῶν ἐνεστώτων κακῶν, ῥῦσαι ἡμᾶς καὶ νόσων.
Νῦν σε Μάρτυς πλουτοῦντες, πρὸς Θεὸν τῶν ἁπάντων πρέσβυν θερμότατον, καὶ ἀεὶ παμμάκαρ, ἱκετεύομεν ῥῦσαι τῶν θλίψεων, καὶ δεινῆς μανίας, τῆς ἐνεστώσης νόσου τάχος, καὶ κινδύνων καὶ πάσης κακώσεως.
λασμὸν τῶν πταισμάτων, παρεχόμενος πᾶσι τοῖς εὐφημοῦσί σε, ταῖς λιταῖς σου Μάρτυς, τὴν μανίαν ἐν τάχει ἀπέλασον, μάκαρ πάσης νόσου, καὶ πάσης βλάβης καὶ κακίας, ἀξιῶν οὐρανίου λαμπρότητος.
Θεοτοκίον.
ς Θεὸν τετοκυῖα, Ὑπερύμνητε Κόρη Θεοχαρίτωτε, θαυμαστῶς ἰσχύεις, ὅσα βούλει Ὑπέραγνε Δέσποινα· διὸ πάντας ῥῦσαι, νόσου παντοίας καὶ γεέννης, καὶ κολάσεως πάσης ἐξάρπασον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
γίως, τὴν βιωτὴν διήνυες, ἱερεὺς διατελῶν Θεοκήρυξ, εἶτα σοφέ, μαρτυρίου ἀγῶσιν, εἰς οὐρανοὺς ἀνελήλυθας ἄριστε· διὸ λιταῖς σου πρὸς Χριστόν, πᾶσαν νόσον ἀπέλασον τάχιστα.
Ναόν σε, τοῦ Παναγίου Πνεύματος, ἐγνωκότες οἱ πιστοὶ εὐφημοῦμεν, πάσης ὀργῆς, καὶ ἀνάγκης καὶ νόσων, καὶ τοῦ ἀώρου θανάτου ἀπάλλαξον, λιταῖς σου πρὸς τὸν Λυτρωτήν, παναοίδιμε Μάρτυς Χαράλαμπες.
Νοοῦντες, τὴν παῤῥησίαν Ἅγιε, ἣν πλουτεῖς πρὸς τὸν Χριστὸν Ἀθλοφόρε, πίστει ἀεί, εὐφημοῦμέν σε μάκαρ, τὴν λοιμικὴν ἐξ ἀνθρώπων ἀπέλασον, μανίαν τὴν λυμαντικήν, ταῖς λιταῖς σου Χαράλαμπες ἔνδοξε.
Θεοτοκίον.
μόνη, τὸν Λυτρωτὴν κυήσασα, Σὺ ὑπάρχεις Παναγία Παρθένε, Ὃν ἐκτενῶς, ὑπὲρ πάντων δυσώπει, οἰκτειρηθῆναι τῷ θείῳ ἐλέει Σου, τυχεῖν τε τῆς ἐν οὐρανῷ, ἀπολαύσεως δόξης καὶ χάριτος.
Διάσωσον, Ἱερομάρτυς δεινοῦ λοιμοῦ απιστίας, ὅστις μείζων ἐστὶ λοιμῶν, ψυχῶν φέρων θάνατον, καὶ μὴ πιστεύοντας Θεοῦ χωρίζει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασίᾳ τῇ ἱερᾷ σου θεόπνευστε, ἱκεσίᾳ πρὸς τὸν Χριστὸν ἱερώτατε, οἰκτείρησον ἡμᾶς Χαράλαμπες σοφέ, δωρούμενος ἡμῖν τὴν λύσιν τῶν δυσχερῶν ἔνδοξε, ἀποσοβῶν πᾶσαν νόσον καὶ λοιμικὰς ἀσθενείας, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, παναοίδιμε ὀξύτατος.
Πρ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς του Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον. (Ἰωάννη, ιε’ 17 – 27 καί ιστ’ 1 – 2)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει. Ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξωσιν. Εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῶ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δέ ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῶ Θεῶ.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μὴ ἐγκαταλίπῃς με, παραπτωμάτων εἰς χάος, Ἀθλητὰ Χαράλαμπες, ἀλλὰ τάχος ἔξελε τῆς πωρώσεως, θλῖψις γὰρ ἔνδοξε, καὶ ἀχλὺς τήκει με, τῶν ἀπείρων παραπτώσεων, ὧν με ἀπάλλαξον, τάχος ἱερεῦ παναοίδιμε, πρὸς Κύριον πρεσβείαις σου, ὡς θερμὸς προστάτης τῶν δούλων σου, δέομαι θεόφρον, ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν, ἐξαγαγὼν πάντας Ἅγιε, τῶν δεινῶν καὶ θλίψεων.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον παμμμάκαρ σοὺς οἱκέτας, περιστάσεως καὶ ζάλης ἐναντίας, ταῖς εὐχαῖς σου σοφέ, πρὸς Κύριον βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ο Θεὸς εἰς τοὺς αἰῶνας.
γιον Πάτερ τῶν Ἁγίων, καθικέτευε ὑπὲρ τῶν σὲ τιμώντων, ἀπαλλάττων αὐτούς, κακώσεως καὶ σάλου· Εὐλογητὸς εἶ κράζοντας, ο Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
τεκες Ἄχραντε Μαρία, τὸν ἀχώρητον Δεσπότην των ἁπάντων, Ὃν ἀεὶ ὡς Υἱόν, ὑπὲρ ημῶν δυσώπει, νόσου καὶ πάσης θλίψεως, ἀπαλλάξαι Παναγία.









ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
κετεύει ὁ θεῖος Χαραλάμπης, σὲ τὸν μόνον τῆς δόξης Βασιλέα, ἀποσοβῆσαι λοιμικὴν ἀσθένειαν, τῶν ὑμνολογούντων, καὶ δοξολογούντων, αὐτὸν εἰς τοὺς αἰῶνας.
τῶν ὅλων Θεὸν τρισὶ προσώποις, προσκυνούμενος οἰκτείρησον τὸν κόσμον, τοῦ Χαραλάμπους Σῶτερ ταῖς δεήσεσι, δέει σε ὑμνοῦντα, καὶ δοξολογοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεότης Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ταῖς λιταῖς Χαραλάμπους πάντα ῥῦσαι, τῶν δυσχερῶν καὶ πάσης περιστάσεως, πίστει σε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Παρθένος καὶ μόνη Θεοτόκος, τὸν Παντάνακτα ἀλήκτως ἱκετεύει, ὑπὲρ ἡμῶν ῥυσθῆναι περιστάσεων, ἀνυμνολογούντων, ὡς Θεὸν τῶν ὅλων, Αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
ξίστανται οἱ τύραννοι Ἀθλητά, θεωροῦντες τὴν χάριν τὴν ἔνθεον, τὴν ἐπὶ σοί, Μάρτυς ἐνεργοῦσαν ὑπερφυῶς, ἡνίκα ἐξηρτήθησαν, ἄνω εἰς ἀέρα καὶ ὁ τμηθείς, τὰς χεῖρας ἀοράτως, καὶ ξύλον τὸ βλαστῆσαν, ταῦτα θεώμενοι ἐξέστησαν.
Τὴν νόσον τὴν λοιμώδη καὶ μιαράν, ἀπελαύων Χαράλαμπες ἔνδοξε, ῥῦσαι ἡμᾶς, πάσης δυσχερείας τῶν δυσμενῶν, δαιμόνων τε κακώσεως, πονηρῶν ἀνθρώπων καταδρομῆς, καὶ φθόνου καὶ μανίας, καὶ τῆς συκοφαντίας, καὶ τῆς κολάσεως ἀοίδιμε.
Τριάδα ὑπερούσιον προσκυνῶν, σὺν Ἀγγελοις Χαράλαμπες ἔνδοξε, ταῖς σαῖς λιταῖς, οἴκτειρον ἱκέτας σου ἱερέ, καὶ τοὺς ὑμνολογοῦντάς σε, πάντων ἀδοκήτων καὶ συμφορῶν, ἀπάλλαξον θεόφρον, παντοίας τε κακίας, καὶ τῆς γεέννης παμμακάριστε.
Θεοτοκίον.
Κυρία τῶν Ἀγγέλων καὶ τῶν βροτῶν, καὶ ἁπάσης τῆς κτίσεως Δέσποινα, τῆς ἀπειλῆς, σάλου τε κακίας τῆς μιαρᾶς, καὶ βασκανίας Ἄχραντε, καὶ ζηλοτυπίας τῆς βδελυρᾶς, ἀπάλλαξον ταχέως, τοὺς Σὲ δοξολογοῦντας, καὶ αἰωνίου κατακρίσεως.










Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Ἀθλοφόρων κλέος τὸ ἱερόν, Μάρτυρα Κυρίου Χαραλάμπη νῦν οἱ πιστοί, ἐλατῆρα ὄντα, ἰσχυρὸν πάσης νόσου, καὶ παθῶν μετὰ πόθου ὑμνολογήσωμεν.
Αἴτημα ὑπάρχει θαυματουργέ, τοῦτον σὸν θεόφρον, ἀπελαύνειν τὴν λοιμικήν, νόσον ἐξ ἀνθρώπων· διὸ αὐτὴν ὀξέως, ἀπέλασον λιταῖς σου καὶ πᾶσαν κάκωσιν.
Θρόνῳ παριστάμενος τῷ φρικτῷ, τοῦ Θεοῦ τῶν ὅλων ἐκδυσώπει ὑπὲρ ἡμῶν, ῥύσασθαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, καὶ τῆς ἐπικειμένης ἡμῖν κολάσεως.
Χαραλάμπη πάντες τὸν θαυμαστόν, Ἱερομαρτύρων τὸ ἀγλάϊσμα τὸ φαιδρόν, πόθῳ εὐφημοῦντες, βοήσωμεν συντόνως· λιταῖς σου πρὸς τὸν Κτίστην ἡμᾶς οἰκτείρησον.
Δεῦτε φιλομάρτυρες εὐσεβῶς, μνήμην Χαραλάμπους ἀνυμνήσωμεν τοῦ κλεινοῦ, πρὸς αὐτὸν βοῶντες· σοὺς δούλους σκέπε Μάρτυς, ἐκ λοιμικῆς τε νόσου καὶ πάσης θλίψεως.
Ἔχοντες τὴν κάραν σου τὴν σεπτήν, Χαράλαμπες Πάτερ, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ, ἀεὶ καιρῷ κινδύνων, καὶ ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Ὕψωσον παλάμας σου πρὸς Θεόν, ὑπὲρ τοῦ λαοῦ, Ἱερόαθλε θαυμαστέ, καὶ παράσχου λύσιν, δεινῶν καὶ προβλημάτων, ῥυσθῆναι διαβόλου σκανδάλων ἅπαντας.
Χαραλάμπη πάντες τὸν ἰατρόν, ψυχῶν καὶ σωμάτων εὐφημήσωμεν οἱ πιστοί· χαίροις θεῖε Μάρτυς, τῆς Μαγνησίας δόξα, περίσωζε τοὺς πίστει σὲ μεγαλύνοντας.
Πᾶσαι των Ἀγγέλων αἱ στρατιαί...

Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καί λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ, διά τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τήν σκοτόμαιναν μάκαρ· διό ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Ἐν τῇ ἀπολύσει, προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας, ἐλεεῖς Μάρτυς Χριστοῦ, τοὺς σοὶ προσδραμόντας ἐν πίστει, ταῖς ἱκεσίαις ταῖς σαῖς, Ἀθλητὰ Χαράλαμπες, ἀξιοθαύμαστε· διὸ οἴκτειρον ἅπαντας, καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ῥυόμενος, τῶν ἀδοκήτων δεινῶν, θλίψεως, καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων, καὶ τῆς ἐν γεέννῃ κατακρίσεως.
Δεῦτε, Ἑλλήνων παῖδες εὐλαβῶς, νῦν κατασπασώμεθα πάντες, γονυκλινῶς ἀδελφοί, τὴν κάραν την πάντιμον, τοῦ Χαραλάμπους πιστῶς, τὴν ἐκβλύζουσαν θαύματα, ὡς ῥεῖθρα Νειλῷα, Στεφάνου Πρωτομάρτυρος ἐν Μετεώροις Μονῇ, ῥῦσαι, ἐκβοῶντας σοὺς δούλους, ἐκ πειρατηρίων καὶ πόνων, καὶ παντοίων νόσων Ἱερόαθλε.
Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους Εἰκόνα, Μάρτυς Χαράλαμπες, νόσων ἐλευθέρωσον, ψυχῆς καὶ σώματος, ὁρατῶν ἀοράτων τε, ἐχθρῶν λοιμοῦ λέπρας, χολέρας καρκίνου τε, καὶ πάσης ἄλλης πληγῆς, ἵνα, ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες, Θεοῦ θεῖον ὄνομα δοξάζομεν.
Χαίροις, Κεφαλὴ ἡ ἱερά, τοῦ Μεγαλομάρτυρος χαίροις, νῦν Χαραλάμπους τρανῶς, Χριστὸν ἡ κηρύξασα, Θεοῦ Υἱὸν καὶ Θεόν, ἡγεμόνων ἐνώπιον, ἐν μέσῳ σταδίου, ἣν Τριὰς κατέστεψε, ταύτῃ προσπίπτει Ἑλλάς, σῶζε, συμφορῶν ἐκβοῶσα, καὶ ἁμαρτιῶν θανασίμων, παῖδάς μου Θεῷ σου τοὺς λατρεύοντας.
Πάντων, προστατεύεις Ἀγαθή...
Πάντων, θλιβομένων ἡ χαρά...
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου..
Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου