Παρασκευή 13 Ιουλίου 2018

ΜΑΡΤΙΟΣ 2. ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ ΠΛΑΝΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΡΤΙΟΣ Β΄!!
ΝΙΚΟΛΑΟΣ ΠΛΑΝΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἱερωσύνης ποδήρει κατακοσμούμενος, καὶ εὐσεβείας ζήλῳ, πυρπολούμενος Πάτερ, ἐδείχθης ἱερώτατος λειτουργός, τοῦ Κυρίου μακάριε, ᾧ καὶ πρεσβεύων μὴ παύσῃ ὑπὲρ ἡμῶν, ἁγιώτατε Νικόλαε. (Δίς)

Τὸν ταπεινὸν καὶ εὐσχήμονα εὐφημήσωμεν, τὸν τοῦ Χριστοῦ πενήτων, μιμητὴν ἐπ’ ἐσχάτων, τὸν Νάξιον λευΐτην τὸν θαυμαστόν, τοῦ Κυρίου θεράποντα, ὃν πρεσβευτὴν κεκτημένοι πρὸς τὸν Θεόν, ταῖς εὐχαῖς αὐτοῦ σωθείημεν.

Ἁπλοῦν καὶ πρᾷόν σε ἅμα τε καὶ φιλάνθρωπον, ὁμολογοῦσι πάντες, ὦ Νικόλαε Πάτερ, καὶ γῆν τὴν τῶν πραέων νῦν κατοικεῖν, ὁ Δεσπότης ἠξίωσε, τῆς δ’ Ἐκκλησίας ὁ ἔπαινος ἐν χορῷ, τῶν Ἁγίων συνηρίθμησε.

Δόξα. Ἦχος β΄.
Δεῦτε, φιλεόρτων τὸ σύστημα, ᾄασμασιν εὐφημήσωμεν τὸν τοῦ Χριστοῦ θεράποντα, καὶ νεοφανῆ ἡμῶν πατέρα καὶ μυσταγωγόν· τὸν ἐκ Ναξίας προελθόντα σεπτὸν πρεσβύτην· τὸν ἡγιασμένον Νικόλαον· τὸν φερωνύμως τὴν νίκην καταγαγόντα καὶ κατὰ τοῦ πλάνου θριαμβεύσαντα, τῇ δὲ κλήσει ἐπιλεγόμενον Πλανᾶν. Αὐτοῦ ταῖς ἱκεσίαις, τῆς πλάνης ῥυσθέντες, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.










Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δέξαι τὴν παρ’ ἡμῶν, ἀνύμνησιν πρεσβῦτα, Νικόλαε τρισμάκαρ, αἰσίως εὐφημούντων, τὴν σὴν ἁγίαν κοίμησιν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὖξαι ὑπὲρ ἡμῶν, τῶν σὲ μακαριζόντων, πρὸς Κύριον πρεσβεύων, Νικόλαε τῇ δόξῃ, Αὐτοῦ καταλαμπόμενος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ψάλται περιφανεῖς, Ἀλέξανδροι ὑμνοῦντες, τὸν Κύριον τῆς δόξης, ἐν ἀγρυπνίαις Πάτερ, ἑώρων σε θεούμενον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δόξαν Σε Προφητῶν, γινώσκει Ἐλισσαῖος, καὶ σὺν τῷ Νικολάῳ, Πλανᾷ τῷ μακαρίῳ, Παρθένε μεγαλύνουσι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὰς τοῦ πλάνου παγίδας ἐκφυγῶν ἱερώτατε, ἀπλανῶς ἐπορεύθης διὰ βίου πατὴρ ἠμῶν Νικόλαε ἀοίδιμε Πλανᾶ, οὐράνια χαρίσματα λαβῶν, ἀγρυπνίαις καὶ νηστείαις ἱερουργῶν ὁσίως τῷ Κυρίῳ σου. Ὅνπερ καθικετεύων ἐκτενῶς, Νάξιον ἱεράτευμα, πρέσβευε δωρηθῆναι καὶ ἡμῖν τὸ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.







 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ναξίων ὁ κλῆρος καὶ λαός, ἐν χαρᾷ γηθόμενος, ἐπ’ ἁγιότητι φήμην σου, μάκαρ ὡς ἤκουσεν, αἴνεσιν προσάγει, Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ σὲ ἀρτιφανῶς θαυμαστώσαντι, Πάτερ Νικόλαε, τοῖς Ἁγίοις δ’ ἐν τῇ γῇ Αὐτοῦ, ὁδηγοῦντι πολλοὺς εἰς μετάνοιαν.

Συγχαίρει Κυκλάδων ἡ πληθύς, τῇ Ναξίᾳ σήμερον, πανευφροσύνῃ Πατὴρ ἡμῶν, Πλανᾶ Νικόλαε, ἐν τῇ πανηγύρει, μακαρίας μνήμης σου, ἀγείρονται δ’ ἀθρόον τὰ τέκνα σου, ἀπὸ περάτων νῦν, τὴν εἰκόνα σου ἀσπάσασθαι, ἀνυμνοῦντα τὸν σὲ ἐνδοξάσαντα.

Ἐξάρχει φαιδρῶς τῆς ἑορτῆς, δεξαμένη Ἅγιε, τῶν Ἀθηναίων ἡ πόλις σε, ἱερατεύοντα, ἐν ταῖς τοῦ Προδρόμου, καὶ Παντελεήμονος, ἁγίαις ἐκκλησίαις αἷς ἔλαχες, Πάτερ Νικόλαε, ἁγιάζει ὡς καλὸς ποιμήν, τὸ δοθέν σοι μικρὸν Χριστοῦ ποίμνιον.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς φρονήματι ἔνθεον, καὶ πιστὸν οἰκονόμον σε, ἱερὲ Νικόλαε ἀνυμνοῦμέν σε· τὸν ἐν πολλοῖς καὶ πολάκις τε, ἀγῶσι τοῦ πνεύματος, ἀγρυπνίαις καὶ εὐχαῖς, μυστηρίων μεθέξεσι, τῶν τῆς χάριτος, καὶ πολλαῖς σου ταῖς ἐλεημοσύναις, δι’ ἀγάπην τοῦ Κυρίου, Αὐτῷ ἐνζήλως δουλεύσαντα.

Τὴν σοφίαν τοῦ Πνεύματος, εἰσδεχθεὶς Πάτερ Ἅγιε, κατὰ νοῦν καὶ λόγον τε καὶ προαίρεσιν, ταύτης ἐπίλεκτον ὄργανον, ἐγένου Νικόλαε, ἱερώτατε Πλανᾶ, καὶ σοφῶς ᾠκονόμησας, τὸ σὸν τάλαντον, ὅπερ ηὔξησας ζήλῳ σου ἐνθέῳ, καὶ εἰσῆλθες ἐπαξίως, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Σὲ ὁ κόσμος οὐχ εἵλκυσεν, οὐδὲ φίλτρον ἐκτήσατο, σὴν καρδίαν δ’ ἔδωκας τῷ Σωτῆρί σου· καὶ ἀποῤῥίψας τὰ μάταια, οὐράνιον εἴληφας, κληρουχίαν καὶ ζωήν, καὶ τῆς δόξης τὸν στέφανον· διὸ πρέσβευε, καὶ ἡμᾶς μετὰ σοῦ ἀξιωθῆναι, τῆς χαρᾶς τῆς αἰωνίου, Ἅγιε Πάτερ Νικόλαε.






Δόξα. Ἦχος πλ. α΄.
Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν, ἐν οἷς καὶ ἐπ’ ἐσχάτων ὁ ἡγιασμένος καὶ σεπτὸς Νικόλαος. Τοῦτον ὁ Θεὸς ὕψωσεν ἐν καθέδρᾳ πρεσβυτέρων καὶ ἐχαρίσατο αὐτῷ τὴν ἄνωθεν σοφίαν, ὑπεριδὼν τὰ τοῦ σκεύους ὑστερήματα· καὶ γὰρ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Ἀπλανῶς δὲ ὁ Πλανᾶς ἐν τῷ φωτὶ περιπατῶν ἡμῖν τὰ ἄνω διδάσκειν, καὶ φρονεῖν καὶ πραγματεύεσθαι.

Καὶ νῦν. Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄.
Τῆς Ναξίας τὸν γόνον καὶ σεπτὸν ἐγκαλλώπισμα, ἐν ὕμνοις τιμήσωμεν ἡγιασμένον Νικόλαον, τὸν Πλανᾶν μὲν τῇ κλήσει, ἀπλανῆ δὲ τὴν πίστιν, καὶ τὸν βίον εὐσχήμονα καὶ θεοφιλῆ. Αὐτὸς γὰρ συγκαλεῖται εἰς τράπεζαν πνευματικὴν τὰ οἰκεῖα τέκνα καὶ φιλοπάτορα, οὐ βρώσει ξενίζων καὶ πόσει, ἀλλὰ δικαιοσύνην καὶ ἄσκησιν ὑποδεικνὺς εἰς ἁγιασμόν.

Ἦχος β΄.
Πάτερ Νικόλαε, θείᾳ κλήσει ἑπόμενος καὶ τὴν γενέτειραν καταλιπών, παροικεῖς ἐν ταῖς Ἀθήναις. Θελήματι δὲ Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον ἐπιποθῶν, Αὐτῷ ἀφιέρωσαι. Καὶ ἱερωσύνης κλῆρον λαχών, ἀξίως τῷ Θεῷ ἐλειτούργεις. Πολλοὺς δὲ ἐμυσταγώγησας ἐν Κυρίῳ. Διὸ αἰτοῦμέν σε· μνημόνευε καὶ ἡμῶν τῶν κατὰ σάρκα καὶ πνεῦμα συγγόνων σου.

Ἦχος γ΄.
Ἐν ἀγρυπνίαις πολλάκις, διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ, χαρίσματα οὐράνια ἀπείληφας, Πάτερ. Ἀξίους δ’ ἔσχες συνεργούς, ᾄδοντας καὶ ψάλλοντας ἐν τῇ καρδίᾳ αὐτῶν τῷ Κυρίῳ. Τούτων τὰ ὀνόματα περίπυστα τοῖς τῶν γραμμάτων ἐρασταῖς, τῷ δὲ Θεῷ γεγραμμένα ἐν βίβλῳ ζωῆς. Μεθ’ ὧν, εὐχαῖς σου, καὶ τὰ ἡμῶν, Πάτερ Νικόλαε, γραφήτωσαν.

Ἦχος δ΄.
Ἡ κοίμησίς σου Ἅγιε, τὰ πλήθη συνήγαγε πρὸ τοῦ σεπτοῦ σου σκηνώματος, ἐπ’ εὐλογίᾳ αὐτῶν, τὴν ἁγίαν σου χεῖρα εὐλαβῶς ἀσπαζομένων, ἣν ὁσίως ἐπαιρομένην ἐγίνωσκον καὶ τοῦ ἀμνοῦ τοῦ Θεοῦ ἁπτομένην, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ ἡμῖν δωρουμένου ζωὴν τὴν αἰώνιον.

Δόξα. Ἦχος πλ. δ΄.
Τάδε ἔφη τῶν εἰδότων σε, Πάτερ Νικόλαε, ὁ λόγος. Δεῦτε ἴδετε ἄνθρωπον ὄντως τοῦ Θεοῦ· Αὐτοῦ θεράποντα γνήσιον· λειτουργὸν τῆς Χάριτος ἡγιασμένον· ἁπλοῦν τὸν τρόπον καὶ ἀφιλάργυρον· ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων τὸν Χριστὸν ἀγαπῶντα καὶ διακονοῦντα. Ὁμολογοῦντες δὲ τὴν χάριν, κηρύττοντες τὸν ἔλεον καὶ μὴ κρύπτοντες τὴν εὐεργεσίαν, οἱ τὰ ἔργα σου τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ἐπιγινώσκοντες, ἐδόξαζον τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, Ὃν εὑλογοῦμεν συμφώνως εἰς τοὺς αἰῶνας.



Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἀνατείλας ἀστήρ, τῷ στερεώματι Κυκλάδων ὁρώμενος, τὴν Νάξον καταγλαΐσας, καὶ εἰς Ἀθήνας ὀφθείς, φαεινὴν πορείαν ὡς διέγραφες, τὸ σχῆμα μικρόσωμος, καὶ ἐν πᾶσιν ἀπέριττος, τὴν δὲ καρδίαν, καὶ ψυχὴν πλατυνόμενος, ὡς ἐνώκησεν, ἐν σοὶ χάρις τοῦ Πνεύματος. Πάτερ Πλανᾶ Νικόλαε, τὴν μνήμην σου σέβομεν, καὶ ταῖς εὐχαῖς σου θαῤῥοῦμεν, ταύτας θερμῶς ἐξαιτούμενοι, καὶ σὲ ἀνυμνοῦντες, ὡς σεπτὸν ἡμῶν πατέρα, καὶ ἀντιλήπτορα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ζήλου θείου πλησθείς, καὶ τὸν ὁμώνυμον ζηλώσας Νικόλαον, τῆς πίστεως τὸν κανόνα, καὶ ἐγκρατείας πυρσόν, ἅμα καὶ εἰκόνα τῆς πραότητος. Σὲ τοίνυν γεραίρομεν, τὸν πραΰν καὶ ἡσύχιον, τὸν ταπεινώσει, καὶ ἁπλότητι κρύψαντα, τὸν πολύτιμον, μαργαρίτην τῆς Χάριτος· Πάτερ Πλανᾶ Νικόλαε, ζηλῶν τὰς τοῦ Πνεύματος, ἐπιθυμίας ἐκ βρέφους, μέχρις πρεσβείου καὶ γήρατος, ἡμᾶς σαῖς πρεσβείαις, μιμητάς σου δὸς γενέσθαι, τοὺς σὲ γεραίροντας.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίρει, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἐναμίλλως τὴν χαρὰν ἐμερίσαντο, Νικόλαον προσφωνοῦντες, ὥσπερ πολίτην αὐτῶν, καὶ ὡς ἀμφοτέρων ἀκροθίνιον, ὁ μὲν ἐπουράνιον, τὸν ἐκ γῆς ἀνηγόρευσεν, ἡ δ’ ἐγκαυχᾶται, ὡς ἰσάγγελον θρέψασα, καὶ κοινὸν αὐτοῖς, θησαυρὸν ἐλογίσαντο. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, Πάτερ Πλανᾶ ἀνυμνοῦμεν, οἱ γηγενεῖς καὶ δεόμεθα, οὐράνιον τόπον καὶ ἡμῖν διδόναι αἴτησαι, τὸν Φιλάνθρωπον.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον συγκαλεῖται ἡμᾶς τοῦ νεοφανοῦς Πατρὸς Νικολάου τοῦ Πλανᾶ ἡ σεβάσμιος πανήγυρις. Οὗτος γάρ, τὸν Θεὸν ἀγαπήσας καὶ δι’ Αὐτὸν σκύβαλα ἡγούμενος πάντα, ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ἔζησεν ἐν τῷ νῦν αἰῶνι, ἵνα Χριστὸν κερδήσῃ· ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ ἡμῶν, τῶν πατρώζοντι ζήλῳ τιμώντων τὴν ἁγίαν μνήμην αὐτοῦ.



Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὰς τοῦ πλάνου παγίδας ἐκφυγῶν ἱερώτατε, ἀπλανῶς ἐπορεύθης διὰ βίου πατὴρ ἠμῶν Νικόλαε ἀοίδιμε Πλανᾶ, οὐράνια χαρίσματα λαβῶν, ἀγρυπνίαις καὶ νηστείαις ἱερουργῶν ὁσίως τῷ Κυρίῳ σου. Ὅνπερ καθικετεύων ἐκτενῶς, Νάξιον ἱεράτευμα, πρέσβευε δωρηθῆναι καὶ ἡμῖν τὸ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.




















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ παίδων ἠγάπησας Χριστὸν τῶν πάντων Θεόν, παμμάκαρ Νικόλαε, καὶ θεοφόρε Πλανᾶ, τὴν κλῆσιν δεξάμενος· Ὃνπερ καὶ διὰ βίου, διηκόνες ἐνθέως, χάριν ἱερωσύνης, ἐνδυσάμενος Πάτερ. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Μητρόθεε τῶν ταπεινῶν ἡ ἐλπίς, φιλόχριστον ἔγνωκας τοῦ Νικολάου ψυχήν, ἐκ πρώτης νεότητος· τούτῳ εἰς προστασίαν, μητρικῶς συμπαρέστης, χάριν τὴν τοῦ υἱοῦ Σου, ἐπ’ Αὐτὸν ἐπισπῶσα. Καὶ ἅγιον εἰσδέδεξαι νῦν, Χριστοῦ εἰς βασίλειον.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ θεοφόρου Νικολάου τὴν μνήμην, τοῦ ὡς Πλανᾶ γινωσκομένου πρεσβύτου, ἐπιτελοῦντες Νάξιοι καὶ πάντες ὁμοῦ, οἱ ἐκείνου ἐκγονοι, καὶ οἰκεῖοι τῇ πίστει, τοῖς αὐτοῦ λειψάνοις νῦν, προσιόντες ἐκ πόθου, τὴν εὐωδίαν λάβωμεν τερπνῶς, καὶ εὐλογίαν, ἁγίου πατρὸς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη Ἅγιε, σεπτὴ μορφή σου, τοὺς πιστοὺς φαιδρύνουσα, τῇ θείᾳ μνήμῃ σου Πλανᾶ, Πατὴρ ἡμῶν ἱερώτατε, ἁγιωσύνης εἰκόνα προβάλλουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Δέσποινα, Σὲ εὐλογοῦμεν, κραταιὰν ἀντίληψιν, θερμῶς αἰτοῦντες παρὰ Σοῦ, σὺν Νικολάου ἐντεύξεσι, τοῦ πανιέρου πατρὸς δυναμούμενοι.

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ΙΗ΄, 10-20): Εἶπεν ὁ Κύριος· Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων...
Ὀ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ἁγίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μητρὸς συμβουλῇ καὶ θερμῇ ἀξιώσει συζυγίαν, Ἅγιε, ἀνεδέχθης προώρως· ἄλλως δὲ τὰ κατὰ σὲ ὁ Θεὸς οἰκονομεῖ, τὴν ἐπὶ τέκνῳ χαρὰν τῇ χηρείᾳ συγκιρνῶν. Σὺ δὲ Αὐτῷ ὁλοθύμως ἀφιέρωσαι, ἱερωσύνην ἀμπεχόμενος, ὁσίως ἱερατεύσας, καὶ τοῦ ἐπουρανίου νῦν θυσιαστηρίου λειτουργὸς γενόμενος.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἱερῷ Νικολάῳ Πλανᾷ· ᾨδὴ Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
κέσιον Ἅγιε, ᾠδὴν ψαλῶ σοι Νικόλαε· καὶ ὕμνον σοι ᾄσομαι, σαῖς ἀρεταῖς ἀφορῶν· σὺ δὲ πρόστηθι, λαμπρῶς τῇ πανηγύρει, Χριστῷ προσφθεγγόμενος, ὅτι δεδόξασται.
ρῶν ἐκ νεότητος, τῇ ἀγαπήσει τοῦ πλάσαντος, τὰ πάντα κατέλιπες, ἀκολουθήσας Χριστῷ, ᾯ παρέδωκας, σαὐτὸν τῇ προαιρέσει, παμμάκαρ Νικόλαε, ὅτι δεδόξασται.
εόντων ἠλόγησας, καὶ τῶν ματαίων Νικόλαε, Πλανᾶ ἁγιώτατε, ἱνα κερδήσῃς Χριστόν, τὸν λυτρούμενον, ἀπὸ πειρατηρίων, τοὺς κραυγάζοντας, ὅτι δεδόξασται.
Θεοτοκίον.
ραῖον τῷ κάλλει Σύ, γεννησαμένη πανάχραντε, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ὑψωθέντα Σταυρῷ, καθικέτευε, ἐξ ἐναντίων πάντων, ῥυσθῆναι τοὺς κράζοντας, ὅτι δεδόξασται.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ναξίων ἡ χώρα εὐφορίαν, παντοίων πλουτοῦσα ἀγαθῶν, νῦν πλοῦτον ἀδαπάνητον, δυώνυμον ἐκτήσατο, Νικόδημον Νικόλαον, οὓς ὁ Χριστὸς ἐστερέωσεν.
δὼν τὸν Νικόδημον τὸν πάνυ, τὸν μέγαν Ἁγιορείτην καὶ κλεινόν, καὶ συμπολίτην Ἅγιον, Νικόλαος ὁ Νάξιος, ἐν τῇ αὐτῷ στενῇ ὁδῷ, ἁγιασθεὶς ἐστερέωτο.
Καλοῦσιν ἀμφότεροι τὸν δῆμον, Ναξίων λαὸν τὸν εὐσεβῆ, μὴ ὥσπερ συμπολίτας δεῖν, Ἁγίων ἐναβρύνεσθαι, ἀλλὰ καὶ μιμητὰς αὐτῶν, ὀφθῆναι τῷ στερεώματι.
Θεοτοκίον.
ἄχραντος Τόκος Σου Παρθένε, ἁγίων ἁγίαν Σε εἰδώς, ἐνώκησεν ἐν μήτρᾳ Σου, λυτρώσων κόσμον ἅπαντα, καὶ ἐξ ἑνὸς ἡγίασε, Πατρὸς τοὺς Σὲ μακαρίζοντας.





Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Νικολάου σήμερον, Πλανᾶ τὴν μνήμην τελοῦντες, καὶ παννύχοις ᾄσμασιν, αὐτὸν ἀξίως ὑμνοῦντες, οἴδαμεν, ἀγρυπνιῶν πρωτοστάτην, ἔγνωμεν, αὐτὸν μετάρσιον ὄντα, τῷ Θεῷ ἡγιασμένον, καθάπερ μύστην, Αὐτοῦ τῆς χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ Παρθένος Δέσποινα, καὶ Θεοτόκος Μαρία, τῷ Θεῷ παρίστησι, λαὸν κατασκευασμένον, πρόσλημμα, δοῦσα ἀνθρώπειον τῷ Σωτῆρι, σώσαντι, τὸ προσληφθὲν ὡς Υἱῷ καὶ Λόγῳ, τοῦ Θεοῦ τοῦ ἀοράτου, οἰκονομίᾳ Αὐτοῦ τῆς χάριτος.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Λόγον ἀτελῆ ἀθρώσας ὁ παμμάκαρ Νικόλαος, καὶ τῷ βραδυγλώσσῳ πάλαι Μωϋσεῖ ὁμοιούμενος, πολλοὺς Κυρίῳ φωτίσας, οὐχ ὑστέρησεν· οἳ καὶ μέλπουσιν· δόξα Χριστὲ τῇ δυνάμει Σου.
αρὼν συμπαραστάτης Μωϋσέως ἐγένετο, καὶ τῷ Νικολάῳ ἦλθεν, ἀρωγὸς ὁ Παράκλητος, αὐτοῦ κρατύνας τὴν πίστιν· καὶ ἰσχνόφωνον ἐθαυμάστωσε, δόξα κραυγάζειν τῷ κράτει Σου.
Θεοτοκίον.
πανύμνητε Παρθένε Θεοτόκε ἀνυμφεύτε, Σὺ τῶν ἱερέων καύχημα λαμπρὸν καὶ σεβάσμιον, Ἁγίων δόξα ὑπάρχεις καὶ διάδημα, καὶ κραταίωμα, καὶ τῶν δικαίων ὁ στέφανος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
ΠλανᾶςΝικόλαος, ὁ ταπεινὸς πρεσβύτερος, ὤφθη ἐκλεκτὸς Χριστοῦ ἐργάτης, μικρὸς τὸ δέμας, πεφωτισμένος τὸν νοῦν, πίστει τῶν σοφῶν ὑπερτερῶν, ὄρθρῳ καὶ νυχθήμερον, τῷ φωτὶ αὐγαζόμενος.
Λαμπτὴρ φαεινότατος, ἐπὶ τῇ θείᾳ δόξῃ σου, φαίνει ὀφθαλμοῖς παιδίων Πάτερ, ἱερουργῶν δέ, μετὰ Ἀγγέλων φαιδρῶν, ὤφθης μὴ πατῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος οὐράνιος, καὶ ἐπίγειος ἄγγελος.
γγέλων ὁμόσκηνος, καὶ τῶν Ἁγίων γέγονας, καὶ τῆς Ἐκκλησίας πρωτοτόκων, ἐν οὐρανοῖς ἀπογεγραμμένων, σὺ μέτοχος ὑπάρχεις ἀληθῶς, Ἅγιε Νικόλαε, καὶ ἡμῶν πρέσβυς ἄριστος.
Θεοτοκίον.
Ναὸς καθαρώτατος, Χριστοῦ Σωτῆρος γέγονας, ἄχραντε Παρθένε Θεοτόκε, ἀχειροποίητος καὶ θεόπλαστος, Πνεῦμα ὡς ἐσκήνωσεν ἐν Σοί, δύναμις ὑψίστου τε, Σῇ γαστρὶ ἐπεφοίτησεν.






ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
γνή, καρδία σου Ἅγιε, δοχεῖον ὡς τοῦ Πνεύματος γέγονε, τὴν ἀναγέννησιν, ἄνωθεν σοὶ ἐχαρίσατο, καὶ τὴν σοφίαν Πάτερ Πλανᾶ Νικόλαε.
ς μέγα ὄντως μυστήριον! ἁπλοῦς καὶ ἰδιώτης Νικόλαε, πῶς κεχαρίτωσαι! Τῇ ἐπελεύσει τοῦ Πνεύματος, καὶ προαιρέσει ἔνδοθεν τῇ ἁγίᾳ σου.
Δεκτόν, πρεσβείας θυμίαμα, ἐνώπιον Κυρίου προσάγαγε, Πάτερ Νικόλαε, σῇ παῤῥησίᾳ χρησάμενος, ὑπὲρ ἡμῶν δεόμεθα, τῶν ὑμνούντων σε.
Θεοτοκίον.
μόνη Σὺ ἀειπάρθενος, τεκοῦσα τὸν Σωτῆρα καὶ Κύριον, δέξαι τὴν δέησιν, τῶν ἱκετῶν Σου πανάχραντε, καὶ τῶν σκανδάλων ῥῦσαι τοῦ πολεμήτορος.

Κοντάκιον. Ἦχος βαρύς. Ἐπὶ τοῦ ὄρους μετεμορφώθης.
Ἐν παντὶ ἔθνει καιρῷ καὶ χρόνῳ, ἀμάρτυρον οὐκ ἀφῆκεν Αὐτοῦ τὴν θείαν δόξαν καὶ τὴν θειότητα· τοὺς δὲ ὄντας Ἁγίους ἐν τῇ γῇ Αὐτοῦ, καὶ Πλανᾶν τὸν Νικόλαον ἐδόξασε· καὶ ἡμῖν ἐδωρήσατο πρεσβευτήν πατέρα καὶ θερμὸν ἐν ἀνάγκαις ἀντιλήπτορα.
Ὁ Οἶκος.
Ἄγγελοι οὐρανόθεν, ὑπεδέξαντο Πάτερ, Νικόλαε Πλανᾶ τὴν ψυχήν σου. Καὶ ἰσάγγελον γνόντες αὐτήν, εἰ καὶ σάρκα ἔφερεν ἐν γῇ ἔχαιρον· δοξάζοντες δὲ ὕμνησαν παντάνακτα Χριστὸν βοῶντες· Αἶνος πρέπει Σοι τῷ Θεῷ ἡμῶν.


















Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Νικολάου ἱερέως τοῦ Πλανᾶ.
Κοιμηθεὶς ὑψοῦται ἀπλανὴς ἐν τῷ πόλῳ,
ἱερεὺς Πλανᾶς ὁ Νικόλαος λάμψας
Οὗτος, ἐγεννήθη ἐν τῇ εὐάνδρῳ νήσῳ τῶν Κυκλάδων Νάξῳ, ἐν ἔτει σωτηρίῳ 1851, ἐκ πατρὸς Ἰωάννου καὶ μητρὸς Αὐγουστίνης, τὸ γένος Μελισσουργοῦ. Οἱ εὐσεβεῖς γονεῖς τοῦ ἐκ κοιλίας μητρὸς ἡγιασμένου Νικολάου ἐξέθρεψαν αὐτὸν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἐνωρίτατα διεφάνη ἡ ἔφεσις τοῦ παιδίου πρὸς τὰ ὅσια καὶ τὰ ἱερά. Ἐκίνει τοὺς πόδας του πρὸς τὸ ἅγιον Βῆμα, ἵνα ὑπηρετῇ τὸν ἱερέα πάππον του Γεώργιον Μελισσουργὸν ἱερουργοῦντα. Προωρισμένος δὲ ἄνωθεν εἰς λειτουργίαν τοῦ ἁγίου θυσιαστηρίου, παρεκινεῖτο ἐκ τρυφερᾶς ἡλικίας νὰ ὑποδύεται κατ’ οἶκον ῥόλον καὶ λειτουργήματα ἱερατικά, δι’ αὐτοσχεδίων μέσων καὶ σκευῶν καὶ ὑποτυπώδους λειτουργικῆς ἀμφιέσεως, θυμιῶν καὶ ἀναπαριστῶν μιμητικῶς τὰ τελούμενα ἐν τῷ ναῷ. Προϊούσης δὲ τῆς ἡλικίας αὐτοῦ, ὁ νεαρὸς Νικόλαος μετεῖχεν ἀδιαλείπτως τῶν ἱερῶν ἀκολουθιῶν τῆς Ἐκκλησίας. Καὶ οὐκ ἀφίστατο νηστείας, ἀγρυπνίας, προσευχῆς καὶ ζηλωτὴς καλῶν ἔργων. Ὅταν δὲ ὁ Νικόλαος ἀπωρφανίσθη ἐκ πατρός, νεώτατος δ’ αὐτὸς εὑρέθη προστάτης χήρας μητρὸς καὶ νεωτέρας ἀδελφῆς, ἡ οἰκονομία τοῦ Θεοῦ μετεφύτευσε σύντρεις εἰς Ἀθήνας, ἵνα εὕρωσι πόρον ζωῆς, ἐφ’ ὅσον μάλιστα ἐξ ἀντιξόων περιστάσεων ἀπεστερήθησαν μετ’ οὐ πολὺ καὶ ῶν περουσιακῶν αὐτῶν στοιχείων. Νυμφευθεὶς ἐχήρευσε προώρως, εὐθὺς μετὰ τὴν ἀπόκτησιν τοῦ πρώτου καὶ μόνου τέκνου του Ἰωάννου, θανούσης κατὰ τὸν τοκετὸν τῆς μητρός. Χειροτονηθεὶς δὲ ἱερεύς, διετέλεσεν ἐφημέριον ἐν Ἀθήναις ἐπὶ πεντηκονταετίαν περίπουυ εἰς τοὺς ναοὺς τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου καὶ τοῦ Ἁγίου Παντελεήμονος παρὰ τὸν Ἰλισσὸν ποταμόν. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς διατρίβει εἰς τὸν ναόν. Ἀφιλάργυρον τὸν τρόπον καὶ πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Λιτοδίαιτος εἰς τὸ ἔπακρον. Ἠρκεῖτο εἰς τεμάχιον ἄρτου καὶ ὀλίγα χόρτα, ἅτινα συνέλεγεν ὁ ἴδιος · ἐνίοτε δὲ καὶ εἰς ὀλίγον γάλα προσφερόμενον εἰς αὐτὸν ὑπὸ ποιμένων τῆς ἐρημικῆς τότε περιοχῆς τῆς ἐνορίας του. Ὀνομασταὶ καὶ ἀλησμόνητοι παρέμειναν αἱ ἀγρυπνίαι τὰς ὁποίας ἐτέλει εἰς τὸν ἱερὸν ναὸν τοῦ Ἁγίου Ἐλισσαίου. Ἀναφέρονται καὶ μαρτυρίαι παιδίων, ὅτι τὸν ἔβλεπον μετάρσιον, μὴ πατοῦντα ἐπὶ τῆς γῆς ἐν ὥρᾳ Θείας Λειτουργίας. Εἰς ὥριμον γῆρας, καμφθεὶς ὑπὸ τὸ βάρο τῶν ὑπερογδοήκοντα ἐργωδῶν καὶ πολυμόχθων ἐτῶν τῆς ἡλικίας, ἐκοιμήθη ἐν Κυρίῳ, τῇ 2ᾳ Μαρτίου τοῦ 1932.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου του Συγκλητικοῦ.
Ποταμὸν Ἡσύχιος ὑδάτων ἔδυ,
Ὅπως ποταμὸν τοῦ πυρὸς διεκφύγῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας παρθενομάρτυρος Εὐθαλίας.
Υἱὸν φιλοῦσα Μητροπαρθένου Κόρης,
Τομὴν ὑπέστη καλλιπάρθενος Κόρη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδότου ἐπισκόπου Κυρήνειας της Κύπρου, τοῦ Ἱερομάρτυρος καὶ Ὁμολογητοῦ.
Ἄθλου πέπλησαι, Θεόδοτε, στιγμάτων,
Εἰ καὶ μετ’ εἰρήνης σε Χριστὸς λαμβάνει.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀμολογητοῦ Κόϊντου τοῦ θαυματουργοῦ.
Ἐπωνυμίαν ἔσχες ἐκ τῶν πραγμάτων,
Τὰ θαυμάσια ὢ Kόϊντε παμμάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νέστωρος καὶ Τριβιμίου.
Ὁ τράχηλον Νέστορος πλήξας τῷ ξίφει,
Πληγὴν ὁμοίαν ἐντρίβει Τριβιμίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Τρωάδιος, καὶ οἱ σὺν αὐτῷ, ξίφει τελειοῦνται.
Μὴ μέλλε, Τρῳάδιε, θνῄσκειν ἐκ ξίφους,
Μὴ μέλλε, καὶ μέλλησιν οὐχ ἕξει στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόνικος καὶ Ἀθανασία, ξίφει τελειοῦνται.
Ἀθανασία συνθανόντα τῇ πάνυ,
Πεπείσμεθα ζῆν Ἀνδρόνικον τὸν πάνυ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωακεὶμ τοῦ Ἰθακησίου, τοῦ παπουλάκου.
Κῆρυξ ἀληθείας καὶ ἀγάπης ὤφθης,
σοφὲ Ἰωακείμ, τεραστίων φρέαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐπισκόπου Τσάντ, τοῦ Βρεττανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀμβροσίου, Πατριάρχου Γεωργίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρσανουφίου, Σάββα, Σαββατίου καὶ Εὐφροσύνου τῶν ἐν Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἐπισκόπου Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρέθα τοῦ ἐγκλείστου τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου, τοὺ ἐκ Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Ἐνθρόνου, ἐν τῷ Κολομσκόιυ τῆς Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νεουργεῖσά σε ἡ χάρις τοῦ Πνεύματος, Πάτερ Νικόλαε, ἕως πρεσβείου τηρεῖ, ἀκμαῖον τὸ φρόνημα, Χριστῷ δουλεύοντα, καὶ προσάδοντα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
εράτευμα Χριστοῦ σε ἀπειργάσατο, Πνεῦμα Παράκλητον, ἡγιασμένον Θεῷ, Νικόλαε ἔνθεε, Πλανᾶ μακάριε, ὕμνοις μέλποντα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Κεραννύμενον ποτήριον τοῦ Σώματος, Χριστοῦ καὶ Αἵματος, ὤφθης Παρθένε Ἁγνή, ἐξ οὗ ἀπολαύομεν, πόμα σωτήριον, οἱ κραυγάζοντες· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
λος ἐκ νεότητος ἐδόθης, Χριστῷ ἐκ καρδίας σου ἀνάθημα, Ἅγιε Νικόλαε, λευΐτα ἱερώτατε, Αὐτῷ λατρεύων ἔννυχα εὐχαῖς καὶ ψάλμασι· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δεῦτε ἱερεῖς Κυρίου, ὕμνοις αἰνέσατε ἀδελφὸν συλλείτουργον ὑμῶν, πρότριτα κυκλώσαντα, ναῶν ἁγίων Τράπεζαν, νῦν δὲ ὑπερουράνιον, θυσιαστήριον θεώμενον, καὶ θρόνον Ὕψίστου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
κες εἰς οὐράνιον πάστάδα, Θεόνυμφε Παναγία, κόσμου Δέσποινα· ὅθεν ἱκετεύομεν, οἱ δοῦλοί Σου αἰτούμενοι, ὑπὲρ ἡμῶν πρεσβεύουσα, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, ἱλέωσαι ψυχαῖς ἡμετέραις, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Μέλλουσαν ζωήν, ἐκέρδησας Ἅγιε, λιπὼν ἐγκόσμια, πρὸς αὐτὴν δὲ ἴθυνες, τὰ σὰ τεκνία καὶ ἐνορίτας σου· νυχθημερὸν λατρεύων δὲ Χριστῷ τῷ ζῶντι Θεῷ, ὀνομάτων, τούτων ἐμνημόνευες, σωτηρίαν ψυχῶν ἐξαιτούμενος.
καλὸς ποιμήν, τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα· σὺ δ’ ὡς ἐφημέριος, φύλαξ ἐγένου τῶν προσιόντων σοι, Πάτερ Πλανᾶ Νικόλαε, καὶ ἀντιλήπτωρ θερμός, τῷ Κυρίῳ, τούτους ἀναθέμενος, σεαυτὸν δὲ διδοὺς τύπον ἅπασι.
Θεοτοκίον.
μνους ἱερούς, μυρίους ἂν ψάλωμεν, οὐδέν Σοι ἄξιον, Δέσποινα τελέσωμεν, ἀνθ’ ὧν ἐλάβομεν δωρημάτων Σου. Σὺ δὲ ἡμῶν μεσίτρια γενοῦ πρὸς Κύριον, καὶ ἐν σκέπῃ φύλαττε πτερύγων Σου, δεξαμένη λιτὴν ἡμῶν αἴνεσιν.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Ἡ Νάξος νῦν ἐγκαυχᾶται, ἐν σοὶ Νικόλαε Πάτερ, καὶ γηθομένη γεραίρει, ὡς αὐτῆς γόνον σε σεπτόν, ταῖς σαῖς πρεσβείαις αἰτοῦσα, ῥυσθῆναι πάσης ἀνάγκης.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου· ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχει, τὸ σὸν πνεῦμα οὐρανός, γῆ δέ σου τὰ λείψανα Πάτερ, τὰ εὐωδέστατα, Ἅγιε Νικόλαε, ἐν τῷ Προδρόμου ναῷ, ἔνα ἔλαχες πρότριτα, τῆς ἐφημερίας, ἐκ νυκτὸς δὲ ὤρθριζες, ἱερουργεῖν τῷ Θεῷ, νῦν δέ, πρὸς οὐράνιον δόξαν, ἀναβὰς μνημόνευε πάντων, τῶν ἀνευφημούντων σε μακάριε.

Πόλις, Ἀθηνῶν σε νῦν πλουτεῖ, ἧς ἐν τοῖς ναοῖς ἐλειτούργεις, ἀδιαλείπτως αἰνῶν, Ἅγιε Νικολάε, Πλανᾶ Χριστὸν τὸν Θεόν· τὸν μικρὸν δέ σου ποίμνιον, τῶν χρόνων ἐκείνων, ὑπέρμεγα γέγονεν, ἐκ πληθυσμοῦ συῤῥοῆς· σὺ δέ, εὐσεβείας αὐξήσας, τοῦτο τῷ Κυρίῳ πρεσβεύων, αἴτησαι σωθῆναι Πάτερ Ἅγιε.

Πάντων, πενομένων ἀρωγός, γέγονας Νικόλαε Πάτερ, σῷ ὑστερήματι, πλοῦτον δ’ ἀδαπάνητονμ, ἐν οὐρανῷ κομιεῖς, βασιλείαν τε μένουσαν, τὴν ἡτοιμασμένην, πᾶσι τοῖς παρέχουσι πεινῶσιν ἄρτον ὡς σύ, καὶ ὡς ἀδελφοῖς τοῦ Κυρίου, εἰ καὶ ἐλαχίστοις ἐν κόσμῳ, ἔλεον δεικνῦσιν ἱλαρώτατον.

Δεῦτε, τῶν Ναξίων ἡ πληθύς, καὶ τῶν Ἀθηναίων χορεῖαι, τῶν εὐσεβούντων πιστῶν, Ἅγιον Νικόλαον, Πλανᾶν αἰνέσωμεν· οἱ μὲν θρέμμα πανόσιον, καλῆς ἡμῶν νήσου, οἱ δὲ τὸν ποιμάναντα, θεοφιλῶς τὸν λαόν, καὶ ἐνοριῶν ἐν τῷ ἄστει, μετὰ ἁγιότητος βίου, καλῶς προϊστάμενον γεραίροντες.

Δόξα. Ἦχος α΄.
Τὸν ἐπὶ γῆς ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τὸν ἐν ἱερεῦσιν ἁπλοῦν ἅμα καὶ σοφόν· τὸν ἐν τοῖς ἐσχάτοις χρόνοις ἡγιασμένον φανέντα, ἐν πᾶσι τὰ ἀρεστὰ τῷ Κυρίῳ ἰχνηλατοῦντα, καὶ τοῖς ἀνθρώποις τὰ καλὰ καὶ ὠφέλιμα πράττοντα, Νικόλαον τιμήσωμεν Πλανᾶν τὸν ἐκ Ναξίας, Ἀθηνῶν ἱεράτευμα ἅγιον. Αὐτοῦ ταῖς ἱκεσίαις, καὶ τῇ πρὸς Θεὸν βεβαίᾳ παῤῥησίᾳ ἐλεηθῆναι, δεόμεθα καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Νάξου θεῖος βλαστός, καὶ τῶν ἱερέων ὁ ἐν πᾶσιν ὑπογραμμός, ἐλεημοσύναις νηστείαις ἀγρυπνίαις, καὶ προσευχαῖς σχολάζων, Πάτερ Νικόλαε.





























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶ θεοφόρῳ Νικολάῳ προσέλθωμεν, οἱ ἐν ἀνάγκαις ἀσθενείαις καὶ θλίψεσι, τὴν παρ’ αὐτοῦ βοήθειαν αἰτοῦντες ἐκ ψυχῆς· παῤῥησίαν ἔχει γάρ, πρὸς Χριστὸν τὸν Σωτῆρα, καὶ Αὐτοῦ τὸ ἔλεος, ἐπισπᾶται ἀφθόνως, τοῖς αἰτουμένοις χάριν ἐκ Θεοῦ, πίστει βαθείᾳ, εἰς ἴασιν εὔκαιρον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἁγίῳ Νικολάῳ Πλανᾷ, ἱκεσία Νικοδήμου Π(ατρῶν).
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγρύπνους εὐχάς σου Πάτερ Πλανᾶ, Κυρίῳ προσάγων, ἡγιάσθης ὡς ἐκλεκτός, λειτουργὸς τῶν θείων μυστηρίων· νῦν δὲ εὐχέτην ἡμῶν σε κεκτήμεθα.
Γινώσκοντες πρέσβυν σε πρὸς Θεόν, ἱκέσιον ὕμνον, ἀναμέλπομεν ἐκτενῶς· σκέπε τοὺς τελοῦντας ἐν κινδύνοις, καὶ ταῖς πρεσβείαις σου Πάτερ διάσωσον.
Ἱλέωσαι Ἅγιε τὸν Χριστό, ὀργῆς ἐκλυτρῶσαι, καὶ κακώσεως καὶ φθορᾶς, τοὺς περιπεσόντας ἁμαρτίαις, ἃς διὰ σώματος ἕκαστος ἔπραξεν.
Θεοτοκίον.
Ὡράϊσμα κλέος δόξα σεπτή, Δέσποινα τοῦ κόσμου, Παναγία Μήτηρ Θεοῦ, δέξαι παρακλήσεις ἱκετῶν Σου, καὶ τῷ Υἱῷ καὶ Θεῷ Σου προσάγαγε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικολάου τοὺς πόδας ὑπὲρ τὴν γῆν ἔβλεπον, ἔκθαμβοι οἱ ἄκακοι παῖδες καὶ διηγήσαντο, δόξαν οὐράνιον, φωτὸς ἀκτίστου ἐκλάμπειν, περιῤῥέειν δ’ ἄνωθεν, τοῦτον δεόμενον.
Ἱερεὺς τοῦ Ὑψίστου Πάτερ Νικόλαε γέγονας, κλῆσιν οὐρανίαν ἐδέξω καὶ ἠκολούθησας· ὡς δ’ ἐμνημόνευες, ὀνομαστὶ τῶν σῶν τέκνων, καὶ ἡμῶν νῦν μνήσθητι, τῆς παρακλήσεως.
Καθαρᾶς ἐκ καρδίας ἱερουργῶν Ἅγιε, ὡς νυχθημερὸν οὐκ ἐπαύσω Χριστῷ δεόμενος, καὶ νῦν ἱκέτευε, Πάτερ Πλανᾶ ταῖς εὐχαῖς σου, δοῦναι τὸν Φιλάνθρωπον, πᾶσιν ὧν χρήζομεν.
Θεοτοκίον.
Ὅλος ἦν ἐν τοῖς κάτω καὶ ἐκ τῶν ἄνω ἀχώριστος, Λόγος ἀπερίγραπτος ἦλθε, σῶσαι τὸν ἄνθρωπον· Σὺ δὲ πανάχραντε, τοῦ Ἀχωρήτου ἡ χώρα, σκέπε φρούρει φύλαττε, ἡμᾶς τῇ σκέπῃ Σου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου πανοικτίρμον, Νικολάου Πλανᾶ εὐχαῖς Ὁσίου Πατρὸς ἡμῶν, ᾧ ἔδωκας πολλὴν πρὸς Σὲ παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν αἰτούμεθα μακάριε, ποιῆσαι Χριστῷ ὑπὲρ τῶν προστρεχόντων σοι· ἱερὲ Νικόλαε, ἐκτενῶς ὑπεράγαθον αἴτησαι, ὡς παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἐλέους τυχεῖν τοὺς ἀνυμνοῦντάς σε.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λυτρωτὰ πολυέλεε, σεπτοῦ Νικολάου Πλανᾶ δεήσεσι, τὴν ἡμῶν δέξαι παράκλησιν, τῶν σοὶ προσφευγόντων ἐκ πίστεως.
Ἀνεξίκακε Κύριε, μὴ μνησθῆς πταισμάτων ἀχρείων δούλων Σου, ἑαυτοὺς γάρ Σοι ἀνέθεντο, Πλανᾶ Νικολάου πρεσβεύοντος.
Ὡραιότητι Ὅσιε, τῆς ἁγιωσύνης καταλαμπόμενος, πρὸ τοῦ θρόνου τοῦ παντάνακτος, μετὰ παῤῥησίας παρίστασαι.
Θεοτοκίον.
Παναγία Θεόνυμφε, Σὺ τοῦ κόσμου Δέσποινα καὶ βοήθεια, καὶ ἡμῶν γενοῦ μεσίτρια, ἱεροῦ Πλανᾶ ἐπακούουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λόγον ἀγαθόν, σὴ καρδία ἐξηρεύξατο, νυχθημερὸν Ἅγιε Πάτερ Θεῷ, λόγον δὲ νῦν ὑπὲρ ἡμῶν εἰπὲ ἱκέσιον.
Ἄνεσιν ἡμῖν, ἐκ κακῶν παντοίων Ἅγιε, παρὰ Κυρίου τοῦ Θεοῦ ἐκζητῶν, μὴ διαλίπῃς, τῇ ἐνθέῳ παῤῥησίᾳ σου.
Νέκρωσιν παθῶν, πειρασμῶν τε τὴν ὑπέρβασιν, Πάτερ μιμούμενοι τὴν σὴν βιοτήν, τῇ θείᾳ χάριτι, σὺν σοὶ κατορθώσοιμεν.
Θεοτοκίον.
Ἄνασσα σεπτή, Θεοτόκε παμμακάριστε, Ἁγίων μείζων Σὺ ὑπάρχεις ἀληθῶς, ἡ Θεὸν Λόγον ἁγιώτατον κυήσασα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκάνωσον, ταῖς εὐχαῖς σου Ἅγιε, πορευθῆναι τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ἀκλινῶς ἡμᾶς πίστιν τηρῆσαι, καὶ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, καὶ τοὺς στεφάνους τῆς ζωῆς, ἐν ἡμέρᾳ τῆς κρίσεως δέξασθαι.
Καλέσαντες, τὸ σεπτόν σου ὄνομα, ἀρετὴν ἀξιοχρέως τιμῶμεν· Πάτερ Πλανᾶ, ὀνομάζειν σε γνόντες, τῆς ἁγιότητος τύπον ἐκφέρομεν· καὶ ἐνδοξάζομεν Θεόν, θαυμαστὸν τοῖς Ἁγίοις ὑπάρχοντα.
Εὐλόγησον, οὐρανόθεν Ἅγιε, τοὺς προστρέχοντας τῇ σῇ βοηθείᾳ· καὶ δωρεάν, ὥσπερ ἔλαβες Πάτερ, δωρεὰν δίδου τοῖς χρήζουσι δόματα, τῶν παρακλήσεων ἡμῶν, ἐπακούων τῇ σῇ ἀγαθότητι.
Σωτήριον, θείαν χάριν ἤντλησας, ἐκ πηγῶν τοῦ σωτηρίου τρισμάκαρ· καὶ πρεσβευτήν, τῆς ἡμῶν σωτηρίας, ἁγιώτατε Πάτερ σὲ ἔγνωμεν, ἀνατιθέντες ἑαυτούς, θεοδέκτοις εὐχαῖς σου πρὸς Κύριον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου πανοικτίρμον, Νικολάου Πλανᾶ εὐχαῖς Ὁσίου Πατρὸς ἡμῶν, ᾧ ἔδωκας πολλὴν πρὸς Σὲ παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασίαν σε Πάτερ Νικόλαε ἔγνωμεν, τὸν ἐκ Νάξου ἔνθεον Κυρίου θεράποντα· τῷ ναῷ σουκαὶ τῇ σεπτῇ εἰκόνι σου πιστῶς, προσερχόμεθά σε προσκαλεῖν, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· πρόφθασον ἐν κινδύνοις, καὶ πάρεσο ἐν ἀνάγκαις, τὰς ἐπηρείας τῶν δεινῶν, διώκων τοῖς θαύμασι.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Κατὰ Ματθαῖον (ιη, 10-20)
Εἶπεν ὁ Κύριος, ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.
᾿Εὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ρῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Δόξα: Ταῖς τοῦ σοῦ Ἁγίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Κύριε φιλάνθρωπε, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα γέμουσι, δωρεῶν σῆς χάριτος καὶ χρηστότητος· θλίψεις ἀπελαύνονται, νόσοι ἐκδιώκονται, καὶ δαιμόνων φυγαδεύονται, σφοδρὰ τοξεύματα, κίνδυνοι παντοῖοι ἐκλείπουσιν, Ἀγγέλων καὶ Ἁγίων δὲ τάξεις ἀοράτως παρίστανται, ἐν οἷς καὶ πρεσβύτης, Νικόλαος Πλανᾶς ὁ ταπεινός, ἡμῶν προστάτης γινώσκεται, προσεπικαλούμενος.



ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱερᾷ σου προθέσει τῷ Σωτῆρι σαὐτὸν ἀφιέρωσας, καὶ τῆς ἱερωσύνης, στολὴν ἠμφιεσμένος, ἐκ βαθέων ἀνέμελπες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀγγελόμορφος ὤφθης, λειτουργῶν τῶ Κυρίῳ Πάτερ Νικόλαε, τῆς χάριτος ἀκτῖσι, τὴν ὄψιν ηὐγασμένος, καὶ μετάρσιος ἔλεγες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ναῷ σου ἐν ἁγίῳ ἐξαιτούμεθα Πάτερ Πλανᾶ Νικόλαε, εὐλόγει οὐρανόθεν, σοὺς ταπεινοὺς ἱκέτας, καὶ διάσωσον ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱκετεύομεν πάντες Θεοτόκε οἱ δοῦλοί Σου οἱ ἀνάξιοι, πλήθει ἁμαρτημάτων, περιπεσόντας ῥῦσαι, τῷ Υἱῷ Σου νῦν κράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κλῖνον τὸ οὖς σου, καὶ τὴν παράκλησιν δέξαι, τῶν σῶν τέκνων Νικόλαε Πάτερ, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὅρα κυκλόθεν, τῆς σῆς εἰκόνος θεόφρον, ἀθροισθέντας τοὺς σὲ ἀνυμνοῦντας, καὶ ὐπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δέησιν δέξαι, ὀνόματός σου μνησθέντων, καὶ μνημόνευε ἡμῶν ταῖς εὐχαῖς σου, καὶ γὰρ ἐπ’ ἐλπίδι, τὸν Κύριον ὑμνοῦμεν.
Θεοτοκίον.
Ἡ προσφιλής σοι, Ναξίων νῆσος γεραίρει, Ἐκκλησία δὲ ἀξίως ὑμνεῖ σε, τὸν τῆς Θεοτόκου, νυχθήμερον ἱκέτην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγάλυνον ψυχήν μου, τὸν ἱεροφάντην, Πλανᾶν Νικόλαου Νάξου τὸ βλάστημα, ἀντιδιδόντα σοι εὔκαιρον τὴν βοήθειαν.
Ὁ πάνσεπτος πρεσβύτης, οἰκεῖος ὑπάρχων, ἡμῖν εὐήκοα ὦτα τείνει τοῖς μέλπουσιν, αὐτῷ τὴν ὕμνησιν καὶ παράκλησιν.
Ὑγραίνοντι προσώπῳ, δακρύων ἐκχύσει, Πάτερ Νικόλας σὲ ἱκετεύομεν· ἀντιλαβοῦ ἀγαθέ, τῶν παρακαλούντων σε.
Θεοτοκίον.
Πανάχραντε Παρθένε, Μῆτερ Θεοῦ Λόγου, Ἁγίῳ Πνεύματι τοῦτον κυήσασα, σὺν ἱερεῖ Νικολάῳ Πλανᾷ μὲ φρούρησον.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ὀ τῆς Νάξου θεῖος βλαστός, καὶ τῶν ἱερέων ὁ ἐν πᾶσιν ὑπογραμμός, ἐλεημοσύναις, νηστείαις ἀγρυπνίαις, καὶ προσευχαῖς σχολάζων, Πάτερ Νικόλαε.
Κεχαριτωμένος παρὰ Θεοῦ, καὶ ἠγλαϊσμένος τῷ ἀκτίστῳ θείῳ φωτί, ἐν τῇ Ἐκκλησίᾳ, Νικόλαε ὡράθης, ἐμφαίνων τοῖς ἀνθρώποις, δόξαν τὴν ἄῤῥητον.
Τὸν ἡγιασμένον σε τοῦ Θεοῦ, πιστὸν οἰκονόμον, μυστηρίων πνευματικῶν, χάριτος ποικίλης, γινώσκοντές σε μύστην, Νικόλαε αἰτοῦμεν, ἡμῶν μνημόνευε.
Θρόνῳ παριστάμενος τῷ σεπτῶ, μετὰ παῤῥησίας νῦν ἱκέτευε τὸν Χριστόν, σοῦ γὰρ ἐπακούων, δωρεῖται τοῖς αἰτοῦσι, δόματα ὧνπερ χρήζομεν καὶ ἰάματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.






Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ, τοῖς λειψάνοις σου ἐγγύς, καὶ σεπτῆς εἰκόνος σου πρόσθεν, τὰς ἱκεσίας ἡμῶν, σοὶ ἀνατιθέμεθα, ὅπως πρεσβείαις ταῖς σαῖς, τὰ ἐλέη δεξώμεθα, Χριστοῦ τοῦ Σωτῆρος, καὶ παρακαλοῦμέν σε, οἱ ἐν ἀνάγκαις πολλαῖς· ἵλεων ἡμῖν τὸν Δεσπότην, τῇ σῇ δυνατῇ παῤῥησίᾳ, ποίησον Νικόλαε μακάριε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.








Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου