Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 22. ΟΣΙΟΣ ΛΕΟΝΤΙΟΣ ΜΥΡΟΒΛΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΒ΄.
ΛΕΟΝΤΙΟΣ ΟΣΙΟΣ ΜΥΡΟΒΛΥΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἀνακείμενος, διὰ παντὸς τῷ Κυρίῳ, σάρκα μὲν ἐνέκρωσας, ἔνδοξε Λεόντιε ἐκ νεότητος, τῆς ψυχῆς ὄμμα δέ, θεωρίαις Πάτερ, φωτοβόλοις ἀνεπτέρωσας· διὸ γενόμενος, θεῖος Ἀτταλείας ὑπέρμαχος, ἰάσεων χαρίσματα, καὶ θεοσεβείας ἐπλούτησας, πᾶσι διανέμων, τοῖς χρήζουσι πλουσίαις δωρεαῖς, καὶ παῤῥησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. (Δίς)

Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδεγμένος, Λεόντιε πάνσοφε, αἰσθητῶς ὡς ἥλιος διελήλυθας, καὶ φωστὴρ γέγονας, Κοντοβακίου ὄντως, ταῖς ἀκτῖσι τῶν θαυμάτων σου· διὸ Προφήτην σε, καὶ θαυματουργὸν ἀνεκήρυττον, καὶ θεῖον καὶ θεόληπτον, οἱ τῆς Ἀτταλείας οἱ τρόφιμοι, ὡς τῶν ἰαμάτων, θεόφρον ἀπολαύοντες τῶν σῶν, καὶ σωτηρίαν καρπούμενοι, ταῖς διδασκαλίαις σου. (Δίς)

Ἤστραψεν ὁ βίος σου, τῶν ἀρετῶν λαμπηδόσι, καὶ πιστοὺς ἐφώτισεν, Ἀτταλείας γνόφον δὲ διεσκέδασεν, ἀληθῶς ὤφθης γάρ, φωταυγὴς ἥλιος, παμμακάριστε Λεόντιε, καὶ νῦν ἐσκήνωσεν, ἔνθα φῶς ὑπάρχει ἀνέσπερον, υἱὸς ἡμέρας χάριτι, Πνεύματος Ἁγίου γενόμενος· ὅθεν σου τὴν μνήμην, τὴν θείαν καὶ φωσφόρον καὶ σεπτήν, ἐπιτελοῦντες Λεόντιε, Πάτερ παμμακάριστε.

Στολὴν ἐνδυσάμενος, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ, καὶ τὸν ἀδιάῤῥηκτον, θυρεὸν τῆς πίστεως περιθέμενος, φοβερὸς γέγονας, ταῖς ἀντικειμέναις, τῶν δαιμόνων παρατάξεσιν, ἃς καὶ ἐδίωξας, μάστιγι τῇ πίστει χρησάμενος· ταῖς θείαις ἐπικλήσεσι, καὶ τοὺς Ἀτταλείας διέσωσας, βλάβης τῆς ἐκείνων, Λεόντιε θεράπον τοῦ Χριστοῦ, ἐν παῤῥησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.







Δόξα. Ἦχος πλ. δ΄.
Τῶν τῇδε ὑπερφρονήσας, τοῦ Κυρίου ἐραστὴς ἐγένου Πάτερ Λεόντιε· καὶ Χριστὸν ἐνστερνισάμενος, κόσμον κατέλιπες, καὶ παρ’ Αὐτοῦ τὰ γέρα ἀντάξια τῶν σῶν πόνων εὑράμενος. Τὸν χρυσὸν ὡς πηλὸν γὰρ λελόγησαι, καὶ τοῖς συνεπομένοις σοι κραυγάζων ἔλεγες· τὴν σάρκα νεκρώσωμεν, ὦ φίλοι μου, τὸ γὰρ ταύτης φρόνημα ἔχθρα εἰς Θεόν, ὡς Παῦλος φησὶν ὁ μέγας Ἀπόστολος. Ὅθεν καὶ ἡ θήκη τῶν λειψάνων σου, εὐωδίαν πνευματικὴν ἀναπέμπουσα, εὐωδιάζει τῶν πιστῶν τὰς διανοίας. Διὸ Πάτερ Ὅσιε, μὴ παύσῃ πρεσβεύων πρὸς Κύριον, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν θείαν καὶ πάνσεπτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.







Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄.
Ἀθηνῶν ἄνθος τὸ τερπνώτατον, ὁ ἐν σωφροσύνῃ καὶ ἀσκήσει διαπρέψας, μέγιστος Λεόντιος. Ὁ διὰ Χριστὸν ἔρημον οἰκήσας, καὶ Ἀτταλείας μέγας φρουρὸς ὑπ’ Αὐτοῦ προχειρισθείς, συγκαλεῖται νῦν ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν. Δεῦτε οὖν φιλέορτοι ἐντρυφήσωμεν, τῶν τερατουργημάτων αὐτοῦ, ὃν καὶ πρὸς Κύριον πρέσβυν ληψώμεθα· ἵνα δι’ αὐτοῦ τύχωμεν τῶν αἰωνίων ἀγαθῶν ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Ἦχος β΄.
Ἀσκητικὸν γυμνάσιον συγκροτήσας ἐπὶ γῆς Ὅσιε Λεόντιε, καὶ τῶν παθῶν τὰς προσβολὰς ἐν τῇ ῥοῇ τῶν δακρύων σουπάσας ἀπήμβλυνας. Κλῖμαξ θεία καὶ σεπτὴ εἰς οὐρανοὺς ἀνάγουσα, τοῖς πᾶσιν ἐγνώσθη ὁ θεόληπτος βίος σου· εὐσεβείας γὰρ καρποὺς ἐν ἑαυτῷ ἐνδειξάμενος· ρωμαλαίως δι’ αὐτοῦ τὰς ἀσθενείας τῶν παθῶν ἰατρεύεις τῶν πιστῶς ἐκβοώντων σοι· χαίροις, τῆς Ἀτταλείας φωστὴρ διαυγέστατε, καὶ τῶν μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν· χαίροις, ἀοίδιμε Ἀθηναίων κάλλιστον θρέμμα, καὶ τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα· χαίροις, Κοντοβακίου ὁ μέγας ὁδηγός· χαίροις, τὸ ἡμέτερον καύχημα, καὶ τῆς Ἀτταλείας ἀγαλλίαμα φαιδρόν.

Ὁ αὐτός.
Τὸ μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει Ὅσιε Πάτερ Λεόντιε, καὶ τὸ πρᾶον τῆς καρδίας σου θεράπων μακάριε. Εἰ καὶ μετέστης ἐξ ἡμῶν ὁ ποιμὴν ὁ καλός, ἀλλ’ οὐκ ἀπέστης ἀφ’ ἡμῶν τῷ Πνεύματι, ἐν ἀγάπῃ Θεῷ παριστάμενος, καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανοῖς, μεθ’ ὧν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ, ἐκ βρέφους τῶν ἀρετῶν εὐσεβῶς ἀσκήσας· ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας ἔθνη Ἀτταλείας καταφρονεῖν τῶν ἡδέων. Νῦν δὲ τῷ θείῳ φωτὶ καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας Πάτερ Λεόντιε.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Λεόντιε, ὕδατος πάλαι πηγήν, ἀναβλύσαι πεποίηκας, εἰς Κυρίου αἴνεσιν, καὶ ψυχῶν περιποίησιν, βυθοῦ θαλάσσης πλωτῆρας ἔσωσας, ἀκρίδος βλάβην, εὐχαῖς ἀνέστειλας, θαύματα ἄπειρα, ἐκτελεῖς ἑκάστοτε ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σε, Χριστὸν δυσώπησον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὅσιε Πάτερ Λεόντιε, ἄρξας παθῶν σαρκικῶν, ἀρχηγὸς ἐχρημάτισας, μοναστῶν πρὸς σκάμματα, ἀπαλήφων θεόπνευστε, προθύμως τούτους, οὓς καὶ παρέστησας, τῷ παντεπόπτῃ, Λόγῳ βιώσαντας, βίον μακάριον, καὶ κηλίδων ἄμικτον μεθ’ ὧν ἡμῶν, πάντοτε μνημόνευε, τῶν εὐφημούντων σε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάτερ, Πατέρων Λεόντιε, ἱερωσύνης κανών, σωφροσύνης εἰκόνισμα, μοναζόντων στήριγμα, Ἐκκλησίας ἑδραίωμα, ἀγάπης λύχνος, θρόνος αἰσθήσεως, πηγὴ θαυμάτων, γλῶσσα πυρίπνοος, στόμα ἡδύλαλον, σκεῦος θείου Πνεύματος καὶ νοητός γέγονας Παράδεισος, θεομακάριστε.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἠλευθέρωσας· καὶ σεαυτὸν ἡτοίμασας καταγώγιον τοῦ Ἁγίου Πνεύματος, ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, Μονὴν παρὰ σοὶ ἐποιήσατο, καὶ τῆς ὁμοουσίου Τριάδος οἰκητήριον θεῖον γεγέννησαι, θεράπων Λεόντιε, μεγαλοκήρυξ ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Ἀπὸ τοῦ κόσμου συγχύσεων σεαυτὸν φυλάξας ἀνώτερον, Πατὴρ ἡμῶν Λεόντιε, τοῦ Ἁγίου Πνεύματος γέγονας οἰκητήριον, ὑπὲρ ἡμῶν ἀεὶ σοφὲ δεόμενος, πρεσβεύειν ἑκάστοτε, ὅπως εὕροιμεν ἔλεος.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡμέρα φωταυγής, ἐξανέτειλεν ὄντως, ἡ μνήμη τοῦ σοφοῦ, Λεοντίου καὶ πάντας, ἐπὶ τοὺς ὕμνους ἕλκει τοὺς αὐτοῦ καὶ τὰ τρόπαια· ὅθεν σπεύσωμεν, ᾀσματικῶς εὐφημῆσαι, ὡς θεόδωτον, καὶ κυβερνήτην τῆς ποίμνης, ὡς ἔνθεον ἥδυσμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡμέρα μυστική, ἀνεδείχθης Κυρία, τὸν ἥλιον Χριστόν, καταυγάζουσα πᾶσι, τοῖς ζόφῳ ἀπογνώσεως, καθημένοις Θεόνυμφε· ὅθεν ἅπαντες, οἱ διὰ Σοῦ σεσωσμένοι, μακαρίζομεν, χρεωστικῶς ὡς αἰτίαν, βροτῶν εἰς ἀνάπλασιν.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν βροτοί, τοὺς ὑπὲρ φύσιν πειρασμούς, καὶ Ἀγγέλων στρατιαί, ἐξεθαμβοῦντο ἐπὶ σοί· πῶς ὁ ἀσώματος ὤφθης ἐν τῷ σαρκίῳ, σπόγγος καθαρός, ἀναμαξάμενος, πάντων ἀρετάς, τῶν θεοσόφων ἀνδρῶν· καὶ ἐχρημάτισας ἔνθεον εἶδος πρὸς τὸ ἀρχαῖον ἀρχέτυπον. Ὅσιε Πάτερ Λεόντιε μέγιστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Καταπλήττει με ἁγνή, τὰ τελεσθέντα ἐπὶ Σοί, ὑπὲρ φύσιν γὰρ εἰσί, καὶ ὑπὲρ ἔννοιαν κτιστήν. Πῶς συνεζεύχθη λοχεῖα καὶ παρθενία, τέκος πλὴν ἀνδρός, ἀκατάληπτος, ἄχραντος παστάς, μετὰ γέννησιν, συναπτικὴ μεσότης τῶν διεστώτων ἐνυποστάτως ἐγένετο. Δοξάζω πίστει τὰ ὑπὲρ λόγον, καὶ Θεῷ γινωσκόμενα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ῥέωδη ἀπήρω Πάτερ σκηνήν, καὶ τὸν νοῦν σου ἐφύλαξας ἀμιγῆ, φεώδους συγχύσεως, ὁ σοφὸς καὶ συνέπλεξας, τὴν σειρὰν τὴν θείαν, ἱδρῶσι καὶ σκάμμασιν, εἰς Θεὸν ἀνῆλθες τετρώρῳ ἐν ἅρματι· ὅθεν καὶ θαυμάτων ἀνεδείχθης, τὰ πάθη καὶ πνεύματι θεραπεύειν θεόσοφε, τῶν ἐν πίστει βοώντων σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐκτελοῦσιν ἐν πίστει τὴν πανσέβαστον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτίας τῷ τάφῳ καταπεσών, ῥαθυμίας εὐχέτην ὕπνῳ βαρεῖ, καὶ κεῖμαι ὁ δύστηνος, πτῶμα φεῦ, θρήνων ἄξιον, τὴν γὰρ ἔνδον φέρων συνείδησιν ὄζουσαν, τραυματίας ὅλος ὑπάρχω τοῖς πάθεσιν· ὅθεν μὴ παρίδῃς, ἡ Σωτῆρα τεκοῦσα, τὸν νόσους βαστάσαντα, καὶ βροτῶν ἁμαρτήματα, πρὸ τοῦ τέλους κατάνυξιν δοῦναί μοι Παρθένε ἁγνή, καὶ πταισμάτων τελείαν συγχώρησιν, Σὲ γὰρ ἔχω ὁ δοῦλός Σου προστασίαν ἀκαταίσχυντον.


Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου εἰς στ΄, καὶ τοῦ Ὁσίου οἱ δύο εἰς η΄.
Ὁ α΄ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
ᾈσμάτων τὴν σάλπιγγαν, ᾀσματικῶς ἀναλάβωμεν, κροτοῦντες ἐν ᾄσμασι, τὴν ἱερὰν τελετήν, τοῦ θεόφρονος, καὶ θείου Λεοντίου, τοῦ πάντας εὐφράναντος, ἔργοις καὶ χάρισι.
Σοφίας τοῦ Πνεύματος, τὸν ἐραστὴν ἀνυμνήσωμεν, ὡς μύστην τῆς χάριτος, ὡς συνεργάτην πιστόν, τοῦ κηρύγματος, τῶν θείων Ἀποστόλων, ὡς θεῖον ἐντρύφημα, τῆς Ἐκκλησίας Χριστοῦ.
Μυρέων ὡράϊσμα, καὶ Ἀτταλείας τὸ καύχημα, ταμεῖον τοῦ Πνεύματος, τῶν χαρισμάτων πηγή, ἐξανέτειλας, ὡς ὄρθρος ὡς ἡμέρα, φαιδρύνων τὴν ποίμνην σου, Πάτερ Λεόντιε.
Θεοτοκίον.
Θεοῦ ἐνδιαίτημα, καὶ λογικὸς Σὺ Παράδεισος, καὶ ἔμψυχος θάλαμος, τοῦ ἀχωρήτου ἁγνή, καὶ παλάτιον, καὶ κλίνη ἀνεδείχθης, καὶ θρόνος πυρίμορφος, πανάγιε Δέσποινα.

Ὁ β΄ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀθανασίας καὶ ζωῆς λαμπόμενος τῆς αἰωνίου σαφῶς, καὶ τριλαμποῦς αἴγλης, Πάτερ ἐμφορούμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, ὅπως ἐπαξίως ὑμνήσω σε.
Νέος ὑπάρχων ἡλικίᾳ σώματος, καινὴν ὁδὸν ἀληθῶς, ἀναλαβὼν ταύτην, ἀκλινῶς διώδευσας, νόμῳ καινῷ πειθόμενος, τοῦ Σωτῆρος παμμάκαρ, καὶ ζωηφόροις προστάγμασι, τοῦ Εὐαγγελίου ἑπόμενος.
Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας ἀπὸ νεότητος, καὶ πρὸς Αὐτὸν ἔχων, πᾶσάν σου τὴν ἔφεσιν, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι’ ἐγκρατείας ἐνέκρωσας, Πάτερ θεοφόρε Λεόντιε.
Θεοτοκίον.
Ἀκατασχέτοις καθ’ ἡμῶν ὁ θάνατος ὁρμαῖς ἐκέχρητο, ἀλλὰ τῷ Σῷ τόκῳ, προσαιτήσας ὤλετο, καὶ προσβαλῶν κατήργηται, Θεοτόκε Παρθένε, ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγένηκας.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀνέτειλε σήμερον ἡμέρα, θαυμάτων ἀστράπτουσα βολαῖς, ὥσπερ αἰθὴρ κατάστρος τοὺς ἀγῶνάς σου, καὶ ἔργα τὰ παράδοξα, Ὅσιε Πάτερ ἐλάμπουσα.
Φῶς σὺ δευτερεῦον τῆς Τριάδος, καὶ ἄδυτος ἥλιος δειχθείς, μὴ φλέγον τοῖς πυρσεύμασιν, ἀλλ’ ἱλαρύνων Ὅσιε, καὶ ἀγαθύνων πρόσωπα, τῶν εὐσεβῶν ἀνυμνούντων σε.
Ἐλαία κατάκαρπος ἐφάνης, κυπρίζουσα ἄμπελος σοφέ, ἐν ταῖς αὐλαῖς τοῦ Κτίστου σου, φωτιστικαῖς τοῦ Πνεύματος, ὑπερεκβλύζω χάρισι, Πάτερ Λεόντιε ἔνδοξε.
Θεοτοκίον.
Εὐρύχωρον σκήνωμα Παρθένε, καὶ οἶκος σοφίας τοῦ Θεοῦ, τῆς ἀνθρωπίνης πέφυκας, οὐσίας χωνευτήριον, ἐν ᾧ ἡ θεία ἕνωσις, ἀνθυποστάτων ἐγένετο.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀκολουθῆσαι διαγνούς, τοῖς ἴχνεσι τοῦ Σωτῆρος, μετανάστης, τῆς πατρίδος ἐγένου, καὶ τὴν ἔρημον τὸ τρόπαιον ἀνέστησας κατὰ τῶν ἀντιπάλων, θεόφρον Πάτερ Λεόντιε.
Ἱερουργὸς ὑπερφυῶν, καὶ μυστικῶν θεαμάτων, θεοφόρε ἀνεδείχθης τῷ κόσμῳ, καὶ προσήνεξας Χριστῷ, Ἀτταλειῶτας σέβοντας, ταῖς διδαχαῖς σου Πάτερ, διδασκομένους τὰ κρείττονα.
Σωφρονεστάτῳ λογισμῷ, καὶ εὐσεβεῖ κεχρημένος, τῶν ῥευστῶν καὶ φθειρομένων αὐτίκα, τὴν αἰώνιον ζωήν, καὶ τὴν τρυφὴν προέκρινας, δι’ ἐγκρατείας ἄκρας σάρκα, νεκρώσας Λεόντιε.
Θεοτοκίον.
Ναὸς ἐδείχθης καθαρός, Παρθενομῆτορ Μαρία, τοῦ τὰ πάντα πανσθενῶς καὶ πανσόφως, ὑποστήσαντος Χριστοῦ, καὶ τάξαντος καὶ φέροντος, ὃν ἐξιλέωσαί μοι, ταῖς μητρικαῖς σου δεήσεσι.










Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Κυβερνώμενος σθένει παντουργικῷ, καὶ ἱστίῳ πτερούμενος τοῦ Σταυροῦ, κούφως διεπέρασας, τὸ τοῦ βίου κλυδώνιον, ἀρετῶν εὐπορίαν καλὴν ἐπαγόμενος, ἥνπερ τῷ Δεσπότῃ, προσκομίσας τῶν ὅλων, τὸ εὖ δοῦλε ἤκουσας, καὶ τὰ τούτου ἀκόλουθα· διὸ Πάτερ Λεόντιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Εἰς τὸ ὄρος ἀνῆλθες τὸ νοητόν, καὶ τὸν γνόφον ὑπέδυς τὸν μυστικόν, τὰ βάθη τοῦ Πνεύματος, ἐμυήθης θεόσοφε, μυστικῶς τυπώσας Τριάδος τὴν ἕνωσιν, ἐν πλαξὶ καρδίας, δακτύλῳ θεότητος· ὅθεν τοῦ Δεσπότου, ἠξιώθης πληρῶσαι, τὰ θεῖα ἐντάλματα, καὶ στηρίξαι Ἀττάλειαν, θεοφόρε Λεόντιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Ἡλιόμορφον ἅρμα Δαβιτικόν, πορφυρόστρωτε κλίνη βασιλική, θάλαμε χρυσόπλοκε, θεοκόσμητον σκήνωμα, ἀπλανὴς ἐδείχθης, συμφοραῖς τε Θεόνυμφε, τῶν χαρίτων κύκλος ἁπάντων τοῦ Πνεύματος, κόσμε ἡ κοσμοῦσα, ἀκοσμίαν τοῦ κόσμου, τοῦ γένους περίδοξον, εὐμενὲς ἐγκαλλώπισμα, μὴ ἐλλίπῃς πρεσβεύειν δεόμεθα, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον Σου.





















ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥητορεύουσα οὐ σθένει τῶν βροτῶν γλῶσσα ἅπασα, εὐφημεὸν ἀξίως πόνους τοὺς στεῤῥοὺς καὶ ἀγῶνάς σου, καὶ τῶν μεγάλων θαυμάτων τὰ τεράστια, καὶ τὴν ἄπειρον δόξαν, Λεόντιε μέγιστε.
Ὢ θαυμάτων παραδόξων ὁ βροτὸς πῶς τεθέαται, πῶς Τριάδος ὤφθη, ἅρμα φωτεινὸν καὶ πυρίπνοον, τῶν ἀποῤῥήτων ἐπόπτης πῶς ἠξίωτο, μετὰ σώματος, ἔτι συζῶν ὡς ἀσώματος.
Στύλος ἔμψυχος καὶ ἔμπνους ἀρετῶν ἀναδέδειξαι, ἀγαθῶν ἁπάντων, θεῖος θησαυρὸς ὦ Λεόντιε, καὶ καταγώγιον ὄντως πολυέραστον, τοῦ δὲ Πνεύματος ὤφθης σεπτὸν ἐνδιαίτημα.
Θεοτοκίον.
Ὁ θεόγραφος ὁ τόμος ἡ καθέδρα ἡ ἔνθεος, οὐρανοῦ τὸ τέρας καὶ τῆς γῆς τὸ ἄφθαρτον, τοῦ συναλλάγματος ὄντως ἡ πανήγυρις, ἡ πανύμνητος Κόρη, φαιδρῶς ἀνυμνείσθω μοι.

Ἕτερος. Σύ μου Χριστὲ Κύριος.
Ὄλος Χριστῷ καθιερώθης Λεόντιε, μόνῳ μόνος πάνσοφε ἑνούμενος δι’ ἀρετῆς, καὶ καθομιλῶν καὶ θεοφανείας ὡς καθαρὸς ἀξιούμενος, τῆς γῆς καὶ τῶν γηΐνων ἀόστὰς ἐπαξίως, τὴν οὐράνιον εὗρες ἀπόλαυσιν.
Ἐπιφανεὶς ἐκ τῶν ἀδύτων τοῦ Πνεύματος, τῆς Ἀτταλείας γόνους ἠλευθέρωσας, Υἱοὺς Θεοῦ ἀξιοπρεπῶς τούτους ἀνέπλασας, υἱοθεσίας βαπτίσματι, τοῦ θείου γὰρ Προδρόμου, μιμησάμενος βίον, βαπτιστὴς ἀνεδείχθης Λεόντιε.
Σὺ τὴν πηγὴν τῆς ἀγαθότητος μέγιστε, ἀγαπήσας ὅλως ἐκ δυνάμεως, τῆς ἀσκητικῆς γέγονας πηγὴ θείων χαρισμάτων, διψῶντας τούτους ἰώμενος, πηγὰς γὰρ ὥσπερ πάλαι Μωσῆς ἐν ἐρήμῳ, παραδόξων παμμάκαρ ἀνέβλυσας.
Θεοτοκίον.
Ὁ Πλαστουργὸς εὕρατο ἐκ τοῦ αἰῶνός Σε, ἐν κοιλάδι κρῖνον καθαρώτατον, ταῖς ἀρεταῖς λάμπουσα σεμνὴ βάθη τῆς ἁγνείας, εὐρύτητι τῆς σεμνότητος, ἀνύψωσε τὸ γένος τῶν ἀνθρώπων, διό Σε ὡς Μητέρα τοῦ Κτίστου δοξάζομεν.











ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ κῆρυξ τῆς χάριτος, ἐν ἀστραπῇ τοῦ Πνεύματος, στόμα τὸ πυρίπνοον καὶ θεῖον, μάχαιρα ὄντως, ἡ διϊστῶσα ἐχθρούς, τοὺς ἀπίστους δὲ σφάττουσα δεινῶς, ὕμνοις ἀνυμνείσθω νῦν, ὁ θεόφρον Λεόντιος.
Ἰδοὺ σοὶ προσπίπτωμεν ἐν εὐφροσύνῃ λέγοντες· χαίροις θεαυγέστατον σοὶ στόμα, ἔσοπτρον θεῖον τῶν οὐρανίων νοῶν, βεβαίωσις χαῖρε τῶν πιστῶν, χαῖρε ἐνθεώτατον, μετανοίας ἐντρύφημα.
Πιπτόντων ἀνόρθωσις, ἁμαρτανόντων ἔγερσις, μιμητὴς ὑπάρχων τοῦ Δεσπότου, ὤφθης καὶ πρέσβυς καὶ ἀντιλήπτωρ θερμός, καὶ ἀντίληψις θεία, μέγιστε Λεόντιε, μετανοίας ἐχέγγυον.
Ἀγάπης τὸ πλήρωμα, τὸ τῆς σοφίας ἄγαλμα, τέμενος τῆς θείας εὐφροσύνης, στάθμη ἀνδρεία, καὶ τῆς φρονήσεως ἐκτύπωμα μέγιστον πιστῶς, ὕννοις ἀνυμνείσθω μοι, ὁ θεόφρον Λεόντιος.
Θεοτοκίον.
Φωτὸς καταγώγιον τοῦ οὐρανίου γέγονας, γνώρισμα τῆς χάριτος τῆς θείας, τόνος Μαρτύρων κατὰ τῆς πλάνης σφοδρός, ταμεῖον προνοίας θεϊκῆς, ὕμνοις ἡ πανύμνητος, ἀνυμνείσθω Θεόνυμφος.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ἀσκητὴν εὐσεβείας, ἐπὶ τὴν οὐράνιον τρίβον Λεόντιε, προηγήσω Πάτερ, καὶ προς κληροδοσίαν ἀνώλεθρον, ἐν ὑψίστοις ἄγων, στύλος πυρός τε καὶ νεφέλης, δεδεγμένος τῇ αἴγλῃ τοῦ Πνεύματος.
Πανταχοῦ τὰς ἀκτίνας, πέμπων τῶν θαυμάτων σου πάντας ἐφώτισας, καὶ μαγνῆτις ὥσπερ, ἐφελκύσω πρὸς τὰ σὰ προστάγματα, διαπλάττων ἤδη, καὶ τῶν ψυχῶν τὰς διαθέσεις, ἐμβατεύων θεόφρον Λεόντιρ.
Ἰατρὸν ἀσθενούντων, ἄγαν συμπαθέστατον κόσμῳ δεδώρησαι, τῷ τῆς Ἀτταλείας, καὶ πεινόντων τροφέα ἀνέδειξεν, ὁ Χριστός σε Πάτερ, σωφρονιστὴν ἀγνωμονούντων, ὀρφανῶν καὶ πτωχῶν ἀντιλήπτορα.
Θεοτοκίον.
Οἱ Σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου περιφρουρούμενοι, καὶ τῇ θείᾳ δόξῃ, ἐγκαυχώμενοι Σὲ μακαρίζομεν, Σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην καὶ τὴν ἀγαλλίασιν.











ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τοῦ θείου λόγου τὸν κήρυκα, τοῦ Πνεύματος τὸν μύστην τὸν μέγιστον, τὸ θεοσήμαντον ὄργανον, δεῦτε ὑμνήσωμεν Λεόντιον ἀξίως τὸν οὐρανόφρονα.
Ἐφάνης στύλος πυρίμορφος, τοῖς ἐν σκότει ἀγνωσίας ὑπάρχουσι, πρὸς ἀπαθείας γῆν καθοδηγῶν μεγαλώνυμε, καὶ πρὸς τὴν θείαν τρίβον καὶ τὴν οὐράνιον.
Ῥητόρων ὤφθης δεινότερος, τὰ θεία ῥητορεύων ἐντάλματα, ὡς θεοδίκατος, ὡς ἀποῤῥήτων διδάσκαλος, ὡς ἀποθήκην νέαν τῆς θείας χάριτος.
Θεοτοκίον.
Ἁγνείας θείας ἐκσφράγισμα, καὶ τύπος παρθενίας θεόληπτος, συγκαταβάσεως,· χώρας ὁλόφωτος Δέσποινα, ἐν ᾗ Θεὸν τὴν σάρκα κατενυμφεύσατο.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Μακάριος ἀληθῶς, ἐγένου Πάτερ Λεόντιε, πτωχείαν πλουτοποιόν, καὶ πένθος χαρμόσυνον, κτησάμενος Ὅσιε, δι’ ὧν Βασιλείαν οὐρανῶν ἐκληρόνομησας.
Μεγίστην παρὰ Θεοῦ, τὴν ἐξουσίαν δεξάμενος, τὰ πλήθη τῶν δυσμενῶν, δαιμόνων ἐδίωξας, τῆς τούτου στρεβλώσεως, ἰώμενος πάντας, τοὺς ἐν πίστει σοι προστρέχοντας.
Ἀγάπην τὴν πρὸς Θεόν, καὶ τὸν πλησίον ἐκέκτησι, τοῦ Νόμου καὶ Προφητῶν, πληρῶν τὸ κεφάλαιον· τὴν γῆν ὑπερέχουσαν, παθῶν ἀσυγκρίτως, ἀρετὴν Πάτερ ἐκατόρθωσας.
Θεοτοκίον.
Κυρίαν Σε τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν, τὸν ὄντως ὄντα Θεόν, ἀῤῥήτως γὰρ τέτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα καὶ συνέχοντα πανάμωμε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν τῷ ὕψει Κύειος, τῆς ἐγκρατείας, ἀληθῆ σε ἔδειξεν, ὥσπερ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, θαυματοφόρε, Λεόντιε ἔνδοξε.
Ὀ Οἶκος.
Τὸν τοῦ Κυρίου ἐραστήν, τῶν μοναστῶν τὸ κλέος, θαυμάτων παραδόξων, Λεόντιον τὸν μέγαν ἀνευφημήσωμεν πιστῶς. Οὗτος γὰρ τῷ φωτὶ τῶν ἀγώνων αὐτοῦ, ὡς ἥλιος ἐξέλαμψε φωτίζων τοὺς ἐν σκότει ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας, διώκων τῶν δαιμόνων τὴν ζοφερὰν πλάνην ἀνενδότως. Διὸ καὶ Ἀτταλείας ὤφθη πηγὴ τῶν ἰαμάτων, ὡς ἐκ κρίνης θεϊκῆς ὑπερεκβλύζων πάντων τὰς ψυχάς, ῥωννύει τῶν βοώντων· θαυματοφόρε, Λεόντιε ἔνδοξε.


Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Λεοντίου τοῦ Μυροβλύτου, τοῦ ἐν τῷ Ὄρει τοῦ Κοντοβακίου ἀσκήσαντος, ἐν ὁρίοις τῆς Ἀτταλείας.
Ζήσας ἐπὶ γῆς ἰασποστόλου βίον·
πολλοὺς συνῆρε τῷ Κυρίῳ πρὸς πόλον.
Εἰκάδι δευτερίῃ δέμας τάφε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ βασιλέως.
Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι,
Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην.
Θωμᾶ τοῦ ἁγιωτάτου, τὸν θρόνον ἰθύνοντος Κωνσταντινουπόλεως, εὑρέθησαν τὰ ἅγια λείψανα, κείμενα ὑπὸ γῆν, καὶ ἀνελήφθησαν εὐθὺς σεβασμίως παρὰ τοῦ ἀρχιερέως, συνδρομῆς οὐ τυχούσης ἐκεῖσε γενομένης, ὅτε καὶ νοσήματα ἐθεραπεύθησαν ἀνίατα. Μετὰ δὲ παρολκὴν πολλῶν χρόνων, ἐκ θείας τινὸς ἐπιφανείας, ἀπεκαλύφθησαν ἀνδρί τινι Νικολάῳ κληρικῷ καλλιγράφῳ, εἶναι τὰ λείψανα, τινὰ ἐκ τῶν πολλῶν, Ἀνδρονίκου καὶ Ἰουνίας, ὣν ὁ θεῖος Ἀπόστολος Παῦλος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ.
Ἀθανάσιος, θρέμμα Παυλοπετρίου,
Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ.
Οὗτος ἐγεννήθη ἐν Κωνσταντινουπόλει, γονέων εὐλαβῶν ὑπάρχων καὶ θεοσεβῶν, καὶ πλουσίων πάνυ. Γενόμενος οὖν εὐλαβὴς ἐξ ἁπαλῶν ὀνύχων, τὸ μοναχικὸν ἐπεπόθησεν ἀμιάσασθαι σχῆμα. Καὶ δὴ ἀπελθὼν ἐν τοῖς μέρεσι τοῦ τῆς Νικομηδείας πορθμοῦ τὴν κόμην ἀπεκείρατο. Τοσοῦτον δὲ ὑψώθη ταῖς ἀρεταῖς, ὡς καὶ βασιλεῦσι γνώριμος γενέσθαι. Ἐπὶ δὲ τῆς βασιλείας Λέοντος τοῦ εἰκονομάχου διαβληθεία,ς ὅτι σέβεται τὰς ἀχράντους εἰκόνας, βασάνοις ὑπεβλήθη πολλαῖς καὶ πικροτάταις ἐξορίαις καὶ θλίψεσιν. Ἀνένδοτος οὖν διαμείνας, καὶ τὴν ὀρθόδοξον πίστιν μέχρι τέλους διατηρήσας, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀνθοῦσα, καὶ οἱ Δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται.
Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας,
Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετός, ξίφει τελειοῦται.
Ψάλλει Συνετὸς καὶ περ ἐκθνῄσκων ξίφει,
«Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην».






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Θαλασσίου καὶ Λιμναίου.
Λιμὴν Λιμναῖον καὶ Θαλάσσιον φέρει,
Ὥς περ θάλασσαν ἐκφυγόντας τὸν βίον.
Τούτων, ὁ μὲν Θαλάσσιος ἐν ὄρει τινὶ τὸ ἀσκητικὸν ἐπήξατο καταγώγιον, ἁπλότητι ἤθους, καὶ φρονήματος ταπεινότητι πάντας ὑπερβάλλων.
Ὁ δέ γε Λιμναῖος, καὶ αὐτὸς τὸν ἀσκητικὸν βίον ὑπεραγασθείς, παρ’ αὐτὸν μὲν τὸν μέγαν ἀφίκετο Θαλάσσιον, νέος πάνυ ὑπάρχων· ὑπ’ αὐτοῦ δὲ τὴν ἀσκητικὴν πολιτείαν ἐκδιδαχθείς, πρὸς τὸν ἀοίδιμον παρεγένετο Μάρωνα· οὗ τὸν βίον ζηλώσας, ἐν ὑπαίθρῳ βιοτεύειν ἠσπάσατο. Καὶ κορυφὴν ὄρους καταλαβών, κώμης τινὸς ὑπερκειμένην, Τάργαλα λεγομένης, ἐν ταύτῃ διετέλεσεν ἀσκητικῶς βιώσας, οὐ καλύβην πηξάμενος, οὐ σκηνήν, οὐκ οἰκίσκον, ἀλλὰ θριγίῳ μόνῳ ἐκ ξηρολίθου ἑαυτὸν περιφράξας, τὸν οὐρανὸν εἶχεν ὄροφον. Ἐντεῦθεν καὶ θαυμάτων χάριν παρὰ Θεοῦ ἐκομίσατο, ὡς καὶ δαίμονας ἀπελαύνειν, καὶ νόσους ἰᾶσθαι ἀποστολικῶς. βαδίζων δέ ποτε ὁ Ἅγιος ὑπὸ ὄφεως ἐδήχθη· ἀλλὰ προσευχῇ μόνῃ κρείττων ὤφθη θανάτου. Καὶ πάθει ποτὲ κοιλικῷ περιπεπτωκώς, (δεινὸν δὴ τοῦτο καὶ λίαν χαλεπόν) τῇ τοῦ Θεοῦ ἐπικλήσει τὴν θεραπείαν ἐδέξατο. Τοὺς δὲ τὸ βλέπειν ἀφηρημένους, καὶ προσαιτεῖν ἠναγκασμένους, συναγαγών, καὶ κελλία οἰκοδομήσας, ἀνάλογα τῆς τούτων πληθύος, ἐν τούτοις διάγειν ἐκέλευσε, τὴν ἀναγκαίαν αὐτοῖς τροφὴν παρὰ τῶν πρὸς αὐτὸν ἀφικνουμένων ποριζόμενος. Ἐν ὅλοις δὲ τριάκοντα ὀκτὼ ἔτεσιν ὑπαίθριος βιούς, ἐν εἰρήνῃ το πνεῦμα τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Τελεσφόρου, ἐπισκόπου Ῥώμης.
Ἠνεγκε καρπὸν τῇ τομῇ Τελεσφόρος,
Τελεσφορήσας εὐγενὴς οἷα σπόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαραδάτου.
Ἐν γῇ νεκρώσας, ὡς λέγει Παῦλος, μέλη,
Ζωῆς μετέσχεν ἐν πόλῳ Βαραδᾶτος.
Οὗτος, πόλεως μὲν ἦν Ἀντιοχείας· τὸν φιλόσοφον δὲ καὶ ἐρημικὸν ἀσπασάμενος βίον, πρῶτον μὲν ἐν οἰκίσκῳ τινὶ ἑαυτὸν καθεῖρξεν· εἶτα δὲ τὴν ὑπερκειμένην καταλαβὼν ῥαχίαν, καὶ οὐδὲ τῷ σώματι σύμμετρον,κατασκευάσας κελλίον, ἐν αὐτῶ διῆγε, κατακύπτειν διηνεκῶς ἠναγκασμένος· οὐδὲ γὰρ εἶχεν ὕψος, ἰσόμετρον τῷ μήκει τοῦ σώματος· οὐ σανὶς αὐτῇ συνείρμοστο, ἀλλὰ ταῖς κιγκλίσι παραπλησίως διήνοικτο, καὶ φωταγωγοῖς ἑώκει τὰς εὐρυτέρας ἐχούσαις τοῦ φωτὸς εἰσόδους. Οὗ χάριν οὔτε τῆς τῶν ὑετῶν ἀπηλλάττετο βλάβης, οὔτε τῆς ἡλιακῆς ἠλευθεροῦτο φλογός. Πολὺν δὲ χρόνον ἐν τούτῳ τῷ τόπῳ διαρκέσας, ὕστερον ἐξελήλυθε, τοῦ ἐπισκόπου Ἀντιοχέων Θεοδωρίτου εἴξας ταῖς παρακλήσεσιν. Ἵστατο μὲν οὖν διηνεκῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων, καὶ τῶν ὅλων Θεὸν ἀνυμνῶν· τὸ δὲ σῶμα καλύπτων ἐν δερματίνῳ χιτῶνι, περὶ τὴν ῥῖνα καὶ τὸ στόμα, βραχεῖαν τῷ πνεύματι παρείσδυσιν καταλέλοιπε· καὶ τοῦτον ἅπαντα τὸν πόνον ὑπέμεινεν, οὐδὲ σῶμα εὔρωστον ἔχων, ἀλλὰ καὶ λίαν πολλοῖς βαλλόμενον πάθεσι. Ζεούσῃ δὲ προθυμίᾳ πυρπολούμενος, πονεῖν ἐβιάζετο διὰ στεφάνων ἀντίδοσιν, οὓς καὶ πρὸς Θεὸν ἐκδημήσας ἀναμένει λήψεσθαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βλασίου τοῦ ἐπισκόπου.
Ἀρχιερεὺς Bλάσιος ὡράθη μέγας,
Kόσμος πεφηνῶς μᾶλλον αὐτὸς τῷ θρόνῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρίστωνος τοῦ θαυματουργοῦ, ἐπισκόπου Ἀρσινόης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἐννέα Παιδομαρτύρων τῶν ἐν Κολᾷ τῆς Γεωργίας· Γουαράμ, Ἀταρνέρσε, Μπακάρ, Βάτσε, Μπατζίμι, Τάτσι, Τζουανσέρι, Ῥαμάζι καὶ Παρσμάν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Θεοκτίστης Μιχαήλοβνας τοῦ Βόρονεζ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ τοῦ Στολομπέν, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν
Ἀληθείας τὸν κρατήρα τὸν οὐράνιον δεῦτε θεόφορνες, ἀνευφημήσωμεν νῦν, σοφίας τοῦ Πνεύματος, οἶκον τὸν πάγχρυσον, καὶ βοήσωμεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Στύλον γνώσεως ἐφάνης καὶ παράδεισος ἔμψυχος, Ὅσιε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐντρύφημα πάντερπνον, ἥδυσμα ἔνθεον· ὅθεν κράζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἱλαστήριον καὶ κλίμαξ θεοστήρικτος ὤφθης Λεόντιε, καὶ θησαυρὸς τῆς ζωῆς, καὶ τύπος ἀσκήσεως, ὅρος καὶ στήριγμα, ὑπερένδοξε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νυμφοστόλε τῶν Ἁγίων θεοκόσμητε τὸ ἐργαστήριον, τῶν μυστηρίων Θεοῦ, ἡ θεία πανήγυρις, τοῦ συναλλάγματος, ὑπερύμνητε, εὐλογημένη Δέσποινα, τῶν πιστῶν ἡ σωτηρία.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
Ἀπέθου τὰ πρόσκαιρα, τῶν οὐρανίων διαμειβόμενος, σὺν Ἀγγέλοις χορεύων, ὡς τῶν Ἀγγέλων πολιτευσάμενος, τὴν πολιτείαν, οἷς περ καὶ συνέψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Βοᾷ χαριστήρια, ἡ σὴ μεγίστη Λαύρα καὶ πάντιμος, οἰκιστήν σε κτίστιν καὶ πολιοῦχον προβαλλομένη σοφέ, καὶ καυχωμένη κραυγάζει Λεόντιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀσκήσεως στάδιον, ἁγιωσύνης θεῖον γυμνάσιον, τὸν σὸν ἐδίδαξας βίον, δι’ ἐγκρατείας ἑνούμενοις, τοῖς Ἀσωμάτοις κραυγάζεις Λεόντιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὡς ὄρθρος ἀνέτειλας, δικαιοσύνης ἥλιον ἔχουσα, τὸν ἐκ σκότος τοῦ κόσμου, τῆς ἀγνωσίας ἀνακαθαίροντα, θεογνωσίαν ᾧ ψάλλομεν ἄχραντε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.



ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ὄρος ἀσκητῶν στήλη ἀγώνων, καὶ λύχνος τῆς Ἀτταλείας ὁ ἑπτάφωτος, θεῖόν τε ὀχύρωμα, πάρηθι ὑμνούμενος, ἐκ τῶν ἀΰλων στάσεων, μέσον τῶν δούλων σου, δεχόμενος, ἀξίως τοὺς ὕμνους, καὶ τὰς εὐφημίας, εἰς πάντας τοὺς αἰῶνας.
Χείμαῤῥος ζωῆς τῆς ἀϊδίου, καὶ κρήνη τοῦ Παραδείσου χαριτόβρυτος, φρέαρ ζῶντος ὕδατος ποτίζων τὴν ποίμνην σου, καὶ ποταμὸς χρυσόρειθρος, ὤφθης Λεόντιε, πλουτίζων ἁγιάζων εὐφραίνων, τοὺς δοξολογοῦντας, τὴν μνήμην σου ἀπαύστως.
Ῥῆμα τοῦ Πατρὸς Υἱοῦ δὲ λόγος, καὶ στόμα θεοχαρίτωτον τοῦ Πνεύματος, γλῶσσα ἡ οὐράνιος, φωνὴ θεοσήμαντος, τῶν ἀνεκφράστων ὄργανον ὤφθης Λεόντιε, τὸν Κύριον, ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἥδιστον ἐντρύφημα Παρθένε, καὶ ᾄσμα τῆς οὐρανίου ἀνέδειξε φύσεως πανύμνητε, κάλλος ἐνθεώτατον, ταῖς ἀρεταῖς ἀστράπτουσαν, κόσμου τὰ πέρατα, τὴν μόνην, Θεοτόκον ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἐν προσευχαῖς τὸ ἄγρυπνον, ἐν νηστείαις τὸ ἄτονον, τὸ καρτερικὸν ἐν πειρασμοῖς Λεόντιε, νοὸς καθαρότητι ἐπὶ τῆς γῆς, ὡς Ἄγγελος πεπολιτευμένος, τῷ Θεῷ ἀνεβόας· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ξένα τὰ σὰ θαυμάσια, τοὺς γὰρ Ἀτταλοὺς ἡμερώσας, καὶ καταστορίσας τῶν παθῶν τὰ κύματα, προλέγεις τὰ μέλλοντα προφητικῷ χαρίσματι, στίφη τῶν δαιμόνων φυγαδεύων ἐλαύνων, συντόνοις ἀγρυπνίαις, προσευχαῖς καὶ νηστείαις, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νέος Μωσῆς γενόμενος, ἐν ἐρήμῳ τὸ τρόπαιον κατὰ τῶν ἐχθρῶν, καὶ πολεμίων ἔστησας, λαοῦ προηγούμενος τῶν ἀσκητῶν συστήματα, τῶν ἐν εὐφροσύνῃ καὶ σεμνῇ πολιτείᾳ, βοῶν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νύμφη Θεοῦ πανάμωμε, τοὺς πρὸς Σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας τῶν παθῶν ἐξάρπασον, καὶ τὴν αὐτοδέσποτον ἐλευθερίαν Δέσποινα, ταῖς τῶν Ὀρθοδόξων Ἐκκλησίαις παράσχου, τοῖς πίστει μελῳδοῦσι· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.





ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἔξαλμα φωτός, Τριάδος ἀπαύγασμα σέλας λαμπρότατον, ἥλιε ὁλόφωτε, αἰθέρος ἄστρον θαῦμα παγκόσμιον, τοὺς ὀφθαλμοὺς τοῦ Πνεύματος, καθωραΐζων σύ, καὶ φαιδρύνων πρόσωπα Λεόντιε, τῶν ἐκ πόθου τιμώντων τὴν μνήμην σου.
Ὡς ἐπαινετῆς, ὀδμῆς τῶν ὀστέων σου Πάτερ Λεόντιε, ἐκ τοῦ Παραδείσου δέ, τοῦ θείου κήπου ἄνθη ἐμπνέουσι, καὶ τοὺς πιστοὺς εὐφραίνουσιν, ἀρωματίζοντα, ὡς Λιβάνου κρίνα, ὡς μυρίπνοα κιναμώμου καὶ σμύρνης ὀσφράδιον.
Σὺ ἡμῶν τροφεύς, διδάσκαλος ἄριστος, Πατὴρ φιλόστοργος, ἡμεῖς δὲ φιλόπατροι, σοῦ παῖδες ὕμνους ἀφοσιούμεθα, καὶ ἐγκωμίων ᾄσματα, καὶ σοῦ δεόμεθα, μὴ ἐλλίπῃς, μετὰ τῶν συνάθλων σου, ὑπὲρ ἡμῶν ἱκετεύων τὸν Κύριον.
Θεοτοκίον.
Σὺ ἡμῶν ζωή, ἐλπὶς καὶ ἀντίληψις Θεογεννήτρια, κόσμος πολυέραστος, Ἀγγέλων ὕμνος ὄντως Θεόνυμγε, τῶν Ἀποστόλων ἄπαυστος, καὶ τῶν Ὁσίων τε, καὶ Μαρτύρων στέφος ἀχειρόπλοκον, μὴ ἐλλίπῃς φυλάττειν τὴν ποίμνην Σε.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐπέστη ἡ φωσφόρος σου ἑορτή, παμμακάριστε Πάτερ Λεόντιε, πλήρης εὐφροσύνης πνευματικῆς, πλήρης Ἁγίου Πνεύματος, πλήρης εὐωδίας πνευματικῆς, καὶ νῦν σὲ κεκτημένοι, ἀσκήσεως κανόνα, καὶ νομοθέτην ἀγαλλόμεθα.
Μὴ παύσῃ ἱκετεύων τὸν Λυτρωτήν, παμμακάριστε Πάτερ Λεόντιε, σοῦ τὴν σεπτήν, μνήμην σου τελοῦσι τὴν ἱεράν, τὴν τῶν πταισμάτων ἄφεσιν, καὶ τῶν χαρισμάτων διανομήν, τὴν θείαν προστασίαν, ψυχῶν τε σωτηρίαν, καὶ αἰωνίαν ἀπολύτρωσιν.
Ἰσάγγελος βιώσας ἐπὶ τῆς γῆς, τὴν ἰσάγγελον εὗρες φαιδρότητα, καὶ ταῖς αὐτοῦ, θεοειδεστάταις μαρμαρυγαῖς, ἐν μετουσίᾳ γέγονας, αἷς καὶ συναγάλλῃ διὰ παντός, ὡς ἔνθεος Προφήτης, διδάσκαλος ὡς μέγας, ὡς μοναζόντων ἐγκαλλώπισμα.
Θεοτοκίον.
Συνέλαβες Παρθένε δίχα σπορᾶς, τὸν τὰ σύμπαντα δημιουργήσαντα, Λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν τῆς σαρκός, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό Σε Θεοτόκε, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.






Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Δεσποτικῶν προστάξεων, πληρωτὴς ὤφθης Πάτερ, τὸν γὰρ Σταυρὸν ἀράμενος ὑπεῤῥάγης τῷ κόσμῳ, καὶ ἐν ἐρήμοις ηὐλίσθης, ὕμνοις ὅθεν σχολάσας, νηστείαις καὶ δεήσεσι τῷ Θεῷ συνεκράθης, .ᾧ παρεστὼς ἐποπτεύοις, ἵλως ἡμῖν ἔσο Λεόντιε παγκόσμιε, μοναστῶν ἀγελάρχα.
Θεοτοκίον. Γυναῖκες ἀκουτίσθητε.
Πανύμνητε Παντάνασσα, Θεομῆτορ Παρθένε, τὸ ἅρμα τοῦ παντάνακτος, τοῦ Θεοῦ μου καθέδρα, ὁ χρυσοκόλητος δίφρος, τοῦ Φωτὸς τὸ σκήνωμα, ἡ ὁλόφωτος Κόρη, αὔρα ἡ πνευματική, ἡ διϊθύνουσα πιστοὺς πρὸς τὸν γαλήνιον ὅρμον.

Αἶνοι. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις, ἀσκητικῶν ἀληθῶς, ἀγωνισμάτων τὸ εὐῶδες κειμήλιον, σταυρὸν γὰρ ἐπ’ ὤμων ἄρας, καὶ τῷ Δεσπότῃ Χριστῷ, σεαυτὸν παμμάκαρ ἀναθέμενος, σαρκὸς καθυπέταξας τὸ χαμαίζηλον φρόνημα, ταῖς ἀρεταῖς δέ, τὴν ψυχὴν καταλαμπρύνας, καὶ πρὸς ἔνθεον, ἀνεπτέρωσας ἔρωτα· ὅθεν τὴν παναγίαν σου, κυκλοῦντες πανεύφημε, Λεόντιε λάρνακα, θείας φιλανθρωπίας, αἰτούμεθα τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Χαίροις, ἀγγελικαῖς ὁμιλῶν, χοροστασίαις ἐν ὑψίστοις Λεόντιε, τὸν βίον γὰρ τούτων Πάτερ, ἐπὶ τῆς γῆς ἀληθῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρώτατος, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενος, τὰς τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· ὅθεν καταυγαζόμενος, ἑώρας τὰ μέλλοντα, πάντα προλέγων, ἐκ θείας φωτοφανείας μυούμενος, Χριστὸν ἐκδυσώπει, τὸν δωρούμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Κλίμαξ οὐρανόμηκης σαφῶς, ἡ πολιτεία σου γεγένηται Ὅσιε, δι’ ἧς περ πρὸς ὕψοςἤρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὁμιλῶν παμμάκαρ κατηξίωσαι, τὸν νοῦν ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν ἐλλάμψεσι, μαρμαρυγαῖς τε, ταῖς Αὐτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον, ἐκομίσω φαιδρότητα· ᾧ καὶ νῦν παριστάμενος, σωθῆναι ἱκέτευε, τοὺς ἐκτελοῦντας τὴν θείαν, καὶ φωτοφόρον πανήγυριν, σὺν σοὶ παραστῆναι, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Στύλος φωτοφανὴς ἀρετῶν, ἐστηριγμένος καὶ νεφέλη σκιόυσα, ἐφάνης άτερ, ἐν τῇ ἐρήμῳ πρὸς οὐρανόν, ἀπὸ γῆς τὸν ὁρώντων προηγούμενος, Σταυροῦ βακτηρία, τὴν τῶν παθῶν ῥήξας θάλασσαν, τὸν νοητὸν δέ, Ἀμαλὴκ τροπωσάμενος, ἀνεμποδίστως, τὴν οὐράνιον ἔφθασας, πόλιν θεομακάριστε, Λεόντιε ἔνδοξε, καὶ σὺν Ἀγγέλοις τῷ θρόνῳ, περιχαρῶς παριστάμενος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι Λεόντιε θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες τὴν ἀκρόπολιν δι’ ἀσκήσεως, ἐκ τῆς ἐρήμου πολεύων τῆς ἄνω Ἱερουσαλὴμ τὰ ὑπερκόσμια, καὶ ἐκ τῶν πόνων ἀξίως τὰ γέρα κομισάμενος, ταῖς οὐρανίαις συναγάλλη ταξιαρχίαις παμμακάριστε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας οἰκήτωρ γενόμενος· ἀλλὰ πρέσβευε τῷ Δεσπότῃ τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου