ΚΑΝΟΝΕΣ ΟΚΤΩΗΧΟΙ
ΕΙΣ ΤΗΝ ΚΟΙΜΗΣΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
(Μάρκου Ἁγίου τοῦ Εὐγενικοῦ)
Κανὼν Α΄, οὗ ἡ ἀκροστιχίς: Ἀπάρχομαί σοι τῶν ἐμῶν λόγων, Κόρη· Μᾶρκος.
Ἦχος α΄. ᾨδὴ α΄. Ὁ εἱρμός· ᾨδὴν ἐπινίκιον
Ἀρχόμενοι σήμερον τοῦ τελευταίου, τῶν μηνῶν ἀρχόμεθα, λογικοῖς ἄνθεσι, προδιαπλέκειν φαιδρῶς, τῇ ἀπαρχῇ τῆς ζωῆς, ὕμνον ἐξόδιον.
Παρθένε πανάμωμε πιστούς σου δούλους, οὓς πολλάκις ἔσωσας, ἐκ πολλῶν θλίψεων, καὶ ἐθνικῶν προσβολῶν, καὶ νῦν τιμῶντας τὴν σεπτήν, μνήμην σου φύλαττε.
ᾈσμάτων τῇ χάριτι τὰς πανιέρους, ἡμέρας φαιδρύνομεν, ἱερῶς χαίροντες, ἐν αἷς ἡ Μήτηρ Θεοῦ, τὴν ἐκδημίαν πρὸς αὐτόν, ποιεῖται χαίρουσα.
Ῥευστοὶ χρηματίσαντες δι᾿ ἁμαρτίαν, πρὸς ζωὴν τὴν ἄῤῥευστον, διὰ σοῦ Δέσποινα, ἀνακεκλήμεθα· διὸ τὴν χάριν σοι πιστῶς, ἐπιγραφόμεθα.
ᾨδὴ γ΄. Ὁ εἱρμός· Λίθον, ὃν ἀπεδοκίμασαν
Χαῖρε, τῆς χαρᾶς ἡ πρόξενος, τῷ βροτείῳ γένει· χαῖρε ἡ τῆς λύπης, ἀπαλλαγὴ καὶ λύσις· χαρᾶς ἀδιαδόχου χωρίον εὐρύχωρον, ἡ δι᾿ Ἀγγέλου τῆς χαρᾶς, καὶ νῦν λαβοῦσα τὰ μηνύματα.
Ὅπλῳ, εὐδοκίας Δέσποινα, τοὺς πιστούς σου δούλους, ἅπαντας συνήθως, προσπίπτοντας τεμένει, τῷ σῷ φθορᾶς ἀπάλλαξον, καὶ τρέψον τὴν ὀργήν σου, ἐπὶ ἀπίστους αὐτῶν, καταβαλοῦσα τὰ φρυάγματα.
Μέση, Θεοῦ χρηματίσασα, καὶ ἀνθρώπων Κόρη, μέσον τὸν παρόντα, διαλαβοῦσα μῆνα, τῇ θείᾳ μεταστάσει, φαιδρύνεις τὰ σύμπαντα, καὶ εἰς πανήγυριν φαιδράν, ἐπισυνάγεις τοὺς θεόφρονας.
ᾌδων, ὁ Προφήτης Πνεύματι, τὰ σὰ μεγαλεῖα, πᾶσα ἀνεβόα, ἔσωθεν ἡ δόξα, τοῦ μόνου Βασιλέως, τῆς θυγατρὸς ὑπάρχει· διὸ οἱ πλούσιοι τοῦ λαοῦ, τὸ πρόσωπόν σου λιτανεύουσιν.
ᾨδὴ δ΄. Ὁ εἱρμός· Ἐν πνεύματι προβλέπων
Ἰδού, τῇ Βασιλίδι λαμπρῶς ἐπιφανεὶς ὁ συνήθης Ἄγγελος, τὸ σύμβολον αὐτῇ τῆς τοῦ θανάτου νίκης φέρων ἐγχειρίζει, φοίνικος κλάδον, ὥσπερ πρῴην τῷ Δεσπότῃ φέροντες ὑπήντουν οἱ ὄχλοι πιστῶς.
Συνέλθωμεν προθύμως, ἐν φόβῳ καὶ χαρᾷ, βασιλεῖς καὶ ἄρχοντες, λαὸς καὶ Ἱερεῖς, νέοι, πρεσβῦται, μονασταί τε καὶ μιγάδες, πᾶσα ἀξία, τὴν Μητέρα τοῦ Κυρίου, μέλλουσαν ἀπαίρειν ἐκ γῆς προσειπεῖν.
Ὁ μέγας ἐν Προφήταις, Πανύμνητε, Μωσῆς, τυπικῶς τεθέαται ἐν βάτῳ καὶ πυρί, τοῦ μυστηρίου τὸ θαῦμα τῆς σῆς λοχείας· καὶ γὰρ ἀφλέκτως, πῦρ τὸ ἄϋλον ἐδέξω· δόξα τῷ Θεῷ, τῷ φανέντι ἐκ σοῦ.
Ἰάματα ἐκ θείας παλάμης σου, Ἁγνή, τοῖς νοσοῦσι δώρησαι· καὶ γὰρ φθοροποιοῦ εἰς τὸν ἀέρα ἀτμίδος ἀναχεθείσης καὶ διὰ τούτου τοῖς ἡμῶν προσομιλούσης σώμασιν ἡ λύμη κατίσχυσεν.
ᾨδὴ ε΄. Ὁ εἱρμός· Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον φῶς
Τὴν πολυώνυμον καὶ περίκλυτον Στάμνον καὶ Τράπεζαν, Ὄρος ἅγιον, Βάτον καὶ Κλίμακα προοραθεῖσαν, πάντες ἀνυμνήσωμεν, ἐκ γῆς μεταβαίνουσαν.
Ὡς ὑπερέχουσα πάσης κτίσεως ἐν ἁγιότητι, δόξαν ἄῤῥητον, Ἁγνή, πεπλούτηκας· ὅθεν τὸν μῆνα τοῦτον ἀνατίθεμεν εἰς δόξαν σου, Δέσποινα.
Νεοποιεῖς φθαρεῖσαν, Ἄχραντε, φύσιν τὴν βρότειον· διὸ πόλιν τὴν τῷ σῷ ὀνόματι ἀνακειμένην λύτρωσαι πρεσβείαις σου φθορᾶς καὶ κακώσεως.
Ἐπὶ τοῦ ὄρους προσευχομένης σου, πάναγνε Δέσποινα, προσκλινόμενα τὰ δένδρα νέμουσι δουλοπρεπῆ σοι εὐλαβῶς προσκύνησιν· ὦ θαῦμα παράδοξον.
ᾨδὴ στ’. Ὁ εἱρμός· Τὸν Προφήτην Ἰωνᾶν
Μόνη ἔτεκες Θεόν, μόνη ἔμεινας ἁγνή, μόνον θέλησον αὐτὴ καὶ λυθήτω τὰ δεινά· καὶ ὄψονται οἱ σοὶ ἱκέται τὴν σὴν βοήθειαν.
Ὡς νεφέλη μυστική, μητροπάρθενε ἁγνή, καθοδήγησον ἡμᾶς πρὸς οὐράνιον ζωήν, τὸν καύσωνα τῆς ἁμαρτίας ἐξαφανίζουσα.
Νέον βρέφος ἐπὶ γῆς ὁ παντέλειος Θεὸς προελήλυθεν ἐκ σοῦ, δύο φύσεις ἐν ταὐτῷ, θελήματα καὶ ἐνεργείας φέρων, Πανάμωμε.
Λύεις πταίσματα ψυχῶν, παύεις νόσους τῆς σαρκός, ἀπελαύνεις πᾶν δεινὸν τῶν τιμώντων σε, ἁγνή· τὸ δύνασθαι μόνη τῷ θέλειν, σύνδρομον ἔχουσα.
ᾨδὴ ζ΄. Ὁ εἱρμός· Τοὺς ἐν καμίνῳ Παῖδάς σου
Ὁ τοὺς ἁγίους Παῖδας ἐκ πυρὸς ῥυσάμενος καὶ ἐκ λεόντων Δανιήλ, καὶ τοὺς σοὺς δούλους, τὸν φλογμὸν τῶν νοσημάτων ἀναψύξας, εὔσπλαγχνε, ῥῦσαι θανάτου φθορᾶς ταῖς τῆς Μητρός σου εὐχαῖς.
Γῆ ἡ τὸν στάχυν τὸν ζωοποιὸν βλαστήσασα, πρὸς τὴν οὐράνιον ζωὴν διὰ θανάτου ἐκ τῆς γῆς μεθισταμένη, τοῖς ἐν γῇ κατέλιπε τὴν εὐλογίαν ἡμῖν ἐν τοῖς ἀμφίοις αὐτῆς.
Ὤφθη τῷ θείῳ πάλαι Ἰσραὴλ οὐράνιος Κλῖμαξ ἡδρασμένη ἐν τῇ γῇ, ἐφ᾿ ἣν οἱ Ἄγγελοι Θεοῦ καὶ ὁ Δεσπότης ἐπ᾽ αὐτῆς ἐστήρικτο, τῆς Θεοτόκου τυποῦσα τὴν μετάστασιν.
Ναὸς Θεοῦ ὑπάρχουσα, σεμνή, τοὺς πίστει σου νῦν ἐν τῷ τεμένει ἱερῶς συναγομένους καὶ τὴν σὴν προσδεχομένους ἀρωγὴν περίσωζε ἐκ πειρασμῶν ψυχικῶν καὶ νοσημάτων δεινῶν.
ᾨδὴ η΄. Ὁ εἱρμός· Ὃν φρίττουσιν Ἄγγελοι
Καλεῖ πρὸς οὐράνιον καὶ ἔνθεον ζωὴν ὁ Κτίστης καὶ Κύριος Μητέρα τὴν αὐτοῦ· καὶ τῷ μυστηρίῳ τέλος πρέπον διδούς, κάτεισιν ἐν δόξῃ ταύτην ἀνακομίσων.
Ὁ τόμος προέγραφε τὸ θαῦμά σου, σεμνή· ὁ πόκος ἐμήνυε τὸν ξένον ὑετὸν ἐν σοὶ καταβάντα καὶ τὴν φύσιν ἡμῶν καυσουμένην δρόσῳ ζωῆς ἀναλαβόντα.
Ῥεούσης ἀφέμενοι ζωῆς καὶ χαμερποῦς, μενούσῃ προσέλθωμεν καὶ κρείττονι ζωῇ· καὶ συνεπαρθῶμεν τῇ Δεσποίνῃ ἡμῶν, γῆθεν ἀνιούσῃ ζωὴν πρὸς τὴν ἀγήρω.
Ἡ Πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς, ἡ Κλῖμαξ ἡ ἔνθεος, ἡ ῥάβδος Ἀαρών, ἡ ζῶσα Νεφέλη ἐν νεφέλαις καλεῖ, γῆθεν αἰρομένη, τοὺς θείους Ἀποστόλους.
ᾨδὴ θ’. Ὁ εἱρμός· Τὴν Ζωοδόχον Πηγὴν τὴν ἀένναον
Μαρμαρυγαῖς τῆς ἀΰλου Θεότητος, περιαστράπτων ἐν δόξῃ κατέρχεται, τοῦτο ἤδη δεύτερον, ὁ Υἱός σου Δέσποινα, σὺν μυριάσι πολλαῖς ἀΰλων νόων, τὴν σὴν ἁγίαν ψυχὴν προσληψόμενος.
Ἁμαρτημάτων δεσμοῖς συνεχόμενοι, τῇ τοῦ θανάτου τομῇ παρεδόθημεν, καὶ καταφθειρόμεθα, ἐκ δικαίας κρίσεως, τοῦ σοῦ υἱοῦ καὶ Θεοῦ· ἀλλά θαῤῥοῦντες, τῇ σῇ Πανάμωμε, σκέπῃ σωθείημεν.
Ῥητορευόντων ἀπύλωτα στόματα, καὶ φιλοσόφων ἀσόφων σοφίσματα, μάταια ἐλήλεγκται, φροῦδα κεχρημάτικε, τῷ μυστηρίῳ τῷ σῷ καταργηθέντα, Θεογεννῆτορ Πανάμωμε Δέσποινα.
Κεκρατημένοι τῷ θείῳ σου ἔρωτι, οἱ προσκυνοῦντες τὸ μέγα μυστήριον, τοῦ ἀσπόρου τόκου σου, Δέσποινα Πανύμνητε, λόγοις εὐρύθμων ᾠδῶν ᾀσμάτων ὕμνοις, τὰ ἐξιτήριά σοι προσφθεγγόμεθα.
Ὃς ἐν ἐρήμῳ λαὸν μυριάριθμον, στύλῳ πυρὸς καὶ νεφέλῃ ὡδήγησεν, οὗτος πρὸς τὸ τέμενος, τοῦτο σου τὸ ἅγιον, Μῆτερ ἁγνὴ ὁδηγεῖ δυνάμει θείᾳ, τοὺς δεομένους τῆς σῆς ἀντιλήψεως.
Σιὼν ἁγία Θεοῦ πόλις ἔμψυχε, τοὺς σοὺς πολίτας καὶ δούλους σου φύλαττε, τοὺς τῷ σῶ ὀνόματι, ὠχυρωμένους ἄνωθεν, ἐκ ποικίλων δεινῶν ἀνασωθέντας, καὶ νῦν ὡς μάλιστα σοὶ προσανέχοντας.
***
Κανὼν Β΄, οὗ ἡ ἀκροστιχίς· Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνῶ προστάτιν, Μᾶρκος.
Ἦχος β΄. ᾨδὴ α΄. Ὁ εἱρμός· Ἐν βυθῷ κατέστρωσε ποτέ
Τῇ τῆς σῆς χρηστότητος ῥοπῇ, πεποιθὼς Πανύμνητε, καὶ τῇ ἀγρύπνῳ θαῤῥῶν προστασίᾳ σου, δευτέρας ἀπάρχομαι μελῳδίας τῇ ζωηφόρῳ Κοιμήσει σου, ἣν προσδεδεγμένη ἵλεως γενοῦ μοι τῷ οἰκέτῃ σου.
Ἡ Θεὸν τεκοῦσα τὸν ἡμῶν, τὰς νόσους βαστάσαντα, καὶ τὰς ἁμαρτίας εὐσπλάγχνως ἀράμενον, κατὰ νόμους φύσεως νοσηλεύεται πρὸς ζωὴν τὴν ἀκήρατον, ἔνθεν ἀπιοῦσα, ἣν εὐσεβοφρόνως μακαρίσωμεν.
Νικητὰς ἀνάδειξον ἐχθρῶν, ἀσεβούντων Δέσποινα, τοὺς εὐσεβεῖς καὶ πιστοὺς ἡμᾶς δούλους σου, τὴν ἀκαταμάχητον πανοπλίαν ἠμφιεσμένους τῆς πίστεως, καὶ τὴν σὴν ἐλπίδα προσανατεινομένους ἐν ἅπασιν.
Ἐν νεφέλαις ὥσπερ ἀετοί, νῦν διακομίζονται, ὅπου τὸ πτῶμα οἱ θεῖοι Ἀπόστολοι, τὸ τῆς ἀναστάσεως τοῖς ἀνθρώποις καὶ ἀφθαρσίας παραίτιον, τὴν φρικτὴν ἐσχάτην ἁρπαγὴν τυποῦντες διαέριον.
Νοερᾷ ψυχῇ καὶ λογικῇ, τιμηθέντες ἄνθρωποι, καὶ κατ᾿ εἰκόνα τοῦ Κτίστου γενόμενοι, παρασυνεβλήθημεν τοῖς ἀλόγοις καὶ τῇ φθορᾷ ἠτιμάσθημεν, ὅθεν καὶ ἀτίμως ὡς πρόβατα ἄρδην θανατούμεθα.
ᾨδὴ γ΄. Ὁ εἱρμός· Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας
Μακάριοι οἱ μένοντες ἐν τῷ οἴκῳ, τῷ σῷ εἰς τοὺς αἰῶνας αἰνέσουσί σε, μακάριοι οἱ βλέποντες ἐν εἰκόνι, τὴν ἀπαστράπτουσαν αἴγλην τῆς χάριτος, ἧς αὐτὴ μετέδωκας ζῶσα Πάναγνε.
Ἀλλόφυλος ἐχθρῶν μαχητῶν ῥομφαία, κυκλόθεν παροικεῖ τὴν σὴν πόλιν Κόρη, διψῶσα ἀνθρωπείων αἱμάτων χύσιν· ἣν ταῖς καρδίαις ταῖς αὐτῶν ἀντίστρεψον, καὶ τὰ τόξα σύντριψον καὶ διάλυσον.
Χαρᾶς καὶ εὐφροσύνης οὐ κατηφείας, ἡ ἔνδοξος μετάστασις τῆς Πανάγνου· μεσίτις γὰρ τῆς φύσεως ἀνελθοῦσα, πρὸς τὸν Δεσπότην καὶ υἱὸν παρίσταται, πᾶσι τὸν οἰκτίρμονα διαλλάττουσα.
Ἀνάστειλον τὴν θραῦσιν ὀργῆς Κυρίου, θανάτου τοῦ ἀώρου καὶ αἰφνιδίου, τοὺς δούλους σου διάσωσον Θεοτόκε· ἴδε συντρέχοντας, θερμῶς προσπίπτοντας, ἐπὶ σοὶ καὶ μόνῃ πιστῶς σαλεύοντας.
ᾨδὴ δ΄. Ὁ εἱρμός· Ἐλήλυθας ἐκ Παρθένου
Ἰδέτωσαν οἱ μισοῦντες με καὶ αἰσχυνθήτωσαν, ἡ πόλις σου Δέσποινα βοᾷ, θαῤῥοῦσα τῇ σκέπῃ σου, καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, ὡς χνοῦς ὑπὸ ἀνέμου σφοδροῦ.
Συνέρχονται γυναικῶν φιλοθέων συστήματα, τὸν κόσμον τῆς φύσεως, τὴν ὑπερτέραν τῆς κτίσεως, πίστει προσκυνήσουσαι, μεθισταμένην πρὸς ἄϋλον καὶ θείαν ζωήν.
Ἀνάκλησις τοῦ πεσόντος Ἀδὰμ χρηματίσασα, δένδρα προσκλινόμενα, καθὼς ἐκεῖνος τὰ ἄλογα ἔσχηκας, προσκύνησιν δουλοπρεπῆ παραδόξως σοι προσνέμοντα.
Γηράσαντα καὶ πολλοῖς συμπεσόντα παθήμασι κόσμον νεουργήσασα, πρὸς τὴν ἀγήρω καὶ ἄπτωτον ζωὴν μεταβέβηκας, τὴν ἡλικίαν πρὸς γῆρας ἤδη κλίνασα.
Ῥημάτων σου τῶν σεπτῶν μεμνημένοι, Πανάμωμε, ἰδοὺ μακαρίζομεν καὶ εὐφημοῦμεν ἀπαύστως σε· ὅτι μεγαλεῖά σοι ὁ δυνατός, ὡς προέφησας πεποίηκεν.
ᾨδὴ ε΄. Ὁ εἱρμός· Ὁ φωτισμὸς τῶν ἐν σκότει κειμένων
Ὑπὸ πολλῆς καὶ ἀπείρου χρηστότητος, εἰς τὸ σῶσαι κόσμον ὁ Δεσπότης καταφοιτήσας, τὴν παναγίαν καὶ σεπτήν σου γαστέρα κατεσκήνωσεν ὡς εὐρύχωρον ἄλλον οὐρανὸν ἐπὶ γῆς ἀξιόθεον.
Περιπεσὼν ἀνωδίαις, προσκόπτω ψυχῆς τοὺς πόδας καὶ τῷ ἅδῃ ἤγγισεν ἡ ζωή μου, προσελογίσθην μετὰ τῶν τεθνεώτων, ἐγενήθην ὡς ἀβοήθητος· Δέσποινα, αὐτή μοι βοήθησον δέομαι.
Νύμφη Πατρὸς τοῦ ἀνάρχου, ἁγία Μῆτερ τοῦ Λόγου, Πνεύματος ἁγίου θεῖον ταμεῖον, τοὺς λειτουργοῦντας τῷ σεπτῷ σου τεμένει, καὶ αἰτοῦντας τὴν σὴν ἀντίληψιν, Χάριτος Θεοῦ κληρονόμους ἀνάδειξον.
Ὁ ὑψηλὸς καὶ περίβλεπτος θρόνος τοῦ Βασιλέως τῶν βασιλευόντων, ἡ ζῶσα κλίνη, ἡ θεοδόχος, ὁ πανάγιος οἶκος, τὸ ἀβέβηλον ἱλαστήριον, νῦν πρὸς οὐρανίους σκηνὰς μετατίθεται.
ᾨδὴ στ΄. Ὁ εἱρμός· Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος
Νεφοδρόμοι πτηνοὶ διαέριοι, πάντοθεν ἀπάραντες θείῳ βουλήματι, πρὸς τὴν κηδείαν ἥκουσι, τῆς μητρὸς τοῦ Θεοῦ, οἱ Ἀπόστολοι.
Ὑπερτέρα τῶν ἄνω Δυνάμεων καὶ τοῦ νοητοῦ διακόσμου χωρήσασα, Μῆτερ Θεοῦ Πανάμωμε, παρ᾽ αὐτῇ τῇ Τριάδι γεγένησαι.
Μακαρία γαστὴρ ἡ βαστάσασα, καὶ μαστοὶ θηλάσαντες τὸν ἐπὶ πάντων Θεόν, τῆς φυλαξάσης πρότερον τὸν αὐτοῦ θεῖον λόγον ἀλώβητον.
Νεῶν ὅπλων τειχῶν καὶ δυνάμεως, Δέσποινα, ἡ πόλις σου πονηρῶς ἔχουσα, τὴν σὴν καὶ μόνην ἄμαχον κατ᾿ ἐχθρῶν δυναστείαν προβάλλεται.
Ὡς δεσπόζουσα πάσης τῆς κτίσεως, δώρησαι ἡμῖν εὐκραῆ τὴν κατάστασιν τὴν τοῦ ἀέρος Ἄχραντε, τὴν ὀλέθριον λύμην ἐξαίρουσα.
ᾨδὴ ζ΄. Ὁ εἱρμός· Εἰκόνος χρυσῆς
Παρέστη φησίν, ἡ βασίλισσα, Δαβίδ, ἐκ δεξιῶν σου, ἐν διαχρύσῳ στολῇ λάμπουσα, πεποικιλμένη τῇ χάριτι, πόῤῥωθεν προγράφων τὴν δόξαν τῆς σεπτῆς μεταστάσεως τῆς Παναμώμου σου Μητρός, Υἱὲ καὶ Λόγε Θεοῦ.
Ῥυσθέντες, Ἁγνή, τῆς ἀρχαίας καταδίκης, τῷ σῷ τόκῳ, καὶ παραδείσου τὴν ἀπόλαυσιν ἀναλαβόντες λαμπρότερον, σὲ τῶν ἀγαθῶν τὴν αἰτίαν εὐσεβῶς μεγαλύνομεν, εὐχαριστήριον ᾠδὴν ἀνακρουόμενοι.
Ὁ Παῖδας τοὺς τρεῖς, ἐν καμίνῳ ἀσινεῖς διατηρήσας, πυρὶ τῷ θείῳ οὐ κατέφλεξε τὴν θεοδόχον γαστέρα σου· βάτος γὰρ αὐτὴν προετύπου, ἀκατάφλεκτος μένουσα, προσομιλοῦσα τῷ πυρί, ἐπὶ τοῦ ὄρους Σινᾷ.
Στρατὸς δυσμενής, μυριάριθμος αἱμάτων ἄνδρες ὅλοι, προσκαθεζόμενοι τῇ πόλει σου, χρόνον πολὺν ὠρυόμενοι, πάσῃ μηχανῇ κεχρημένοι, κατῃσχύνθησαν ἄπρακτοι, ἀποκρουσθέντες σου τῇ παντοδυνάμῳ χειρί.
ᾨδὴ η΄. Ὁ εἱρμός· Τὸν ἐν καμίνῳ τοῦ πυρός
Τὴν παναγίαν Κιβωτόν, τὴν ὑπέρτιμον σκηνήν, τὴν θείαν στάμνον, τὴν Λυχνίαν, τὴν Πλάκα, τὸν φωτοφόρον Ναόν, τὸν θρόνον τοῦ Θεοῦ τὸν ἔνδοξον, τὴν ἁγνὴν Παρθένον, ὑμνήσωμεν συμφώνως.
Ἀποχωροῦσα ἐκ τῆς γῆς, πρὸς οὐράνιον ζωήν, ἄχραντε Κόρη, τὰς πλησίον καὶ φίλας γυναῖκας μετακαλῇ καὶ ταύταις κλῆρον πολύτιμον, τὴν σεπτὴν ἐσθῆτα καὶ ζώνην διανέμεις.
Τῶν ὁμοφύλων γυναικῶν, τὰς ἁγνῶς καὶ ταπεινῶς σοι λατρευούσας, ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς καὶ πηγαῖς δακρύων, Κόρη, δυσωπήθητι, καὶ τὴν τῆς ὀργῆς τοῦ Θεοῦ, μάστιγα στῆσον.
Ἱερωτάτη ξυνωρὶς θεολόγων ἐπιστᾶσα τῇ κηδείᾳ τῇ σεπτῇ σου, Παρθένε, ἐξ Ἀθηνῶν ἱεραῖς φωναῖς σε, Κόρη, προσεφθέγγοντο, καὶ τὸ κατὰ σὲ μέγα θαῦμα ἐπευφήμουν.
Νυμφὼν ὁλόφωτε Θεοῦ, τῶν Ἀγγέλων χαρμονὴ καὶ τῶν ἀνθρώπων κραταιὰ προστασία, τῶν ἀσκητῶν ἡ τρυφή, τὸ κλέος τῶν Μαρτύρων Ἄχραντε, σῶζε τοὺς σοὺς δούλους, ἐκ πειρασμῶν παντοίων.
ᾨδὴ θ’. Ὁ εἱρμός· Ἀνάρχου Γεννήτορος
Μακάριος ἄνθρωπος, οὗ ἔστιν ἡ ἀντίληψις, παρὰ σοῦ ἀναβάσεις ἀεὶ διέθετο, θείας ἐν καρδίᾳ ἃς εἶδεν ὁ Ἰακώβ, ἐν κλίμακι ξένῃ, τὸ μέγα μυστήριον σου, Παρθένε προμυούμενος.
Ἀρύσασθε ἄνθρωποι, πλουσίως τὰ ἰάματα, τῶν ψυχῶν καὶ σωμάτων ἀεὶ προῤῥέοντα, θείας ἐξ εἰκόνος ἐξ ὕδατος ζωηροῦ, ὅλου τοῦ τεμένους, ἐν ᾧ ᾑρετίσατο κατοικεῖν ἡ θεοδόχος σκηνή.
Ῥαθύμως βιώσαντες, καὶ συμφυεῖ φαυλότητι, κατὰ σάρκα καὶ κόσμον πολιτευσάμενοι, μέλλομεν πικρῶς ἀποθνήσκειν, ψήφῳ Θεοῦ, κἀκεῖ ὑπομένειν, τὴν κόλασιν ἄφατον ἧς Ἁγνή, ἡμᾶς ἐξάρπασον.
Καρδίᾳ καὶ στόματι, καὶ λόγοις καὶ νοήμασι, διανοίᾳ αἰσθήσει πᾶσι κινήμασι, μόνην Θεοτόκον κυρίως καὶ ἀψευδῶς, Ἁγνὴ σὲ καλοῦμεν, τὴν κλῆσιν κατάλληλον τῷ σῷ τόκῳ προσαρμόζοντες.
Ὁ μόνος φιλάνθρωπος, ὁ μόνος ἀμνησίκακος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῆς χρηστότητος, ἄνες τὴν δικαίαν ὀργήν σου, ῥῦσαι ἡμᾶς, λοιμοῦ βαρυτάτου, προῤῥίζους ἐκτρίβοντος, τῆς ἁγίας σου Μητρὸς ταῖς εὐχαῖς.
Συσσείσασα πνεύματι, βιαίῳ καταδίωξον, τοὺς ἐχθροὺς τῆς σῆς ποίμνης μακρὰν ὑπέραγνε, τρέμοντας αἰσχύνῃ καὶ λύπῃ περιπαθεῖς, ὅτι πονηρίαν, πικρῶς ἐμελέτησαν κατὰ τῆς κληρονομίας σου.
***
Κανὼν Γ΄, οὗ ἡ ἀκροστιχίς· Τὴν τῶν νόσων λύτειραν αἰνῶ Παρθένον· Μᾶρκος.
Ἦχος γ΄. ᾨδὴ α΄. Ὁ εἱρμός· Ὁ τὰ ὕδατα πάλαι
Τῆς τρυφῆς ὁ χειμάῤῥους, ζῶν καὶ ἁλλόμενον ὕδωρ, ὁ ἀεννάως προχέων, Ἰησοῦ ἄρδευσον τὸν ἐμψυγέντα μου νοῦν, ὅπως ἐκβλαστήσειεν, ὕμνων ἡδύπνοα ἄνθη, μέλη καταθύμια τῇ εὐκλεεῖ σου Μητρί.
Ἡ τοῦ κόσμου Κυρία, ἡ τῶν πιστῶν εὐφροσύνη, τῶν βασιλέων τὸ κράτος, τοῦ λαοῦ στήριγμα τῶν ἱερέων τιμή, μοναστῶν τὸ καύχημα, πάντας ὁμοῦ συναθροίζει, μέλλουσα μεθίστασθαι πρὸς οὐρανὸν ἀπὸ γῆς.
Ναὸς οὖσα Κυρίου, καὶ ἱερώτατος οἶκος, τὸν ἱερὸν τοῦτον οἶκον, ποταμὸν ἄφθονον τῶν ἰαμάτων τελεῖς, πᾶσαν καταρδεύοντα, τὴν οἰκουμένην ἐντεῦθεν, ἐπιμεριζόμενον εἰς πλείονας ἀρχὰς νοητῶς.
Τοῦ Κυρίου τὸ στόμα, τῆς ἐκλογῆς τὸ εὐῶδες, καὶ πολυτίμητον σκεῦος, ὁ τῆς γῆς Ἄγγελος, ἡ οὐρανόφρων ψυχή, Παῦλος ὁ θειότατος, τὴν τοῦ Κυρίου μητέρα, ἐγκωμίοις πρέπουσιν ἐνθέως προσεφθέγγετο.
Ὦ Πανύμνητε Μῆτερ, ἡ τῶν ἁγίων ἁπάντων, τὸν ἁγιώτατον λόγον, ὑπὲρ νοῦν τέξασα τὴν εὐτελῆ προσφοράν, ταύτην δεχομένη μου, τῆς συμφορᾶς τῆς παρούσης, λύτρωσαι τὴν πόλιν σου ἵνα σε ἔτι ὑμνῶ.
ᾨδὴ γ΄. Ὁ εἱρμός· Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών
Νοὸς ἐνθέου ἀμέσοις ἐπιβολαῖς, πλουσίως δεχόμενοι, τὰς ἀκτῖνας τοῦ Πνεύματος, οἱ Προφῆται πόῤῥωθεν, προεθεώρουν τὸν τόκον σου Παρθένε.
Ναὸν καὶ πύλην λυχνίαν καὶ κιβωτόν, καὶ στάμνον καὶ τράπεζαν, καὶ θεόγραφον πλάκα σε, καὶ ὄρος κατάσκιον, δι᾽ αἰνιγμάτων ἐκάλουν Θεοτόκε.
Ὁ Κορυφαῖος τῆς ὅλης τῶν Μαθητῶν, σεπτῆς ὁμηγύρεως, οὐκ ὀθόνην ὀπτάνεται, κατιοῦσαν ἄνωθεν, τὴν δὲ ψυχὴν τῆς Δεσποίνης ἀνιοῦσαν.
Σαλευομένους τοὺς δούλους σου ἀγαθή, πολλοῖς δεινῶν πνεύμασι, καὶ ποικίλοις παθήμασιν, ἀκλονήτους ἕδρασον, ἐν ἀσαλεύτῳ τῆς σῆς ἐλπίδος πέτρᾳ.
ᾨδὴ δ΄. Ὁ εἱρμός· Ἔθου πρὸς ἡμᾶς κραταιὰν ἀγάπησιν
Ὤφθη ὁ Θεὸς ἐν Σινᾷ τὸν νόμον τιθέμενος δείμασι, βροντῶν καὶ ἀστραπῶν, καὶ φρικαλέοις κτύποις ἀπρόσιτος· διὰ σοῦ δέ, Πάναγνε, πᾶσιν ἐφάνη, ἄνθρωπος γενόμενος.
Νῦν ὁ ἱερὸς Ἱεράρχης πρῶτος Ἰάκωβος, μέλους προεξάρχει ἱεροῦ· νῦν οἱ λοιποὶ Ἀπόστολοι ἕπονται· νῦν πιστῶν ὁ σύλλογος, νῦν αἱ γυναῖκες, σύντονον ἐξάδουσι.
Λύμης φθαρτικῆς, ἡ ζωῆς ταμίαν κυήσασα ῥῦσαι τὸν λαόν σου, ἀγαθή, τὸν εἰς τὴν σὴν θαῤῥοῦντα βοήθειαν, ἵνα μὴ γενώμεθα ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη τῆς γῆς.
Ὕμνοις ἱεροῖς, καὶ ᾠδαῖς ἀσμάτων εὐφημοῦμέν σε, ἣν μόλις ἀξίως φλογεραὶ τῶν ἀσωμάτων γλῶσσαι γεραίρουσιν· ὡς Θεὸν γεννήσασαν, τὸν ἐπὶ πάντων, Κόρη πολυΰμνητε.
ᾨδὴ ε΄. Ὁ εἱρμός· Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς
Τὸ σκήνωμα τοῦ Λόγου, ἡ τῆς Σοφίας Μήτηρ, ἡ Πηγὴ τῆς Ζωῆς, μειλιχίοις λόγοις ἀνελαμβάνετο τοὺς θείους ἱερομύστας ἀθυμοῦντας ἐν τῷ ταύτης χωρισμῷ, τὴν ἐκδεξομένην αὐτὴν δόξαν μηνύουσα.
Ἐπήρθη ὑπεράνω τῶν οὐρανίων νόων ἡ σὴ δόξα, σεμνή, καὶ ἡ ἀρετή σου πάντα διέδραμε τὸν κόσμον· τοὺς οὐρανοὺς γὰρ τὸν καλύψαντα Θεὸν τῇ ἀρετῇ, τέτοκας τῷ κόσμῳ ὡς ἄνθρωπον τῷ σχήματι.
Ἰδὼν ὁ Ἡσαΐας σεραφικὴν λαβίδα καθαρσίου πυρός, τὸν ἐκ σοῦ φανέντα Θεὸν ἐγίνωσκε, τοῦ κόσμου τὰς ἁμαρτίας ἀφανίζοντα θεότητος πυρί, φλέγοντι ἀλύπως καὶ μαλακῶς δροσίζοντι.
Ῥητόρων εὐγλωττία καὶ πιθανότης ἔντεχνος ἀργεῖ τῷ καιρῷ τῆς φρικτῆς ἐκείνης ἀνταποδόσεως· ἐντεῦθεν διὸ ἑτοίμους ἑαυτοὺς ἀπεργασώμεθα, πιστοί, πράξεσιν ἐνθέοις τὸν Κριτὴν ἱλεούμενοι.
Ἀνάψας θρυαλλίδα τὴν ἑαυτοῦ ὁ ἥλιος ἡμῖν φλογεράν, τὴν ἰκμάδα πᾶσαν ἐναπῃθάλωσεν· ἐντεῦθεν λοιμὸς ἀνάψας δραστηρίους πυρετοὺς διακαεῖς ἐν ἡμῖν ἐγείρει, τοῦ μέλλοντος εἰκόνα πυρός.
ᾨδὴ στ’. Ὁ εἱρμός· Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων καταντήσαντας
Νεανικῶς οἱ θεολόγοι ταῖς νεφέλαις ἐποχούμενοι, ὡς ἐμπειρότατοι ἱππεῖς διεδίφρευον αἰθέριοι, τὸ ἅρμα τοῦ Δεσπότου ἀπὸ τῆς γῆς αἰρόμενον ἐπειγόμενοι φθάσαι.
Ἄγγελος θεῖος πρωτοστάτης οὐρανόθεν ἀφικόμενος, φοίνικος κλάδον εὐθαλῆ, τοῦ θανάτου νίκης σύμβολον, σοὶ φέρων ἐγχειρίζει, τὴν ποθεινὴν μετάστασιν ἐμφανῶς ἀπαγγέλων.
Ἴσχυσε πρὶν ἡ ἁμαρτία παραδείσου ἀπολαύσεως καὶ ἀνωδύνου με ζωῆς ἀποῤῥίψαι ἀτιμότατα· σὺ δέ με ἀνωρθώσω, Μῆτερ ἁγνή, κυήσασα τὸν Θεὸν ἀνωδύνως.
Νεκροποιοῦ κακίας λύμην ἑαυτοῖς προαποθέμενοι, σωματοφθόρῳ λύμῃ νῦν θείᾳ δίκῃ συνεσχέθημεν· ἡ τέξασα τοῦ ᾍδου τὸν νεκρωτήν, ἐλέησον τοὺς δεινῶς νεκρουμένους.
ᾨδὴ ζ΄. Ὁ εἱρμός· Ὡς πάλαι τοὺς εὐσεβεῖς
Ὡς πάλαι τοὺς εὐσεβεῖς τρεῖς Παῖδας ἐδρόσισας ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, καὶ τοὺς ἐν καμίνῳ κειμένους πυρετῶν, τῇ σῇ δρόσῳ ἴασαι, παντελεῆμον Κύριε, τῆς Μητρός σου ταῖς ἁγίαις εὐχαῖς.
Παρίστανται οἱ σεπτοὶ τοῦ Λόγου διάκονοι πρὸ ὀφθαλμῶν σου πανευλαβῶς, τῆς εὐλογημένης Θεοῦ Λόγου Μητρός, καὶ τὸν Λόγον ἄνωθεν σύν ἀσωμάτοις τάξεσι κατιόντα ἐποπτεύουσιν.
Ἀκούσωμεν νοητῶς ᾠδὴν παναρμόνιον, ᾆσμα τερπνόν, μέλος λιγυρόν, τῶν ἐπουρανίων Δυνάμεων σεπτῶς ὑμνουσῶν τὴν Ἄχραντον, μεθισταμένην σήμερον πρὸς τὸν Κτίστην καὶ υἱὸν αὐτῆς.
Ῥητόρων καὶ σοφιστῶν πολύφθογγα στόματα, γλῶσσαι λαμπραί, λόγοι τεχνικοί, μέθοδοι καὶ κάλλη καὶ χάριτες τερπναί, τοῖς σοῖς ἐπιβάλλουσαι ἐπαίνοις ἠπορήθησαν, Θεομῆτορ ἀειπάρθενε.
ᾨδὴ η΄. Ὁ εἱρμός· Ἀστέκτῳ πυρὶ ἑνωθέντες
Θεὸς θεῶν Κύριος ὤφθη ἐν Σιών, ὡς πάλαι ὁ Δαβὶδ προανεφώνει· τῷ πληρώματι γὰρ τῶν χρόνων μόλις εἰς κατοίκησιν εὗρε σκεῦος, θεῖον σκεῦος ἁγιότητος, σκεῦος ἀφθαρσίας, ὑπέρτιμον ταμεῖον.
Ἐθνῶν ἀλλοφύλων ἐφόδου, μάχης ἐμφυλίου καὶ σεισμοῦ, πυρός, μαχαίρας καὶ λιμοῦ καὶ λοιμώδους νόσου φύλαττε τὴν πόλιν σου, Θεοτόκε, πᾶσαν τὴν ἐλπίδα ἄνωθεν εἰς σὲ κεκτημένην καὶ σοὶ ἀνακειμένην.
Νεκρῶν καὶ ζώντων ὁ ἔχων, Λόγε, ἐξουσίαν, ὁ δυνάμενος ὀλέσαι ἐν γεένῃ ψυχὴν καὶ σῶμα, μή με ὥσπερ ἄκαρπον δένδρον τέμῃς, δός μοι προθεσμίαν, εὔσπλαγχνε, ταῖς τῆς παναγίας Μητρός σου ἱκεσίαις.
Ὁ μέγας τῷ ὄντι παρθένος εὐαγγελιστὴς καὶ Θεολόγος Ἰωάννης, τὴν Παρθένον καὶ Θεοτόκον ἔχων εἰς τὰ ἴδια ὡς μητέρα, πᾶσαν σπουδὴν ἐπιδείκνυται, τιμῶν τὴν οὐσίαν τοῦ ζωοδόχου σκήνους.
Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τὴν Μητέρα καὶ ἀνύμφευτον μόνην Νύμφην, καταβὰς ὑπέρλαμπρος, προσκαλεῖται· δεῦρο ἐλθὲ ἡ πλησίον μου, ἡ καλή μου Νύμφη, Περιστερὰ τελεία.
ᾨδὴ θ’. Ὁ εἱρμός· Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε
Μὴ τροπὴν ὑπομείνας Θεότητος, τῆς ἀτρέπτου ὁ Υἱός, τοῦ ἀνάρχου Πατρὸς ἀρχὴν ἔλαβεν, ἐπ᾽ ἐσχάτων ἡμερῶν, ἐξ ἁγίας σαρκός σου, ἄνθρωπος γενόμενος, καὶ ὑπερτέραν σε, τῶν Ἀγγελικῶν διακόσμων ἀνέδειξεν.
Ἀναβάτας ὁπλίτας ἀλάστορας, ἐπιλέκτους φοβερούς, πεποιθότας ἐν ἵπποις καὶ ἅρμασι, καὶ μυρίαις μηχαναῖς, κραταιοῦ Θεοῦ Μῆτερ, ἔμπροσθεν τῆς πόλεως, ταύτης κατέστρωσας, καὶ παρὰ τὸν ᾍδην αὐτοὺς διεσκόρπισας.
Ῥητορεύων ἐν λόγοις καὶ πράγμασιν, ὁ θεόφθογγος Λουκᾶς, τοῖς μὲν λόγοις τὸ μέγα μυστήριον, ἀνεγράψατο τὸ σόν, τοῖς δὲ χρώμασι ταύτην, τὴν θείαν εἰκόνα σου, διεμορφώσατο, χάριτος ἐκ σοῦ πληρωθεῖσαν ὑπέραγνε.
Κραταιὸν ἐν πολέμοις ἀνάδειξον, ἀριστέα νικητήν, τοὺς ἐχθροὺς τοῦ σταυροῦ σου συντρίβοντα, τὸν πιστότατον λαόν, συντριβέντα ἀλλὰ νῦν, τὴν σὴν προβαλλόμενον, ἄμαχον δύναμιν, καὶ τὴν προστασίαν τῆς σῆς πανάγνου Μητρός.
Ὁ δεσπόζων τοῦ κράτους ὡς γέγραπται, τῆς θαλάσσης κραταιέ, καὶ τὸν σάλον αὐτῆς συγκυκώμενον, κατευνάζων ὡς Θεός, σὺ τὸν κλύδωνα τοῦτον, στῆσον πολυέλεε, ῥῦσαι τὴν ποίμνην σου, τοῦ πικροῦ θανάτου τῆς ἀώρου τομῆς.
Συνεχόμενοι πάντοθεν θλίψεσι, καὶ ποικίλοις πειρασμοῖς, ἐπὶ σὲ καταφεύγομεν Ἄχραντε, τὴν ἐλπίδα τῶν πιστῶν, τὴν τοῦ γένους προστάτιν, τὸ θεῖον καλλώπισμα, ῥῦσαι δεόμεθα, πάσης συμφορᾶς τοὺς σοὺς δούλους, ὑπέραγνε.
***
Κανὼν Δ΄, οὗ ἡ ἀκροστιχίς· Χαίροις χαρᾶς ἔκφανσις, ἀρᾶς ἡ λύσις· Μάρκου
Ἦχος δ΄. ᾨδὴ α΄. Ὁ εἱρμός· Ἀνοίξω τὸ στόμα μου
Χαρᾶς ἡμῖν πρόξενος, ἀδιαδόχου γεγένησαι, χαρὰν τὴν ἀΐδιον Χριστὸν γεννήσασα· ὅθεν Δέσποινα, καὶ ταύτας τὰς ἡμέρας, τῆς σῆς μεταστάσεως χαρᾶς πληρούμεθα.
Ἀνοίξασα Δέσποινα, τὰς παναχράντους ὠλένας σου, ἐν αἷς περιέλαβες τὸν πάντα φέροντα, θείῳ ῥήματι, ἐκ πάσης ἐπηρείας, τὴν ποίμνην σου σκέπασον, τὴν σὲ δοξάζουσαν.
Ἰδοὺ ἡ ἀνάκλησις, τῆς ταπεινῆς ἡμῶν φύσεως, ζωὴν πρὸς οὐράνιον αἴρεται χαίρουσα, νῦν ὁ ἅγιος, καὶ θεοδόχος οἶκος, ὀρέων ὑπέρτερος τῶν θείων γίνεται.
Ῥημάτων δρεψάμενοι, τοῦ Ἀρχαγγέλου τὸ χαῖρε σοι, προσᾴδομεν Δέσποινα χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε λύτρωσις, τῆς λύπης τῆς ἀρχαίας, χαῖρε ἐπανόρθωσις τοῦ πρωτοπλάστου Ἀδάμ.
Ὁ μέγας Ἀρχάγγελος, ἐξ οὐρανῶν ἀφικόμενος, χαρᾶς εὐαγγέλια πάλιν κομίζει σοι· χαῖρε Δέσποινα, νῦν μᾶλλον χαῖρε χαῖρε, χαῖρε πρὸς ἀΐδιον ζωὴν ἀπαίρουσα.
ᾨδὴ γ΄. Ὁ εἱρμός· Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε
Ἰδοῦσα τὴν κάκωσιν Παρθένε, λαοῦ τοῦ πιστοῦ καὶ ἐκλεκτοῦ, ὃν Περιεποιήσατο, Θεὸς ἰδίῳ αἵματι, στῆθι ταχὺ δυσώπησον, ὑπὲρ ἡμῶν τὸν οἰκτίρμονα.
Στειρεύουσα μήτρα παραδόξως, καρπὸν εὐκλεῆ κόσμῳ παντί, εἰς εὐωχίαν ἄϋλον, πνευματικῶς προήνεγκε, σὲ τὴν ἁγνὴν καὶ ἄμωμον, τὴν τὸν Θεὸν σωματώσασαν.
Χαρᾶς καὶ εἰρήνης καὶ ἀγάπης, καὶ μακροθυμίας ἀκριβοῦς, ἀγαθωσύνης πίστεως, χρηστότητος πραότητος, καὶ ἐγκρατείας πλήρωσον, τοὺς τῷ ναῷ σου προσμένοντας.
Ἀὴρ ἡγιάσθη τῇ ἀνόδῳ, τῆς ἡγιασμένης σου ψυχῆς, ὡς ἐφωτίσθη ἅπασα, ἡ γῆ ἐπὶ τῷ τόκῳ σου· σὺ γὰρ τὰ ἐπουράνια, τοῖς ἐπιγείοις διήλλαξας.
ᾨδὴ δ΄. Ὁ εἱρμός· Ὁ καθήμενος ἐν δόξῃ
Ῥέων θράσει πικροτάτῳ, καὶ πολύς ἐκτεινόμενος, ὁ παμφάγος ᾍδης ἔστη, τετοκυίας σου Πάναγνε, τὸν ζωοδότην Δεσπότην· ὁ γὰρ θάνατος τοῖς πιστεύουσιν, ἤδη ζωῆς θείας ἄμειψις.
Ἀνυμνοῦμεν σε βοῶντες, χαῖρε ὄρος κατάσκιον, χαῖρε πῖον ὄρος καὶ τετυρωμένον ἐν πνεύματι· χαῖρε οὐράνιε κλῖμαξ, χαῖρε γέφυρα, ἡ μετάγουσα ἐκ θανάτου πρὸς θείαν ζωήν.
Σὲ τὴν ἔμψυχον παστάδα τοῦ Δεσπότου τῆς κτίσεως, τὸν ναὸν τὸν θεῖον, τὸ ἡγιασμένον παλάτιον, τὴν ἀδιόδευτον Πύλην, τὴν ὑπέρτιμον κλίνην, Δέσποινα, χρεωστικῶς μεγαλύνομεν.
Ἐκ παντοίων με κινδύνων, τὴν σὴν πόλιν περίσωζε, τοῦ Θεοῦ ἡ πόλις, περὶ ἧς ἐν κόσμῳ λελάληται δεδοξασμένα, Παρθένε ὑπερένδοξε, ἡ δοξάζουσα τοὺς εὐσεβῶς σε δοξάζοντας.
ᾨδὴ ε΄. Ὁ εἱρμός· Ἐξέστη τὰ σύμπαντα
Κλινούσῃ τὰ γόνατα, εἰς προσευχήν σοι, Ἄχραντε, τὰ ἐπὶ τοῦ ὄρους δένδρα πάντα, καθάπερ ἔμψυχα συνεκλίνετο, μένειν οὐ δυνάμενα τοῦ σοῦ κλινομένου σώματος, ἐν ὀρθίῳ τῷ σχήματι.
Φωτὸς οἰκητήριον, χαῖρε, τὸ σκότος λύσασα, χαῖρε, ἡ τὸν ἥλιον τῷ κόσμῳ προαγαγοῦσα, φωτὸς νεφέλη χρυσῆ, χαῖρε, στῦλε πύρινε, δι’ ἧς πρὸς τὴν ἐπουράνιον ὁδηγούμεθα εἴσοδον.
Ἁγνίζονται, Δέσποινα, τῷ σῷ ναῷ προστρέχοντες, ὁ φιλευσεβής σου λαὸς οὗτος, πρὸς τὴν ἡμέραν ἑτοιμαζόμενοι, καθ᾽ ἣν ἀπὸ γῆς πρὸς οὐρανὸν ἀπῆρας, τὴν χάριν σου δι᾿ εἰκόνος λιποῦσα ἡμῖν.
Νεφέλαις ὀχούμενος Κριτὴς ὁ ἐπουράνιος, ὅτε μετ᾿ Ἀγγέλων δόξης ἔλθῃ, κρίσιν δικαίαν ποιῆσαι, Δέσποινα, τότε παῤῥησίᾳ Μητρικῇ, πρόστηθι τῶν δούλων σου, τῶν πιστῶς ἀνυμνούντων σε.
ᾨδὴ στ’. Ὁ εἱρμός· Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον
Συνέσεως καὶ σοφίας ὑπάρχουσα ἔμπλεως, συνετήρεις, ἐν καρδίᾳ συμβάλλουσα ἅπαντα τὰ τετελεσμένα ἐπὶ σοὶ θαυμασίως Θεόνυμφε.
Ἱστάμενοι πρὸ προσώπου τῆς θείας εἰκόνος σου, οἱ πλουτοῦντες τοῦ λαοῦ σου πιστῶς λιτανεύουσι, τὴν σὴν ποίμνην ῥῦσαι τῆς παρούσης πληγῆς ὑπεράμωμε.
Στολίζεται διὰ σοῦ σωτηρίου ἱμάτιον, καὶ χιτῶνα εὐφροσύνης ἡ φύσις, Θεόνυμφε, ἡ γεγυμνωμένη, συμβουλίᾳ δεινοῦ πολεμήτορος.
Αἰρόμενοι πανταχόθεν οἱ θεῖοι Ἀπόστολοι, ταῖς νεφέλαις, Θεαρχίῳ βουλήματι φέρονται, πρὸς τὴν Βασιλίδα καὶ Κυρίαν ἁπάσης της κτίσεως.
ᾨδὴ ζ΄. Ὁ εἱρμός· Οὐκ ἐλάτρευσαν
Ῥάβδος ἔντιμος, τὸ ἄνθος τὸ ἀμάραντον, χαῖρε, ἀνθήσασα, χαῖρε, ὁ πόκος ἐξ οὗ ἡ δρόσος ἀπέσταξε, φλογμὸν ἡ λύουσα τὸν πολύθεον· χαῖρε σκηνὴ τῆς χάριτος καὶ νυμφὼν ἀθανασίας.
Ἁμαρτίας τῶν ψυχῶν καὶ ἀῤῥωστήματα σωμάτων ἴασαι τῶν προστρεχόντων, ἁγνή, τῷ θείῳ τεμένει σου καὶ αἰτουμένων πιστῶς τὰ ἰάματα· σὺ γὰρ πηγὴ τῆς χάριτος καὶ ζωῆς ἀφθόνου ῥεῖθρον.
Στειρευούσης ἐκ νηδύος προελήλυθας, ἐπαγγελίας καρπός, δῶρον εὐχῆς ἱερᾶς· ὅθεν σου δεόμεθα, τὴν ἀκαρπίαν ἡμῶν μεταποίησον εἰς εὐκαρπίαν πράξεων ἀγαθῶν, εὐλογημένη.
Ἡ Βασίλισσα τοῦ κόσμου μετατίθεται πρὸς οὐρανὸν ἀπὸ γῆς· οἱ τῶν Ἀγγέλων χοροὶ θαυμάζουσι, βλέποντες θαῦμα παράδοξον, φύσιν βρότειον ὑπὲρ αὐτοὺς ἀστράπτουσαν, ἁγιότητος ἀκτῖσιν.
ᾨδὴ η΄. Ὁ εἱρμός· Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Λῦσον τὴν ἀχλύν τῶν νοσημάτων, ὑγείας τὴν σταθερὰν γαλήνην αἴτησαι, ποίμνῃ τῇ τιμώσῃ σε, Μῆτερ ἀπειρόγαμε· σὺ γὰρ ἡμῖν ἐγέννησας τὸν ἰατρὸν τῶν ψυχῶν, καὶ νόσων σαρκικῶν ἐλατῆρα, τὸν τὰς ἀσθενείας ἡμῶν ἀνειληφότα.
Ὑμνοῦντας σε, Δέσποινα, προσδέχου τοὺς δούλους σου κατὰ χρέος· χαῖρε ἄσπορε, χώρα ἡ βλαστήσασα, στάχυν ζωοπάροχον· χαῖρε, τοῦ ζῶντος ὕδατος πηγὴ ἀκένωτε, ἡ πύλη, ἣν ὁ Λόγος διῆλθε· χαῖρε, ἡ τὰς πύλας συντρίψασα τοῦ ᾍδου.
Σὲ τὴν τῶν ἀγγέλων ὑπερτέραν, ἄγγελος μὲν τῇ μητρὶ εὐηγγελίσατο, ἄγγελος δὲ ἔτρεφε τῷ ναῷ προσμένουσαν, ἄγγελος δὲ τὸ μέγιστον θαῦμα ἐμήνυσε, Θεὸν ἡμῖν ἐκ σοῦ σαρκοφόρον, ἄγγελος καὶ νῦν σε καλεῖ πρὸς θείαν λῆξιν.
Ἰσχύν βασιλεῦσιν ἡμῶν δίδου, καὶ κέρας τὸ τοῦ χριστοῦ σου, Κόρη, ὕψωσον, θραῦσον τὰ φρυάγματα τῶν ἐχθρῶν, ἀνάστειλον τὴν τοῦ θανάτου μάστιγα, ῥῦσαι δεόμεθα, λιμοῦ τε καὶ σεισμοῦ τὴν σὴν ποίμνην, καὶ πυρός, μαχαίρας καὶ μάχης ἐμφυλίου.
Συνήθεια φαύλη τυραννοῦσα πρὸς πράξεις ἡμᾶς ἀτόπους ἐκβιάζεται· ὅθεν καὶ τῷ σχήματι μόνον προσευχόμενοι, τοὺς λογισμοὺς πλανώμεθα τοῖς φίλοις πάθεσιν· ἐκ τούτων ἡ ὀργὴ τοῦ Κυρίου καθ᾿ ἡμῶν ἐπῆλθεν, ὡς τέκνων ἀπειθείας.
ᾨδὴ θ΄. Ὁ εἱρμός· Ἅπας γηγενὴς
Μέγα καὶ φρικτόν, ἁγνὴ τὸ μυστήριον τῆς σῆς κυήσεως, τὸν γὰρ προαιώνιον, Πατρὸς ἀνάρχου Λόγον ἐν μήτρᾳ σου, σωματικῶς ἐχώρησας τὸν οὐδαμοῦ χωρητόν, τὸν τὰ πάντα, φέροντα τῷ ῥήματι, τῆς αὐτοῦ ἀποῤῥήτου δυνάμεως.
Ἆρα τίς ἡμῶν, ἡμέραν τὴν ἔμφοβον ἐκείνην ὑπομενεῖ; ἤ τίς ὑποστήσεται, ἀπὸ προσώπου Κυρίου κρίνοντος, διὰ πυρὸς ὡς γέγραπται τὰ ἔργα πάντων ἡμῶν; ἀλλὰ δεῦτε, νῦν μετανοήσωμεν, τῇ Μητρὶ τοῦ Κυρίου προσπίπτοντες.
Ῥεύσασαν ἡμῶν, τὴν φύσιν Πανάμωμε καὶ ἐκπεσοῦσαν Θεοῦ, πάλιν ἐπανήγαγες, τῇ παραδόξῳ κυοφορίᾳ σου· τὸν γὰρ Θεὸν κατήγαγες, ὦ θαῦμα θαῦμα φρικτόν, τὴν πτωχείαν, ταύτην ἐνδυσάμενον, ἵν᾿ ἐγώ πλουτισθῶ τὴν θεότητα.
Κλῖνον σου τὸ οὖς, ἁγνὴ καὶ ἐπάκουσον ἡμῶν βοώντων σοι· χαῖρε κόσμου Δέσποινα· ὁσίων πάντων χαῖρε τὸ καύχημα, τῶν ἀθλητῶν κραταίωμα, ἱεραρχῶν καλλονή, τῶν Δικαίων, χαῖρε τὸ στεφάνωμα· χαῖρε πάντων πιστῶν τὸ διάσωσμα.
Ὁ μετὰ σαρκός, ἐκ σοῦ προελθὼν ἡμῖν ἄδυτος ἥλιος, μέσην τῶν διπλῶν αὐτοῦ, καθόδων ταύτην ἁγνὴ διέθετο, τὴν παρουσίαν ὅτε σου τὴν παναγίαν ψυχήν, μετ᾿ ἀγγέλων, δόξης ἀνελάβετο, σύν αὐτῷ βασιλεύειν αἰώνια.
Ὕμνους εὐτελεῖς, ἐκ στόματος Δέσποινα δέξαι πτωχεύοντος, ἣν τοσαῦτα στόματα, καὶ λόγων χάριτες ἀνευφήμησαν· σὺ γὰρ λαμπρὰ ὑπόθεσις τοῖς ἀπ᾿ αἰῶνος σοφοῖς, καὶ δικαίοις· εἴη σου τὸ ὄνομα, εἰς αἰῶνα αἰῶνος ὑμνούμενον.
***
Κανὼν Ε΄, οὗ ἡ ἀκροστιχίς· Ἡ κοσμοχαρμόσυνος ὑμνείσθω Κόρη· Μάρκου.
Ἦχος πλ.α΄. ᾨδὴ α΄. Ὁ εἱρμός·
Ἥκουσιν ἐν νεφέλαις, οἱ θεῖοι μυσταγωγοί, τοῦ τῆς χάριτος λόγου πρὸς τὴν τὸν Λόγον τέξασαν· συνδράμωμεν ἅπαντες, καὶ ἡμεῖς θεάσασθαι, τὰ ἐκεῖσε θείως τελούμενα.
Κλίναντες γόνυ πάντες, ὁμοῦ προσκύνησιν, δουλικὴν τῇ Δεσποίνῃ πανευλαβῶς ἀπέδωκαν· καὶ πρῶτος ὁ ἔνθεος, κορυφαῖος ἔλεξε, προπεμπτήριον λόγον ἔνθεον.
Οἵους ἆρα τοὺς λόγους, ἡ τῆς σοφίας πηγή, οἵους δὲ οἱ θεόπται φίλοι Χριστοῦ πεποίηνται· ὧν σκιαὶ τοῦ σώματος, καὶ χρωτὸς σουδάρια, πᾶσαν νόσον ὀξέως ἤλαυνον.
Σὲ τὴν τῷ θείῳ λόγῳ, ψυχὰς ἐκτρέφουσαν, ὡς μητέρα τοῦ λόγου οἱ λόγῳ ὁδηγούμενοι, τοῖς λόγοις γεραίρομεν, καὶ τοὺς ὕμνους πλέκομεν, λογικῶν ἀνθέων ἐκλέγοντες.
ᾨδὴ γ΄. Ὁ εἱρμός· Ὁ πήξας ἐπ᾽ οὐδενός
Μεγάλυνον ἐφ᾽ ἡμᾶς, ἁγνὴ τὰ ἐλέη σου, καὶ τὴν συντριβὴν τοῦ λαοῦ σου ἴασαι· στῆσον τοῦ θανάτου τὴν τομήν, ἐλάφρυνον τὰς νόσους, τοὺς πυρετοὺς ἐπιδροσίζουσα, καὶ τὴν ἀθυμίαν πραΰνουσα.
Ὁπότε ἐπιφανείς, ὁ θεῖος Ἀρχάγγελος, τὸ τῆς μεταστάσεως εὐαγγέλιον, χαίρων σοι προσήγγειλεν ἁγνή, χαρᾶς σου τὴν καρδίαν, πλήρης ὀφθεῖσαν ἐμεγάλυνες, τὸν σοὶ μεγαλεῖα ποιήσαντα.
Χαρᾶς μὲν ἡ τοῦ Θεοῦ, πρὸς σὲ ἐπιφοίτησις, τοῖς πιστοῖς ὑπόθεσις ἐχρημάτισε· χαρᾶς δὲ ἡ σὴ πρὸς τὸν Θεόν, ἀνάβασις Παρθένε· καὶ γὰρ ἀμφοῖν προκαθηγήσατο, θεϊκῆς χαρᾶς εὐαγγέλια.
Ἀνύστακτον τοῦ νοός, τὸ ὄμμα προφέροντες, οἱ σεπτοὶ Προφῆται προεθεώρουν σε, στάμνον ῥάβδον πλάκα κιβωτόν, τράπεζαν καὶ λυχνίαν, ναὸν καὶ πύλην ἀδιόδευτον, καὶ θυμιατήριον χρύσεον.
ᾨδὴ δ΄. Ὁ εἱρμός· Τὴν θείαν ἐννοήσας σου κένωσιν
Ῥεούσης ἡδονῆς ἀντεχόμενοι, πυρὸς δεόμεθα πικροῦ· πρὸ γοῦν ἐκείνου τοῦ μέλλοντος, ὁ πυρετὸς ὁ ἐνταῦθα τὴν ὕλην τῆς κακίας μετέρχεται.
Μεγάλα σου, Παρθένε, τὰ θαύματα· γῆ γὰρ τυχοῦσα διὰ σοῦ τῆς εὐλογίας ἀγάλλεται καὶ τὰ φυτὰ ἐπικλίνει, τῇ σῇ πρὸς οὐρανὸν ὁδῷ χαίρουσα.
Ὁ πόκος ὅν προεῖδεν ἐν Πνεύματι ὁ Γεδεών, σὺ εἶ, σεμνή, τοὺς ἐκτακέντας τῷ καύσωνι τῶν νοσημάτων ἀλύπως ἐνδρόσοις ἐπαφαῖς ἀναψύχουσα.
Σεισμοῦ τε καὶ πυρὸς καὶ ποντώσεως καὶ ἐθνικῆς ἐπιδρομῆς, αὐχμοῦ λιμοῦ τε καὶ στάσεως καὶ τῆς πληγῆς τοῦ θανάτου, τὴν ποίμνην σου, Παρθένε, διάσωσον.
ᾨδὴ ε΄. Ὁ εἱρμός· Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον
Ὕμνοις εὐφημοῦμέν σε καὶ μεγαλύνομεν, ψυχῇ καὶ γλώσσῃ, καρδίας πόθῳ καὶ κινήσει στόματος, ἄχραντε Παρθένε, τῶν γηγενῶν τὸ καύχημα.
Νύμφη Θεοῦ πάντιμε, ἡλίου ὄχημα, φωτὸς δοχεῖον, εὐῶδες ἄνθος, φυτὸν εὐθαλέστατον, κλέος τῶν ἀνθρώπων, τοὺς δούλους σου περίσωζε.
Ὁ φῶς ὡς ἱμάτιον ἀναβαλλόμενος, φωτὶ ἀπλέτῳ περιαστράπτων, ἐν δόξῃ κατέρχεται, σοῦ τὴν φωτοδόχον ψυχὴν ἀναληψόμενος.
Σὲ τὴν τὸν ἀχώρητον Θεὸν χωρήσασαν, ἐκδυσωποῦμεν ἐστενωμένοι τοῖς ποικίλοις πάθεσι, πλάτυνον ἐν θλίψει καρδίας τὰς τῶν δούλων σου.
ᾨδὴ στ’. Ὁ εἱρμός· Ἐκύκλωσέ με ἄβυσσος
Ὑλώδους διαθέσεως καὶ πάσης γηΐνης προσνεύσεως ἀμέθεκτος μείνασα, Παρθένε ἀμόλυντε, ζωὴν πρὸς ἄϋλον μεταβαίνεις χαίρουσα.
Μακάριος ὁ ἄνθρωπος, ὅς εὗρε σοφίαν καὶ φρόνησιν· σὺ δέ, παμμακάριστε, σοφίαν ἐνούσιον, καὶ λόγον θεῖον ἐν τῇ γαστρὶ συνέλαβες.
Νομίμων δίχα φύσεως, ὁ Κτίστης τῆς φύσεως ἄνθρωπος ἐκ σοῦ ἐχρημάτισεν, ἐν δύο ταῖς φύσεσιν ἀναλλοιώτως φανεὶς εἰς σωτηρίαν ἡμῶν.
Ἐκύκλωσε τὴν πόλιν σου, Παρθένε, ἡ θραῦσις ἡ ἔνδικος· ὁ τέμνων δὲ Ἄγγελος τὴν χεῖρα ἐξέτεινεν ἀνηλεῶς· προφθασάτω σου τὸ ἔλεος.
ᾨδὴ ζ΄. Ὁ εἱρμός· Ὁ ὑπερυψούμενος τῶν Πατέρων Κύριος
Ἱερὰν πανήγυριν, ἐφ᾽ ἑκάστης ἄγομεν, τὴν θείαν σου Κοίμησιν, πιστῶς ἑορτάζοντες, τὸν μῆνα τοῦτον ὅλον, ὑπερένδοξε Παρθένε.
Σὲ πρέσβιν εὐπρόσδεκτον ἀνιοῦσαν, Ἄχραντε, τῷ Κτίστῃ προβάλλομεν, ἡμῶν τὰ αἰτήματα μετὰ εὐχαριστίας διὰ σοῦ δηλοποιοῦντες.
Θιασῶται ἔνδοξοι οὐρανίου τάξεως ἀμφέπουσι, Δέσποινα, τὴν θείαν σου ἄνοδον, προπέμποντες ἐν ὕμνοις τὴν ἀμώμητον ψυχήν σου.
Ὦ πανυπερθαύμαστε, Θεοτόκε, φύλαττε τοὺς πίστει τιμῶντάς σε καὶ πόθῳ προστρέχοντας τῇ θείᾳ σου εἰκόνι, χαλεπῶν ἀῤῥωστημάτων.
ᾨδὴ η΄. Ὁ εἱρμός· Σοὶ τῷ Παντουργῷ
Κλῖμαξ νοητή, δι᾿ ἧς Θεὸς κατέβη, μετάγουσα γέφυρα πρὸς οὐρανὸν ἀπὸ γῆς, θαῦμα Ἀγγέλων, δαιμόνων τραῦμα μέγα, χαῖρε Θεοτόκε, πιστῶν ἐλπὶς βεβαία.
Ὁ μετὰ σαρκὸς οὐρανοδρόμος Παῦλος, τὸ σκεῦος τῆς χάριτος, τῇ Θεοτόκῳ φησί· χαῖρε τοῦ λόγου ὑπόθεσίς μοι θεία· σὲ γὰρ πόθῳ βλέπων, Χριστὸν ἐδόκουν βλέπειν.
Ῥέουσιν ἐκ σοῦ πηγαὶ τοῦ σωτηρίου, ἀφέσεως νάματα, ζωῆς ὀμβρήματα· σὺ γὰρ τὴν πέτραν Χριστὸν ἐν τῇ κοιλίᾳ φέρεις, ἐξ οὗ ὕδωρ γλυκὺ ὡς μέλι ῥέει.
Ἡ περικαλλὴς καὶ θεαυγὴς Παρθένος, καλῶν ταῖς ἰδέαις με κάλλυνον, δέομαι, ἵνα δοξάζω τὴν σὴν ἀγαθωσύνην καὶ ὑπερυψῶ σου τὴν θείαν εὐσπλαγχνίαν.
ᾨδὴ θ’. Ὁ εἱρμός· Ἡσαΐα χόρευε
Μακαρίας λήξεως ἐπιβαίνεις, ἄχραντε ἁγνή, ἡ Θεὸν μακάριον καὶ δυνατόν, μόνον ἀναδείξασα ἐπὶ τῆς γῆς, ἐν τῇ σῇ γαστρί, σάρκα γενόμενον, ἵνα σώσῃ τὸ ἀνθρώπινον.
Ἄρουρα βλαστάνουσα εὐφορίαν, θείων ἱλασμῶν, καὶ τρέφουσα τοὺς πιστοὺς ἄφθονον τροφήν, τράπεζα βαστάζουσα τῶν οἰκτιρμῶν, ἄρτον ζωηρόν· χαῖρε πανύμνητε, χαῖρε κόσμου καταφύγιον.
Ῥήμασιν ἑπόμενοι τοῦ Ἀγγέλου, χαῖρέ σοι σεμνή, προσάδομεν οἱ πιστοί, χαῖρε τὸ στεῤῥόν, τῆς πίστεως ἔρεισμα, χαῖρε λαμπρόν, χάριτος Θεοῦ, γνώρισμα Δέσποινα, δι᾿ ἧς δόξαν ἐνεδύθημεν.
Κράτος ἀπροσμάχητον τῇ σῇ ποίμνη, Δέσποινα γενοῦ, καὶ φύλαττε τοὺς πιστοὺς ἡμῶν βασιλεῖς, σοφίᾳ καὶ χάριτι καὶ ἀρετῇ, λάμποντας πολλῇ, καὶ τὴν ἀκρίβειαν, τοῦ δικαίου διασώζοντας.
Ὁ μόνος φιλάνθρωπος καὶ οἰκτίρμων, Δέσποτα Χριστέ, τὰ ἔργα σου τῶν χειρῶν σῶσον δωρεάν· οὐδὲν γὰρ ἐπάξιον τῶν οἰκτιρμῶν, ἔχομεν τῶν σῶν· ῥῦσαι δεόμεθα, τὴν σὴν ποίμνην τῆς δικαίας πληγῆς.
Ὕψιστον κυήσασα Θεὸν Λόγον, καὶ Δημιουργόν, ἀπὸ κοπρίας παθῶν ὕψωσον ἡμᾶς, ἀρετῶν ἀκρώρειαν πρὸς ὑψηλήν, τὰ ἐν οὐρανοῖς, μόνα διδάσκουσα, καὶ φρονεῖν καὶ πραγματεύεσθαι.
***
Κανὼν ΣΤ΄, οὗ ἡ ἀκροστιχίς· Τὴν τοῦ γένους σώτειραν εὐρύθμως ᾄδω. Μᾶρκος.
Ἦχος πλ.β΄. ᾨδὴ α΄. Ὁ εἱρμός· Κύματι θαλάσσης
Τὰ τῆς οἰκουμένης, συντρέχουσιν ἄκρα πρὸς μίαν σύμπνοιαν, καὶ διὰ σοῦ τὸν Θεόν, ἐπεγνωκότα Παρθένε, ὁμοφώνως μακαρίζουσι, καὶ πιστῶς ὑμνοῦσι σε, καθάπερ προεφήτευσας.
Ἡ ἐκλελεγμένη, Θεῷ πρὸ αἰώνων ἐκ πάσης φύσεως, ἐν γυναιξὶν ἀληθῶς, εὐλογημένη Παρθένος, εὐλογεῖ τὸν κόσμον ἅπαντα, πρὸς τὴν ὑπερκόσμιον, κατάστασιν ἀπαίρουσα.
Νέα κολυμβήθρα, πεντάστοος ἄλλη τὸ θεῖον τέμενος, τοῦτο σου Δέσποινα, προβατικῆς ὑπερφέρον· οὐ γὰρ ἕνα που καὶ δεύτερον, ἀλλ᾽ ἀπείρους ῥύεται, παντοίων νοσημάτων δεινῶν.
Τόμον σε προεῖδεν, ὁ θεῖος Προφήτης δακτύλῳ Ἄχραντε, ἐγγεγραμμένον Θεοῦ· τὸν γὰρ ἀόρατον Λόγον, ἐν γαστρί σου σωματώσασα, ὁρατὸν προήνεγκας, ὡς ἄνθρωπον τῷ σχήματι.
Ὄρει τῷ Σιναίῳ, ἐτύπου σε βάτος ἀφλέκτως Δέσποινα, σπαργανουμένη πυρί· τὴν γὰρ πρηστήριον φύσιν, τῆς Θεότητος ἐβάστασας, μείνασα ἀλώβητος· ὤ θαῦμα ἀνερμήνευτον.
ᾨδὴ γ΄. Ὁ εἱρμός· Σὲ τὸν ἐπὶ ὑδάτων
Ὕλης ὑπεραρθῆναι, καὶ σχέσεως βιωτικῆς ἁπάσης, εὐδόκησον Παρθένε, τοὺς τῷ ναῷ σου προσμένοντας, ἵνα θυσίαν ἄϋλον, τὴν τῆς αἰνέσεως σοὶ προσφέρωμεν ἀΰλῳ νοΐ.
Γένοιντο οἱ μισοῦντες, τὴν πόλιν σου Σιὼν τὴν νέαν ταύτην, ὡς χόρτος ἐκ δομάτων, ὁ πρὸ καιροῦ ξηραινόμενος, αὐτὴ δὲ ἀνηβήσειε, καρποὺς ἐκφέρουσα, γεωργῷ τῷ τῶν ψυχῶν εὐθαλεῖς.
Ἔκχεον τὴν ῥομφαίαν, τὴν τρώσασαν πλευρὰν τὴν τοῦ υἱοῦ σου, καὶ σύγκλεισον ἀθρόον, ἐξ ἐναντίας Πανύμνητε, τῶν καταδιωκόντων με, κράζει ἡ ποίμνη σου, ἣν πολλάκις διεφύλαξας.
Νείμασα τὰς ἐσθῆτας, Πανάμωμε γυναιξὶ ταῖς γνωρίμοις, ἐν αἷς τὸ θεοτρόφον, ἐῤῥύη γάλα καὶ πάντιμον, σκέπην ἡμῖν ἀνέπαφον, καὶ τῇ τῶν πόλεων, βασιλίδι ταύτῃ δέδωκας.
ᾨδὴ δ΄. Ὁ εἱρμός· Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν
Ὁ ἐκλεκτὸς καὶ περιούσιος λαός, ὃν ὁ Χριστὸς ἐν αἵματι τιμίῳ, τῆς πλάνης ἐξηγόρασε, σοὶ μετὰ Θεόν, τὰς ἐλπίδας Παρθένε, προσανατίθησιν.
Ὑπὸ ἀπείρου ἀγαθότητος, εἰς τὰ ἴδια ἤλθεν ὡς ξένος ὁ Δεσπότης· ὅν, Ἄχραντε, ἐξένισας, ἀξιοπρεπὲς σεαυτὴν ἑτοιμάσασα καταγώγιον.
Στενά μοι πάντοθεν, ἐβόησεν ὁ Δαβὶδ ἁμαρτῶν, εἰς χεῖρας τοῦ Κυρίου πλὴν ἐμπεσεῖν με βέλτιον· ὅθεν καὶ ἡμεῖς, ἀσυγχώρητα πταίοντες ἀποθνήσκομεν.
Συγκινηθεὶς πικρῶς ἀνέκλαυσεν ὁ Προφήτης, ἰδὼν τὸν Ἀγγελον Κυρίου φρικτῇ ῥομφαίᾳ τέμνοντα· κλαύσωμεν καὶ νῦν, ἀδελφοί, καὶ ἡ θραῦσις ἴσως κοπάσειεν.
ᾨδὴ ε΄. Ὁ εἱρμός· Θεοφανείας σου Χριστέ
Ὡς ἐπὶ πόκου ὑετός, καὶ ὡς σταγὼν ἐπὶ γῆς καταβᾶσα, ἡ σοφία τοῦ Θεοῦ ἐσκήνωσεν, ἐν τῇ παναχράντῳ νηδύϊ σου, καὶ τὸν οἶκον τὸν ἑαυτῆς ἐπῳκοδόμησεν, ὥσπερ ἑπτὰ στύλοις, ταῖς χάρισι τοῦ σεπτοῦ καὶ θείου Πνεύματος.
Τὴν παναγίαν Κιβωτόν, τὴν ἱερὰν καὶ θεόβλαστον Ῥάβδον, τὴν χρυσῆν Λυχνίαν τὴν ὁλόφωτον, τὴν τοῦ μάννα Στάμνον τὴν πάγχρυσον, τὸν περίδοξον τοῦ Θεοῦ Ναὸν τὸν ἔμψυχον, τὴν εὐλογημένην ἐν πάσαις ταῖς γυναιξί, Κόρην ὑμνήσωμεν.
Εὐλογημένη ὄντως σὺ καὶ ὁ καρπὸς τῆς κοιλίας σου, ἔφη ἐν γαστρὶ φερόμενος ὁ Πρόδρομος, τῇ μητρῶᾳ γλώττῃ χρησάμενος, καὶ πόθεν μοι τοῦτο ἡ Μήτηρ τοῦ Κυρίου μου, ἵνα ἔλθῃ πρός με; Προφήτης καὶ πρὸ γενέσεως δεικνύμενος.
Ἱερωτάταις σε φωναῖς, τῶν προφητῶν ὁ πανίερος δῆμος, ὄρος ἀλατόμητον ἐκάλεσεν, ὄρος πῖον, ὄρος κατάσκιον, θείαν κλίμακα, μυστικὴν λαβίδα, τράπεζαν, θεοδόχον κλίνην, παλάτιον ὑψηλὸν καὶ πόλιν ἔμψυχον.
Ῥαθυμοτόκους λογισμοὺς καὶ ἐπιγείους φροντίδας ἁπάσας, ἐκ τῆς διανοίας ἀποῤῥίψαντες, ἐκτενῶς, Κυρίῳ προσπέσωμεν καὶ ἐνώπιον τοῦ Θεοῦ πικρῶς δακρύσωμεν· ἡ γὰρ Θεοτόκος μεσῖτις ὑπὲρ ἡμῶν ἕστηκεν ἄπαυστος.
ᾨδὴ στ'. Ὁ εἱρμός· Συνεσχέθη, ἀλλ᾽ οὐ κατεσχέθη
Ἀπελύθης, ἀλλ᾽ οὐκ ἐχωρίσθης κόσμου καὶ ἀνθρώπων, Ἁγνή· εἰ γὰρ καὶ λέλυταί σου ἡ ἀκήρατος ψυχὴ τοῦ σκήνους, ἀλλὰ δυνάμει κραταιᾷ τὰ πέρατα περιέπεις καὶ τῇ σῇ εἰκόνι, ἣν ἐχαρίτωσας, θαύματα ἐκτελεῖς ἄπειρα καὶ νόσους θεραπεύεις ψυχῶν.
Νεκρουμένους, ἀλλ᾽ οὐ κατὰ φύσιν, οἴκτειρον, Δέσποινα, ἡμᾶς· εἰ γὰρ καὶ ἀσιδήρως ἀποθνήσκομεν, ἀλλ᾽ ἡ δικαία τοῦ Θεοῦ ῥάβδος προφανής, συντρίβουσα σκεύη ἄχρηστα κατηρτισμένα εἰς τὴν ἀπώλειαν· στῆθι ὑπὲρ ἡμῶν, ἵλασαι τὸν φύσει ἐλεήμονα.
Εὐλογοῦντες, ἀλλ᾽ οὐκ ἐπαλγοῦντες προεορτάζομεν, Ἁγνή· εἰ γὰρ καὶ τῇ νηστείᾳ, δαμαζόμενον ἀλγεῖ τὸ σῶμα, ἀλλὰ τὸ πνεῦμα γέγηθε, τὴν νέκρωσιν, τοῦ Κυρίου περιφέρον, ἵνα καὶ ἡ ζωὴ αὐτοῦ, ἐν ἡμῖν ἐκφανῇ, διὰ σοῦ τῆς ζώσης ἀκηράτου πηγῆς.
Ὑμνῳδοῦντας, ἀλλ᾽ οὐ κωμῳδοῦντας, ἡμᾶς προσίεται Θεός· εἰ γὰρ καὶ ὑπὲρ λόγου λόγον δώσομεν ἀργοῦ τῷ Λόγῳ, πολλῷ γε μᾶλλον οὕτω γελοιάζοντες καὶ τὰ αἴσχιστα σαπρολογοῦντες, οὐκ ἐκφευξόμεθα τῆς γεένης τὸ πῦρ· ἀλλὰ νῦν θερμῶς μετανοήσωμεν.
ᾨδὴ ζ΄. Ὁ εἱρμός· Ἄφραστον θαῦμα!
Ῥῦσαι γεένης πυρὸς τοὺς δούλους σου, Δέσποινα, καὶ τὴν φλόγα ταύτην τοῦ λοιμοῦ, τραφεῖσαν πολλοῖς ἡμῶν ἁμαρτήμασι, τῇ θείᾳ δρόσῳ τῆς σῆς πρεσβείας σβέσον· σοὶ γὰρ μόνῃ προσφεύγομεν ἐν πίστει.
Ὕπαρ, οὐκ ὄναρ ἐπιφανεὶς θεῖος Ἄγγελος, ἀειζώου φοίνικος βλαστόν, Δέσποινα ἁγνή, εὐθαλῆ σοι δίδωσι, τὴν ἐσομένην σοι δόξαν προμηνύων, καὶ ζωὴν τὴν ἀθάνατον προλέγων.
Θεὸν τεκοῦσα, τὸν τοῦ παντὸς κυριεύοντα, φερωνύμως ἔσχηκας, Ἁγνή, κυρείαν σαφῆ, κατὰ πάσης κτίσεως, καὶ ὅσα θέλεις ἀνύεις ὑπὲρ φύσιν, κυριώνυμε ἄχραντε Μαρία.
Μεταβαλοῦσα τῶν θλιβερῶν τὴν κατήφειαν εἰς αἰθρίαν θείας ἡδονῆς, προσώπῳ φαιδρῷ καὶ καρδίᾳ δώρησαι, διατελέσαι τὴν θείαν ἑορτήν σου τοὺς σοὺς δούλους, ὑπέραγνε Μαρία.
ᾨδὴ η΄. Ὁ εἱρμός· Ἔκστηθι φρίττων οὐρανέ
Ὦ θείας χάριτος, δι᾿ ἧς ἡ μόνη πάναγνος τὴν εἰκόνα ἑαυτῆς, ταμεῖον θαυμάτων ἀνέδειξε, καὶ ἰαμάτων πηγήν, ἐξ οἴκου Κυρίου προϊοῦσαν, καὶ ποτίζουσαν θείως, οὐ χειμάῤῥουν τῶν σχοίνων, ἀλλὰ καρποφόρους ψυχὰς εἰς τοὺς αἰῶνας.
Σὲ τὴν ἀθάνατον πηγὴν τοῦ ζῶντος ὕδατος, ἐνεργοῦσαν θαυμαστῶς ἐν θείῳ ὕδατι, δοξάζομεν, ἐν ᾧ τυφλοὶ θεϊκῇ δυνάμει πιστῶς ὁδηγηθέντες, φῶς εἶδον παραδόξως, τὴν φωτίζουσαν χάριν τοὺς ἐσκοτισμένους, ὑμνοῦντες σου, Παρθένε.
Ἄρασα χεῖρας ἱεράς, ἐν αἷς ἐβάστασας τὸν ἀχώρητον Θεόν, πρεσβείαν πρὸς αὐτὸν ἀπέργασαι ὑπὲρ λαοῦ τοῦ πολλοῖς κακοῖς τὴν αὐτοῦ μακροθυμίαν εἰς θυμὸν ἐκβαλόντος καὶ δεινῶς τεμνομένου τῇ ἀπαραιτήτῳ ῥομφαίᾳ τοῦ θανάτου.
Δεῖξον καὶ νῦν τοῖς σοῖς ἐχθροῖς, ὅτι ᾑρέτισας τὴν σὴν πόλιν, Ἀγαθή, καὶ ταύτην κατοικεῖν εὐδόκησας· ἣν ἐξ ἀρχῆς ὁ πολύς καὶ πρῶτος πιστοῖς ἐν βασιλεῦσι, Κωνσταντῖνος ἐγείρας, ἐπανέθετο ταύτην τῇ σῇ προστασίᾳ θαῤῥῶν εἰς τοὺς αἰῶνας.
Ὦ παμβασίλεια Θεοῦ, μῆτερ ὑπέραγνε, τὴν σὴν θείαν ἀρωγὴν ἐξ ὕψους οὐρανίου ἔνδυσον τὸν βασιλέα ἡμῶν, στεῤῥότητι ζῶσον ἀληθείας, καὶ πίστεως ἀσπίδι καὶ τοῦ πνεύματος ξίφει καὶ δικαιοσύνης τῇ πανοπλίᾳ φράξον.
ᾨδὴ θ’. Ὁ εἱρμός· Μὴ ἐποδύρου μου, Μῆτερ
Μὴ ἀντιβόλει με Μῆτερ, ὑπὲρ ὧν ἑκουσίως, ἐγώ παθεῖν ἐξέδωκα ψυχὴν τὴν ἐμαυτοῦ· τὴν γὰρ χάριν ταύτην κακῶς φρονήσαντες, ἀθετοῦσι τοὺς νόμους πατοῦντες τοὺς ἐμούς· τῆς δικαίας οὖν κρίσεως πειραθήσονται.
Ἀλλὰ τῆς σῆς εὐσεβείας, καὶ τῶν θείων ἐλπίδων, οὐδὲν αὐτοὺς ἐξέωσεν υἱέ μου καὶ Θεέ· τοὺς ἐχθροὺς γὰρ ὁρῶντες ἐξυβρίσαντας, καὶ δεινῶς βλασφημοῦντας αὐτοὶ τῷ σῷ Σταυρῷ, καὶ τοῖς θείοις σου πάθεσιν ἐναβρύνονται.
Ῥήμασι μόνοις τὴν πίστιν, καταγγέλλουσι Μῆτερ, τοῖς ἔργοις δὲ ἀρνοῦνται ὃ πιστεύουσι σαφῶς· ἀδικία γὰρ τούτοις τὸ μελέτημα, καὶ ἀσέλγεια ἁπᾶσα καὶ μέθη καὶ κραυγή, καὶ οὐκέτι ἀνήσω τὰς ἀνομίας αὐτῶν.
Κατὰ τὸν μέγαν σου πλοῦτον, τοῦ ἐλέους οἰκτίρμον, κρῖνον αὐτοῖς δεχόμενος ἐκ σπλάγχνων μητρικῶν, ἱκεσίαν ταύτην τὸ θεῖον αἷμά σου, καὶ τὰ τίμια πάθη προβάλλουσι πιστῶς, καὶ θαῤῥοῦσιν ἐντεῦθεν συγγνώμης τεύξεσθαι.
Οὐδὲν μητρὸς δεομένης, βιαιότερον ὄντως· τὴν γοῦν ἐπὶ τοῖς φθάσασι συγγνώμην διὰ σέ, χαριζόμενος τούτοις, ἂν προσέλθωσι, πρὸς ἐμὲ κοπιῶντες ὡς εἶπον ἀψευδῶς, ἀναπαύσω δοξάσω καὶ μεγαλύνω αὐτούς.
Σὲ τὴν δεσπόζουσαν πάντων, ὁρατῶν ποιημάτων, καὶ ἀοράτων αἴροντες φωνὰς ἱκετικάς, εὐφημοῦμεν ἀξίως χαριστήριον, μελῳδοῦντές σοι ᾆσμα· μεσίτης γὰρ ἡμῶν, τῷ υἱῷ σου καὶ πρέσβις ὑπάρχεις ἄπαυστος.
***
Κανὼν Ζ΄, οὗ ἡ ἀκροστιχίς· Ἔτι προσαυδῶ τοῦ Θεοῦ τὴν μητέρα, ὁ Μᾶρκος.
Ἦχος Βαρύς. ᾨδὴ α΄. Ὁ εἱρμός· Νεύσει σου πρὸς γεώδη
Ἔχουσα τῆς σοφίας, τὸν χορηγὸν πειθαρχοῦντα, ταῖς σαῖς παρακλήσεσιν, υἱοπρεπῶς χορήγησον, λόγου μοι χάριν ὑμνῆσαι, Πάναγνε τῶν σῶν θαυμασίων τὴν ἄβυσσον.
Τέμενος τοῦ Δεσπότου, καὶ ἱερώτατος οἶκος, καὶ θεῖον ἀνάκτορον, ὑπάρχουσα Πανάχραντε, πανευκλεῶς δι᾿ Ἀγγέλου, πρὸς ἐπουρανίους οἰκήσεις προσκέκλησαι.
Ἵνα ταῖς Ἐξουσίαις, καὶ ταῖς Ἀρχαῖς ὁ Δεσπότης, τὸν πλοῦτον τὸν ἄπειρον, γνωρίσῃ τῆς σοφίας αὐτοῦ, σὲ ἐπὶ γῆς ὑπερτέραν, τῶν ἐπουρανίων ταγμάτων ἀνέδειξεν.
Πάντων τῶν ἀπ᾿ αἰῶνος, διοδευσάντων τὸν βίον, τὸ κάλλιστον δώρημα, τῇ φύσει ἐκπληρώσασα, μήτηρ Θεοῦ γενομένη, πρὸς τὴν ὑπὲρ φύσιν ζωὴν ἐξεδήμησας.
ᾨδὴ γ΄. Ὁ εἱρμός· Ὁ κατ᾽ ἀρχὰς τοὺς οὐρανούς
Ῥίζης φυεῖσα καὶ φυλῆς, βασιλικῆς θεῖον ἔρνος, καρπὸν ἤνεγκας ἀείζωον, τὸν πᾶσαν τὴν κτίσιν διατρέφοντα, ἐξ οὗ τὸ δένδρον ἀληθῶς, ὁποῖον ἔστιν ὡς ἔφη, γνώριμον καθίσταται Θεόνυμφε.
Οὐκ ἔστιν ἴασις σαρκί, καὶ τοῖς ὀστέοις εἰρήνη, τοῖς ἡμῶν ἐκ τῶν ἁμαρτιῶν ἡμῶν· πυρετοῖς γὰρ καὶ νοσήμασι, διακαιόμεθα σφοδροῖς· ὡς ἰατρὸν τετοκυῖα, ψυχῶν καὶ σωμάτων ἡμᾶς ἴασαι.
Σὲ τὴν τὸν βότρυν τῆς ζωῆς, ἀναβλαστήσασαν θείως, καρποφόρον ἄμπελον Ἁγνή, τὰ δένδρα τοῦ ὄρους προσεκύνησεν· ἡ γὰρ σκιὰ ὄντως ἡ σή, πάντα ἐκάλυψεν ὄρη, καὶ τὰς θείας κέδρους ὑπερέβαλεν.
Ἄνευ ὠδίνων τὸν Θεόν, καὶ ἀπαθῶς τετοκυῖα, τὰς ὀδύνας τοῦ πολυπαθοῦς, συγκρίματος τούτου τοῦ ῥοώδους ἡμῶν, ἐπισκοπῇ σου σωστικῇ, καὶ νῦν ἐπισκεψαμένη, ἴασαι Παρθένε παμμακάριστε.
ᾨδὴ δ΄. Ὁ εἱρμός· Ὁ Πατρικοὺς κόλπους μὴ λιπών
Ὑμνολογεῖν λόγοις σε σεμνή, καὶ ἐγκωμίοις εὐφημεῖν ἐργῶδες ἐστίν· ἀλλ᾽ αὐτή, πρὸς τὴν προαίρεσιν ἡμῶν ἐπιβλέπουσα, δύναμιν ἀρκοῦσαν, χορήγησον.
Διὰ νεφῶν ὕπερθεν τῆς γῆς ἀναρπαγέντες οἱ σεπτοὶ Χριστοῦ μαθηταί, πρὸς τὴν ζῶσαν τε καὶ ἔμψυχον νεφέλην ἀπήντησαν, δι᾿ ἧς ὁ Θεὸς καταβέβηκεν.
Ὡς οἰκτιρμῶν ἄπλετος πηγὴ καὶ ἰαμάτων προχοὴ ἀένναος, τὰς ῥανίδας τοῦ ἐλέους σου νοσοῦσιν ἐπίχεε τοῖς σοῖς δούλοις, Κόρη φιλάγαθε.
Τὴν ἐκλεκτὴν μόνην ἐκ πασῶν τῶν γενεῶν Θεῷ πρὸ πάσης κτίσεως, τὸ τῆς φύσεως καλλώπισμα, τὸ ἄνθος τὸ τίμιον͵ τὴν παρθένον Κόρην ὑμνήσωμεν.
ᾨδὴ ε΄. Ὁ εἱρμός· Κύριε ὁ Θεός μου
Ὅλην ἠγλαϊσμένην ταῖς τῆς παρθενίας φαιδραῖς ἀκτῖσι, καὶ χάρισι λάμπουσαν τῆς σεπτῆς γεννήσεως, ὁ ἐκ σοῦ Θεὸς ἀνατείλας, νῦν πρὸς ἑαυτὸν προσλαμβάνεται.
Ὕδατος ἀειῤῥόου δίκην ἡ ζωὴ ἡμῶν παρατρέχει· ὁ θάνατος ἄδηλος· τὸ ἑξῆς ἀβέβαιον· διὸ νῦν, ἀδελφοί, πρὸ τέλους, δάκρυσι τὰ δάκρυα φύγωμεν.
Θαῦμα πῶς ὁ ἐγείρας Ταβιθᾶ θανοῦσαν, ὁ θεῖος Πέτρος, τὸν θάνατον ἤνεγκεν ἰδεῖν τῆς θεόπαιδος· ἀλλὰ τῷ Θεῷ οὕτω δόξαν, ὡς δοῦλος εὐγνώμων οὐκ ἀνθίσταται.
Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε· ἡμεῖς δέ, φιλάνθρωπε, λαός σου καὶ παῖδες σου, καὶ τῆς σῆς μητρὸς τῆς πανάγνου, πρόσπολοι, καὶ γνήσιοι θεράποντες.
ᾨδὴ στ’. Ὁ εἱρμός· Ναυτιῶν τῷ σάλῳ
Ὁ οὐρανοδρόμος ἐν σαρκὶ θεσπέσιος Παῦλος, καὶ νῦν τὴν Πανύμνητον ἀνιοῦσαν πρὸς οὐρανὸν ἀνυμνῶν οὐκ ἐγίνωσκεν, εἴτε ἐν τῷ σώματι ὑπῆρχεν, εἴτε ἐκτὸς τούτου σύν αὐτῇ ἀνέδραμεν.
Ὕψωσον τὸ κέρας τῶν πιστῶν ἡμῶν βασιλέων, τὰ θράση κατάβαλε τῶν θελόντων ἐθνῶν πολέμους καὶ μάχας καὶ αἵματα, τῶν μὴ προσκυνούντων τὴν εἰκόνα τὴν θεοχαρίτωτόν σου, Παμμακάριστε.
Τὴν κεχρυσωμένην Κιβωτὸν Καινῆς Διαθήκης, τὴν Πλάκα τῆς Χάριτος, τὴν Λυχνίαν τὴν φωτοφόρον, τὴν Στάμνον τὴν πάγχρυσον, τὴν Σκηνὴν Κυρίου τὴν ἁγίαν, γῆθεν αἰρομένην εὐσεβῶς τιμήσωμεν.
Ἡ τῶν Ἀποστόλων ἐν τῷ θείῳ πάθει φυγόντων, ὀδύνην ἀφόρητον ὑποστᾶσα, νῦν μετὰ δόξης, ὁρᾷ συνιόντας αὐτοὺς ἐπὶ τὴν ἰδίαν ἐκδημίαν, ἀγαλλιωμένη τῷ ἁγίῳ Πνεύματι.
ᾨδὴ ζ΄. Ὁ εἱρμός· Κάμινον Παῖδες
Νῦν ἡ τοῦ κόσμου ἀπαίρει Κυρία, πρὸς ὑπερκόσμιον οἴκησιν, καὶ ὁ χορὸς τῶν Ἀγγέλων ἀγάλλεται, καὶ πάντα τὰ πνεύματα τῶν δικαίων χορεύει εὐφραινόμενα.
Μόνη εὑρέθης παρθένος καὶ μήτηρ κατὰ ταὐτόν, Ἀπειρόγαμε· μόνη Θεὸν ἐξ αἰῶνος ἐγέννησας, αἰῶνας ὅς ἔκτισε, πρὸ αἰώνων αὐτὸς ἐκ τοῦ Πατρὸς γεννηθείς.
Ἡ τῶν ἀνθρώπων ἀνόρθωσις μόνη, καὶ τῶν δαιμόνων κατάπτωσις, δι᾿ ἧς ἡ φύσις ἡμῶν κεκαινούργηται, χαῖρε, πανευλόγητε, οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐγκαλλώπισμα.
Τὴν ἁμαρτίαν ἀφρόνως φιλοῦντες, ἧς τὰ ὀψώνια θάνατος, ὑπὸ πανδήμου λοιμοῦ θανατούμεθα· μῆτερ ἀειπάρθενε, τῆς δικαίας ὀργῆς ἡμᾶς λύτρωσαι.
ᾨδὴ η΄. Ὁ εἱρμός· Ἄφλεκτος πυρί
Ἔθελξας ἡμᾶς τῷ σῷ πόθῳ, Θεοτόκε, καὶ εἰς ἀγάπην ἔνθεον, ὅλους ἐνθέως συνεκίνησας· ἐντεῦθεν περὶ τοὺς σοὺς ὕμνους θερμοὶ καὶ τολμηροὶ σαφῶς ἐδείχθημεν· δὸς οὖν συγγνώμην τοῦ λόγου τῇ ἄγαν εὐτελείᾳ, ἀποδεχομένη ψιλὴν ἡμῶν τὴν γνώμην.
Ῥεύσαντας ἡμᾶς καὶ φθορᾷ ὑποπεσόντας, καὶ εἰς θανάτου βάραθρον, ἐλεεινῶς κατολισθήσαντας, ἀνάστασιν καὶ ζωήν, Χριστὸν τεκοῦσα, πρὸς ζωὴν αὖθις ἀνήγαγες· ὅθεν καὶ νῦν τοῦ θανάτου τὴν ῥύμην, ζωοδόχε στῆσον, ῥυομένη τῆς ὀλεθρίου λύμης.
Ἄνωθεν τὴν γῆν νοητὸν φῶς ἐπαυγάζει, φωτοχυσία κάτωθεν πυρὸς ἐνύλου τῷ ἀέρι ἠχεῖ, Ἀπόστολοι ἐκ τῆς γῆς, ἐξ οὐρανῶν αἱ νοεραὶ δυνάμεις ᾄδουσι, πάντα χαρᾶς, πάντα δόξης ἀφάτου πεπλησμένα, ἐπὶ τῇ Κοιμήσει τῆς μόνης Θεοτόκου.
Ὁ πανευκλεὴς συγγραφεύς τοῦ θείου λόγου, Λουκᾶς ὁ ἱερώτατος, παραδιδοὺς ἔργον ἡμῖν εὐσεβές, τὴν σὴν εἰκόνα γραφαῖς μορφώσας, ἤνεγκεν ἐνώπιόν σου Πάναγνε· σὺ δὲ προσβλέψασα ταύτην, «ἡ χάρις», ἐπεφθέγξω, «μετ᾿ αὐτῆς ἡ θεία εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ’. Ὁ εἱρμός· Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα
Μεγαλυνέσθω εὐφήμοις ᾠδαῖς ἡ Πάναγνος· μακαριζέσθω ἀξίως ἡ Παμμακάριστος· ὅτι νενέκρωται, καὶ ἐγήγερται πάλιν, ὡς μήτηρ τοῦ Κυρίου, εἰς πίστωσιν ἐσχάτης, ἀναστάσεως ἣν ἐλπίζομεν.
Ἁμαρτημάτων τῷ κρύει καταπηγνύμενοι, τοῖς πυρετοῖς ἀντιστρόφως διακαιόμεθα, δάκρυσι σβέσωμεν, τὴν φλόγα τὴν ἐντεῦθεν, κἀκείνην τῆς γεένης· εἰ γὰρ καὶ μὴ ἐνταῦθα, ἀλλ᾽ ἐκεῖσε, πάντως θρηνήσομεν.
Ῥαθυμοτόκους μερίμνας κενὰ σπουδάσματα, τῆς ἑαυτῶν διανοίας πόῤῥω βαλλόμενοι, πάντα καθάρωμεν, ὡς οἶκον ἐμπορίου, τὸν οἶκον τοῦ Κυρίου, ἵνα ἐλθὼν εὑρήσῃ, μονὴν ἀξίαν σύν Πατρὶ ὁ Χριστός.
Κεκαθαρμένον τὸ ὄμμα τοῦ νοῦ κτησάμενοι, οἱ θεωροὶ τῶν ἀῤῥήτων θεῖοι Ἀπόστολοι, ἄνωθεν ἔβλεπον, τὸν δῆμον τῶν Ἀγγέλων, σύν τῷ Δεσπότῃ πάντων, λαμπρῶς κατερχομένους, ἐν τῇ Κοιμήσει τῆς Θεομήτορος.
Ὁ διατείνας τῷ λόγῳ δέῤῥιν οὐράνιον, καὶ ἐφ᾽ ὑδάτων ἑδράσας τὴν γῆν ἀκλόνητον, φύλαξον Κύριε, τὴν πόλιν τὴν μεγάλην, τὴν νέαν ταύτην Ῥώμην, εἰς πάντας τοὺς αἰῶνας, ἀπολιόρκητον ταῖς τῆς μητρός σου εὐχαῖς.
Σοὶ πεποιθότες παντοίων δεινῶν λυτρούμεθα· σὲ ἐν κινδύνοις προστάτιν πλουτοῦμεν ἄμαχον, Δέσποινα Δέσποινα, καὶ νῦν τῆς ὀλεθρίου, καὶ παραλόγου λύμης, λύτρωσαι τὸν λαόν σου, τὸν ἀπαύστως σε μεγαλύνοντα.
***
Κανὼν Η΄, οὗ ἡ ἀκροστιχίς· Ἔσχατος ὕμνος τῇ πανυμνήτῳ γέρας· Μάρκου.
Ἦχος πλ.δ΄. ᾨδὴ α΄. Ὁ εἱρμός· Ἁρματηλάτην Φαραὼ ἐβύθισε
Ἐκ τῶν περάτων θεαρχίῳ νεύματι, συναθροισθέντες εἰς ἕν, οἱ τοῦ Θεοῦ μύσται, οἱ πνευματοῤῥήτορες, χορείαν θεοκρότητον, συστησάμενοι ἅμα, τῇ Θεομήτορι ᾄδουσι, μέλος λιγυρὸν ἐναρμόνιον.
Συναπτικὴ τῶν διεστώτων ἕνωσις, χαῖρε Θεόνυμφε,* χαῖρε ζωῆς μῆτερ, ᾅδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε λύσις τῆς λύπης· ποῦ νῦν ἀπαίρεις ὑπέρτιμε, πόλις τοῦ Θεοῦ ἐπουράνιε;
Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις, καὶ εὐλογίας πηγή, χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως, χαῖρε Χριστοῦ παλάτιον, χαῖρε πύρινε θρόνε, χαῖρε λυχνία πολύφωτε, μὴ λίπῃς ἡμᾶς ἐποπτεύουσα.
Ἅρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε Πανάμωμε, Δαυϊτικὸν χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον, χαῖρε ἡ ἀσυγκρίτως, τῶν Χερουβίμ ὑπερέχουσα, καὶ τῶν Σεραφίμ ὑπερφέρουσα.
ᾨδὴ γ΄. Ὁ εἱρμός· Ὁ στερεώσας κατ᾿ ἀρχάς
Τὴν ἀδιόδευτον βροτοῖς, καὶ ἐπουράνιον πύλην, τοῦ Θεοῦ τὴν φωτοφόρον καθέδραν, τὴν λυχνίαν τὴν χρυσῆν, τὸ ὄρος τὸ κατάσκιον, τὴν θεοδόχον κλίνην, τὴν Θεοτόκον ὑμνήσωμεν.
Ὁ εὐκλεὴς μυσταγωγός, τῆς θείας οἰκονομίας, Γαβριὴλ ὁ Ἀρχιστράτηγος πάλιν, οὐρανόθεν καταβάς, τὸ χαῖρε σοι προσφθέγγεται· εὐλογημένη χαῖρε, πρὸς θείαν λῆξιν ἀπαίρουσα.
Σὲ τὴν καλὴν περιστεράν, καὶ Νύμφην ὄντως τελείαν, ὁ Νυμφίος τῶν ψυχῶν ὁ ὡραῖος, ὑπεδέξατο χερσί, πρὸς οὐρανὸν ἀπαίρουσαν, καὶ πρὸς τὰς αἰωνίους, μονὰς ἐσκήνωσε χαίρουσαν.
Ὕμνοις ἐξ ὕμνων οἱ σεπτοί, τῶν οὐρανίων Ταγμάτων, ἀρχηγοὶ τὴν τοῦ Κυρίου μητέρα, παραπέμπουσι φαιδρῶς, ἕως ἐκεῖ κατέπαυσεν, ὅπου ὁ θεῖος θρόνος, καὶ ἡ Τριὰς ἡ ὑπέρθεος.
ᾨδὴ δ΄. Ὁ εἱρμός· Σύ μου ἰσχύς Κύριε
Μόνῃ ἐν σοὶ φύσεως νόμοι ἐλύθησαν, μόνη τίκτεις βρέφος θεῖον ἄσπορον, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς ὑπὲρ νοῦν καὶ λόγον ἐξανατείλαντα, Πάναγνε· ἡ ῥάβδος γὰρ ἐτύπου τὴν σεπτήν σου γαστέρα, παραδόξως ἐκφύσασα κάρυα.
Νέκταρ ἡμῖν τῆς εὐσπλαγχνίας ἐπήγασας, οἷα κρήνη ῥεῖθρον γλυκὺ βλύζουσα, καὶ καθαρὰ νάουσα πηγή, νάμα ζωηφόρον καὶ ὕδωρ πότιμον βρύουσα· διὸ τοὺς φλεγομένους πυρετῶν ἐν καμίνῳ, τῇ σῇ δρόσῳ, Παρθένε, θεράπευσον.
Οἱ ἀπηνεῖς καὶ αἱμοβόροι καὶ δόλιοι, τῆς δουλίδος Ἄγαρ οἱ ἀπόγονοι στρατὸν ἐλάσαντες παμπληθῆ καὶ προσκαθεσθέντες τῇ πόλει σου ταύτῃ, Δέσποινα, ὡς νήπιοι παθόντες τὸ ἀπρόσμαχον ἔγνων τῆς φρουρούσης αὐτήν σου δυνάμεως.
Σὺ τῶν βροτῶν δόξα καὶ κλέος καὶ καύχημα, καὶ Ἀγγέλων στέφος καὶ διάδημα· διὸ ἡ γῆ καὶ ὁ οὐρανός μίαν ἐκκλησίαν στησάμενοι, παναρμόνιον τὸ «χαῖρε» σοι βοῶμεν· χαῖρε, Δέσποινα κόσμου, χαῖρε, πάντων ἀνθρώπων βοήθεια.
ᾨδὴ ε΄. Ὁ εἱρμός· Ἵνα τί με ἀπώσω
Τὴν τὸν Λόγον τεκοῦσαν, οἱ τοῦ Λόγου τρόφιμοι λόγοις γεραίρομεν· τὴν τοῦ κόσμου σκέπην, οἱ τοῦ κόσμου κοσμοῦμεν οἰκήτορες· τὴν τῶν εὐσεβούντων προφυλακήν, οἱ εὐσεβοῦντες εὐσεβεῖ λογισμῷ μεγαλύνομεν.
Ἡ τοῦ κόσμου Κυρία πρὸς τὴν ὑπερκόσμιον ζωὴν μεθίσταται· ὁ Ναὸς ὁ θεῖος πρὸς ναὸν ἐπουράνιον αἴρεται· ἡ χρυσῆ Λυχνία, ἡ Κιβωτὸς τῆς Διαθήκης, ἐν ἁγίων ἁγίοις οἰκίζεται.
Παῤῥησίαν μεγάλην πρὸς τὸν ἐκ λαγόνων σου τεχθέντα Κύριον κεκτημένη Κόρη, ὅσα θέλεις ἀνύεις ἑκάστοτε, καὶ ἰσχύεις πάντα, παντοδυνάμου Θεοῦ μῆτερ· διὸ θέλησον μόνον καὶ σώσεις ἡμᾶς.
Ἀδιόδευτε πύλη, χαῖρε, ἥν διώδευσε Χριστὸς ὁ Κύριος· παραδείσου πύλας ἡ ἀνοίξασα, χαῖρε, τῷ τόκῳ σου· χαῖρε, δι᾿ ἧς χαίρει ὁ οὐρανὸς καὶ γῆ χορεύει, ἡ τὰ κάτω τοῖς ἄνω συνάψασα.
ᾨδὴ στ’. Ὁ εἱρμός· Ἄβυσσος ἁμαρτιῶν
Νέκρωσιν ἡ τῆς ζωῆς μήτηρ δέχεται καὶ τάφῳ τεθεῖσα, μετὰ τριττὴν ἡμέραν, εὐκλεῶς ἐξανίσταται, εἰς αἰῶνας τῷ υἱῷ συμβασιλεύουσα καὶ αἰτοῦσα τὴν τῶν πταισμάτων ἡμῖν ἄφεσιν.
Ὕψωσας τὴν ταπεινὴν καὶ τὴν ἄτιμον ἐτίμησας φύσιν, τὸν ὑψηλὸν ἐν δόξῃ καὶ τιμῇ τῆς Θεότητος, ἐπὶ γῆς ὡς ταπεινὸν ἄνθρωπον δείξασα τοῖς ἀνθρώποις, θεοκυῆτορ Ἀειπάρθενε.
Μόνην σε μετὰ Θεὸν προστασίαν ἐν κινδύνοις πλουτοῦμεν, καὶ κοινωνὸν φροντίδων, καὶ καμάτων ἀνάπαυλαν, καὶ μεσῖτιν εὐμενῆ πρὸς τὸν δυνάμενον μόνον σώζειν, οἱ σοὶ πολῖται, παμμακάριστε.
Νέαν σε προβατικὴν κολυμβήθραν ὁ Δεσπότης παρέσχεν, οὐ καταβάσει δούλου τὰ ἰάματα βρύουσαν, ἀλλ᾽ αὐτοῦ τοῦ παντουργοῦ Πνεύματος χάριτι καὶ δυνάμει θαυματουργοῦσαν, Θεονύμφευτε.
ᾨδὴ ζ΄. Ὁ εἱρμός· Θεοῦ συγκατάβασιν
Ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, τοῖς βασιλεῦσιν ἡμῶν τὰ τῆς νίκης παράσχου κατὰ ἀθέων βαρβάρων τρόπαια, καὶ τὴν σὴν πόλιν φύλαξον ἀλώβητον ἐπιδρομαῖς ἐθνικαῖς καὶ θεηλάτοις πληγαῖς.
Τὴν μόνην ἀπείρανδρον καὶ μετὰ τόκον παρθένον μείνασαν, τοῦ Θεοῦ τὴν μητέρα, τῶν ἐπιγείων τὸ σεμνολόγημα, τῶν οὐρανίων Ἀγγέλων τὸ καύχημα, πνευματικαῖς οἱ πιστοὶ δοξολογοῦμεν ᾠδαῖς.
Ὡς κρῖνον ἡδύπνοον ἐν ταῖς κοιλάσι τοῦ βίου εὕρατο καὶ ὡς ῥόδον εὐῶδες ἐξ ἀκανθῶν σε Θεὸς ἐξείλετο καὶ ἐρασθείς σου τοῦ κάλλους, ἐσκήνωσεν ἐν τῇ ἁγίᾳ νηδΰι σου, μητρόθεε.
Γηράσασαν, Δέσποινα, καὶ σαθρωθεῖσαν πολλοῖς παθήμασι, τῶν ἀνθρώπων τὴν φύσιν ἐπὶ τὸ κρεῖττον αὖθις ἐκαίνισας· Δημιουργὸν γὰρ καὶ Κτίστην ἐγέννησας καὶ νεουργὸν τὸν αὐτὸν ἀριστοτέχνην Θεόν.
ᾨδὴ η΄. Ὁ εἱρμός· Ἑπταπλασίως κάμινον
Ἐν προσευχαῖς, Πανάμωμε, καὶ νηστείαις σχολάζουσα, ταύτας τὰς ἡμέρας ἐξεδέχου χαίρουσα, τὴν θείαν ἀνάλυσιν, τὴν ἀπὸ γῆς μετάστασιν, τὴν εἰς οὐρανοὺς πανευκλεῆ ἐκδημίαν· διό σοι καὶ οἱ δοῦλοι συννηστεύομεν πάντες καὶ συνδοξολογοῦμεν τὸν μεγαλύναντά σε.
Ῥῦσαι λιμοῦ καὶ στάσεως καὶ μαχαίρας τὴν ποίμνην σου, λύμης ὀλεθρίου καὶ παντὸς νοσήματος, ἐθνῶν ἐπελεύσεως, σεισμοῦ, πυρός, ποντώσεως, αὐχμοῦ καὶ χαλάζης καὶ πληγῆς πάσης ἄλλης, Μαρία Θεοτόκε· ἐπὶ σοὶ γὰρ ἐλπίζει καὶ πρὸς σὲ καταφεύγει καὶ σὲ ἐπικαλεῖται.
Ἁμαρτωλῶν προσφύγιον, ταπεινῶν ἱλαστήριον, καταπονουμένων ταχινὴ βοήθεια, πιπτόντων ἀνόρθωσις καὶ εὐδρομούντων σύνδρομος, γήρως βακτηρία καὶ τυφλῶν ὁδηγία ὑπάρχεις, Θεοτόκε, ὑπερευλογημένη, ὑπερδεδοξασμένη, καὶ κεχαριτωμένη.
Σὲ τὴν κοινὴν βοήθειαν, βασιλεῖς τε καὶ ἄρχοντες, ἱερεῖς, λαὸς καὶ μοναζόντων τάγματα πιστῶς λιτανεύομεν, εἰρηνικὴν καὶ ἄλυπον δώρησαι ἡμῖν τὴν ἐπὶ γῆς παροικίαν, καὶ δόξης ἀϊδίου καὶ ζωῆς τῆς μενούσης καταξίωσον πάντας τῷ μέλλοντι αἰῶνι.
ᾨδὴ θ’. Ὁ εἱρμός· Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός
Μηδεὶς ἀπολειφθήτω τῆς ἱερᾶς, τῆς Δεσποίνης ἡμῶν πανηγύρεως· πάντες ὁμοῦ, δράμωμεν θεάσασθαι νοητῶς, τὸ ὑπὲρ νοῦν μυστήριον, ψυχὴν γυναικείαν εἰς οὐρανούς, χερσὶ κομιζομένην, Θεοῦ παντοδυνάμου, δήμους ἀγγέλων παραπέμποντας.
Ἀγγέλων Ἀρχαγγέλων παρεμβολαί, Χερουβὶμ Σεραφὶμ Κυριότητες, Θρόνοι Ἀρχαί, Δυνάμεις Ἐξουσίαι πανευκλεεῖς, σύν Ἀποστόλοις ᾄδουσιν, ὕμνον τὸν ἐξόδιον τῇ Μητρί, τοῦ πάντων Βασιλέως, λαμπρῶς διερχομένῃ, ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν.
Ῥυεῖσαι τῶν ἀφθόνων σου δωρεῶν, αἱ πλημμῦραι τὴν κτίσιν κατέκλυσαν, ὡς ἐκ πηγῆς, ἄλλης τετραστόμου τῆς ἐν Ἐδέμ, τοῦ σοῦ τεμένους βρύουσαι, καὶ τὴν τετραπέρατον κυκλικῶς, ἀρδεύουσαι πλουσίως· διὸ καρπούς σοι φέρει, εὐχαριστίας Θεονύμφευτε.
Κοσμοῦσι βασιλεῖς καὶ δυνάσται γῆς, τὴν εἰκόνα τὴν σὴν Θεοκόσμητε, καὶ τὸν ναόν, ἐθνῶν μεγιστᾶνες λαοὶ φυλαί, πιστῶς δωροφοροῦσί σοι, λιθομαργαρόχρυσα ἱερά, κειμήλια καὶ σκεύη· μεγάλη σου ἡ δόξα, ἐν οὐρανῷ καὶ γῇ Θεόνυμφε.
Ὁ Θρόνος τοῦ Δεσπότου ὁ ὑψηλός, ἡ Καθέδρα Χριστοῦ ἡ περίδοξος, ὁ εὐαγής, Θάλαμος τὸ πάγχρυσον Ἱερόν, τὸ Θεοδόχον Τέμενος, ἡ παντοβασίλισσα Μαριάμ, ἐφέστηκεν ἐνδόξως, τῷ ἑαυτῆς τεμένει· πάντες αὐτὴν ἀνευφημήσωμεν.
Ὑμνοῦντάς σε προσδέχου Μῆτερ Θεοῦ, οὓς ἐνταῦθα συνήγαγες δούλους σου, καὶ συμπαθῶς, τρέφεις περιέπεις ψυχαγωγεῖς, διατηρεῖς ἀπήμονας· ἀλλὰ καὶ μενούσης παρὰ Θεῷ, ζωῆς καὶ εὐφροσύνης, καὶ δόξης ἀϊδίου, πάντας ἀξίωσον ὑμνοῦντάς σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου