Πέμπτη 8 Φεβρουαρίου 2024

ΙΑΝΟΥΑΡΙΟΣ 30. ΠΑΝΑΓΙΑ ΤΗΝΟΥ ΕΥΡΕΣΙΣ ΕΙΚΟΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΑΝΟΥΑΡΙΟΣ Λ

ΕΥΡΕΣΙΣ ΕΙΚΟΝΑΣ ΠΑΝΑΓΙΑΣ ΤΗΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, Πελαγίᾳ τῇ σεμνῇ, ὤφθης ἐπαλλήλους Παρθένε, ἐν οὐρανίᾳ μορφῇ, τότε ταύτῃ εἴρηκας τοῦ ἀπελθεῖν ἐν σπουδῇ, καὶ τὴν θείαν Εἰκόνα σου, πιστοῖς φανερῶσαι, οὖσαν πολλοῖς ἔτεσιν, ἐγκεκρυμμένην τῇ γῇ· ὅθεν καὶ δραμοῦσα προθύμως, τὴν σὴν θαυμαστὴν εὐδοκίαν, πᾶσιν ἐν χαρᾷ εὐηγγελίσατο.

 

Ὅτε, τῇ σεμνῇ νεύσει εὐλαβῶς, ἔσπευσαν οἱ Τήνιοι πάντες, ἀγαλλομένῃ ψυχῇ, τότε ὡς πολύτιμον εὗρον θησαύρισμα, τὴν ἁγίαν Εἰκόνα σου, ἐν γῆς ταῖς λαγόσι, καὶ πολλῆς ἐπλήσθησαν, ἐκ ταύτης χάριτος, χαῖρέ σοὶ βοῶντες Παρθένε, σκέπη καὶ βοήθεια πάντων, ὦ Εὐαγγελίστρια τῶν δούλων σου.

 

Ὅτε, σοὶ ἐδείματο λαμπρῶς, οἷά περ ἀνάκτορον ἄλλο, ναὸν περίβλεπτον, τότε ὥσπερ ἄνασσαν ἐν τούτῳ τὴν ἁγίαν Εἰκόνα σου, ἐξ ἧς ἀναβλύζει, τῇ ἐπισκιάσει σου, καθὰ χειμάῤῥους τρυφῆς, ῥεῖθρα σωστικῶν δωρημάτων, Κεχαριτωμένη Παρθένε, τοῖς ἐν πίστει ταύτῃ καταφεύγουσι.

 

Ἴδε, τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ παναγία Εἰκόνα, ἐκ τῶν περάτων τῆς γῆς, Κόρη παντευλόγητε, καὶ δίδου ἅπασιν, οἷα Μήτηρ φιλάγαθος, Χριστοῦ τοῦ Σωτῆρος, χάριν καὶ βοήθειαν, ῥῶσιν καὶ ἔλεος· πάντων γὰρ σὺ πέλεις προστάτις, καὶ χαρὰ Τηνίων καὶ δόξα, καὶ πάσης Ἑλλάδος περιτείχισμα.

 

Δόξα. Καὶ νῦν. Ἦχος α’.

Ὢ θαυμαστή σου ἡ πρόνοια, ἡ περὶ ἡμᾶς Παρθένε, καὶ μητρικὴ χρηστότης! Ὅτι δέδωκας ἡμῖν, τὴν σὴν ἁγίαν Εικόνα, ὡς ἱλαστήριον θεῖον, καὶ κιβωτὸν ἁγιασμοῦ, καὶ καταφυγὴν ἐν ἀνάγκαις· πλουσίως γὰρ ἐκ ταύτης, παρέχεις πᾶσι τὰ αἰτήματα, καὶ ψυχικῶν λυτροῦσαι παθῶν, καὶ σωματικῶν ἀπαλλάττεις νόσων, καὶ πάσης ἄλλης ἐξαιρέτου ἀνάγκης, τοὺς προστρέχοντας τῇ σκέπῃ σου· διὸ βοῶμέν σοι· μὴ παύσης Πανύμνητε, προστατεύουσα ἡμῶν ἄχρι τερμάτων αἰῶνος, τῶν ταπεινῶν τεκνίων σου.

 

Ἀπόστιχα. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίρει ὡς ἀληθῶς, χαράν μεγάλην σφόδρα, ἡ Τῆνος Θεοτόκε, ἐπὶ τῇ ἀνευρέσει, τῆς θαυμαστῆς Εἰκόνος σου.

 

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Σύμπασα ἡ Ελλάς, προστρέχει Θεοτόκε, τῇ θείᾳ σου Εἰκόνι, καὶ χαῖρέ σοι κραυγάζει, ἁγνὴ Εὐαγγελίστρια.

 

Στ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Δέδωκας ἀληθῶς, χάριν πλουσιωτάτην, τῇ θείᾳ σου Εἰκόνι· ἔνθεν ὁ σύμπας κόσμος, ὑμνεῖ αὐτῆς τὰ θαύματα.

 

Δόξα. Τριαδικόν .

Σύνθρονε Παντουργέ, Τρισήλιε Θεότης, ἐλέησον τὸν κόσμον, πρεσβείαις τῆς Πανάγνου, καὶ μόνης Θεομήτορος.         

 

Καὶ νῦν. Θεοτοκίον.

Σῷζε ὡς συμπαθής, Παρθένε Θεοτόκε, ἐκ πάσης ἐπηρείας, τοὺς πίστει προσκυνοῦντας, τὴν θαυμαστὴν Εἰκόνα σου.

 

Νῦν ἀπολύεις, τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Πληθὺς ἡ τῶν Τηνίων ἐν ᾠδαῖς εὐφημήσωμεν, ἡμῶν τὴν πολιοῦχον καὶ τοῦ κόσμου προστάτιδα· πηγὴ γὰρ ἰαμάτων νῦν ἡμῖν, ἡ πάνσεπτος ἀνεύρηται Εἰκών, τῆς ἀχράντου Θεοτόκου· διό περ ἅπαντες ταύτῃ ἀναβοήσωμεν· χαῖρε τῶν σὲ τιμώντων ἡ ἐλπίς, χαῖρε ἡμῶν τὸ καύχημα, ἡ ῥυσαμένη τῆς κατάρας τὸ ἀνθρώπινον.

Δόξα. Καὶ νῦν. Ἕτερον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τὴν θείαν Εἰκόνα σου ἐκ τῶν λαγόνων τῆς γῆς, ἡμῖν ἐφανέρωσας δι’ ἐμφανείας τῆς σῆς, Παρθένε Πανύμνητε· ὅτε ἡ νῆσος Τῆνος, ἐν τῇ ταύτης εὑρέσει, χαίρει χαράν μεγάλην, καὶ πιστῶς σοὶ κραυγάζει· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! Ἐξ ἐγκάτων τῆς γῆς, ὡς λαμπὰς πολύφωτος, ἀνέτειλεν ἡ Εἰκών, τῆς Θεομήτορος. Λαμπρύνθητι ἐξ αὐτῆς, ἡ νῆσος Τῆνος ἐνθέως χορεύουσα. Εὐφράνθητι σὺν αὐτῇ ἡ τοῦ Χριστοῦ Ἐκκλησία κραυγάζουσα· Κεχαριτωμένη χαῖρε, ἡ αποκαλύψασα, ὡς θησαύρισμα μέγα, τὴν σεπτὴν ἡμῖν Εἰκόνα σου.

 

Βαβαὶ τῆς σῆς εὐδοκίας ἁγνή! Σὺ γὰρ τὴν Ὁσίαν, Πελαγίαν ἔμπλησας, ὀφθεῖσα αὐτῇ λαμπρῶς, τῆς σῆς χρηστότητος, καὶ ἔφησας πρὸς αὐτήν, πυνθανομένην μαθεῖν σου τὸ ὄνομα, ἐν στόματι νοερῷ· Εὐαγγελίζου ἡ γῆ χαρὰν κρείττονα, ἥτις σοὶ πιστῶς ἀντέφη· Οὐρανοὶ αἰνέσατε, τοῦ Κυρίου τὴν δόξαν, τοῦ ποιούντος τὰ παράδοξα.

 

Τῆς σῆς Εἰκόνος τὴν εὕρεσιν, Κεχαριτωμένη, εὐφροσύνως ἄγοντες, ὑμνοῦντες τὰς πρὸς ἡμᾶς, πολλάς σου χάριτας· οὐ μόνον γὰρ συμπαθῶς, τῇ νήσῳ Τήνῳ παρέχεις τὴν χάριν σου, ἀλλ’ ἅπασι βοηθεῖς, τοῖς προσφωνοῦσι τὸ μέγα σου ὄνομα, ἐξαιρέτως δὲ Παρθένε, σώζεις πάσης θλίψεως, τὴν Ἑλλάδα ὑμνοῦσαν, τὴν πολλήν κηδεμονίαν σου.

 

Προσόμοια ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς ἐπέστης πανύμνητε, Μοναχῇ τῇ θεόφρονι, ταύτῃ ἀπεκάλυψας τὴν Εἰκόνα σου, τὴν ὑπὸ γῆς πολλοῖς ἔτεσι, χρυσίον ὡς τίμιον, κεκρυμμένην αληθώς, ἧν εὑρόντες ἀνύμνησαν, ἀγαλλόμενοι, τῶν θαυμάτων σου Κόρη τὰς ἐκφάνσεις, καὶ τῶν θείων μεγαλείων, τὰς ὑπὲρ λόγον λαμπρότητας.

 

Τῇ κελεύσει σου εἴξαντες, τῶν Τηνίων οἱ πρόκριτοι, εἰς τὸν τόπον ἔδαμον ὃν ὑπέδειξας, ἔνθα ὀρύξαντες εὕραντο, τὴν θείαν Εἰκόνα σου, ὡς πηγὴν ἁγιασμοῦ, καὶ θησαύρισμα ἔνθεον, τῶν χαρίτων σου· ᾗ προσπίπτοντες Κόρη ἐκβοῶμεν· χαῖρε κόσμου προστασία, Εὐαγγελίστρια Δέσποινα.

 

Ὡς χαρᾶς εὐαγγέλιον, τῆς παντίμου Εἰκόνος σου, ἡ Ἑλλὰς ἐδέξατο τὴν ἐξεύρεσιν· ταύτης γὰρ ὤφθη προσφύγιον, καὶ μέγα προτείχισμα, ἐν κινδύνοις χαλεποῖς, καὶ παρέχει ἰάματα, θεραπεύουσα, ἀσθενείας Παρθένε καὶ ὀδύνας τῶν ἐν πίστει προσφοιτώντων, τῷ περιβλέπτῳ τεμένει σου.

 

 

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β’.

Σήμερον ἀνάμνησιν ἄγοντες Θεοτόκε, τῆς πρὸς ἡμᾶς προμηθείας σου, χαριστήριον αἶνον ᾄδομεν, τοῖς θαύμασι τῆς δόξης σου· ὅτι ὡς ἄλλην πηγήν, ἐξ Ἐδέμ προερχομένην, ἐκ τῶν ἀδύτων τῆς γῆς ἀνέδειξας, τὴν θαυματόβρυτον ἡμῖν Εἰκόνα σου· ταύτης γὰρ ἡ χάρις ἡ δαψιλής, τετραμερῶς μεριζομένη, τὴν τετραμέρειαν τῆς γῆς ἀρδεύει, ὡς χειμάῤῥους τρυφῆς, πρὸς εὐκαρπίαν νοητήν, καὶ παθῶν λύτρωσιν, καὶ σωτηρίαν τῶν θλιβομένων· ᾗ δέει πολλῷ καὶ πόθῳ παριστάμενοι, πιστῶς βοῶμέν σοι· δίδου ἡμῖν Δέσποινα, τῶν οἰκτιρμῶν σου τὰς δωρεάς, καὶ σῶζε ἡμᾶς, ἐκ πάσης περιστάσεως.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καἰ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτήν, ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

 

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α’.

Εὐαγγελίζου ἡ νῆσος Τῆνος, τῆς Θεοτόκου τὴν εὔνοιαν, καὶ σὺν αὐτῇ ἡ Ἑλλὰς σύμπασα, τὴν θαυμαστὴν αὐτῆς προστασίαν· ἰδοὺ γὰρ ὡς ἐχέγγυον, ἀσφαλὲς σοὶ δέδωκε, τῶν ἀγαθῶν αὐτῆς ὧν ἀπολαύεις, τὴν χαριτόβρυτον αὐτῆς Εἰκόνα, παραδόξως αὐτὴν φανερώσασα, ἐκ τῶν ταμείων τῆς γῆς˙ ὅθεν εὐσήμως κήρυξον, τῆς Παρθένου τὰ μεγαλεῖα, ὅτι πολλάκις σὲ ἠλέησεν, ὡς τοῦ ἐλέους Μήτηρ, καὶ ἐλεοῦσα οὐ παύεται, τοὺς εὐλαβῶς βοῶντας· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, καὶ διὰ σοῦ μεθ’ ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Ἦχος β’.

Ὡς Σιλωὰμ κολυμβήθραν ἀνέδειξας, καὶ ἰατρεῖον ἀληθὲς ἐπισκιάσει τῆς δόξης σου, τῆς σῆς μορφῆς τὴν ἐμφέρειαν, ἐν Τηνῳ Παρθένε· πᾶσαν νόσον θεραπεύει γὰρ, καὶ πᾶν δώρημα νέμει ἀγαθόν, τοῖς εὐλαβῶς προστρέχουσιν· ἡ γὰρ ταύτης χάρις, ἀνεξάντλητος οὖσα πανταχοῦ διαβεβόηται, καὶ πάντες ταύτῃ σπεύδουσι, σωτηρίαν εὑρεῖν καὶ ἔλεος· ἔνθεν πᾶσα ἡ γῆ, ἐπλήσθη τῶν θαυμάτων αὐτῆς, καὶ τῆς αἰνέσεως τῆς σῆς, πᾶσα γλῶσσα ἐξαγγέλλει τὸν ὕμνον βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

 

 

 

 

 

 

Ἦχος γ’.

Ἀγαλλιᾶται ἡ Τῆνος, καὶ ἐν Κυκλάσιν ἐπίσημος δείκνυται ὡς θησαυρὸν πλουτοῦσα πολυτάλαντον, τὴν δεδοξασμένην Εἰκόνα σου ὑπερένδοξε Δέσποινα· ἐν γὰρ ταύτῃ σὲ ἐδέξατο, ὡς τῶν ὅλων βασίλισσαν, ἐπισκεψαμένην αὐτὴν συμπαθῶς· καὶ λαμπρὸν σοὶ ναὸν ἐδείματο, ὡς περιφανὲς ἀνάκτορον, τῆς οὐρανίου δόξης σου, ἐν ᾧ ἐμφανέστερον ποιοῦσα, τῶν οἰκτιρμῶν σου τὸν πλοῦτον, πολλαχῶς εὐεργετεῖς, τοὺς πανταχόθεν συῤῥέοντας, καὶ ὀμοφώνως κράζοντας· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ἦχος δ’.

Ως δένδρον ζωής ανέδειξας, φυέν ἐκ γῆς παραδόξως, τῇ ευδοκία σου Κόρη, τὴν σὴν πάνσεπτον Εικόνα, ἐν τῇ νήσω Τήνω˙ ὡς γὰρ καρπούς αφθάρτους προβάλλεται, τὴν εξ αυτής προϊούσαν χάριν, καὶ τῶν θαυμάτων τὰς δωρεάς, καὶ τὰς εκδήλους ενεργείας, τῆς σωστικής προστασίας σου˙ καὶ σώζει πάσης θλίψεως, καὶ εξαίρει κινδύνων, καὶ χαράς πληροί καὶ ευφροσύνης τὰς καρδίας τῶν βοώντων˙ Χαῖρε Κεχαριτωμένη, ὁ  Κύριος μετά σου, ὁ έχων τὸ μέγα έλεος.

 

Δόξα. Καὶ νῦν. Ἦχος β’.

Δεῦτε ἅπαντες οἱ Τήνιοι, καὶ Ὀρθοδόξων οἱ δήμοι πάντες· τῇ Παρθένῳ δράμωμεν, τῇ φερωνύμως Ευαγγελιστρίᾳ· ἡμῖν εὐαγγελίζεται, διὰ τῆς σεπτῆς αὐτῆς Εἰκόνος, ἀγαθὰ ἀληθῆ, καὶ εἰρήνην καὶ ἔλεος, καὶ σωτηρίαν αἰώνιον· ἐνωτισθῶμεν οὖν ἅπαντες ἐν τοῖς ὠσὶ τῆς ψυχῆς, τὰς οὐρανίους ἐπαγγελίας, καὶ τῇ προξένῳ ἡμῖν, τῆς τοιαύτης χάριτος βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α’. Χαίροις ασκητικών.

Χαίροις, ἡ φωτοφόρος σκηνή, ἐξ ἧς προῆλθε σαρκωθεὶς ἐξ αἱμάτων σου, ὁ πάντων Θεὸς καὶ Κτίστης, τοῦ πρωτοπλάστου Ἀδάμ, τὴν κατάραν λύων ὡς φιλάνθρωπος· πηγή ἁγιάσματος, ἡ πηγάζουσα πάντοτε, ἀθανασίας, τὰ γλυκύῤῥοα νάματα, ἐξ ὧν πίνοντες, νοητῶς εὐφραινόμεθα· ἄχραντε παντευλόγητε, πιστῶν ἀγαλλίαμα, Εὐαγγελίστρια Κόρη, Τηνίων δόξα ὑπέρτιμος, καὶ πάσης Ἑλλάδος, προστασία ταχυτάτη, καὶ μέγα στήριγμα.

 

Στ.: Μνησθήσομαι τοῦ ονόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ὤφθης, ὑπερκοσμίῳ μορφῇ, τῇ θεοφόρῳ Πελαγίᾳ πανάχραντε, καὶ ταύτῃ ἀποκαλύπτεις, τὴν κεκρυμμένην ἐν γῇ, θεῖάν σου Εἰκόνα ὡς ηὐδόκησας, ἧν σπεύσαντες, θεοφρόνως οἱ Τήνιοι, χαίροντες εὗρον, ὡς ἁγίασμα ἔνθεον, καὶ θησαύρισμα, τῆς πλουσίας σου χάριτος. Ταύτης τὴν θείαν εὕρεσιν, φαιδρῶς ἑορτάζοντες, ἀνακηρύττομεν Κόρη, τὴν πρὸς ἡμᾶς σου χρηστότητα, δι’ ἧς πάσης νόσου, καὶ δεινών πειρατηρίων, ἀεὶ ῥυόμεθα.

Στ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Οἶκον, περικαλλὴ ἀληθῶς, ἡ νῆσος Τῆνός σοι ἐδείματο ἄχραντε, ᾧ ἄνωθεν ἡ σὴ χάρις, ἐπισκιάζει λαμπρῶς, οἷά περ νεφέλη χρυσαυγίζουσα, ἐν ᾧ καὶ προστρέχοντες, ἐν τῇ θείᾳ Εἰκόνι σου, σὲ καθορῶμεν, ὡς οὐράνιον ἄνασσαν, διανέμουσαν, ἐν χειρὶ πλουτοδότιδι, δόματα τὰ σωτήρια, ψυχῆς τε καὶ σώματος, καὶ ἀγαθῶν πᾶσαν δόσιν, καὶ ἀληθὴ ἀγαλλίασιν, ἁγνή Παναγία, τοῖς ἐν πίστει προσιούσι, τῇ ἀντιλήψει σου.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ’.

Ὡς ἱλαστήριον σεπτόν, τὴν σὴν ἁγίαν Εἰκόνα, κατασκιαζομένην τῇ δόξῃ σου, ἐδωρήσω ἡμῖν, Θεοτόκε ἄχραντε· ἱλασμὸν γὰρ ἀληθή, καὶ παθῶν ἀπαλλαγήν, καὶ πνεύματος καινότητα, ἐξ αὐτῆς κομιζόμεθα, εὐλαβῶς ταύτῃ προσπίπτοντες· διὸ καὶ βοῶμέν σοι, τὴν τοῦ ᾌσματος φωνήν· Τί ὡραιώθη ἡ ὄψις σου ἡ γεγραμμένη ἐν αὐτῇ! Ἀλλ’ ὦ Δέσποινα ἁγνή, μὴ παύσῃ παρέχουσα ἡμῖν τὴν σὴν βοήθειαν.

 

Νῦν ἀπολύεις, τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Πληθὺς ἡ τῶν Τηνίων ἐν ᾠδαῖς εὐφημήσωμεν, ἡμῶν τὴν πολιοῦχον καὶ τοῦ κόσμου προστάτιδα· πηγὴ γὰρ ἰαμάτων νῦν ἡμῖν, ἡ πάνσεπτος ἀνεύρηται Εἰκών, τῆς ἀχράντου Θεοτόκου· διό περ ἅπαντες ταύτῃ ἀναβοήσωμεν· χαῖρε τῶν σὲ τιμώντων ἡ ἐλπίς, χαῖρε ἡμῶν τὸ καύχημα, ἡ ῥυσαμένη τῆς κατάρας τὸ ἀνθρώπινον.

Δόξα. Καὶ νῦν. Ἕτερον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τὴν θείαν Εἰκόνα σου ἐκ τῶν λαγόνων τῆς γῆς, ἡμῖν ἐφανέρωσας δι’ ἐμφανείας τῆς σῆς, Παρθένε Πανύμνητε· ὅτε ἡ νῆσος Τῆνος, ἐν τῇ ταύτης εὑρέσει, χαίρει χαράν μεγάλην, καὶ πιστῶς σοὶ κραυγάζει· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.

Τὴν θείαν σου Μορφήν, ὑπὸ γῆν κεκρυμμένη, ἐν ᾗ ὁ Γαβριήλ, ἐκβοὰ σοὶ χαῖρε, εὑρόντες ἐπληρώθησαν, τῶν πολλῶν χαρισμάτων σου· ὅθεν σήμερον, ταύτης τὴν εὕρεσιν Κόρη, ἑορτάζοντες, ἐν ευφροσύνῃ καρδίας, ὑμνοῦμέν σε Δέσποινα. (Δίς).

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχύ προκατάλαβε.

Ὡς εἶδέ σε πάναγνε, ἡ εὐλαβὴς μοναχή, σπουδαίως ἀνήγγειλε, τὴν εὐδοκίαν τὴν σήν, Τηνίοις τοῖς δούλοις σου, οἵτινες ὑπουργοῦντες, τῇ σεπτῇ σου κελεύσει, εὗρον τὴν σὴν Εικόνα, ἐν χαρᾷ σοὶ βοῶντες· χαῖρε ἡ προστασία ἡμῶν καὶ βοήθεια. (Δίς).

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὸ προσταχθέν.

Ἀγαλλιάσθω ἐν Κυρίῳ νῆσος Τῆνος· ὅτι ηὐδόκησεν ἐν σοὶ ἡ Θεοτόκος, καὶ ὡς κέρας παρέσχε σοι Ἀμαλθείας, καὶ στάμνον φέρουσαν μάννα τὸ νοητόν, Εἰκόνα αὐτῆς τὴν θείαν καὶ θαυμαστήν, ἧς τιμῶσα τὴν εὕρεσιν, εὐχαριστηρίοις ἐν φωναῖς, τῇ Θεοτόκῳ βόησον· χαῖρε νύμφη ἀνύμφευτε. (Δίς).

 

Εἶτα, οἱ ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Το πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Στ.: Μνησθήσομαι τοῦ ονόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον κατὰ Λουκᾶν. Ζήτει τῇ 8 Σεπτεμβρίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Θεοτόκου…

Καὶ νῦν: Ταῖς τῆς Παναχράντου…

Ἰδιόμελον. Ἦχος πλ. β’. Στ.: Ἐλέησόν με ὁ Θεός…

Σήμερον ἡ Πανύμνητος Παρθένος, πηγὴν ἀγαθῶν ἡμῖν ἠνέωξεν ἐν τῇ θαυμαστῇ εὑρέσει, τῆς θαυματουργοῦ αὐτῆς Εἰκόνος· πᾶσι γὰρ παρέχει, δαψιλῶς τὰς αἰτήσεις, καὶ νόσους θεραπεύει, καὶ τῆς πονηρίας τὰ πνεύματα διώκει. Αὐτῇ βοήσωμεν· Θεοτόκε Δέσποινα, ἡ μητρικὴν συμπάθειαν ἡμῖν ἐνδεικνυμένη, ἄχρι τερμάτων βίου, σκέπε ἡμᾶς καὶ διάσωζε.

 

 

 

 

 

 

 

Ὁ πρῶτος Κανών, οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ Παρθένε τὴν σὴν Εἰκόνα. Γερασίμου.

ᾨδὴ α’. Ἦχος δ’. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου.

Ὑμνῆσαι προθέμενος, τῆς παναγίας Εἰκόνος σου, Παρθένε τὴν εὕρεσιν πρός σε κατέφυγον, άλλ’ ὦ Πάναγνε, παράσχου μοι σοφίαν, καὶ μέλψω τὰ θαύματα ταύτης τὰ άπειρα.

Μεγίστης ἠξίωται, ἡ νῆσος Τῆνος λαμπρότητος, καὶ δόξης καὶ χάριτος, ἐν τῇ εὑρέσει ἁγνή, τῆς Εἰκόνος σου· διὸ καὶ μεγαλύνει, ευὐσήμοις ἐν χείλεσι, τὴν σὴν χρηστότητα.

Νυκτὶ ὡς ἐφέστηκας, ἐν ἐπαλλήλῳ ὁράματι, τὴν σὴν ἀπεκαλύψας, τῇ Πελαγίᾳ ἁγνή, θαυματόβρυτον, Εἰκόνα Θεοτόκε ἧν πίστει, εὑράμενοι, σὲ μεγαλύνομεν.

Ὡς σκέπη σωτήριος, καὶ ἀψευδὲς καταφύγιον, τὴν Τῆνον τὴν νῆσον σου, σκέπε ἑκάστοτε, Κόρη πάναγνε, καὶ πᾶσαν τὴν Ἑλλάδα, ἐχθρῶν ἐπιθέσεως, φύλαττε ἄτρωτον.

 

Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς: Τῆνος Παρθένε ἐν σοὶ χορεύει. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.

Τηνίων δόξα καὶ χαρὰ καὶ καύχημα, καὶ παντὸς κόσμου σαφῶς, ἀληθὴς προστάτις, καὶ θερμόν προσφύγιον, ἁγνὴ Εὐαγγελίστρια, τοῖς προστρέχουσι πόθῳ, τῇ παναγίᾳ Εἰκόνι σου, δίδου συμπαθῶς τὰ αἰτήματα.

Ἡ ὑπὸ γῆν κεκαλυμμένην πρότερον, πολλοῖς ἐν ἔτεσι, θαυμαστὴ Εἰκών σου, ἤδη ἀνατέταλκεν, ὡς ἥλιος πολύφωτος, καταυγάζουσα κόσμον, Εὐαγγελίστρια Δέσποινα, ταῖς τῶν θαυμασίων ἐλλάμψεσι.

Νόσους ἰᾶται καὶ ὑγείαν δίδωσι, ψυχῆς καὶ σώματος, ἡ πλουσία χάρις, ἡ ὡς ὕδωρ ἄφθαστον, ἐκ τῆς Εἰκόνος βλύζουσα, τῆς ἁγνῆς Θεοτόκου· δεῦτε προσέλθωμεν ἄνθρωποι, ἵνα λυτρωθῶμεν τοῦ χείρονος.

Ὁλολαμπὲς τοῦ Ἰησοῦ παλάτιον, καὶ φωτοφόρε ναέ, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Παντάνακτος, Εὐλογημένη Δέσποινα, Θεοτόκε Μαρία, τῆς οὐρανίου λαμπρότητος, πλῆσον τὰς ψυχάς τῶν ὑμνούντων σε.

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ γ’. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

Πηγὴ χαρισμάτων τῆς σῆς δόξης, καὶ πλοῦτος τῶν θείων οἰκτιρμῶν, τῆς μητρικῆς εὐνοίας σου, Παρθένε ἡμῖν δέδωκας, τὸ θεῖόν σου Ἐκτύπωμα, οὗ τῇ εὑρέσει ὑμνοῦμέν σε.

Ἀγγέλων χορεῖαι ἀοράτως, καὶ πλῆθη ἀνθρώπων εὐλαβῶς, παρίστανται πανάμωμε, τῇ ἱερᾷ Εἰκόνι σου, καὶ μετὰ δέους ᾄδουσι, τὰ παμφαῆ μεγαλεῖά σου.

Ῥημάτων τῶν σῶν ἡ Πελαγία, ὡς ἤκουσε Κόρη μυστικῶς, ἐν εὐφροσύνῃ ἔδραμε, καὶ τοῖς προκρίτοις ἤγγειλε, τὴν περὶ τῆς Εἰκόνος σου, θεοφανὴ εὐδοκίαν σου.

Θεῖόν σοι ναὸν φωτοφόρον, ὡς μέγα ἀνάκτορον ἁγνή, οἱ Τήνιοι ἀνήγειραν, ἔνθα πιστῶς ἀνέθεντο, τὸ θεῖόν σου Ἐκτύπωμα, ὡς θησαυρὸν ὑπερκόσμιον.

 

Δεύτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.

Πᾶσα ἡ γῆ Προφητικῶς, ἐκ τῶν θαυμάτων ἐπλήσθη, τῆς πανσέπτου σου Εἰκόνος Παρθένε, καὶ τὴν αἴνεσιν τὴν σήν, καὶ τὸ σεπτόν σου ὄνομα, πᾶσα δοξάζει γλώσσα, Εὐαγγελίστρια ἄχραντε.

Ἀνερμηνεύτως ἐκ γαστρός, τεκοῦσα τὸν Θεὸν Λόγον, σαρκωθέντα ἐξ ἁγνῶν σου αἱμάτων, ἀνερμήνευτα τελεῖς, καὶ ξένα Κόρη πράγματα, εἰς σωτηρίαν πάντων, τῶν εὐσεβῶς ἀνυμνούντων σε.

Ῥέει ἀένναος ἁγνή, ἐκ τῆς σεπτῆς σου Εἰκόνος, ἡ ἐν ταύτῃ πλουσιόδωρος χάρις, ὡς χειμάῤῥους τῆς τρυφῆς, καὶ κατευφραίνει πάντοτε, τοὺς ἀπεκδεχομένους, τὸ παρά σου θεῖον ἔλεος.

Θραῦσον δαιμόνων τὴν ἰσχύν, τῶν καθ’ ἡμῶν μαινομένων, ἰσχυρά σου προστασία  Παρθένε, καὶ εἰρήνην ἀσφαλῆ, καὶ βίον ἀστασίαστον, παράσχου τοῖς αἰνοῦσι, τὰ μεγαλεῖα τῆς δόξης σου.

 

Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.

Θεῖον δώρημα, τῆς σῆς προνοίας, καὶ ἐχέγγυον, τῶν οἰκτιρμῶν σου, τὴν σὴν ἁγίαν Εἰκόνα ἀνέδειξας, ἐν ἡ χαρᾶς εὐαγγέλια μέλπει σοι, ὁ Γαβριὴλ παρεστὼς μετὰ δέους σοι· ὅθεν Τήνιοι, τὴν ταύτης ἄγοντες εὕρεσιν, τὸ χαῖρε Θεοτόκε κραυγάζομεν. (Δίς).

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ δ’. Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ.

Ἑορτάζει γηθομένη, νῦν ἡ Τῆνος Πανύμνητε, τῆς σεπτῆς μορφῆς σου, τὴν θαυματουργὸν ἀποκάλυψιν· ὅτι αὐτὴν πλοῦτον ἄσυλον ἐκέκτητο, καὶ κραταίωμα καὶ ἱερόν καταφύγιον.

Νεανίσκοι καὶ παρθένοι, καὶ πρεσβῦται καὶ ἄρχοντες, ἡλικία πᾶσα, καὶ πᾶν Θεοτόκε ἀξίωμα, τῇ θαυμαστῇ σου Εἰκόνι πόθῳ σπεύδουσι καὶ λαμβάνουσι, σωτηριώδη δωρήματα.

Ἐν μυχῷ γῆς κεκρυμμένη, πολλοῖς χρόνοις Πανύμνητε, ἡ σεπτὴ Εἰκών σου, οἷά περ χρυσίον πολύτιμον, τῇ χάριτί σου ἀλώβητος τετήρηται, ἧν εὑράμενοι, πνευματικῶς ἀγαλλόμεθα.

Τῆνος ἡ νησῖς Παρθένε, τῇ σῇ δόξῃ περίβλεπτος, καὶ δεδοξασμένη, ὤφθη ἐν ταῖς νήσοις καὶ αἴνεσιν, εὐγνωμονοῦσα σοὶ ᾄδει μετὰ πίστεως, τὴν Εἰκόνα σου, περικυκλοῦσα τὴν ἄχραντον.

 

Δεύτερος. Σύ μου ἰσχύς.

Ἔχει τὴν σὴν, ὡς ἀληθῶς περιβόητον, ἐν σημείοις, καὶ ποικίλοις θαύμασιν, Εἰκόνα Κόρη τὴν ευκλεή, οὐ μόνον ἡ Τῆνος, ἀλλὰ καὶ ἅπαν τὸ Ἔθνος σου; Ἑλλάς ἡ Χριστοφόρος, ὡς προσφύγιον μέγα, καὶ χαράν καὶ ὀχύρωμα ἄῤῥηκτον.

Νόσοι δειναί, καὶ πάθη τὰ χαλεπώτατα, ἐξιώνται, καὶ δαιμόνων δύναμις, Κόρη διώκεται ἰσχυρῶς, τῇ ἐπισκιάσει τῆς παναγίας Εἰκόνος σου· ἐντεῦθεν ἰατρεῖον, μυστικὸν ἀνεδείχθη, ὁ ἐν Τηνῳ ναός σου  ὁ ἅγιος.

Ἐκ πάσης γῆς, καὶ πάσης χώρας προστρέχοντες, οἱ ποικίλαις, νόσοις συνεχόμενοι, καὶ κακουχούμενοι χαλεπῶς, τῷ σεπτῳ σου οἴκῳ ἐκ τῆς ἁγίας Εἰκόνος σου, λαμβάνουσιν ὑγείαν, καὶ τὴν ῥῶσιν Παρθένε, ἀνυμνοῦντες τὴν σὴν ἀγαθότητα.

Ἔνδον τῆς γῆς, χρόνοις πολλοῖς ὡς ἐκρύπτετο, τὸ σεπτόν σου, ἄχραντε ἐκτύπωμα, μὴ λυμανθὲν μηδόλως φθαρέν, τῇ πολυετίᾳ, τὴν σὴν  ἐκφαίνει λαμπρότητα, καὶ τῆς ἀδιαφθόρου, παρθενίας τὸ κλέος, καὶ τὸ μέγεθος Κόρη τῆς δόξης σου.

Νοῦς ἀτονεῖ, βροτῶν αἰνεῖν σου τὰ θαύματα, καὶ Ἀγγέλων, τάξεις καταπλήττονται, τῆς ὑπερφώτου σου καλλονῆς, Κόρη τὰς ἐλλάμψεις· ὅτι Θεόν ἡμῖν τέτοκας, καὶ ὤφθης ἀνωτέρα, τῶν κτισμάτων ἁπάντων, καὶ ταμεῖον τοῦ πλούτου τῆς χάριτος.

 

 

 

 

 

 

 

 

ᾨδὴ ε’. Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.

Ἡλίου λαμπρότερον, ἀπὸ γῆς ἀνέτειλε, Κόρη ἡ ὑπέρλαμπρος Εἰκών σου, καὶ καταυγάζει τῆς γῆς τὰ πέρατα, ταῖς τῶν δωρεῶν μαρμαρυγαῖς, καὶ ἀκτῖσιν ἄχραντε, τῶν θαυμάτων ἑκάστοτε.

Νοσοῦντες τὴν ἴασιν, παράλυτοι ἀνόρθωσιν, καὶ δαιμονιῶντες θεραπεῖαν, Κόρη εὑρίσκουσι καταφεύγοντες τῇ σεπτῇ Εἰκόνι σου πιστῶς· ἔνθεν μεγαλύνουσι, τὴν πολλὴν εὐσπλαχνίαν σου.

Σκηνή θεοχώρητε, Θεοῦ τοῦ Παντοκράτορος, Κεχαριτωμένη Θεοτόκε, σκήνωμα δόξης τῆς σῆς ἀνέδειξας, τὸν ἐν Τηνῳ θεῖόν σου ναόν· τούτῳ προσφοιτώσα γάρ, πᾶσι δίδως τὴν χάριν σου.

Ἡνίκα κατεῖδέ σε, ἡ Πελαγία ἔφησε· Τίς εἰ ἡ λαλοῦσά μοι τοιαῦτα; Εὐαγγελίζου  χαρὰν μεγάλην ἡ γῆ, ταύτῃ ἀνεβόησας ἁγνή, καὶ χαρᾶς ἐπλήρωσας, τὴν ψυχὴν αὐτῆς Δέσποινα.

 

Δεύτερος. Ἵνα τί με ἀπώσω.

Σωτηρίαν παρέχει, τὴν κατὰ ψυχήν καὶ σῶμα ἐκάστοτε, Κεχαριτωμένη, τοῖς ἐν πόνοις πικροῖς κινδυνεύουσιν, ἡ σεπτὴ Εἰκών σου· ὅθεν τὴν σὴν ἁγίαν κλῆσιν, πάσῃ ὥρᾳ φωνοῦντες σωζόμεθα.

Οἱ τὴν γῆν κατοικοῦντες, δεύτε ἐν τῇ νήσῳ τῆς Τήνου προσέλθωμεν· ἡ γὰρ Θεοτόκος, ἐν αὐτῇ ὡς οὐράνιος ἄνασσα· πᾶσι διανέμει, ἐκ τῆς σεπτῆς αὐτῆς Εἰκόνος, πᾶσαν χάριν καὶ ῥῶσιν καὶ ἔλεος.

Ἴδε Κόρη Παρθένε, ἴδε συμπαθείας εὐσπλάγχνῳ σου ὄμματι, τοὺς θερμῇ τῇ πίστει, προσελθόντος τῇ θείᾳ Εἰκόνι σου· πόῤῥωθεν γὰρ ἦλθον λαβεῖν ἐκ ταύτης Θεοτόκε, καὶ χαρὰν καὶ δεινῶν ἀπολύτρωσιν.

Χαριστήριον αἶνον, ευὐχαρίστως ᾄδομεν τῇ σῇ χρηστότητι, Κεχαριτωμένη· ὅτι σώζεις ἡμᾶς πάσης θλίψεως, καὶ παθῶν καὶ νόσων, ἀπαλλαγὴν ταχείαν δίδως, τοῖς πρὸς σὲ ἀφορώσιν ἐκ πίστεως.

 

ᾨδὴ στ’. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον

Ναῷ τῷ σῷ Παναμώμητε, ὁ πάλαι σοὶ ἐδείμαντο Τήνιοι, πιστῶς συῤῥέοντες, πλῆθη ἀνθρώπων κομίζονται, ἕκαστος οὗπερ δεῖται, ἐκ τῆς Εἰκόνος σου.

Ἐπιφανεῖς τε καὶ ἄσημοι, ἀρχόμενοι Παρθένε καὶ ἄρχοντες, τὴν χαριτόβρυτον, περικυκλοῦντες Εἰκόνα σου, καρποῦνται τὴν ἐκ ταύτης, πλουσίαν ὄνησιν.

Ισχύος πύργωμα ἄσειστον, γενοῦ τῇ νήσῳ Τηνῳ Πανύμνητε, ἐν ᾗ ἀνέδειξας, τὴν παναγίαν Εἰκόνα σου, ἐκ τῶν τῆς γῆς ταμείων, πλοῦτον οὐράνιον.

Κόσμος ὁ σύμπας εὐφραίνεται, Παρθένε τοῖς πολλοῖς μεγαλείοις σου, καὶ ἐξαιρέτως δέ, Ἑλλὰς χορεύει τῇ δόξῃ σου· ὅτι αὐτὴν οἰκεῖον, κλῆρον ἀνέδειξας.

 

 

Δεύτερος. Ἱλάσθητί μοι Σωτήρ.

Ὁ θρόνος ὁ τοῦ Θεοῦ, ὁ ὑψηλός καὶ περίβλεπτος, ἡ στάμνος ἡ λογική, τοῦ μάννα τῆς χάριτος, Παρθένος ἡ ἄχραντος, ἀνυμνολογείσθω, ἡ τῆς Τήνου θεία ἔφορος.

Ῥῶσιν παράσχου ἁγνή, καὶ τῶν κακῶν ἀπολύτρωσιν, τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ Εἰκόνι σου, καὶ τὸ σὸν γλυκύτατον, ὄνομα φωνοῦσιν, ἐκ ψυχῆς Εὐαγγελίστρια.

Εἰς πᾶσαν ἐξῆλθεν γῆν, ἡ χάρις ἡ τῆς Εἰκόνος σου· ἐντεῦθεν στίφη λαῶν, πανταχόθεν ἄχραντε, ταύτῃ καταφεύγουσιν, ὡς ἂν τῶν ἀΰλων, δωρεῶν αὐτῆς τρυφήσωσι.

Ἐλαία κατὰ Δαβίδ, Εὐαγγελίστρια Δέσποινα, ὁρᾶται ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, Εἰκών σου ἡ ἄχραντος, καὶ πιστοῖς βλυστάνει, τῆς ευνοίας σου τὸ ἔλεος.

 

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.

Τῆς παναγίας σου Εἰκόνος τὴν ἀνεύρεσιν, Εὐαγγελίστρια φαιδρῶς πανηγυρίζοντες, τὰς ἀπείρους σου ὑμνοῦμεν εὐεργεσίας· ἐξ αὐτῆς γὰρ ἀναβλύζεις χάριν ἄφθονον, καὶ παρέχεις καθ’ ἑκάστην τὰ ἰάματα, τοῖς βοῶσί σοι· χαῖρε νύμφη ἀνύμφευτε.

Ὁ Οἶκος.

Ἄνωθεν ἐπιστᾶσα, τῇ σεμνῇ Πελαγίᾳ ταύτῃ φανεροῖς τὴν σὴν Εἰκόνα· ἔνθεν δραμόντες μετὰ σπουδῆς, ὑπὸ γῆν ταύτην ἀνεῦρον ὡς εἴρηκας· ᾗ πίστει παριστάμενοι, βοῶμέν σοι ἁγνὴ τοιαῦτα·

Χαῖρε, δι’ ἧς ἡ Τῆνος ηὐφράνθη·

χαῖρε, δι’ ἧς ἡ Ἑλλάς ἠγάσθη.

Χαῖρε, τῶν ποικίλως πασχόντων ἡ ἴασις·

χαῖρε, τῶν ἐν πόνοις καὶ θλίψεσι λύτρωσις.

Χαῖρε, ὄνομα περίδοξον καὶ πανθαύμαστον ἐν γῇ·

χαῖρε, πᾶσιν ἡ παρέχουσα σωτηρίαν ἀληθή.

Χαῖρε, ὅτι ὑπάρχεις χαρμονὴ τῶν Τηνίων·

χαῖρε, ὅτι τυγχάνεις σκέπη πάντων Ἑλλήνων.

Χαῖρε, πηγή πλουσίας χρηστότητος·

χαῖρε, τρυφὴ πιστῶν πολυπόθητος.

Χαῖρε, δι’ ἧς πᾶσα βλάβη σοβεῖται·

χαῖρε, δι’ ἧς πᾶσα χάρις δωρεῖται.

Χαῖρε, νύμφη ανύμφευτε.

 

Συναξάριον.

Τῇ λ’ τοῦ αὐτοῦ μηνός, μνεῖαν ἄγομεν τῆς εὑρέσεως ἐν τῇ νήσῳ Τηνῳ, τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς Εὐαγγελιστρίας, γενομένης ἐν ἔτει σωτηρίῳ 1823ῳ.

Ταῖς τῆς Παναχράντου σου Μητρὸς πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Αμήν.

ᾨδὴ ζ’. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν.

Ὅτε εὕραντο, τὴν ἔνδοξον Εἰκόνα σου, Κόρη οἱ Τήνιοι, ἐν γῇ καθάπερ χρυσόν, τὴν σὴν πάντες ἤνεσαν, μεγαλειότητα, ἧς τὴν εὕρεσιν γεραίροντες οὐ παύομεν, ἀνυμνεῖν σε Θεοτόκε.

Νῆσοι ἅπασαι, τῇ θαυμαστῇ Εἰκόνι σου, πίστει προστρέχουσι, καὶ πᾶσα πόλις ὁμοῦ, καὶ χῶρα καὶ ἤπειρος, ὡς ἂν τῆς χάριτος, ἀποδρέψωνται, τῆς σῆς ἐκ ταύτης ἄχραντε, τοὺς καρποὺς τοὺς ἀθανάτους.

Ἀκατάληπτος, ὁ τόκος σου καὶ ἄφραστος, πέλει πανάμωμε˙ τὸν γὰρ Θεὸν ἐν γαστρί, ἀῤῥήτως γεγέννηκας˙ ἔνθεν ἡ δόξα σου, τὰ οὐράνια, ὁμοῦ καὶ τὰ ἐπίγεια, ἐξιστᾶ Θεογεννήτορ.

Γέρας ἄφθαρτον, καὶ στέφανον ἀμάραντον, δόξαν ὑπέρτιμον, καὶ θησαυρὸν ἀληθῆ, καὶ κρήνην βλυστάνουσαν, χάριν καὶ ἔλεος, τὴν Εἰκόνα σου, ἡ Τῆνος ἐπλούτησε, χαίρει σφόδρα Θεοτόκε.

 

Δεύτερος. Παῖδες Ἑβραίων.

Ὕδωρ ἀθάνατον πηγάζει, παρακλήσεως καὶ θείας εὐφροσύνης, ἡ σεπτή σου Μορφή, ἐν Τήνῳ Θεοτόκε, καὶ τῶν παθῶν τοὺς ἄνθρακας, καὶ τῶν θλίψεων σβεννύει.

Εὕρεσιν Κόρη τὴν ἁγίαν, ἑορτάζοντες τῆς θείας σου Εἰκόνος, τὴν πολλὴν πρὸς ἡμᾶς, ὑμνοῦμέν σου ἀγάπην· ὅτι ἡμᾶς Πανάχραντε, διὰ ταύτης ἐπεσκέψω.

Ἴασε Κόρη  τῆς ψυχῆς μου, τὰ συντρίμματα καὶ τὰς νόσους, τῆς Εἰκόνος τῆς σῆς, τὴν εὕρεσιν τιμῶντες, ἁγνὴ Εὐαγγελίστρια, τῆς πλουσίως δοξασθείσης.

Γέγονεν ὄντως Θεοτόκε, τῆς Εἰκόνος σου ἡ εὕρεσις ἐν Τήνῳ, ἑορτῆς καὶ χαρᾶς, ὑπόθεσις ἁγίας καὶ ἄγγελμα οὐράνιον, τῆς πολλῆς σου εὐσπλαγχνίας.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Ἔτεκες ἀφράστως Θεοτόκε, τὸν πάντων Δημιουργὸν ἐν ὕλῃ σώματος, κόσμον ἀνορθούμενον, τῆς ἀρχαίας πτώσεως, νῦν δὲ λαμπρῶς ἐδόξασας ἐπισκιάσει σου, ἐν Τήνῳ τὴν σεπτήν σου Εἰκόνα, καὶ ταύτην ἐν κόσμῳ περιφανῇ, εἰργάσω.

Ῥύπων ψυχικῶν ἀποκαθαίρεις, καὶ πόνων σωματικῶν λυτροῦσαι τάχιστα, καὶ παντοίων θλίψεων, ἀπαλλάττεις Δέσποινα, τοὺς εὐλαβῶς προστρέχοντας Εὐαγγελίστρια, τῇ θείᾳ καὶ σεπτῇ σου Εἰκόνι˙ διὰ τοῦτο Κόρη, ἀπαύστως σὲ ὑμνοῦμεν.

Ἅπασα ἀξία Θεοτόκε, καὶ τάξις καὶ ἡλικία καὶ πᾶν σύστημα, σπεύδουσιν ἐκ πίστεως, τῇ σεπτῇ Εἰκόνι σου, κοινὸν γὰρ καταφύγιον καὶ ἱλαστήριον, καὶ θεῖον πρυτανείον ἐδείχθη, καὶ ἀπαύστως νέμει, ἑκάστω τὰς αἰτήσεις.

Στήλην γεγραμμένην τῷ φωτί σου, τὴν θείαν σου εὐσπλαγχνίαν καὶ χρηστότητα, τὸ τῆς ἐμφερείας σου, ἔνδοξον Ἐκτύπωμα, ἀνέδειξας τοῖς δούλοις σου Εὐαγγελίστρια˙ ἐν τούτῳ γὰρ ἐκδήλους ὁρῶμεν, τὰς ἐκφαντορίας, τοῦ πρὸς ἡμᾶς σου φίλτρου.

 

Δεύτερος. Ἑπταπλασίως κάμινον.

Ἐκ τῶν λαγόνων ἔλαμψε, τῶν τῆς γῆς Παναμώμητε, τῇ σῇ προμηθείᾳ ἡ λαμπρὰ Ἐμφέρεια, τῆς σῆς ὁμοιώσεως, καὶ παναχράντου ὄψεως ἔνθα ὁ σεπτός, σοὶ Γαβριὴλ ανακράζει˙ χαρᾶς χαῖρε δοχείον˙ χαῖρε δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.

Ῥάβδος ἁγιοβλάστητος, ἐξ ἧς ἄνθος ἀμάραντον, ἔφυ ἀποτίστως τῆς ζωῆς ὁ Κύριος, Παρθένος ἡ ἄχραντος, ὡς ἄλλην ῥάβδος ἔντιμον, ἔδειξεν ἡμῖν, αὐτῆς τὴν θείαν Εἰκόνα, ἀεὶ ἀνθηφοροῦσαν, τὴν σεπτὴν ταύτην χάριν, καὶ νέμουσαν τοῖς πᾶσιν, ὀσμήν ἀθανασίας.

Ἀγγελικαί λαμπρότητες, περιέουσιν ἄχραντε, ἐν ἀγαλλιάσει τὴν λαμπρὴν Εἰκόνα σου, βροτῶν δὲ οἱ σύλλογοι, φόβῳ ταύτῃ ἱστάμενοι, σὺν τῷ Γαβριήλ, τῷ Ἀρχαγγέλῳ βοῶσι˙ χαῖρε Παρθενομῆτορ, χαρᾶς τῆς παγκοσμίου, αἰτία καὶ τῆς πάντων, πρόξενος σωτηρίας.

Σὲ ἀσφαλὲς προπύργιον, καὶ ὀχύρωμα ἄσειστον, καὶ καταφυγὴν ἐν πάσαις περιστάσεσι, πλουτούῦσα Πανάμωμε, Ἑλλὰς ἡ Χριστεπώνυμος ἧν περ ἔθνος σόν, καὶ περιούσιον κλῆρον, Παρθένε ἀπεφήνω, μητρικῇ συμπαθείᾳ, λυτροῦται πάσης βλάβης, τῇ σῇ ἐπισκιάσει.

 

 

 

 

 

 

 

 

ᾨδὴ θ’. Ὁ Εἱρμός. Ἅπας γηγενής.

Ἴδε συμπαθῶς, Παρθένε Πανάμωμε τοὺς καταφεύγοντας, τῇ σεπτῇ Εἰκόνι σου, καὶ ἐξαιτοῦντας τὴν σὴν βοήθειαν, καὶ δίδου τούτοις ἄχραντε ῥῶσιν καὶ ἴασιν, καὶ ταχεῖαν λύτρωσιν, καὶ πταισμάτων θεόθεν τὴν ἄφεσιν.

Μάννα νοητόν, παρέχει ἑκάστοτε τῇ σῇ χρηστότητι, ἡ Εικών σου ἄχραντε, ὡς μανναδόχος στάμνος πολύτιμος, χαριτωθείσα Δέσποινα Ἁγίῳ Πνεύματι˙ διὰ τοῦτο, ταύτη καταφεύγοντες, τῶν παθῶν τῆς πικρίας λυτρούμεθα.

Ὅμιλοι πιστῶν, συῤῥέουσι πάντοτε ἐκ πάσης χώρας ἁγνή, τῷ ἐν Τήνῳ οἴκῳ σου, ἔνθα Εἰκών σου ἡ χαριτόβρυτος, ᾗ εὐλαβῶς προσπίπτοντες ψυχῆς καὶ σώματος, τὴν ὑγείαν ἐξ αὐτῆς λαμβάνουσι, καὶ παντὸς δυσχεροῦς ἀπολύτρωσιν.

Ὕμνοις καὶ ᾠδαῖς, τιμῶντες τὴν εὕρεσιν Εὐαγγελίστρια, τῆς σεπτῆς Εἰκόνος σου, τὴν πρὸς ἡμᾶς σου μεγίστην πρόνοιαν, κηρύττομεν ἑκάστοτε διαπρυσίῳ φωνῇ˙ ἀλλὰ Κόρη, ἐσαεί περίεπε, καὶ διάσωζε ταύτην τὴν νῆσόν σου.

 

Δεύτερος. Ἐξέστη ἐπὶ τούτῳ.

Ἰδοὺ πάντες συνήλθομεν εὐλαβῶς, τῷ ἁγίῳ ναῷ σου Πανάμωμε καὶ τῇ σεπτῇ καὶ εὐκλεεῖ Εἰκόνι σου προσπίπτοντες, λῦσιν ἐξαιτοῦμεν δυσχερειῶν, καὶ πᾶσαν εὐπραγίαν, ἐν βίῳ καὶ εἰρήνην˙ ἧν ἡμῖν δίδου Παντευλόγητε.

Μεγίστης εὐκληρίας ὡς ἀληθῶς, καὶ τιμῆς καὶ εὐκλείας ἠξίωται, καὶ πάσῃ γῇ ἔνδοξος ὁρᾶται καὶ ἐμφανής, ἡ νῆσος Τῆνος ἄχραντε, φέρουσα ἐν κόλποις περιχαρῶς, τὴν θείαν σου Εἰκόνα, τὴν κατηγλαϊσμένην, ταῖς τῶν θαυμάτων ἐπιδείξεσι.

Ὁ οἶκός σου ὁ θεῖος καὶ εὐαγής, ὡς ἀνάκτορον μέγα καὶ πάμφωτον, πέλει ἁγνή, ἔνθα ὡς βασίλισσα εὐκλεής, Εἰκών σου ἡ ὑπέρλαμπρος, δορυφορουμένη ὑπὸ πιστῶν, αἰνούντων καθ’ ἑκάστην, Παρθένε Θεοτόκε, τὰ μεγαλεῖα τῆς σῆς χάριτος.

Ὑμνεῖν αδιαλείπτως πάντες ἡμεῖς, ἐποφείλομεν Κόρη οἱ δοῦλοί σου, τὴν πρὸς ἡμᾶς χάριν καὶ ἀγάπην σου πρὸς τὴν πολλήν, ἀλλ’ ἀποροῦντες ἄχραντε, μέλπειν τὰς πλουσίας σου δωρεᾶς, ψυχῇ συντετριμμένῃ, προσπίπτομεν βοῶντες˙ Σκέπε ἡμᾶς ἀεὶ Παντάνασσα.

 

 

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἡ νῆσος Τῆνος χόρευε, προστάτιν θείαν ἔχουσα, τὴν βασιλίδα τοῦ κόσμου, πλουσίᾳ ταύτης προνοίᾳ καὶ ταύτης τὸ Ἐκτύπωμα τὸ θαυμαστόν καὶ ἔνδοξον, ὡς θησαυρὸν πλουτήσασα, χαριστηρίους αἰνέσεις, ᾄδε ἀεὶ τῇ Παρθένῳ.

Ἕτερον. Τῶν Μαθητῶν ὁρώντων σε.

Τῇ τῆς σεπτής Εἰκόνος σου ἀνευρέσει, πνευματικῶς χορεύοντας Θεοτόκε, ἑορτὴν λαμπρὰν πανηγυρίζομεν, εἰς δόξαν σὴν καὶ αἴνεσιν˙ ὅτι ἡμῖν ἐπεφάνης, τῇ ταύτης ἐπιφανείᾳ.

 

Εἰς τοὺς Αἴνους. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ἀγαλλιᾶται ἡ Τῆνος Παρθένε ἄχραντε, ἐπὶ τῇ ἀνευρέσει, τῆς σεπτῆς σου Εἰκόνος, καὶ ταύτην ἑορτάζει χαρμονικῶς, ὡς χαρᾶς κοινῆς πρόξενον˙ ταμεῖον ἔδειξας ταύτην γὰρ τῶν πολλῶν, πρὸς ἡμᾶς Κόρη χαρίτων σου.

 

Τῆς θαυμαστῆς σου Εἰκόνος Εὐαγγελίστρια, εἰς πᾶσαν γῆν ἐξῆλθεν, ἡ σωτήριος χάρις, πιστοῖς εὐαγγελίζουσα μυστικῶς, οὐρανίου χρηστότητος, τὰς δαψιλεῖς διαδόσεις τοῖς πρὸς αὐτήν, θεοφρόνως καταφεύγουσι.

 

Τὴν ὑπὸ γῆν κεκρυμμένην ἀῤῥήτοις κρίμασι, χρόνοις πολλοῖς Παρθένε, ἱεράν σου Εικόνα, ἀλώβητον φυλάξασα τῇ φθορᾷ, τῇ σῇ χάριτι ἄχραντε, δι’ ἐμφανείας σου θείας ταύτην ἡμῖν παραδόξως ἐφανέρωσας.

 

Τοὺς καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἄχραντε, τῇ θείᾳ σου Εἰκόνι, εὐλαβῶς προσιόντας φύλαττε ἐκ πάσης ὀργῆς καὶ φθορᾶς, καὶ νοσοῦσι τὴν ἴασιν, καὶ θλιβομένοις τὴν θείαν ἀναψυχήν, δίδου πάντοτε δεόμεθα.

 

Δόξα, καὶ νῦν. Ἦχος πλ. α’.

Πανηγυρίζοντες σήμερον, ἐν τῇ εὑρέσει Κόρη, τῆς σεπτῆς Εἰκόνος σου, ᾄσμα καινὸν σοὶ ᾄδομεν, κατὰ Δαβὶδ τὸν θείον· ὅτι ἡ ἔσωθεν δόξα σου, ἐν αὐτῇ ἐκκέχυται, καὶ ἐμφανέστερος δι’ αὐτῆς, πρὸς ἡμᾶς γέγονεν, ὁ πλοῦτος τῆς χρηστότητός σου˙ ὅθεν ταύτην περικυκλοῦντες, ὡς κιβωτόν ἁγιάσματος, βοῶμέν σοι ἄχραντε. Ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ἡμᾶς διάσωζε, καὶ τῆς οὐρανῶν βασιλείας ἀξίωσον, οἷα Μήτηρ Χριστοῦ δεόμεθα.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Ἔχουσα ὡς πλοῦτον πνευματικόν, ἡ Τῆνος Παρθένε, τὴν Εἰκόνα σου τὴν σεπτήν, ταύτης ἑορτάζει, τὴν εὕρεσιν ἐν ὕμνοις, κηρύττουσα εὐσήμως, τὴν προστασίαν σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου