Δευτέρα 4 Ιουλίου 2022

ΙΟΥΛΙΟΣ 21. ΟΣΙΑ ΠΡΑΞΕΔΗ ΡΩΜΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΟΥΛΙΟΣ ΚΑ

ΠΡΑΞΕΔΗ ΟΣΙΑ

ΑΚΟΛΟΥΘΙΑ

(Κυρίλλου Κογεράκη, μητροπολίτου Ῥόδου)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Σήμερον ἡ μνήμη σου, τῇ Ἐκκλησίᾳ ἀνέτειλεν, ἐπινεύσει τῇ ἄνωθεν, ἀστὴρ ὡς ὑπέρλαμπρος, μυστικαῖς ἀκτῖσι, Πραξέδη ὀλβία, καταπυρσεύουσα ψυχάς, τῶν συνελθόντων καὶ εὐφημούντων σου, τοῦ βίου τὸ θαυμάσιον, δι’ οὗ Χριστός σε ἐδόξασεν, ὁ φιλάνθρωπος Κύριος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Ἅπασαν τὴν μέριμναν, ἀναθεμένη ὡς πάνσοφος, τῷ Δεσπότῃ τῆς κτίσεως, Αὐτῷ ἠκολούθησας, ὡς τερπνῷ Νυμφίῳ, καὶ ταῖς τῶν πενήτων, χερσὶν ἐσκόρπισαν τὸν σόν, πρόσκαιρον πλοῦτον Πραξέδη πάνσεμνε· ἀνθ’ οὗ κληρονομίᾳ σε, μὴ φθειρομένῃ ἐτίμησεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Ἔχουσα τὸν Κύριον, καταφυγήν σου καὶ δύναμιν, Ἐκκλησίας ἐν θλίψεσι, θυμὸν τὸν θεήλατον, ἀσεβῶν τυράννων, καθεῖλες ταῖς χρείαις, διακονήσασα καλῶν, τῶν Ἀθλοφόρων Πραξέδη ἔνδοξε· διό σε κατηξίωσε, τῆς αἰωνίου λαμπρότητος, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Θάλαμον αἰώνιον, ἐν Πρωτοτόκων σκηνώμασιν, ἐπαξίως οἰκήσασα, Πραξέδη πανεύφημε, τοὺς ἐπιτελοῦντας, τὸ μνημόσυνόν σου, πρεσβείαις λύτρωσαι ταῖς σαῖς, ἐκ νοσημάτων ψυχῆς καὶ σώματος, κινδύνων καὶ κακώσεων, πειρατηρίων καὶ θλίψεων, καὶ ἐχθροῦ τοῦ ἀλάστορος, πονηρῶν ἐπιθέσεων.

 

Δόξα. Ἦχος α΄.

Ἐν τῇ ἄνωθεν δυνάμει, πρόσκαιρον φόβον νικήσασα, ἀναψυχὴ τῶν Μαρτύρων, ἐν εὐποιΐαις ἀγαθαῖς ἐγένου, Πραξέδη πανεύφημε, καὶ ὤφθης τῇ προαιρέσει, εὐσεβείας Μάρτυς καλλίνικος· ὅθεν πρέσβευε Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένη στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῶν ἐξ ἁγνῶν λαγόνων Σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις ἐν οὐρανοῖς, ἡ σύσκηνος Πραξέδη, παρθένων τῶν φρονίμων· ὑπὲρ ἡμῶν δυσώπει, Νυμφίον τὸν ἀθάνατον.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Ῥίζης ἐξ εὐσεβοῦς, ἐβλάστησας Πραξέδη, θεοσεβείας ἄνθος, εὐφραίνουσα αἰσθήσεις, τῶν ἀνυμνολογούντων σε.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Πράξεσιν ἀγαθαῖς, Πραξέδη μακαρία, κοσμήσασα τὸν βίον, ἐν πόλῳ ἠξιώθης, Ἁγίων τῆς λαμπρότητος.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε σήμερον πιστοί, Πραξέδην τὴν παρθένον, συμφώνως τιμήσωμεν· Χριστὸν γὰρ ἐρασθεῖσα, καὶ εἰς ὀσμὴν μύρων αὐτοῦ, δαυϊτικῶς δραμοῦσα, θείου νυμφῶνος κατηξίωται, καὶ πρεσβεύει ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Χριστῷ ἠκολούθησας πεφωτισμένῃ ψυχῇ, καὶ τούτῳ ἐδούλευσας σπλάγχνοις πολλῶν οἰκτιρμῶν, Πραξέδη πανεύφημε· ὅθεν κληροδοσίας, οὐρανίου τυχοῦσα, ἔλεος καὶ εἰρήνην, ταῖς πρεσβείαις σου αἴτει, ἡμῖν τοῖς ἐπιτελοῦσι, πόθῳ τὴν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια στ΄. Ἦχος β΄. Ποίοις εὐφημιῶν.

Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν ὦ Πραξέδη; Ῥώμης Πρεσβυτέρας τὸ βλάστημα, καὶ τῆς Ἐκκλησίας ἀγλάϊσμα, τοῦ Δεσπότου νύμφην τὴν ὀλβίαν· τῇ αἴγλῃ, τῆς εὐσεβείας ἀναλάμψασαν, καὶ ἔργοις, τῆς εὐποιΐας διαπρέψασαν· τὴν τῷ Χριστῷ παρεστῶσαν, καὶ ἐξαιτουμένην τῶν πταισμάτων τὸν ἱλασμόν, ἡμῖν τοῖς τελοῦσί σου, τὴν μνήμην τὴν ἀξιέπαινον.

 

Ποίοις, πνευματικοῖς ῥήμασίν, ἐπαινέσωμέν σε ὦ Πραξέδη; Τοῦ Εὐαγγελίου τῆς χάριτος, τὴν ἡγιασμένην μαθήτριαν, δι’ ἀκραιφνεστάτης πολιτείας· τὴν τούτου, τὰς ὑποθήκας ἐκπληρώσασαν, καὶ ἔργοις, δικαιοσύνης περισσεύσασαν· ἐν ταῖς σκηναῖς τῶν Ἁγίων, τὴν χοροβατοῦσαν, καὶ πρεσβείαις σου πρὸς Θεόν, πιστῶν προστατεύουσα, τῶν πόθῳ μακαριζόντων σε.

 

Ποίοις, εὐφραντικοῖς ᾄσμασι, μακαρίσωμεν σε ὦ Πραξέδη; Τὴν παρωσαμένην τὰ πρόσκαιρα, καὶ ἀπολαβοῦσαν τὰ μένοντα, ἐναρέτου βίου ἐπιδόσει· τὴν ἄκραν, φιλαδελφίαν ἐπιδείξασαν, καὶ χάριν, ἀθανασίας θησαυρίσασαν· ἀλλ’ ὡς ζωῆς ἐν παστάδι, Χριστῷ ἁρμοσθεῖσα, ταῖς πρεσβείας σου πρὸς Αὐτόν, εἰρήνην καὶ ἔλεος, ἐξαίτει τοῖς τιμοῦσί σε.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς χρυσίον πολύτιμον, ἐν καρδίᾳ φυλάττουσα, παιδιόθεν ῥήματα τὰ σωτήρια, χερσὶ πενήτων διένειμας, προθύμως τὸν πλοῦτόν σου, καὶ ἐλέει δαψιλεῖ, ἐν τῷ βίῳ σου ἅπαντι, ἐθεράπευσας, τὸν ἐλέει Πραξέδη ἀνεικάστῳ, τοῖς βροτοῖς συγκαταβάντα, Χριστὸν τὸν μόνον φιλάνθρωπον.

 

Ἐν γενναίῳ φρονήματι, ἀνενδότως κατήσχυνας, τῶν τυράννων φρύαγμα τὸ μετέωρον· σὺ γὰρ δυνάμει τῆς πίστεως, τὴν φύσιν νευρώσασα, Ἀθλοφόρων εὐκλεῶν, ταῖς ἀνάγκαις ἐπήρκεσας, καὶ ἰσότιμος ἀνεδείχθης, Πραξέδη μακαρία, τῆς αὐτῶν μεγίστης δόξης, τῇ προαιρέσει ἀθλήσασα.

 

Ὡς νυμφίον ἀθάνατον, κεκτημένη τὸν Κύριον, παρθενίας ἔλαμψας τῷ χαρίσματι, καὶ αὐγασθεῖσα πυρσεύμασι, τῆς ἄνωθεν χάριτος, ὡς λαμπάδα σεαυτήν, Ἐκκλησίας παρέστησας, τῷ πληρώματι, συμπαθείας Πραξέδη θεοφόρε, οἰκτιρμῶν καὶ εὐσπλαγχνίας, φωτὶ τῷ θείῳ ἀστράπτουσαν.

Δόξα. Ἦχος πλ. Α΄.

Ἱερωτάτην σήμερον, ἑορτὴ ἐπεδήμησε, τῆς παρθένου ἡ μνήμη, φιλεόρτων τὰς τάξεις, συγκαλοῦσα πρὸς πανήγυριν. Δεῦτε οὖν ἀδελφοί, πνευματικὴν χορείαν συγκροτήσαντες, ἐν ἀγαλλιάσει βοήσωμεν· Χαίροις, Πραξέδη πανεύφημε, ἡ τῷ λόγῳ τῆς πίστεως, τὸν βίον σου ἐκ βρέφους ἁρμόσασα· χαίροις, ἡ εὐποιΐας τοῖς ἔργοις, Χριστοῦ τὴν εὐσπλαγχνίαν, τοῖς ἀνθρώποις ἐκφήνασα· χαίροις, ἡ θλιβομένων ταῖς χρείαις, δι’ ἀγάπης ἐπαρκέσασα, καὶ ἐν οὐρανοῖς ἀπολαβοῦσα, ἄξιον τὸ πολίτευμα. Ἀλλὰ πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν ... Θεοτοκίον

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος· ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).

Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λί­θων πο­λυ­τε­λῶν ἡ τοι­αύ­τη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοι­αύ­τη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον. Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λί­νον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐγένετο ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μα­κρό­θεν, συ­νά­γει δὲ αὐ­τῆς τὸν πλοῦτον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐ­τῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐτῆς, ἤ­ρει­σε τοὺς βρα­χί­ο­νας αὐ­τῆς εἰς ἔρ­γον. Ἐ­γεύ­σα­το ὅ­τι κα­λόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀ­πο­σβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύ­κτα. Τοὺς πή­χεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμ­φέ­ρο­ντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐρείδει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φρο­ντί­ζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πά­ντες γὰρ οἱ πα­ρ᾿ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί. Διτ­τὰς χλαί­νας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐτῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύ­ρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, πε­ρί­βλε­πτος δὲ γίνεται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύ­λαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρε­σβυ­τέ­ρων καὶ κα­τοί­κων τῆς γῆς. Σιν­δό­νας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ πε­ριζώμα­τα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐνεδύσατο, καὶ εὐ­φράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.

 

 

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ’ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Τῆς παρθενίας τὸ κλέος, τῶν ἀρετῶν τὸ ἀγλάϊσμα, τὴν παρθένον Πραξέδην, δεῦτε πιστοὶ εὐφημήσωμεν· ἐκ πρώτης γὰρ ἡλικίας, τῆς καρδίας τὸ ὄμμα, Θεῷ ἀνατείνασα, καὶ ὑλικῆς προσπαθείας, τὸν νοῦν ἀποσκευάσασα, ἐν ἀγαθῷ συνειδότι, ἀγαθοεργίας μελέτημα, τὸν ἅπαντα βίον, πρὸς τὸν πέλας ἐποίησεν, Χριστὸν μιμουμένη, τὸν δι’ οἶκτον γενόμενον ἄνθρωπον, τὸν παρέχοντα ἡμῖν, ταῖς πρεσβείαις αὐτῆς, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 

Ἦχος β΄.

Εὐαγγελίου τὰς ἐντολάς, ἐν θεολήπτῳ γνώμῃ, προφρόνως ἐξεπλήρωσας, θεοφόρε Πραξέδη· τὸν πατρικὸν γὰρ πλοῦτον, χερσὶ πενήτων ἀπέθου, καὶ ἐκ τῶν ὑπαρχόντων σοι, τοῖς δεομένοις ἐπήρκεσας, ἐν φιλαδελφίᾳ ἀνυποκρίτῳ, Χριστὸν θεραπεύουσα· ὅθεν Αὐτῷ συνοῦσα, καὶ τῆς ὡραιότητος Αὐτοῦ, σὺν πᾶσι τοῖς Ἁγίοις, ἐν νυμφῶνι θείῳ ἀπολαύουσα, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Ἦχος δ΄.

Μακαρίως τὸν βίον Πραξέδη διανύσασα, καὶ ἄσβεστον τὴν λαμπάδα, εὐποιΐας ἐλαίῳ, διὰ πίστεως τηρήσασα, ἀγαλλομένῳ ποδί, ὑπήντησας Χριστὸν τὸν Νυμφίον σου, καὶ σὺν Αὐτῷ εἰσῆλθες, ἐν τῇ παστάδι τῆς ζωῆς· ἔνθα εὐφραινομένη, σὺν ταῖς φρονίμοις παρθένοις, παῤῥησία πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. Α΄.

Σήμερον, τῆς παρθένου ἡ μνήμη, ὡς ἥλιος ἐπιφανεῖσα, ἄφθονον χάριν δᾳδουχεῖ, φιλεόρτων ταῖς χοροστασίαις, τῶν ἐν ἀγαλλιάσει βοώντων· Χαίροις, ἡ παρθενίας τὴν χάριν γεωργήσασα, καὶ εὐποιΐας τῇ αἴγλῃ ἀπαστράψασα· χαίροις, ἡ τυράννων θυμὸν καταισχύνασα, ἐν τῷ διακονεῖν σε ταῖς ἀνάγκαις, τῶν Ἀθλοφόρων τῆς πίστεως· χαίροις, Πραξέδη καλλιπάρθενε, ἡ ἐν ἀγάπῃ ἀποπληρώσασα, παραγγελίας ῥημάτων τοῦ Χριστοῦ. Ἀλλ’ ὡς ἔχουσα παῤῥησίαν πρὸς Αὐτόν, τῇ οἰκουμένῃ τὴν εἰρήνην ἐξαίτει, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, ἑορτάσωμεν λαμπρῶς, αἱ τῶν Ὀρθοδόξων χορεῖαι, δοξολογοῦντες Θεόν· πάντα γὰρ προτρέπεται, ἡ μνήμη σήμερον, τῆς παρθένου τῆς σώφρονος, ὀλβίας Πραξέδης, ἣν ἐπιτελέσωμεν, ἀνακραυγάζοντες· Νύμφη τοῦ Χριστοῦ πανολβία, πρέσβευε Χριστῷ, τοῦ δοθῆναι, ἔλεος καὶ χάριν τοῖς τιμῶσί σε.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Βίου καθαρότητι Χριστοῦ, βαίνουσα ὀπίσω προθύμως, ἐν οὐρανίῳ νοΐ, χαίρουσα ἐσκόρπισας, πτωχοῖς τὸν πλοῦτόν σου, καὶ ἐν πάσαις διέπρεψας, ἀγαθοεργίαις, ὡς ἀγάπης ἔμπλεως, Πραξέδη πάνσεμνε· ὅθεν, ἐν ὑψίστοις τυχοῦσα, τῆς ὑπὲρ κατάληψιν δόξης, τὴν εἰρήνην αἴτει τοῖς ὑμνοῦσί σε.

 

 

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Θεία ἀναδέδειξαι Θεοῦ, οἴκῳ ἐν ἁγίῳ ἐλαία, γεωργηθεῖσα καλῶς, ἀρεταῖς τοῦ Πνεύματος, Πραξέδη πάνσεμνε, καὶ πλουσίαν ηὐφόρησας, τὴν καρπογονίαν, ἔλαιον ἐκβλύσασα, ἀγάπης ἄφθονον· ὁθεν, οἱ πιστοί σε τιμῶμεν, σήμερον πιστῶς ἐκτελοῦντες, τὴν παμφαεστάτην σου πανήγυριν.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὁπλισαμένη Σταυροῦ, τῇ μυστικῇ δυνάμει, τὴν γυναικείαν φύσιν, εἰς ἀῤῥενότητα μετήλλαξας, Πραξέδη θεομακάριστε· βασιλέων γὰρ καὶ τυράννων, τὸ φρύαγμα ἐπάτησας, τοῖς θλιβομένοις ἀδελφοῖς, ἐν καιρῷ διωγμοῦ ἐπικουρήσασα, καὶ τὰς ὀδύνας αὐτῶν καὶ θλίψεις, ἐν φιλαδελφίᾳ χριστομιμήτῳ, δαψιλῶς ἐπικουφίσασα. Ἀλλ’ ὡς τοῦ θείου ἐλέους τυχοῦσα, πρέσβευε συμπαθῶς, τῷ Σωτῆρι καὶ Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Χριστῷ ἠκολούθησας πεφωτισμένῃ ψυχῇ, καὶ τούτῳ ἐδούλευσας σπλάγχνοις πολλῶν οἰκτιρμῶν, Πραξέδη πανεύφημε· ὅθεν κληροδοσίας, οὐρανίου τυχοῦσα, ἔλεος καὶ εἰρήνην, ταῖς πρεσβείαις σου αἴτει, ἡμῖν τοῖς ἐπιτελοῦσι, πόθῳ τὴν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Μαθήτρια πιστή, γενομένη τοῦ Λόγου, Αὐτὸν ἐν οἰκτιρμοῖς, καὶ πολλῇ εὐσπλαγχνίᾳ, Πραξέδη ἐθεράπευσας, ἐν τῷ βίῳ σου ἅπαντι, καὶ κατέπαυσας, ἐν πρωτοτόκων τῇ πόλει, ἐκδημήσασα, εἰρηνικῶς τῶν ἐνθάδε· διὸ εὐφημοῦμέν σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν ἄφατον Αὐτοῦ, εὐσπλαγχνίαν γνωρίσαι, Υἱὸς ὁ τοῦ Θεοῦ, τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐκ Σοῦ σαρκὶ γεγένηται, ὑπὲρ λόγον καὶ ἔννοιαν, ἀναγέννησιν, καὶ σωτηρίαν παρέχων, τοῖς τιμῶσί σε, ὡς ἀληθῆ Θεοτόκον, ἁγνὴ ἀειπάρθενε.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείας πίστεως, τοῦ Ζωοδότου, πῦρ τὸ ἄϋλον, καὶ ζωηφόρον, ἀναφθὲν ἐν τῇ ὁσίᾳ καρδίᾳ σου, θεόληπτόν σε Πραξέδη ἀνέδειξεν, εὐδοκιμοῦσαν τοῖς ἔργοις τῆς χάριτος. Ἀλλὰ πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θείῳ τόκῳ Σου, ἐχθροῦ ἐπαύθη, τοῦ ἀλάστορος, ἡ τυραννία, καὶ βροτοὶ ἐλευθερίας ἐτύχομεν· διό Σε πάντες πιστοὶ μακαρίζομεν, ἀναβοῶντες Παρθένε ἐκ πίστεως· Χαῖρε πάναγνε, Χριστὸν τὸν Θεὸν ἡ τέξασα, καὶ σώζουσα λαὸν τὸν εὐφημοῦντά Σε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐν πέτρᾳ τῆς πίστεως ἑδραιωθεῖσα σεμνή, Χριστὸν ἐμεγάλυνας μιμησαμένη Αὐτοῦ, τὴν ἄκραν συμπάθειαν· ἔλαμψας ἐν τῇ Ῥώμῃ, εὐσπλαγχνίας τοῖς ἔργοις· ἔδειξας ἐν τῷ κόσμῳ, τὴν γνησίαν ἀγάπην· διὸ Πραξέδη δόξης, θείας ἠξίωσαι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Γινώσκων τὸ ἄμετρον τῆς μητρικῆς Σου στοργῆς, τὴν πᾶσαν ἐλπίδα μου τῆς σωτηρίας ἐν Σοί, πιστῶς ἀνατίθημι· πρόσδεξαι τὴν φωνήν μου· μὴ παρίδῃς με Μῆτερ· σῶσόν με ἁμαρτίας, κινδυνεύουσαν σάλῳ· ἐλπὶς ἀπηλπισμένων, Σύ μοι βοήθησον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον τοῦ Ὄρθρου, ζήτει τῇ ΚΕ΄ Νοεμβρίου.

Ὁ Ν’ ψαλμός.

 

Δόξα: Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Διαιωνίζουσαν δόξαν, ἀθάνατον, ἄφθαρτον, ὡς παρθένος φρονίμη ἀπολαβοῦσα, ἐν εὐφροσύνῃ οἰκεῖς τὸν Παράδεισον, Πραξέδη μακαρία· ἀγάπης γὰρ πλήρης ὑπάρχουσα, τοῖς θλιβομένοις ἐν μαρτυρίοις ἐπεκούρησας, καὶ πράξεσι ἀγαθαῖς, ὡσεὶ ἐλαία κατάκαρπος, ἐν Ἐκκλησίᾳ Ῥωμαίων ἐβλάστησας. Ἀλλὰ πρέσβευε διηνεκῶς, τῷ Σωτῆρι Χριστῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κυρίλλου.

ᾨδὴ α’. Ἦχος πλ. Δ’. Ἁρματηλάτην Φαραώ.

πὸ χειλέων ἐναγῶν προσφέρειν σοι, βουλόμενόν με τανῦν, ὑμνῳδιῶν στέφος, συνεργός μοι πάρεσο, Πραξέδη παμμακάριστε, λόγου χάριν πλουσίαν, ἐξαιτουμένη τῇ γλώττῃ μου, θείαις πρὸς Θεὸν ἱκεσίαις σου.

Βίον ἐν κόσμῳ θαυμαστὸν ἐτέλεσας, ἰχνηλατοῦσα Χριστόν, ἐν οἰκτιρμῶν πλούτῳ, καὶ ἀγάπης κρείτονος, Πραξέδη ἐπιδείξεσι· διὰ τοῦτο αὐτός σε, ἀθανασίᾳ ἐτίμησε, φίλοις τοῖς Αὐτοῦ ὡς ὑπέσχετο.

Γνώμῃ τελείᾳ εὐσεβεῖ φρονήματι, ὡς ἐρασθεῖσα Χριστόν, τοῖς ἀδελφοῖς τούτου, τοῖς ἐν Ῥώμῃ Μάρτυσι, προσφόρως διηκόνησας, θεοφόρε Πραξέδη, καὶ προαιρέσει γεγένησαι, Μάρτυς εὐκλεὴς ἄνευ αἵματος.

Θεοτοκίον.

Καταφυγή μου καὶ ἰσχὺς καὶ δύναμις, Θεοκυῆτορ ἁγνή, ἐν πειρασμῶν θλίψει, ἡ μεγίστη χάρις Σου, ὑπάρχει· διὰ τοῦτό Σε, μακαρίζω ἐκ πόθου, καὶ μεγαλύνω γηθόμενος, τὰ ὑπερφυᾶ μεγαλεῖά Σου.

 

ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.

Δυνάμει τῆς χάριτος, Πραξέδη ἔνδοξε ἴσχυσας, παρθενικοῦ βίου διαπρέψαι, ἰσαγγέλοις χαρίσμασι.

λαία κατάκαρπος, Πραξέδη πάνσεμνε πέφηνας, ἐν τοῦ Θεοῦ, οἴκῳ τῷ ἁγίῳ, εὐποιΐας ταῖς πράξεσι.

Ζωῆς ἐθησαύρισας, Πραξέδη πλοῦτον ἀσύλητον, τὴν γεηρὰν ὡς ἀποβαλοῦσα, εὐδοξίαν καὶ μέριμναν.

Θεοτοκίον.

μνοῦμεν γηθόμενοι, τὸν ὑπὲρ ἔννοιαν τόκον Σου, δι’ οὗ Θεὸς ἐπὶ γῆς ἐπέστη, σαρκοφόρος Θεόνυμφε.

 

 

 

 

Κάθισμα. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.

Χριστομίμητον γνώμην ἐπιδεικνύουσα, ἐν εὐσπλαγχνίᾳ ἀμέτρῳ καὶ πολλαπλοῖς οἰκτιρμοῖς, ἐπεκούρησας πτωχοῖς Πραξέδη πάνσεμνε, καὶ ἐπροστάτευσας χηρῶν, ὀρφανῶν τε ἀσθενῶν, καὶ ὤφθης παραμυθία, τῶν Μαρτύρων ἔργῳ καὶ λόγῳ· διό σε πάντες μακαρίζομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, ἐνανθρωπήσας ἀφράστως ἐκ τῶν αἱμάτων τῶν Σῶν, ἐπεδήμησεν ἐν γῇ, διπλοῦς ταῖς φύσεσι, Θεὸς καὶ ἄνθρωπος ὁμοῦ, τοὺς ἀνθρώπους ὡς Θεός, λυτρούμενος τῆς ἀρχαίας, ἁμαρτίας τοῦ πρωτοπλάστου· διό Σε Μῆτερ μακαρίζομεν.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

καρδία σου ἄμωμος, ἐν Κυρίου κρίμασιν ἀναδέδεικται, πλήρην πίστεως Πραξέδη σε, ἀπεργαζομένη διὰ χάριτος.

Θείου ἔρωτος ἔλλαμψιν, δεξαμένην πάνσεμνε ἐν καρδίᾳ σου, τὰ ἐπίκηρα ἐμίσησας, καὶ δικαιοσύνῃ ἐπεῤῥίσευσας.

λαρότητι πνεύματος, ἐλεήμων εὔσπλαγχνος καὶ φιλάνθρωπος, ἀναδέδειξαι καὶ ἔφανας, πρακτικῶς Κυρίου τὴν χρηστότητα.

Θεοτοκίον.

υπωθέντα με πταίσμασι, χάριτός Σου ὕδατι ὅλον κάθαρον, καὶ σωζόμενον παράστησον, τῷ σωματωθέντι ἐξ αἱμάτων Σου.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Καθαρᾷ διανοίᾳ, Θεῷ τὴν ἐλπίδα σου ἀνέθου ἅπασαν, καὶ ζυγὸν Πραξέδη, τὸν Αὐτοῦ διὰ βίου ἐβάστασας, ἀγαθοεργοῦσα, καὶ δαψιλῶς ἐπικουροῦσα, τῶν ἀθλούντων ἐν Ῥώμῃ ταῖς θλίψεσι.

Λογισμῷ οὐρανίῳ, τοῦ ἐνανθρωπήσαντος Λόγου μαθήτριαν, πέφηνας Πραξέδη, ἱλαρότητι γνώμης ἐμπρέψασα, καὶ ἐγένου τύπος, τῶν εὐσεβῶς ζῆν ἐθελόντων, ἐκ Κυρίου τῷ θείῳ θελήματι.

Μανικῇ διαθέσει, Χριστὸν τὸν Νυμφίον σου, ἠράσθης πάνσεμνε, καὶ Αὐτῷ ἡρμόσθης, παρθενίᾳ τὸν βίον λαμπρύνασα· ὅθεν ἐν νυμφῶνι, τῷ μυστικῷ χοροβατοῦσα, τοῖς τιμῶσί σε αἴτει τὰ κρείττονα.

Θεοτοκίον.

λασμὸς τοῖς ἀνθρώποις, γέγονεν ὁ τόκος Σου ὁ ἀνερμήνευτος, τὴν ἀδαμιαίαν, διορθώσας Παρθένε παράβασιν· ὅθεν εὐχαρίστως, τῶν εὐσεβῶν χοροστασίαι, ἀναμέλπομεν ὕμνον τῇ δόξῃ Σου.

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Νευρώσασα τὴν ψυχήν, τῶν ἀρετῶν κατορθώμασιν, νυχθημερὸν ἐν εἱρκταῖς, διῆγες κουφίζουσα, Πραξέδη θεόληπτε, τῶν Χριστοῦ Μαρτύρων, τὰς ὀδύνας καὶ τὰ τραύματα.

Ξενώσασα σεαυτήν, τῆς κοσμικῆς ματαιότητος, δαυϊτικῶς τὸν Θεόν, Πραξέδη ὑπέμεινας· Αὐτὸς δὲ προσέσχε σοι, ὡς πεποικιλμένῃ, εὐπραξίας ὡραιότητι.

ρθρίσασα πρὸς Θεόν, παρθενικῇ κοσμιότητι, νόμον Αὐτοῦ τὸν σεπτόν, Πραξέδη ἐπλήρωσας, ἀμέτρῳ χρηστότητι, καὶ φιλαδελφίᾳ, τοὺς ἐν θλίψει θεραπεύσασα.

Θεοτοκίον.

Λυχνία χρυσοειδής, Μῆτερ ἁγνὴ καὶ ἑπτάφωτος, τὸ τοῦ Πατρὸς ἀληθῶς, τεκοῦσα ἀπαύγασμα, ὡράθης ἀστράπτουσα, παρθενίας αἴγλῃ, καὶ τὴν κτίσιν κατεφώτισας.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Παρθενίας κάλλεσι, διηνθισμένη, εὐωδιαν ἔπνευσας, φιλαδελφίας εὐσεβῶς, τὴν Ἐκκλησίαν εὐφραίνουσα· διὸ Πραξέδη, πιστῶς εὐφημοῦμέν σε.

Ὁ Οἶκος.

Τῷ ἐξ ἁγνῆς Παρθένου, σαρκωθέντι δι’ ἔλεος, καὶ σώσαντι τὸν κόσμον, Χριστῷ τῷ Νυμφίῳ σου, ἀναθεμένη σεαυτήν, ἐκ πρώτης ἡλικίας, τούτῳ μυστικῶς συνηρμόσθης, ὡς νύμφη ἐκλεκτή, παμμακάριστε. Τὸν πατρικὸν γὰρ πλοῦτον, δαυϊτικῶς σκορπίσασα, ἐν παρθενίᾳ ἔζησας, καὶ ταύτης τὸν λευκόχρουν χιτῶνα, ἐν οἰκτιρμοῖς πενήτων, δεομένων ἐπικουρίᾳ καὶ περὶ τοὺς Μάρτυρας προνοίᾳ, δι’ ἄκρας φιλαδελφίας, ἐπιμελῶς ἐκόσμησας, καὶ νεᾶνις εὑρέθης ὡραιοτάτη, πεποικιλμένη ἀρετῶν τῇ λαμπρότητι· ὅθεν σήμερον ἡμεῖς, τὴν μνήμην σου ἑορτάζοντες, τὸν Θεὸν μεγαλύνομεν, καὶ τὴν χάριν σου ἐξαιτούμενοι, σεμνὴ Πραξέδη, πιστῶς εὐφημοῦμέν σε.

 

Συναξάριον.

Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Πραξέδης τῆς παρθένου, τῆς ἐν Ῥώμῃ.

Αὕτη ἡ μακαρία Πραξέδη, ἔζησεν ἐν Ῥώμῃ, ἐν τοῖς χρόνοις τῶν θεομάχων βασιλέων Ἀντωνίνου καὶ Μάρκου Αὐρηλίου, θυγάτηρ οὖσα τοῦ συγκλητικοῦ Πουδεντίου, τοῦ φιλοξενήσαντος ἐν τῇ οἰκίᾳ αὐτοῦ τὸν Ἀπόστολον Πέτρον. Τελευτήσαντος δὲ τοῦ πατρὸς αὐτῆς, τὸν πατρικὸν πλοῦτον χερσὶ πενήτων ἀποθεμένη, ἀνέθετο ἑαυτὴν τῷ Κυρίῳ, ἐν παρθενίᾳ καὶ ἀσκήσει τὸν βίον μετερχομένη, μετὰ τῆς ἀδελφῆς αὐτῆς Πουδεντιανῆς, καὶ ἐν σπλάγχνοις πολλῶν οἰκτιρμῶν, τῶν ἐν πάσῃ ἀνάγκῃ ἐπίκουρος καὶ ἀντιλήπτωρ γενομένη, ἐξαιρέτως δὲ τῶν Ὁμολογητῶν καὶ Μαρτύρων τῆς πίστεως ταῖς χρείαις διακονοῦσα καὶ τοῖς πᾶσι τὰ πάντα γενομένη, ἵνα τοῖς πᾶσι παράσχῃ παραμυθίαν, ἄνεσιν καὶ βοήθειαν. Οὕτως δὲ ἐν εὐποιΐαις, καὶ ἐλέους παροχαῖς, καὶ πολλαπλαῖς ἀγαθοεργίαις διαπρέψασα, τὸν βίον εἰρηνικῶς ἐξεπέρησε, ταφεῖσα ἐντίμως ἐν τῷ κοιμητηρίῳ τῆς Ἁγίας Πρισκίλλης.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Πόθον Κυρίου δεδεγμένη, ἐν καρδίᾳ σου ἐκ πρώτης ἡλικίας, ἐξελέξω σεμνή, τὴν ἀγαθὴν μερίδα, καὶ ἐπὶ γῆς ἐβάδισας, χριστομίμητον πορείαν.

εῖθρα Πραξέδη εὐσπλαγχνίας, ἀναβλύσασα ὡς κρήνη πολυχεύμων, τῆς ἐν Ῥώμῃ Χριστοῦ, ἁγίας Ἐκκλησίας, θεουργικῶς κατήρδευσας, τὸν μυρίπνοον λειμῶνα.

Στέφος θεόθεν ἐκομίσω, ἀμαράντινον τὰς ἐλεημοσύνας, τῷ Δεσπότῃ Χριστῷ, πολύτιμον ὡς προῖκα, ἐπιμελῶς προσάξασα, παμμακάριστε Πραξέδη.

Θεοτοκίον.

Λάμψον τὸ φῶς μοι μετανοίας, τῷ τοῖς πάθεσι ἀθλίως σκοτισθέντι, καὶ φωτός με πιστῶς, ἐνίσχυσον τὰ ἔργα, ἐργάζεσθαι Θεόνυμφε, ἵνα τύχω σωτηρίας.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τῶν Ἀθλοφόρων, παραμυθία ἐγένου, ἐπιστάξασα τὰ ῥεῖθρα τοῦ ἐλέους, αὐτῶν ταῖς ὀδύναις, καὶ θλίψεσι Πραξέδη.

μνοις Πραξέδη, οἱ εὐσεβεῖς σε τιμῶμεν, τὴν μαθήτριαν ὀφθεῖσαν τοῦ Σωτῆρος, ἐν φιλευσπλαγχνίᾳ, καὶ οἰκτιρμοῖς πενήτων.

Φιλανθρωπίαν, μιμησαμένη Πραξέδη, τοῦ δι’ ἔλεος ἡμῖν συγκαταβάντος, αὐτῷ ἀκηράτῳ, ἡρμόσθης συναφείᾳ.

Θεοτοκίον.

λον με πλῆσον, τῆς θεαυγοῦς χάριτός Σου, ἀπελαύνουσα τὸ σκότος τῶν παθῶν μου, ἵνα Σε γεραίρω, τὴν κεχαριτωμένην.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ,

Χορείαις συναφθεῖσα ἀγγελικαῖς, καὶ Χριστοῦ Ἀθλοφόρων ταῖς τάξεσιν, ἐν οὐρανοῖς, συναριθμηθεῖσα τῶν ἐπὶ γῆς, ᾀσματικῶς τιμώντων σε, πάνσεμνε Πραξέδη ταῖς σαῖς εὐχαῖς, προστάτευε ἐν βίῳ, αὐτοὺς ἐξαιρουμένη, κινδύνων νόσων καὶ κακώσεων.

Ψαλμοῖς σε εὐφημοῦμεν χαρμονικῶς, οἱ πιστοὶ ἐκτελοῦντες τὴν μνήμην σου· σὺ γὰρ Χριστοῦ, ἔρωτι τρωθεῖσα τῷ μυστικῷ, παρθενικῇ φαιδρότητι, ἔλαμψας Πραξέδη καὶ τηλαυγῶς, ἀπήστραψας ἐν Ῥώμῃ, ἐν ἀγαθοποιΐαις, τῆς εὐσεβείας τὴν λαμπρότητα.

ραίαν ἐκλεκτήν σε Χριστὸν εὑρών, ἀληθῶς ὁ ὡραῖος Νυμφίος σου, ἐν ἀρετῶν, περιβεβλημένην ἱματισμῷ, εἰς ἑαυτοῦ ἠγάγετο, νύμφην σε Πραξέδην· ὅθεν Αὐτόν, δυσώπει παῤῥησίᾳ, πυρὸς τοῦ αἰωνίου, ἡμᾶς ῥυσθῆναι τοὺς ἱκέτας σου.

Θεοτοκίον.

ψόθεν ἀπὸ θρόνου δόξης τῆς Σῆς, ἐφ’ ἡμᾶς τοὺς ἀχρείους ἱκέτας Σου, βλέψον ἁγνή, ὄμματι ἱλέῳ ὡς ἀγαθή, τιτρωσκομένους πάθεσι, καὶ ἐν ἁμαρτίαις παντοδαπαῖς, δουλεύοντας ἀφρόνως, καὶ δίδου ταῖς εὐχαῖς, ἡμῖν γνησίαν τὴν μετάνοιαν.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῶν Ἀθλητῶν ταῖς χρείαις, διακονήσασα πιστῶς, τῇ προαιρέσει Πραξέδη, Μάρτυς ἐδείχθης τοῦ Χριστοῦ, Αὐτὸν δυσώπει σωθῆναι, τοὺς εὐσεβῶς σε τιμῶντας.

Θεοτοκίον.

Θεοκυῆτορ Κόρη, ἡ τὸν φιλάνθρωπον Θεόν, ἀνερμηνεύτως τεκοῦσα, τοῦτον ἀεὶ ὑπὲρ ἡμῶν, ἱκέτευε παῤῥησίᾳ, ἵνα οἱ πάντες σωθῶμεν.

 

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Πραξέδη πανεύφημε Χριστόν, εὐσεβῶς ἠγάπησας, καὶ δι’ Αὐτὸν κατεφρόνησας, τῆς ματαιότητος, κοσμικῶν πραγμάτων, καὶ ἐν ἱλαρότητι, ἐν ἀγαθοεργίαις διέπρεψας· διὸ δεδόξασαι, καὶ προστάτις ἀκαταίσχυντος, ἀνεδείχθης, τῶν ὑμνολογούντων σε.

 

Πραξέδη πανεύφημε Χριστοῦ, ἀκλινῶς τοῖς ἴχνεσιν, ἀπὸ παιδὸς ἠκολούθησας, καὶ τὴν λαμπάδα σου, ἀρετῶν ἐλαίῳ, ἄσβεστον τηρήσασα, εἰς ἄφθαρτον νυμφῶνα εἰσέδραμες, ἔνθα χορεύουσα, ταῖς εὐχαῖς σου ῥῦσαι θλίψεων, καὶ κινδύνων, τοὺς ἀνευφημοῦντάς σε.

 

Πραξέδη πανεύφημε Χριστοῦ, τοῦ Θεοῦ τὸ ἔλεος, ὡς νουνεχὴς ἐπισπάσασθαι, ἐπιποθήσασα, ἐπιγείου πλούτου, ἑαυτὴν ἐξένωσας, καὶ ἐλεημοσύνην ἐξήσκησας· διὸ φαιδρότητι, λαμπρυνθεῖσα τῆς θεώσεως, χάριν αἴτει, τοῖς ὑμνολογοῦσί σε.

 

Πραξέδη πανεύφημε Χριστόν, τὸν Θεὸν νενύμφευσαι, ἐν παρθενίᾳ τὸν βίον σου, ἐπιτελέσασα, καὶ πεποικιλμένην, ἀγαθαῖς ἐν πράξεις, ὡς τῷ Εὐαγγελίῳ δουλεύσασα, Αὐτῷ παρίστασαι, αἰτουμένη τὴν συγχώρησιν, τῶν πταισμάτων, τοῖς ἀνευφημοῦσί σε.

 

Δόξα. Ἦχος πλ. Δ΄.

Εὐφήμοις εὐφημίαις, εὐφημήσωμεν σήμερον, Πραξέδην τὴν παρθένον, οἱ πιστοὶ ἑορτάζοντες. Αὕτη γὰρ τοῦ θήλεος, τὴν φύσι ἐσέμνυνε, δικαιοσύνην ἐργασαμένη, ἐν πενήτων οἰκτιρμοῖς, καὶ θλιβομένων ἐπικουρίᾳ. Αὕτη τυράννων φρύαγμα, εἰς τέλος κατεπάτησε, τῶν μαρτύρων ταῖς χρείαις, ἀφόβως διακονήσασα. Αὕτη θεράπαινα πιστή, δι’ ἔργων ἀναδέδεικται, τοῦ ἐλεήμονος Χριστοῦ, τοῦ παρέχοντος πρεσβείαις αὐτῆς, ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις εὐποιΐας τῆς ἐν Χριστῷ, θεόβρυτος κρήνη, ἡ λειμῶνα τὸν εὐανθῆ, τῆς ἐν τῶν Ῥωμαίων, τῇ πόλει Ἐκκλησίας, ἀρδεύσασα πλουσίως, Πραξέδη πάνσεμνε.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου