ΑΠΡΙΛΙΟΣ
ΙΣΤ΄.
ΑΜΦΙΛΟΧΙΟΣ
ΟΣΙΟΣ ΠΑΤΜΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου ἐπισκόπου Ῥόδου)
ΕΙΣ
ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’.
Πανεύφημοι Μάρτυρες.
Ἐπέφανε
σήμερον φαιδρά, Πάτερ Ἀμφιλόχιε, τῇ Ἐκκλησίᾳ ἡ μνήμῃ σου, καταπυρσεύουσα, τῇ
φωτοχυσίᾳ, τῆς σεπτῆς σου χάριτος, τῆς ἄνωθεν πλουσίως δοθείσης σοι, τοὺς εὐφημοῦντάς
σε, ὡς Ὁσίων νέον καύχημα, καὶ Δικαίων, καινὸν ἐγκαλλώπισμα.
Ἐκ
βρέφους ἐπόθησας Χριστόν, Πάτερ Ἀμφιλόχιε, καὶ δι’ αὐτὸν κατεφρόνησας, τῆς
ματαιότητος, τοῦ προσκαίρου βίου· ὅθεν τῆς ἀσκήσεως, ἐτέλεσας ἐν κόσμῳ τὸ
στάδιον, καὶ κατεσκήνωσας, Πρωτοτόκων ἐν σκηνώμασι, μνημονεύων, ἡμῶν τῶν
τιμώντων σε.
Δοχεῖον
γενόμενον σεπτόν, Πάτερ Ἀμφιλόχιε, ταῖς ἀρεταῖς τῆς ἀσκήσεως, τοῦ θείου
Πνεύματος, τῶν πιστῶν ἐδείχθης, ἐν ὑστέροις ἔτεσι, διδάσκαλος σοφὸς πρὸς εὐσέβειαν·
διὸ τιμῶμέν σε, ἐξαιτούμενοι τὴν χάριν σου, δι’ ἧς πᾶσι, βραβεύεις τὰ
κρείττονα.
Εὐφραίνεται
σήμερον λαμπρῶς, Πάτερ Ἀμφιλόχιε, ἡ νῆσος Πάτμος τιμῶσά σε, καὶ ἐπαγάλλεται, τοῦ
Ἠγαπημένου, τῆς Μητρὸς μακάριε, Μονὴ ἡ σεβασμία πλουτοῦσά σου, θήκην τὴν
πάντιμον, τῶν θαυμάτων ἀναβλύζουσαν, ἀενάως, πιστοῖς τὰ χαρίσματα.
Δόξα. Ἦχος δ΄.
Τίς
σε ἀξίως μακαρίσει, Ἀμφιλόχιε Πάτερ, Ὁσίων ἐγκαλλώπισμα; Σὺ γὰρ ἀπὸ παιδός, τὴν
ἀρετὴν ἀσκήσας, τῆς χάριτος ἐγένου καταγώγιον, καὶ ἐν ἐσχάταις ἡμέραις, διὰ
λόγων μεστῶν σοφίας, καὶ ἀμέμπτου βίου παραδειγμάτων, τῆς εὐσεβείας τὴν
δύναμιν, τοῖς ἀνθρώποις διετράνωσας. Ἀλλὰ πρέσβευε ἐκτενῶς, τῷ Σωτῆρι καὶ Θεῷ, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Εκ
παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἴνα Σε
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
Ἀσωμάτων Ἀγγέλων τὸν ἰσοστάσιον, τὸν ἐπὶ γῆς ὀφθέντα, μαθητὴν τοῦ Δεσπότου,
τιμήσωμεν ἐν ὕμνοις χρεωστικῶς, τὸν σοφὸν Ἀμφιλόχιον, ἵνα αὐτοῦ ταῖς πρεσβείαις
πρὸς τὸν Θεόν, χάριν λάβωμεν σωτήριον.
Στ.: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Δι’
ἀρετῆς θησαυρίσας γνῶσιν τὴν ἄνωθεν, ὡς ἀετὸς διῆλθες, πλείστας πόλεις καὶ νήσους,
μετάνοιαν κηρύττων λόγοις τοῖς σοῖς, ἱερὲ Ἀμφιλόχιε, καὶ τοὺς ἀνθρώπους
παιδεύων κατὰ Θεόν, ὀρθοδόξως πολιτεύεσθαι.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαῖρε
τῆς Πάτμου ὁ γόνος τῆς Ἐκκλησίας φωστήρ, καὶ τῆς Μονῆς σου φύλαξ, Ἀμφιλόχιε
Πάτερ· προστάτευε εὐχαῖς σου πρὸς τὸν Θεόν, τῶν ἀξίως τιμώντων σε, καὶ
προστρεχόντων ἐν πίστει εἰλικρινεῖ, τῶν λειψάνων σου τῇ λάρνακι.
Δόξα. Ἦχος β΄.
Ἀσκητικοῖς
ἀγῶσιν εὐδοκιμήσας, καὶ ἀποστολικοῖς καμάτοις διαπρέψας, εἰς ἑκατὸν ἐκτήσω ἐν οὐρανοῖς,
τὸν μισθὸν τῶν κατορθωμάτων σου, Ἀμφιλόχιε Πάτερ Ὅσιε· διὸ ἐν δόξῆ, τῷ ἐν
Τριάδι Θεῷ παριστάμενος, πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Μητρὸς
Ἠγαπημένου Μονῆς τὸν καθηγέτην, τὸν ἀγγελικῶς ἐν τῇ Πάτμῳ, τὸν βίον μετελθόντα,
ἀρτίως τὸν λάμψαντα ἡμῖν, ὡς πάμφωτον φωστῆρα ἀρετῆς, Ἀμφιλόχιον τὸν Ὅσιον εὐσεβῶς,
τιμήσωμεν ἐκβοῶντες· Δόξα τῷ σὲ ἐκλέξαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα
τῷ χορηγοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ.
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
α’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ὡς φωστὴρ παμφαής, ἐκ τῆς Πάτμου ἔλαμψας, ἐν χρόνοις τοῖς
καθ’ ἡμᾶς, νεύσει τῇ ἄνωθεν, καὶ ηὔγασας μυστικῶς, τῆς Ἐκκλησίας λαὸν τὸν
χριστώνυμον, τῇ θείᾳ ἀνατολῇ, τῆς δεομένης ἐξ ὕψους σοφίας σου· ὅθεν σήμερον ἐν
ὕμνοις, Πάτερ Ἀμφιλόχιε, οἱ πιστοί σε τιμῶμεν, ἐν τῇ μνήμῃ σου χορεύοντες.
Βαβαὶ
τῆς σῆς προμηθείας Χριστέ! Σὺ γὰρ τῷ λαῷ σου, ἐν ἐσχάτοις ἔτεσιν, ἀνέδειξας ὁδηγόν,
πρὸς βίον ἔνθεον, τὸν μέγαν ἐν ἀρεταῖς, καὶ ἐν σοφίᾳ πολὺν Ἀμφιλόχιον, τῷ βίῳ ἀσκητικῷ,
ἀγγελικῶς ἐπὶ γῆς χρηματίσαντα· ὅθεν ταῖς αὐτοῦ πρεσβείαις, δίδου τὰ
συμφέροντα, τοῖς αὐτοῦ ἐκτελοῦσι, τὸ σεβάσμιον μνημόσυνον.
Τοὺς
σοὺς ἀγῶνας γεραίρομεν, οὓς στεῤῥῶς ὑπῆλθες, ἀνταγωνιζόμενος, ἐν ὅπλοις
πνευματικοῖς, τῷ κοσμοκράτορι· ὡς σκεῦος γὰρ ἐκλογῆς, ἀπὸ παιδὸς τῷ Κυρίῳ ἑπόμενος,
οὐκ ὤκνησας γρηγορῶν, ἐν τῷ αὐτοῦ σωτηρίῳ θελήματι· ὅθεν ἐν σκηναῖς Δικαίων,
τούτῳ παριστάμενος, Ἀμφιλόχιε αἴτει, τοῖς τιμῶσί σε τὰ κρείττονα.
Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Ποίοις
εὐφημιῶν στέμμασι, στεφανώσωμεν τὸν θεοφόρον; Τὸν θεοστεφῆ Ἀμφιλόχιον, τὸν δι’ ἀρετῆς
διαπρέψαντα, καὶ κοσμήσαντα τὴν Ἐκκλησίαν· τὸν λόγῳ, τῆς εὐσεβείας ὁδηγήσαντα, ἀνθρώπους,
τῆς ἀληθείας πρὸς ἐπίγνωσιν· τὸν τῆς Μητρὸς τοῦ Δεσπότου, θεράποντα θεῖον, οὗ
πρεσβείαις πρὸς τὸν Θεόν, κινδύνων λυτρούμεθα, οἱ πόθῳ αὐτὸν γεραίροντες.
Ποίοις
μελῳδικοῖς ἔπεσιν, ἐπαινέσωμεν τὸν θεοφόρον; Τὸν Θεοῦ ὀφθέντα διάκονον, καὶ Εὐαγγελίου
κηρύξαντα, τὸ σωτήριον ἐν τοῖς ἐσχάτοις· τὸν ζήλῳ, πόλεις καὶ νήσους
διατρέξαντα, καὶ πλείστους, σεσμῶν κακίας λυτρωσάμενον· τὸν ἐκ τῆς Πάτμου φωστῆρα,
Ἀμφιλόχιον τὸν σοφόν, τὸν πάντας φωτίζοντα, τῇ αἴγλῃ φωτὸς τῆς χάριτος.
Ποίοις
εὐφραντικοῖς μέλεσιν, ἀνυμνήσωμεν τὸν θεοφόρον; Τὸν τῆς εὐσεβείας ἐκφάντορα, καὶ
τῆς μετανοίας διδάσκαλον, Ἀμφιλόχιον Θεοῦ τὸν φίλον· τὸν νέον, τῶν μοναζόντων ἐγκαλλώπισμα,
καὶ κλέος, τῶν ἱερέων καὶ παράδειγμα· τὸν θαυμαστὸν ἐν Ὁσίοις, οὗ ἡ λάρναξ
βρύει, ἰαμάτων ποταμηδόν, ἀπαύστως τὰ νάματα, εἰς δόξαν Θεοῦ αἰώνιον.
Δόξα. Ἦχος β΄.
Σήμερον
οἱ πιστοί, ἐτήσιον ἐκτελοῦντες, τὴν μνήμην τοῦ Ὁσίου Πατρός, πνευματικῶς εὐφρανθῶμεν,
καὶ ἐν φωνῇ ἀγαλλιάσεως, τούτῳ ἀναβοήσωμεν· Χαίροις ὀ ἐκ κοιλίας μητρικῆς, τῷ ἐπὶ
πάντων Θεῷ ἀφορισθείς, καὶ Εὐαγγελίου τὸν νόμον, ἐκπληρώσας τῷ βίῳ σου· χαίροις
ὁ δι’ ἀγώνων ἀρετῆς, τοῦ Παρακλήτου λαβὼν τὰς δωρεάς, καὶ πολλῶν ἐν πλούτῳ ἀγάπης,
εὐεργέτης γενόμενος· χαίροις τῆς Πάτμου τὸ βλάστημα, καὶ Μονῆς Ἠγαπημένου τῆς
Μητρός, δομήτωρ ἐνθεώτατος. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, Ἀμφιλόχιε
μακάριε, τὴν εἰρήνην αἴτει, ταῖς ψυχαῖς τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς
χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες,
καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ
Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ, ἡ ἁγιόβλαστος Πάτμος, τὸ τοῦ Ἠγαπημένου Μαθητοῦ, ἰερώτατον σχοίνισμα.
Ἰδοὺ γὰρ ἐν σοὶ δαυϊτικῶς, ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ, ὡς ὑψίκομος φοῖνιξ ἀρετῶν, τῇ
ἀσκήσει ἐξήνθησεν, Ἀμφιλόχιος ὁ ἔνδοξος, ὁ τοῦ Ὁσίου Πατρὸς Χριστοδούλου, τῆς
πολυφόρου φυτείας, τίμιον βλάστημα γενόμενος· ὅθεν ἐν αὐτῷ καυχωμένη, καὶ τῆς
χάριτος αὐτοῦ ἀπολαύουσα, τῷ Σωτῆρι βόησον· Πολυέλεε Κύριε δόξα Σοι.
Ἦχος β΄.
Ὅσιε
Πάτερ, Ἀμφιλόχιε μακάριε, ἀπὸ παιδὸς Θεῷ ἀνατεθείς, τῶν ἐπιγείων κατεφρόνησας,
καὶ τοὺς πάλαι Ὁσίους, τῷ βίῳ μιμούμενος, τῶν δωρεῶν τῆς χάριτος κατηξίωσαι· ἐντεῦθεν
δι’ ἀγάπης θερμῆς, τὴν σωτηρίαν τοῦ πλησίον, ὅλῃ καρδίᾳ ἐξεζήτησας, καὶ
πλείστους τόπους διαμείψας, καὶ πλανωμένων ὁδηγός, διὰ λόγων καὶ ἔργων
γενόμενος, ἐξ ἀναξίων ἀξίους, πολλοὺς Χριστῷ προσήγαγες· ὅθεν αὐτός σε ἀμειβόμενος,
τῶν Ἁγίων τῆς χαρᾶς κατηξίωσε, μεθ’ ὧν πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ’.
Χρεωστικῶς
τὴν μνήμην σου σήμερον, οἱ εὐσεβεῖς ἐκτελοῦμεν, Ἀμφιλόχιε Πάτερ θεόληπτε· σὺ γὰρ
τῷ πνεύματι ζέων, τῷ Κυρίῳ δουλεύων, τῇ ἐλπίδι χαίρων, τῇ θλίψει ὑπομένων, καὶ τῇ
εὐχῇ προσκαρτερῶν, ἐν παντί σου τῷ βίῳ, ἀποστολικῶς διετέλεσας, καὶ τοῖς πᾶσι τὰ
πάντα ἐγένου, ὡς τοῦ Παύλου θεόληπτος μιμητής, ἵνα πάντας κερδήσῃς, ἐν Χριστῷ Ἰησοῦ
τῷ Σωτῆρι. Αὐτῷ οὖν ἐν δόξῃ, σὺν Ἁγίων χοροῖς παριστάμενος, πρέσβευε ἐκτενῶς τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Ὅσιε
Πάτερ Ἀμφιλόχιε, τὸ τῆς Πάτμου βλάστημα καὶ καύχημα, ὁ ἐν ἀζύγῳ ὀχήματι ἀρετῶν,
ὡς ὁ Θεσβίτης Ἠλίας, ἁρματηλάτης ἀπὸ γῆς, πρὸς οὐρανοῦς ἐκδημήσας, τῆς ἱερᾶς
νήσου σου μὴ παύσῃ, προστατεύων ταῖς πρεσβείαις σου· τὴν εὐαγῆ σου δὲ Μονήν, ἣν
πόνοις ἀτρώτοις συνεκρότησας, καὶ τῇ Μητρὶ τοῦ Ἠγαπημένου ἀνέθηκας, τῆς ἀσκήσεως
κυπρίζουσαν ἄμπελον, καθηγεσίᾳ τῶν εὐχῶν σου ἀνάδειξον· καὶ πᾶσι τοῖς
προστρέχουσι, τῇ θήκῃ τῶν λειψάνων σου, τὰ κρείττονα αἴτει χαρίσματα, παρὰ
Χριστοῦ τοῦ Θεοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἀσκητικῆς
πολιτείας, εἰς ὕψος ἀνελθών, καὶ εὐαγγελικῶς καρποφορήσας, ἐν Ἐκκλησίᾳ Θεοῦ, ἐν
οὐρανοῖς έκτήσω εἰς ἑκατόν, κατορθωμάτων σου τὸν μισθόν, Ἀμφιλόχιε μακάριε, τῆς
Πάτμου ἀγλάϊσμα· διὸ ἐκ τῶν λειψάνων σου, ὡς ἐκ κρήνης ἀφθόνου, ἀναβλύζεις ἰάματα,
καὶ πηγάζεις χαρίσματα, εὐεργετῶν τοὺς προστρέχοντας. Ἀλλὰ πρέσβευε δεόμεθα, Ὅσιε
Πάτερ, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν
τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις,
ὁ ἀπὸ βρέφους Θεῷ, ἀκολουθήσας οὐρανίῳ φρονήματι, καὶ ἔργοις δικαιοσύνης, εὐαρεστήσας
αὐτῷ, θεοφόρε Πάτερ Ἀμφιλόχιε· ὁ νοῦν δι’ ἀσκήσεως, τῶν παθῶν καθηράμενος, ὁ ἀπαθείας,
ἐν τῷ ὕψει γενόμενος, καὶ τῆς χάριτος, θησαυρίσας τὴν ἔλλαμψιν· ζήλῳ ὁ τὰ
διδάγματα, κηρύξας τῆς πίστεως, καὶ χρηματίσας ἀνθρώποις, ἠθῶν ἁγίων διδάσκαλος.
Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις,
ὁ καθαγνίσας σαυτόν, τοῖς ἐν ἀσκήσει ὑπερμέτροις ἀγῶσί σου, καὶ σκεῦος τῆς ἐπιπνοίας,
ἀναδειχθεὶς τοῦ Θεοῦ, θεοφόρε Πάτερ Ἀμφιλόχιε· Σταυρὸν ὁ ἀράμενος, τοῦ Σωτῆρος ἐπ’
ὤμων σου, καὶ διαθλήσας, συνεργίᾳ τοῦ Πνεύματος, συνειδήσεως, ἐπὶ γῆς τὸ
μαρτύριον· στέφανον ὁ δεξάμενος, θεόθεν ἀμάραντον, καὶ ἐν ὑψίστοις τῆς δόξης, τῶν
ἐκλεκτῶν ἀξιούμενος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις,
τῆς νήσου Πάτμου βλαστός, τοῦ Θεολόγου τῆς Μονῆς ἄνθος εὔοσμον, καὶ Μάνδρας Ἠγαπημένου,
τῆς Παναγίας Μητρός, ὁ κλεινὸς δομήτωρ καὶ ὑπέρμαχος, σοφὲ Ἀμφιλόχιε, εὐσεβῶν ἡ
παράκλησις, ὁ πλείστους τόπους, διαμείψας ὡς ἄγγελος, τὴν μετάνοιαν, ἱερῶς ὑφηγούμενος·
λόγων σου παραινέσεσι, καὶ βίου χρηστότητι, τοὺς ἐνξ ἀγνοίᾳ τελοῦντας,
καθοδηγήσας πρὸς Κύριον. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Ἀσκητικῶς
ἀπὸ παιδός, τὸν σταυρόν σου ἀράμενος, τὸν νόμον ἐπλήρωσας, τοῦ νομοθέτου σου
Χριστοῦ, Ἀμφιλόχιε μακάριε· ἔξω γὰρ κόσμου καὶ σαρκός, ἀγγελικῶς βιώσας, τῆς Εἰκόνος
τὸ κάλλος, ἀκηλίδωτον διετήρησας, καὶ εἰς τὸ καθ’ ὁμοίωσιν, ὠς δυνατὸν ἀνελήλυθας·
διὸ τῆς πολιτείας σου τὸ φῶς, τῶν ἀνθρώπων ἐνώπιον ἔλαμψε, τὰς τρίβους πάντων
φωτίζον, πρὸς ἀρετῶν τελειότητα· Ἀλλ’ ὡς ἐν οὐρανοῖς, τῇ Ἁγίᾳ Τριάδι
παριστάμενος, πρεσβεύεις ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Ταῖς τῶν δακρύων σου.
Ἀσκητικαῖς
σου ἀρεταῖς, Παρακλήτου τὴν χάριν ὑποδεξάμενος, τῶν μοναζόντων ὁδηγός, καὶ εὐσεβῶν
διδάσκαλος ἐχρημάτισας, καὶ ὤφθης ἀκριβής, τῆς ἐν Χριστῷ ζωῆς ὑποτύπωσις, Ἀμφιλόχιε
Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Μητρὸς
Ἠγαπημένου Μονῆς τὸν καθηγέτην, τὸν ἀγγελικῶς ἐν τῇ Πάτμῳ, τὸν βίον μετελθόντα,
ἀρτίως τὸν λάμψαντα ἡμῖν, ὡς πάμφωτον φωστῆρα ἀρετῆς, Ἀμφιλόχιον τὸν Ὅσιον εὐσεβῶς,
τιμήσωμεν ἐκβοῶντες· Δόξα τῷ σὲ ἐκλέξαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα
τῷ χορηγοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Συνέλθωμεν
πιστοί, εὐσεβῶς ἐκτελοῦντες, ἐν ὕμνοις καὶ ᾠδαῖς, τοῦ Ὁσίου τὴν μνήμην, καὶ
πάντες μετὰ πίστεως, πρὸς αὐτὸν ἀνακράξωμεν· Ἀμφιλόχιε, θεομακάριστε Πάτερ, τὸν
Φιλάνθρωπον, καθικετεύων μὴ παύσῃ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα.
Ἐκ
βρέφους τὸν Θεόν, ὁλικῶς ἀγαπήσας, εὐάρεστον αὐτῲ, ἐπετέλεσας βίον, καὶ ὤφθης τῆς
λαμπρότητος, τῶν Ἁγίων συμμέτοχος· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, ἵνα
λάβωμεν, παραπτωμάτων τὴν λύσιν, σοφὲ Ἀμφιλόχιε.
Καὶ νῦν. Θεοτοκίον.
Κυήσασα
φρικτῶς, τῆς Τριάδος τὸν ἕνα, αἱμάτων ἐξ ἁγνῶν, ἐπ’ ἐσχάτων τῶν χρόνων, τῆς Εὔας
τῆς προμήτορος, τὴν κατάραν ἠφάνισας, καὶ ἀνέτειλας, τὴν σωτηρίαν τῷ κόσμῳ· διὸ
πάντες σοι, εὐχαριστίας Παρθένε, προσάδομεν ᾄσματα.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ
βίου τὴν ἔρημον ἀσκητικῶς διελθών, εἰς χώραν κατέφθασας τῆς ἀθανάτου ζωῆς, σοφὲ
Ἀμφιλόχιε· σὺ γὰρ καταφρονήσας, τῶν ἐν κόσμῳ πραγμάτων, ἔζησας ἐναρέτως, τοῦ
Δεσπότου τῷ πόθῳ· ᾧ πρέσβευε σωθῆναι ἡμᾶς, τοὺς πίστει τιμῶντάς σε.
Δόξα.
Ταῖς
θείαις ἐλλάμψεσι τοῦ ἀπροσίτου φωτός, τὸν νοῦν ἐλλαμπόμενος ὡς τῇ ψυχῇ καθαρός,
σοφὲ Ἀμφιλόχιε, αἴγλῃ τῶν διδαχῶν σου, ὡς ἀστὴρ ἐν τῷ κόσμῳ, ἔλαμψας
καταυγάζων, γηγενῶν τὰς καρδίας· διὸ τὸν φωτισμὸν ταῖς ψυχαῖς, ἡμῶν αἴτει Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
ῥάβδος ἡ ἔντιμος ἡ τῆς ζωῆς ἀληθῶς, τὸ ξύλον βλαστήσασα τοῖς ἐξ Ἀδὰμ χοϊκοῖς,
Χριστὸν τὸν φιλάνθρωπον, πάσας τὰς ψυχοφθόρους, τῶν παθῶν ἐκβλαστήσεις, ξήρανον
Θεοτόκε, τῆς ἡμῶν διανοίας, ἵνα Σε γηθοσύνως ἁγνή, ἀεὶ μακαρίζομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐπακούσας
ῥημάτων τῶν θεϊκῶν, τὸν σταυρόν σου ἐπ’ ὤμων ἀναλαβών, τῷ κόσμῳ ἐσταύρωσας,
σεαυτὸν καὶ τοῖς πάθεσι, καὶ πλήρης χαρισμάτων, ἐνθέων γενόμενος, πατὴρ τῶν
μοναζόντων, ἐδείχθης φιλόστοργος· ὅθεν αἱ χορεῖαι, τῶν πιστῶν ὁμοφρόνως, σοφὲ Ἀμφιλόχιε,
τὴν πανεύσημον μνήμην σου, ἐκτελοῦμεν κραυγάζοντες· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, καὶ ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς τιμῶσί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν
ὑπέρθεον Λόγον τὸν τοῦ Πατρός, διὰ πλῆθος ἐλέους ἄνευ σπορᾶς, σαρκὶ
Θεονύμφευτε, ὑπὲρ λόγον κυήσασα, Προμήτορος τὴν πάλαι, κατάραν ἠφάνισας, καὶ κόσμῳ
εὐλογίας, τὸ ἔαρ ἀνέτειλας· ὅθεν σωτηρίας, ὡς οὐράνιον πύλην, ἀεί Σε δοξάζομεν,
Θεοτόκε πανύμνητε, καὶ συμφώνως βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ Σου Δέσποινα.
Εἶτα, οἱ Ἀναβαθμοί· ταὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν, ζήτει ταῇ Ε’ Δεκεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Σήμερον
ἡ χάρις τοῦ Παρακλήτου, ἐπὶ τοῦ Ὁσίου τῇ μνήμῃ, ἡμᾶς συνήγαγε, καὶ πάντες
χαίροντες, ὡς ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς, εὐφραινόμενοι κράζομεν· Μακάριος εἶ,
Πάτερ Ἀμφιλόχιε, ὁ τοὺς χαρακτῆρας τῶν ἀρετῶν, εὐσεβείας χρώμασι δι’ ἀσκήσεως,
σεαυτῷ ἀληθῶς ἐμμορφώσας, καὶ τοῦ Θεοῦ κατ’ εἰκόνα, τὴν ψυχήν σου δείξας
μακάριε. Ἀλλ’ ὡς ἔχων παῤῤησίαν πρὸς Θεόν, Αὐτὸν δυσώπει ἐκτενῶς, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου ἢ τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου, οὗ ἡ
ἀκροστιχὶς κατ’ Ἀλφάβητον ἀντιστρόφως· ἐν δὲ τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
ᾨδὴν
δεῦτε ᾄσωμεν, Ἀμφιλοχίῳ, τῷ θείῳ φιλέορτοι, ὅτι ὡς ἄγγελος, ἐβίωσεν ἐπὶ γῆς, καὶ
ἔτυχεν ἐν οὐρανοῖς, Ἀγγέλων χάριτος.
Ψαλμοῖς
Ἀμφιλόχιε, γεραίρομέν σε· Χριστὸν γὰρ ἠγάπησας, ἀπὸ νεότητος, καὶ ἄθλοις ἀσκητικοῖς,
ἐδόξασας ἐπὶ τῆς γῆς, Αὐτοῦ τὸ ὄνομα.
Χαρᾶς
Ἀμφιλόχιε, ἐπουρανίου, Θεός σε ἠξίωσε· σὺ γὰρ ἐνέκρωσας, τὸ φρόνημα τῆς σαρκός,
παλαίσμασι ἀσκητικοῖς, ὡς καρτερόψυχος.
Θεοτοκίον.
Κυρία τῆς
κτίσεως, εὐλογημένη, Θεόνυμφε Δέσποινα, ἐκτενῶς πρέσβευε, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ
σώζεσθαι ἐκ πειρασμῶν, τοὺς ὑμνολόγους Σου.
ᾨδὴ γ’. Λίθον ὃν ἀπεδοκίμασαν.
Φεύγων
Πάτερ Ἀμφιλόχιε, κόσμου τὴν ἀπάτην, ἔδραμες ὀπίσω, τοῦ Λυτρωτοῦ σπουδαίως,
νηστείαις, ἀγρυπνίαις, ἀπαύστοις δεήσεσι, ἐξομαλίζων ἑαυτῷ, τρίβον ἀρίστην
τελειότητος.
Ὕμνοις
Πάτερ Ἀμφιλόχιε, μακαρίζομέν σε· σὺ γὰρ τῆς ἀγάπης, δεξάμενος τὸ δῶρον, πατὴρ τῶν
μοναζόντων, ἐδείχθης φιλόστοργος, καὶ ποδηγέτης τῶν πιστῶν, πρὸς ἀρετὴν θείαν ἐπίδοσιν.
Τόξον
Πάτερ Ἀμφιλόχιε, τὴν εὐχὴν κατέχων, φάλαγγας δαιμόνων, ἐξέτρεψας τελείως, καὶ ἐν
νικηφορίαις, τῶν ἔργων τῆς πίστεως, μέγας εὑρέθης ἐπὶ γῆς· διὸ Χριστός σε ἐστεφάνωσεν.
Θεοτοκίον.
Ὕμνοις
Δέσποινα Μητράναδρε, μακαρίζομέν Σε, ὅτι τὸν Δεσπότην, ὑπερφυῶς τεκοῦσα, ἐλύτρωσας
τὸν κόσμον, ἀρᾶς τοῦ Προπάτορος, καὶ εὐλογίας θεϊκῆς, πᾶσιν ἡμῖν ἐγένου
πρόξενος.
Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀμφιλόχιον
δεῦτε πιστοὶ τιμήσωμεν, τὸν ἐν ἐσχάταις ἡμέραις, ἀσκητικῇ βιοτῇ, ἀρετῶν ἐν τῷ
φωτὶ περιπατήσαντα, καὶ ὁδηγήσαντα πολλούς, σωτηρίας πρὸς ὁδόν, ἐν λόγῳ
πεφωτισμένῳ· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὥσπερ
πύρινος θρόνος ἐν ταῖς ἀγκάλαις Σου, ταῖς παναγίαις βαστάζεις, τὸν Βασιλέα
Χριστόν, τὸν βαστάζοντα ἁγνὴ τὰ πάντα ῥήματι· Ὃν ἐκδυσώπει ἐκτενῶς, ὡς Υἱόν Σου
καὶ Θεόν, ἐν μητρικῇ παῤῥησίᾳ, πανάχραντε Θεοτόκε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ’. Ἐν Πνεύματι προβλέπων.
Σαρκὸς
καταφρονήσας, ἀγάπῃ τοῦ Θεοῦ, ἐνεκρώθης πάθεσιν, ἀσκήσει κραταιᾷ, καὶ
κληρονόμος ἐγένου ἡγιασμένος, τοῦ σταυρωθέντος δι’ ἡμᾶς καὶ ἀναστάντος, Πάτερ Ἀμφιλόχιε
Ὅσιε.
Ῥημάτων
ἐπακούσας, προθύμως τῆς ζωῆς, ἐκ παιδὸς τὴν ἔφεσιν, ἀνέτεινας Χριστῷ, καὶ τῶν ἡδέων
τοῦ κόσμου καταφρονήσας, τῶν οὐρανίων ἀγαθῶν τὸν μαργαρίτην, εὗρες Ἀμφιλόχιε Ὅσιε.
Πατέρων
ὡς ζηλώσας, τῶν πάλαι τὴν ζωήν, ἐν ὑστέροις ἔτεσιν, ἰσότιμος αὐτῶν, τῆς εὐκληρίας
ἐδείχθης καὶ εὐφροσύνης, ἐν Παραδείσῳ τῆς τρυφῆς κατασκηνώσας, Πάτερ Ἀμφιλόχιε Ὅσιε.
Θεοτοκίον.
Ῥημάτων ἱκεσίας, ἐπάκουσον
ἡμῶν, ἀγαθὴ ὡς πέλουσα, καὶ πρόφθασον ταχύ, ταῖς μητρικαῖς Σου πρεσβείαις
σώζουσα πάντας, ἐκ νοσημάτων καὶ δεινῶν πειρατηρίων, Μῆτερ τοῦ παντάνακτος ἄχραντε.
ᾨδὴ ε’. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Ὀμβρίζεις
χάριν δαψιλῶς, ἐκ θήκης τῆς σῆς· σὲ γὰρ ὁ Δεσπότης, δοξάζει τῆς κτίσεως,
θεόφρον Πάτερ Ἀμφιλόχιε, ὡς ἡγιασμένον, φανέντα ἐν ἐσχάτοις.
Ξενώσας
ὅλον ἑαυτόν, τῆς γῆς τῶν φθαρτῶν, οἰκεῖος ἐγένου, δι’ ἔργων τῆς πίστεως, Χριστῷ
παμμάκαρ Ἀμφιλόχιε, καὶ Αὐτῷ συνήφθης, τῶν τῇδε ἀναλύσας.
Νικήσας
στίφη ἀνδρικῶς, ἀσάρκων ἐχθρῶν, ὅπλοις ἐγκρατείας, σοφὲ Ἀμφιλόχιε, θεόθεν ἔλαβες
τὸν στέφανον, τῆς δικαιοσύνης, καὶ ζῇς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἰδοὺ συμφώνως οἱ
πιστοί, ἐκ πόθου ψυχῆς, φέρομέν Σοι ὕμνον, Παρθένε δεόμενοι· πρόφθασον Μῆτερ, ὡς
φιλεύσπλαγχνος, ἡμᾶς ῥυομένη, κινδύνων ἐκ παντοίων.
ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Μετανοίας
πρὸς τὸ φῶς, ἐκ σκοτίας τῶν παθῶν, καθωδήγησας πολλούς, καὶ τὸ φρόνημα αὐτῶν, ἐῤῥύθμισας,
Ὅσιε Πάτερ, ταῖς νουθεσίαις σου.
Λογισάμενος
τῆς γῆς, ὄναρ εἶναι τὰ τερπνά, κατεφρόνησας σαφῶς, Ἀμφιλόχιε αὐτῶν, καὶ ἔκτεινας,
σαρκὸς τὰ πάθη, τῇ ἐγκρατείᾳ σου.
Καθαγνίσας
ἑαυτόν, δι’ ἀγώνων ἱερῶν, συνεκρότησας Μονήν, τῇ πανάγνῳ Μαριάμ, ἣν στήριζε, ἐπὶ
τὴν πέτραν Πάτερ, τῆς πίστεως.
Θεοτοκίον.
Λάμπρυνόν μου τὴν
ψυχήν, Θεονύμφευτε ἁγνή, ἀποῤῥήτως ἡ τὸ φῶς, ἀνατείλασα Χριστόν, καὶ σῶσόν με, ὑμνολογοῦντα,
τὰ μεγαλεῖά Σου.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκ
τῆς Πάτμου ἔλαμψας, ὡς ἑωσφόρος, καὶ αὐγάζεις ἅπασαν, τὴν Ἐκκλησίαν ἀστραπαῖς,
τῆς δεδομένης σοι χάριτος, Ὅσιε Πάτερ,
σοφὲ Ἀμφιλόχιε.
Ὁ Οἶκος.
Ἀκολούθησας
τῷ Χριστῷ, ἐκ πρώτης ἡλικίας, καὶ ἀρετῶν ἐν τῷ φωτί, περιπατήσας ἀκλινῶς, ὡς τῶν
Ὁσίων μιμητής, τῆς χάριτος τὰς δωρεάς, ἄνωθεν ὑπεδέξω, καὶ εὐσεβείας τὸν λόγον,
τοῖς ἀνθρώποις ἐκήρυξας, πλείστας πόλεις καὶ νήσους περιελθών, ὡς ἄλλος ἀπόστολος·
πᾶσι γὰρ τὰ πάντα ἐγένου, ὡς Παῦλος ὁ τῶν Ἐθνῶν χριστοκῆρυξ, καὶ τὴν ἀγάπην ἐφύλαξας,
ὡς τοῦ Θεοῦ ἐντολήν, ὡς ἔφη ὁ Ἠγαπημένος μαθητής· οὗ καὶ τῇ ὑπεραγίᾳ Μητρί, Μονὴν
ἱερὰν συνέστησας, ἐν ᾗ κειμένη ἡ θήκη σου, ἰαμάτων πηγάζει τὰ νάματα, τοῖς πιστῶς
προσπελάζουσι, καὶ ὡς φωστῆρά σε νέον, τῆς Ἐκκλησίας γεραίρουσιν, Ὅσιε Πάτερ, σοφὲ Ἀμφιλόχιε.
Συναξάριον.
Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἀμφιλοχίου τοῦ ἐν Πάτμῳ.
Ἀμφιλόχιος
ὡς ἀγάπης ταμεῖον,
Χριστῷ
συνήφθη ἀναλύσας τῶν κάτω.
Ἀμφιλόχιος
δεκάτῃ μετέστη καθ’ ἕκτην τῶν φθαρτῶν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγάπης, Εἰρήνης καὶ Χιονίας.
Χιὼν
τὸ πῦρ ἦν τῇ Χιονίᾳ τάχα,
Οὗ
συμμετασχεῖν ἠγάπησεν Ἀγάπη.
Βέλος
σε πέμπει πρὸς τὸν εἰρήνης τόπον,
Ἀφ'
αἱμάτων σῶν ἐκμεθυσθὲν Εἰρήνη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φήλικος Ἐπισκόπου, Ἰανουαρίου Πρεσβυτέρου,
Φουρτουνάτου καὶ Σεπτεμίνου.
Τετρὰς
ἀθλητῶν συγκεκομμένων ξίφει
Νῦν
συγχορεύει μυριάσιν Ἀγγέλων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεωνίδου, Χαρίσσης, Νίκης, Γαληνῆς,
Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας.
Κόλποις
θαλάσσης ἐκδοθεὶς Λεωνίδης
Φθάνει
κολυμβῶν Ἀβραὰμ κόλπων ἄχρι.
Θάλασσαν
ἡ Χάρισσα φρίττειν οὐκ ἔχω,
Ἥτις
θάλασσαν προξενεῖ μοι χαρίτων.
Βυθῷ
Γαληνὴ καὶ Νίκη βεβλημέναι,
Νίκην
ἐφεῦρον καὶ γαλήνην ἐκ σάλου.
Βυθὸς
θαλάσσης λαμβάνει τὴν Καλλίδα,
Κάλλους
ἐρῶσαν ψυχεραστοῦ Κυρίου.
Εὑροῦσα
κέρδος ἐκ βυθοῦ σωτηρίαν
Τὸ
νουνεχές σου δεικνύεις, Νουνεχία.
Γαστὴρ
θαλάσσης λαμβάνει κόρας δύο,
Λίχνην
φυγούσας, δυσσεβείας γαστέρα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εἰρήνης.
Εἰρηνικῶς
ζήσασα, Μάρτυς Εἰρήνη,
Οὐκ
εἰρηνικῶς, ἀλλ' ἐκ τοῦ ξίφους θνῄσκεις.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος
Νεομάρτυς Μιχαὴλ ὁ Βουρλιώτης,
ὁ ἐν Σμύρνῃ μαρτυρήσας ἐν ἔτει 1772 (ᾳψοβ΄), ξίφει τελειοῦται.
Bαφεὶς
Mιχαήλ τῷ λύθρῳ σῶν αἱμάτων,
Λευκὸς δέδειξαι ὡς χιών, Ἀθληφόρε.
Λευκὸς δέδειξαι ὡς χιών, Ἀθληφόρε.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος
Νέος Ὁσιομάρτυς Χριστόφορος ὁ Διονυσιάτης, ἐν ἔτει 1818, ἐν Κωνσταντινουπόλει,
ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι
Μάρτυρες Ἀγάθων, Εὐτυχία, Κασία καὶ Φιλίππα οἱ Ὁμολογητές, ἐν ἔτει 304, ἐν Θεσσαλονίκῃ, ἐν εἱρκτῇ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος
Ἀμβρόσιος ὁ Ὁμολογητής, Πατριάρχης Γεωργίας, ἐν ἔτει 1927, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Ἰδοῦ
σε εὐλαβῶς Ἀμφιλόχιε, τιμῶμεν ἐκτελοῦντες τὴν μνήμην σου· σὺ γὰρ ἐδείχθης
πιστός, δοῦλος καὶ φίλος Θεοῦ.
Θυσίαν
ἑαυτόν Ἀμφιλόχιε, τῷ Κτίστῃ τῇ ἀσκήσει ἐτέλεσας, καὶ συνεκράθης Αὐτῷ, ἐν μετοχῇ
θεωθείς.
Ἡ
θήκη σου ἀεὶ τῶν ἰάσεων, πηγάζει Ἀμφιλόχιε νάματα, τοῖς προσιοῦσι πιστῶς, πρὸς
θεραπείαν παθῶν.
Θεοτοκίον.
Λιμὴν ἡμῖν γενοῦ
θαλατττεύουσιν, ἐν βίου τῶ πελάγει πανύμνητε· μὴν οὖν ἐάσῃς ἡμᾶς, καταποθῆναι ἁγνή.
ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.
Ζηλώσας
ἐν χάριτι, Χριστοῦ τὸν Βαπτιστήν, ἐξομολογήσεως, λουτρῷ τῷ μυστικῷ, ἀπέπλυνας ῥύπου
θεομάκαρ παθῶν, καρδίας ἀνθρώπων, τῶν σοὶ προσερχομένων.
Εὐθύνας
θελήματι, ἁγίῳ τοῦ Θεοῦ, σοφὲ Ἀμφιλόχιε, τὸν βίον ἐκ παιδός, ἐν λόγῳ καὶ ἔργῳ,
σεαυτὸν ἀληθῶς, παρέστησας τύπον, ὁσίας πολιτείας.
Δοχεῖον
τοῦ Πνεύματος, τελέσας ἑαυτόν, σοφὲ Ἀμφιλόχιε, ἀλείπτης μοναστῶν, πιστῶν
ποδηγέτης, ὀρφανῶν τε πατήρ, καὶ ἀπεγνωσμένων, ἀντίληψις ἐφάνης.
Θεοτοκίον.
Ὁ Λόγος
πανάχραντε, ἐκ Σοῦ σωματωθείς, θανάτου ἐῤῥύσατο, τὸ γένος τῶν βροτῶν· Αὐτὸν οὖν
δυσώπει, μητρικοῖς οἰκτιρμοῖς, σωθῆναι Παρθένε, τοὺς Σὲ ὑμνολογοῦντας.
ᾨδὴ θ΄. Ταὴν ζωοδόχον πηγήν.
Γῆς
τῶν προσκαίρων ἀρθεὶς τῇ ἀσκήσει σου, κατηγλαΐσθης τῇ αἴγλῃ τῆς χάριτος, καὶ Ἁγίων
ἔτυχες, ἐν ὑψίστοις στάσεως· διὸ Χριστὸν Ἀμφιλόχιε δυσώπει, ἐλεηθῆναι λαὸν τὸν
χριστώνυμον.
Βίου
προσκαίρως καλῶς τὸ κλυδώνιον, διαπεράσας ἱστίῳ ἀσκήσεως, τὸν λιμένα Ὅσιε, τῆς
ζωῆς κατέλαβες, ἔνθα χαρᾶς μυστικῆς ἐπαπολαύων, αἴτει εἰρήνην ἡμῖν τοῖς τιμῶσί
σε.
Ἀνευφημοῦμεν
πιστοὶ Ἀμφιλόχιε, τῶν μοναζόντων τὸ νέον σε καύχημα, ἐκτελοῦντες σήμερον, τὴν ἁγίαν
μνήμην σου· σὺ δὲ Χριστῷ τῷ Θεῷ πρέσβευε Πάτερ, ἡμῖν δοθῆναι πταισμάτων
συγχώρησιν.
Θεοτοκίον.
Ὑμνολογοῦντες ἁγνὴ
τὴν λοχείαν Σου, δι’ ἧς ὁ κόσμος ἐῤῥύσθη τοῦ πταίσματος, ἐκ ψυχῆς βοῶμέν Σοι·
Χαῖρε Μῆτερ πάναγνε, τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἡ πλατυτέρα· χαῖρε ἀνθρώπων, ἡ
θεία ἀντίληψις.
Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.
Τὸν
θεῖον Ἀμφιλόχιον, Κυρίου τὸν θεράποντα, τῶν μοναζόντων τὸν λύχνον, καὶ ἱερέων τὸν
τύπον, τῆς Πάτμου τὸ ἀπάνθισμα, καὶ Ἐκκλησίας καύχημα, δεῦτε πιστῶς τιμήσωμεν, ἵνα
αὐτοῦ ταῖς πρεσβείαις, ῥυώμεθα ἐκ κινδύνων.
Χριστοῦ
τὸ Εὐαγγέλιον, ἀσκητικῶς ἐπλήρωσας, καὶ εὐσεβείας τὸν λόγον, ἐκήρυξας θεοπνεύστοις,
ἐν τοῖς ἐσχάτοις ἔτεσι, παμμάκαρ Ἀμφιλόχιε· διό σε ἐθαυμάστωσεν, ὁ πανοικτίρμων
Δεσπότης, θαυμάτων ταῖς ἐνεργείαις.
Θεοτοκίον.
Ῥωννύμενος
τῇ χάριτι, τοῦ Σοῦ Υἱοῦ πανάχραντε, ἀσκητικῇ πολιτείᾳ, διέπρεψεν ἐν ἐσχάτοις, ὁ
θεῖος Ἀμφιλόχιος, μεθ’ οὗ ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν δεόμεθα, τῶν εὐλαβῶς
προσκυνούντων, τὸν τόκον Σου Θεοτόκε.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
ἐπίγειον ἄγγελον, καὶ οὐράνιον ἄνθρωπον, συνελθόντες σήμερον εὐφημοῦμέν σε· σὺ
γὰρ ἐσχάτως ἐν ἔτεσι, Χριστῷ ἠκολούθησας, ἀρεταῖς ἀσκητικαῖς, καὶ Ὁσίων τῶν
πρόπαλαι, Ἀμφιλόχιε, ἐμιμήσω τὸν βίον ἐν ταῷ κόσμῳ, μεθ’ ὧν πρέσβευε Κυρίῳ, ὑπὲρ
ἡμῶν τῶν ὑμνούντων σε.
Ἱερώτατον
βλάστημα, Χριστοδούλου τοῦ μάκαρος, τῆς φυτείας γέγονας Ἀμφιλόχιε, καὶ γεωργίᾳ ταῇ
κρείττονι, ὁσίας ἀσκήσεως, τοὺς καρποὺς εἰς ἑκατόν, μυστικῶς ἀνεβλάστησας, καὶ ἐξέθρεψας,
τὸν λαὸν τοῦ Κυρίου ἐν ὑστέροις· διὰ τοῦτό σε τιμῶμεν, ἐπιτελοῦντες τὴν μνήμην
σου.
Τῇ
τελείᾳ ἀσκήσει σου, τῷ Θεῷ προσκολλώμενος, τῆς σοφίας ἔλαβες ταὰ δωρήματα, καὶ
μετανοίας ἐκήρυξας, ἀνθρώποις τὸ κήρυγμα, πλείστους τόπους διελθών, τῷ φωτὶ ὁδηγούμενος,
Ἀμφιλόχιε, τοῦ ἐν σοὶ ἐνεργοῦντος Παρακλήτου, οὗ τὴν χάριν ἡμῖν αἴτει, τοῖς κατὰ
χρέος τιμῶσί σε.
Τῶν
τιμίων λειψάνων σου, τὴν μυρίπνοον λάρνακα, ἡ Μονή σου Ἅγιε θησαυρίζουσα, ὑπὲρ
χρυσίον πολύτιμον, κηρύττει τὴν χάριν σου, καὶ προσπίπτουσα αὐτῇ, Ἀμφιλόχιε
κράζει σοι· Πάτερ Ὅσιε, προστατεύων τῆς ποίμνης σου μὴ παύσῃ, ἐξ αὐτῆς ἀπείργων
πᾶσαν, τοῦ ἀρχεκάκου ἐπίθεσιν.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν
ἐν μονασταῖς ἰσάγγελον, καὶ ἐν ἱερεῦσι θαυμάσιον, ὡς τοῦ Εὐαγγελίου διδάσκαλον,
Ἀμφιλόχιον τὸν Ὅσιον, ᾀσματικοῖς ἐγκωμίοις ἐπαινέσωμεν· ἀγγελικῇ γὰρ πολιτείᾳ, ἐκ
Πάτμου ἀναλάμψας, τὴν Ἐκκλησίαν κατεφαίδρυνε, καὶ τῶν πιστῶν ποδηγέτης, πρὸς ἀρετῶν
τὴν ἐπίδοσιν, διὰ λόγων μεστῶν σοφίας, καὶ ἀμέμπτου βίου παραδειγμάτων, ἐν ἐσχάτοις
καιροῖς ἀναδέδεικται· ὅθεν αὐτῷ ἐκβοήσωμεν· μακαριώτατε Πάτερ, Ἀποστόλων
συμμέτοχε, καὶ Ὁσίων συνόμιλε, ἐν δυνατῇ παῤῥησίᾳ, μὴ παύσῃ δεόμενος τοῦ
Κυρίου, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Βίον
ἐκτελέσας ἀσκητικόν, ἔρωτι Κυρίου, Ἀμφιλόχιε ἐπὶ γῆς, ἐν τῇ Βασιλείᾳ, τῶν οὐρανῶν
ἀγάλλῃ, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.
Πάτμου
τὸν φωστῆρα τὸν φαεινόν, ὑμνοῦμέν σε πόθῳ, Ἀμφιλόχιε οἱ πιστοί· μὴ οὖν καταισχύνῃς,
τοὺς ἐπικαλούμενος, ἐν βίου ταῖς ἀνάγκαις, θεῖον προστάτην σε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀγγελικῶς
πολιτευθεὶς ἐν τῇ Πάτμῳ, ἀγγελικοῖς ἐν οὐρανοῖς συναυλίας, τῇ δωρεᾷ ἠξίωσαι,
Χριστοῦ τοῦ Θεοῦ· .ᾯ καὶ παριστάμενος, λαμπρυνόμενος αἴγλῃ, ὅλος τῆς θεώσεως, Ἀμφιλόχιε
Πάτερ, ὑπὲρ ἡμῶν ἱκέτευε Αὐτόν, ἵνα ῥυσθῶμεν, κινδύνων καὶ θλίψεων.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν ἀγαπήσας
ἀπὸ παιδός, Αὐτῷ ᾠκειώθης, τῇ ἀσκήσει τῶν ἀρετῶν· διὸ ἐκδυσώπει τοῦ σωθῆναι, τοὺς
ὑμνητάς σου σοφὲ Ἀμφιλόχιε.
Σαυτὸν ἀποστήσας
τῶν κοσμικῶν, καὶ βίον ἐν κόσμῳ, ἀγγελότροπον μετασχών, ἔσο μετ’ Ἀγγέλων ταῖς εὐχαῖς
σου, ἡμῶν προστάτης καλὸς Ἀμφιλόχιε.
Σαυτὸν τῷ Κυρίῳ ὡς
προσφοράν, ἀσκήσεως πόνοις, ὁ προσοίσας δίδου ἡμῖν, εὐχαῖς σου Αὐτῷ ἐν μετανοίᾳ,
πιστῶς λατρεύειν σοφὲ Ἀμφιλόχιε.
Θεοτοκίον.
Κατάρδευσον ῥείθροις
ζωοποιοῖς, ἄχραντε Μαρία, οἰκτιρμῶν Σου τῶν μητρικῶν, εἰς κόρον ψυχάς τε καὶ
καρδίας, τῶν προσκυνούντων τὸν ἄφθορον τόκον Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίων
ἁψίδων ἐπιποθῶν οἴκησιν, πάντων τῶν προσύλων ἀσκήσει, ὤφθης ἀνώτερος· ὅθεν
πρεσβείαις σου, δεῖξον ἡμᾶς ἀνωτέρους, Πάτερ Ἀμφιλόχιε, παθῶν φαυλότητος.
Τῶν
ναμάτων ἐπλήσθης τῆς τοῦ Θεοῦ χάριτος, ὡς Εὐαγγελίου ῥυθμίσας, νόμῳ τὸν βίον
σου· ὅθεν χαρίτωσον, πάντων ψυχὰς καὶ καρδίας, Πάτερ Ἀμφιλόχιε, τῶν ἀνυμνούντων
σε.
Νοσημάτων
παντοίων καὶ πειρασμῶν λύτρωσαι, τοὺς προσερχομένους ἐκ πόθου, τῇ μεσιτείᾳ σου·
σὺ γὰρ ὡς γνήσιος, Θεοῦ θεράπων καὶ φίλος, Πάτερ Ἀμφιλόχιε, ἔχεις τὸ δύνασθαι.
Θεοτοκίον.
Ὑπερύμνητε
Μῆτερ ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων Σου, ὡς ἂν ῥυώμεθα,
πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές Σε, τὴν Θεομήτορα.
Διάσωσον,
ἀπὸ παντοίων τοῦ βίου πειρατηρίων, Ὁσίων κλέος σοφὲ Ἀμφιλόχιε, τοὺς τῇ πρεσβείᾳ
σου πίστει προσερχομένους.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐκ Πάτμου ζωῆς ὁσίας
κατορθώμασι, ἀστὴρ τηλαυγής, τῇ Ἐκκλησίᾳ ἔλαμψας· διὸ Ἀμφιλόχιε, Ἐκκλησίας ἔνθεον
καύχημα, τῇ φωταυγείᾳ χάριτος τῆς σῆς, καταύγασον πάντας τοὺς τιμῶντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς φιλεύσπαγχνος
φάνηθι, Πάτερ Ἀμφιλόχιε θεῖος σύμμαχος, τῇ πρεσβείᾳ σου πρὸς Κύριον, τοῖς ἐν
κατανύξει εὐφημοῦσί σε.
Ὁ ἰσάγγελον οἴκησιν,
ἀγγελοειδῇ σου βίῳ κτησάμενος, Ἀμφιλόχιε πρυτάνευε, δόσεις σωτηρίους τοῖς τιμῶσί
σε.
Τὰς ὁδοὺς ἡμῶν εὔθυνον,
ἐν τοῖς δικαιώμασιν Ἀμφιλόχιε, τοῦ παντάνακτος τοῦ δόντος σοι, τῆς ἀθανασίας τὸ
διάδημα.
Θεοτοκίον.
Ῥῦσαι ἄχραντε
Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους Σε, βοηθὸν ἐν
βίῳ καὶ ὑπέρμαχον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πάντοτε ἡμῶν, Ἀμφιλόχιε
προστάτευε· ὡς θεράπων γὰρ πιστότατος Χριστοῦ, παῤῥησίας πρὸς αὐτὸν ἔχεις τὴν
δύναμιν.
Θεῖος ὡς ποιμήν,
μοναζόντων Ἀμφιλόχιε, μὴ ἐλλίπῃς τοῦ ποιμαίνειν σαῖς εὐχαῖς, ἐπὶ χλόην σωτηρίας
τοὺς ὑμνοῦντάς σε.
Φύλαττε ἡμᾶς, ἐν
τῇ πίστει Ἀμφιλόχιε, τοῦ λαοῦ τοῦ Ὀρθοδόξου ὁ προστάς, ἐν ἡμέραις ἀλλοδόξων τῆς
χειρώσεως.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς
ψυχής μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγαν ἰατρόν, ἐξ αἱμάτων Σου ἁγίων
ἀπεκύησας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Χαρίσματα, δαψιλῶς
τὰ κρείττονα, τῶν δοθέντων δωρεῶν σοι θεόθεν, μὴ διαλίπῃς ἀεὶ διανέμων, ἡγιασμένε
σοφὲ Ἀμφιλόχιε, τοῖς καταφεύγουσι πιστῶς, τῶν σεπτῶν σου λειψάνων τῇ λάρνακι.,
Ὁσίων, ἐν οὐρανοῖς
ταῖς τάξεσιν, συγχορεύων ὡς ὁσίως βιώσας, καὶ τῆς θεώσεως αἴγλῃ ἀστράπτων, ἐν
μετοχῇ τοῦ Θεοῦ Ἀμφιλόχιε, μνημόνευε πάντων ἡμῶν, τῶν φερόντων σοι ὕμνον ἐπάξιον.
Δυνάμει, τῇ
μυστικῇ τῆς χάριτος, τὸν ἀγῶνα τὸν καλὸν ἐκτελέσας, ἰσχὺν καὶ δύναμιν αἴτει ἐν
βίῳ, τοῖς ὑμνηταῖς σου ἡμῖν Ἀμφιλόχιε, ἵνα ἐχθροῦ τοῦ πονηροῦ, τῶν δολίων
παγίδων ἐκφύγωμεν.
Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ
ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς
καὶ φυρμοῦ σωματώσασα· ὅθεν τῆς δόξης Σου φωτί, τὴν ἀθλίαν ψυχήν μου
καταύγασον.
Διάσωσον,
ἀπὸ παντοίων τοῦ βίου πειρατηρίων, Ὁσίων κλέος σοφὲ Ἀμφιλόχιε, τοὺς τῇ πρεσβείᾳ
σου πίστει προσερχομένους.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁσίων κλέος σοφὲ
Ἀμφιλόχιε, Εὐαγγέλιου τὸ θεῖον ἀπάνθισμα, δυνάμει γενοῦ τῆς πρεσβείαις σου,
καταφυγὴ ἐν ἀνάγκαις σωτήριος, τοῖς θεῖον προστάτην ποθοῦντάς σε.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Κατὰ Ματθαῖον (Κεφ. ΙΑ΄, 27-30)
Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει
τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν
βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι,
κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός
εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός
μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα:
Ταῖς
τοῦ Σοῦ Ὁσίου...
Καὶ
νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πάτερ Ἀμφιλόχιε,
τῇ ἐν ἀσκήσει ζωῇ σου, τοῦ Ἁγίου Πνεύματος, δαψιλῶς ἀπέλαβες τὰ χαρίσματα· ὅθεν
δοξάζων σε, ὡς ἡγιασμένον, ὁ Θεὸς καὶ μετὰ θάνατον, πηγὴν θεόβρυτον, ἄλλην Σιλωὰμ
ἀπειργάσατο, τὴν θήκην τῶν λειψάνων σου, πᾶσι τὰς ἰάσεις βραβεύουσαν, τοῖς
προσερχομένοις, αὐτῇ καὶ εὐφημοῦσί σε πιστῶς, Εὐαγγελίου τῆς χάριτος, ῥόδον τὸ ἀμάραντον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θεοδώρητος χάρις
ἀενάως πηγάζει ἐκ τῶν λειψάνων τῶν σῶν, δι’ ἧς εὔφρανον πάντας, ἡμᾶς οὕτω βοῶντας,
θαυμαστὲ Ἀμφιλόχιε· Χαῖρε Χριστοῦ τοῦ Θεοῦ, ὁ γνήσιος θεράπων.
Ἐν καιρῷ
τρικυμίας ἀναγκῶν τῶν τοῦ βίου καὶ πειρασμῶν χαλεπῶν, θερμότατον προστάτην, καὶ
ῥύστιν εὕροιμί σε, ἱερὲ Ἀμφιλόχιε· σὺ γὰρ ὁσίᾳ ζωῇ, Θεῷ οἰκεῖος ὤφθης.
Πολιτείας ἐνθέου
ἐπιδόσεσιν ὄρη τῶν ἀρετῶν ἀναβάς, τῇ σῇ ἐπικουρίᾳ, ἀνύψωσον πρὸς ὕψος, Ἀμφιλόχιε
Ὅσιε, ἀγάπης θείας Θεοῦ, τοὺς σὲ ὑμνολογοῦντας.
Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων
τῶν ἐν βίῳ συντήρει ἀπαρατρώτους ἁγνή, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς
Σοι· χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς ῥαθυμίας, τῆς
ἐκ παθῶν ἡμᾶς ῥῦσαι, Ἀμφιλόχιε θερμῇ ἐπισκοπῇ σου, καὶ δίδου διάγειν, καλῶς ἡμῖν
τὸν βίον.
Ἀπὸ κακίστης,
συκοφαντίας ἀνθρώπων, Ἀμφιλόχιε τῇ σῇ ἐπιστασίᾳ, ῥύου ἡμᾶς πάντας, τοὺς σὲ ὑμνολογοῦντας.
Ὡς κεκτημένος, τῶν
ἰαμάτων τὴν χάριν, Ἀμφιλόχιε τοῖς σοῖς πιστοῖς ἱκέταις, δίδου τὴν κατ’ ἄμφω, ὡς
εὔσπλαγχνος ὑγείαν.
Θεοτοκίον.
Ὅρμον Παρθένε, ἐν
πειρασμῷ τῷ πελάγει, τῆς πρεσβείαις σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς
μόνην Θεοτόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁσίων ἡ ἀκρότης,
καὶ τῶν ἱερέων, ἡ κοσμιότης σοφὲ Ἀμφιλόχιε, ταῖς ἐντολαῖς τοῦ Κυρίου, ἡμᾶς
συνέτισον.
Μὴ παύσῃ ἐποπτέυων,
θείων ἐξ ἁψίδων, τοὺς πεποιθότας σοφὲ Ἀμφιλόχιε, τῇ παναλκίμῳ δυνάμει, τῆς
προστασίας σου.
Βραβεύων μὴ ἐλλίπῃς,
δόσεις σωτηρίους, ἄνερ Κυρίου σοφὲ Ἀμφιλόχιε, τοῖς καταφεύγουσι πίστει, τῇ ἀντιλήψει
σου.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία,
κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους
Σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων
ὁ κοινωνός, καὶ τῶν ἱερέων, Ἀμφιλόχιε ὁ κανών· χαίροις ὁ τῆς Πάτμου, βλαστὸς Ἡγιασμένος,
καὶ τῆς Δωδεκανήσου, κλέος καὶ καύχημα.
Βίον ἐκτελέσας ἀσκητικόν,
ἔρωτι Κυρίου, Ἀμφιλόχιε ἐπὶ γῆς, ἐν τῇ Βασιλείᾳ, τῶν οὐρανῶν ἀγάλλῃ, ὑπὲρ ἡμῶν
πρεσβεύων, τῶν εὐφημούντων σε.
Πάτμου τὸν φωστῆρα
τὸν φαεινόν, ὑμνοῦμέν σε πόθῳ, Ἀμφιλόχιε οἱ πιστοί· μὴ οὖν καταισχύνῃς, τοὺς ἐπικαλουμένους,
ἐν βίου ταῖς ἀνάγκαις, θεῖον προστάτην σε.
Ζήλῳ ἐν τῇ Πάτμῳ
ἀγωνισθείς, ἐν ἀποδημίαις, Ἀμφιλόχιε ἱεραῖς, ἀπόστολος ἄλλος, Χριστοῦ τῇ Ἐκκλησίᾳ,
ἐφάνης ἐν ἐσχάτοις· διὸ τιμῶμέν σε.
Τοῦ Ἠγαπημένου
σκέπε ἀεί, τῆς Μητρὸς τὴν Μάνδραν, Ἀμφιλόχιε σαῖς εὐχαῖς, ἧς κτίτωρ ἐγένου, καὶ
ἄριστος δομήτωρ, προνοίᾳ τοῦ Κυρίου, τοῦ σὲ δοξάζοντος.
Ἔχοντες σε
πρέσβυν πρὸς ταὸν Θεόν, πάντες σοι βοῶμεν· Ἀμφιλόχιε ἐκ ψυχῆς· πρέσβευε ἀπαύστως,
ἵνα τῆς αἰωνίου, ζωῆς ἀξιωθῶμεν, οἱ εὐφημοῦντές σε.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Τοῦ Ἠγαπημένου τῆς
Μητρός, σκέπε τὴν Μονὴν ὡς ὑπάρχων, δομήτωρ θεῖος αὐτῆς· Πάτμου ὡς πατρίδος
σου, ἀεὶ προστάτευε· τοῖς πιστῶς σου τὰ λείψανα, κατασπαζόμενοις, τὴν δοθεῖσαν
χάριν σοι, ἀφθόνως πάρεχε· ῥύου δὲ δεινῶν ἐκ κινδύνων, Πάτερ Ἀμφιλόχιε πάντας,
τοὺς τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου