Κυριακή 27 Σεπτεμβρίου 2026

ΟΚΤΩΒΡΙΟΣ 13!! ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΙΑΚΩΒΟΣ ΛΙΒΑΝΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΟΚΤΩΒΡΙΟΣ ΙΓ!!

ΙΑΚΩΒΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΛΙΒΑΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

 

ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.  Ἦχος α΄.Τῶν οὐρανίων ταγμάτων.

Τῆς τοῦ Κυρίου ἀγάπης, βέλει τρωθεὶς τὴν ψυχήν, κατέλιπες ἐμφρόνως, ματαιότητα κόσμου, καὶ ἔρημον οἰκήσας ὥσπερ στρουθός, ἐκελάδεις Ἰάκωβε, τὰ μεγαλεῖα Δεσπότου δι’ ὧν θεοὺς, κατὰ χάριν ἡμᾶς δείκνυσι.

 

Τὴν παρουσίαν Δεσπότου, ἔχων πρὸ σῶν ὀφθαλμῶν, Ἰάκωβε τρισμάκαρ, τῆς ἀσκήσεως δρόμον, διῆλθες καλλικάρπως πάσας ἐχθροῦ, τὰς παγίδας καὶ ἔνεδρα, Σταυροῦ τιμίου δυνάμει ὁλοτελῶς, διαλύων ἐμφρονέστατα.

 

Κατοικητήριον ὤφθης, πάτερ Ἰάκωβε, τοῦ θείου Παρακλήτου, σεαυτὸν ἐκκαθάρας, ἐκ σπίλων ἁμαρτίας ὁλοτελῶς, ὅθεν ἔργοις ἐδόξασας, τὸν σὲ δοξάσαντα πλήθει τῶν ἀρετῶν, ὧν ἐργάτης διετέλεσας.

 

Ὄρους Λιβάνου ἐφάνης, κέδρος ὑψίκορμος, ζωὴν Εὐαγγελίου, φανερῶν τῷ σῷ βίῳ, Ἰάκωβε θεόφρον ἑλκύων πρὸς σέ, θαυμαστὰς τῶν ἀγώνων σου, οὕς περ διδάσκων τὰ πρέποντα τοῖς πιστοῖς, τοῦ φωτὸς τέκνα ἐδείκνυες.

 

Τῆς Χαματούρας σεμνεῖον, οἰκήσας Ὅσιε, χάριτι Θεοτόκου, πηγὴν ὕδατος ζῶντος, ἀνέδειξας στηρίζων τοὺς ἐν αὐτῇ, ὧν τὴν δίψαν κατέπαυες, τοῖς ζωηῤῥύτοις λόγοις καὶ διδαχαῖς, καὶ προτρέπων εἰς μετάνοιαν.

 

Τοῦ Πρωτομάρτυρος Πάτερ, ζηλῶν τὴν ἄθλησιν, ἐσφάγης ὡς ἀρνίον, καὶ τὸ αἷμα ἱδρῶσι, συμμείξας ἠξιώθης θαυματουργεῖν, παραδόξως τοῖς ὅσοι σου, μνήμην τιμῶσιν ἐκ πόθου πανευλαβῶς, καὶ πληροῖς αὐτῶν αἰτήματα.

 

 

 

 

 

Δόξα. Ἦχος πλ.β΄.

Τὴν προσκλητήριον τοῦ Δεσπότου ἀκούσας φωνήν, τὸν κόσμον καὶ τὰ τοῦ κόσμου πρόσκαιρα ἠρνήθης, ἀναλαβὼν χαρμοσύνως ἐπ’ ὤμων σου, τὸν τῆς ἀσκήσεως ἀρετοποιὸν σταυρόν, πάτερ ἡμῶν Ἰάκωβε. Τὴν δὲ Μονὴν τῆς Χαματούρας ὡς στάδιον ἀθλητικὸν ἐπιλεξάμενος, τὸν παλαιὸν ἄνθρωπον ἀπεξεδύθης, Χριστοῦ ἐκσφράγισμα ἀναδειχθείς· ὡς ἐθελόθυτον δὲ σφάγιον τοῖς ἀσκητικοῖς ἱδρῶσί σου συνέμιξας, τὸ τίμιον αἷμά σου. Ὅθεν ὁ στεφοδότης Κύριος δεξάμενος τό μαρτύριόν σου, ὡς εὐπρόσδεκτον λίβανον, θαυματουργίαις σε καὶ σημείοις ἐδόξασεν. Ὃν Πάτερ φιλότεκνε καθικέτευε, ὅπως γενώμεθα συγκληρονόμοι τοῦ ποθητοῦ Παραδείσου, οἱ πόθῳ πολλῷ τιμῶντές σε.

 

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι´ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ´ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶςαὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. 5, 15-23 & 6, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. 4, 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

 

 

 

 

 

 

 

Λιτή. Ἦχος α΄.

Τῆς τοῦ Κυρίου ἀγάπης, νικησάσης ἅπαν γήϊνον φρόνημα, ὡς στρουθὸς ἐρημικὸς πάτερ Ἰάκωβε, ἐν τῇ Μονῇ τῆς Θεομήτορος, ἐσκήνωσας ὡς εἰς ἄλλον Παράδεισον, τὴν ἕνωσιν ἐπιθυμῶν, μετὰ τοῦ Νυμφίου Χριστοῦ. Πλήρης δὲ γενόμενος Πνεύματος θείου, μαρτυρικῶς μετέστης εἰς οὐρανούς, ὅθεν ἡμᾶς ἐνίσχυε, ταῖς πρὸς Δεσπότην ἱεραῖς ἱκεσίαις σου.

 

Ἦχος β΄.

Ἡμέρᾳ τῇ ἡμέρᾳ μυστικῶς ἀναβαίνων τὴν νοητὴν τῶν ἀρετῶν κλίμακα, καὶ πῦρ πυρὶ ἐμβάλλων τῷ θείῳ ἔρωτι τῆς καρδίας σου, τῶν ψυχικῶν παθῶν τὴν σκωρίαν ἀπέβαλες, διὸ καὶ καθαρῶς ἀπέστιλβες, τὸ θεῖον φῶς τοῦ Ἡλίου τῆς δόξης. Ὃν ὁσιόαθλε Ἰάκωβε διὰ παντὸς ἱκέτευε, ὑπὲρ τῆς ἀδελφότητος τῆς Μονῆς σου, καὶ πάντων τῶν εὐλαβῶς τιμώντων τὴν ἁγίαν μνήμην σου.

 

Ἦχος γ΄.

Τῶν παλαιῶν ἀσκητῶν μιμηθεὶς τοὺς ἀγῶνας πάτερ Ἰάκωβε, καὶ τῶν ἁγίαν Μαρτύρων θαυμάζων τὰ ὑπὲρ Χριστοῦ ἆθλα, σύμμορφος ἐγένου ἀμφοτέρων, τῶν τε Ὁσίων καὶ τῶν Μαρτύρων. Διὸ ἐν Παραδείσῳ νῦν ἑστώς, πλούτισον ἡμᾶς, τῆς ὁσιομαρτυρικῆς διαθέσεως, ὅπως ἀρέσωμεν ἐν πᾶσι, τῷ εἰς τὸν χρηστὸν αὐτοῦ ζυγὸν ἡμᾶς καλέσαντι Κυρίῳ.

 

Ἦχος δ΄.

Ὡς πανεύοσμον λίβανον ἀποδεξάμενος ὁ φιλόδωρος Δεσπότης, τοὺς ὁσιακοὺς ἀγῶνάς σου καὶ τὸν μαρτυρικὸν θάνατον, πάτερ ὁσιόαθλε Ἰάκωβε, πλουσίως σε ἀντεδωρήσατο θείαις χάρισι καὶ θαυμάτων δωρεαῖς· ὅθεν ὡς καλὸς καὶ φιλάδελφος οἰκονόμος τούτων μετάδος καὶ ἡμῖν, τοῖς ἀνυμνοῦσι ἐκ πόθου τὸν βίον σου.

 

Δόξα. Ἦχος πλ.α΄.

Τῇ τοῦ Κυρίου ἀηττήτῳ δυνάμει καθοπλισθείς, τῷ νοητῷ δράκοντι συνεπλάκης πάτερ Ἰάκωβε, καὶ νικητὴς γενναῖος ἀνεδείχθης. Τοῖς ἀσκητικοῖς γὰρ ἱδρῶσι συμμείξας τὸ αἷμα τοῦ μαρτυρίου σου, διπλοῦν εἴληφας τὸν ἀμαράντινον στέφανον, γενόμενος ἡμῶν τύπος καὶ ὑπόδειγμα καὶ σύναθλος μυστικῶς, πρεσβεύων ἀπαύστως τῷ Δεσπότῃ Χριστῷ, Οὗ τοῦ παμφώτου Προσώπου εὐχαῖς σου ἁγίαις ἀξιωθείημεν.

 

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,

τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ.α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις κέδρος Χριστοῦ εὐθαλής, ὄρους Λιβάνου ἀσκητὰ τιμιώτατε, Μονῆς τε τῆς Χαματούρας, κλέος καὶ πρέσβυς τρανός, τῶν πιστῶν δὲ πάντων, καταφύγιον. Ἀσκήσει γὰρ ὅσιε, σεαυτὸν καθηράμενος, οἶκος ἐγένου, φωτεινὸς θείου Πνεύματος, καὶ ἐπλούτησας, παῤῥησίαν πρὸς Κύριον. Ὃν ἐκτενῶς ἱκέτευε, Ἰάκωβε πάντιμε, ὑπὲρ τῶν πίστει τιμώντων, τὸ ἱερόν σου μνημόσυνον, καὶ θείων λειψάνων, τὴν σὴν θήκην προσκυνούντων, ἀειμακάριστε.

 

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Χαίροις ὁ τὸν ζυγὸν τοῦ Χριστοῦ, βαστάσας πόθῳ ἰσοβίως Ἰάκωβε, καὶ κλίμακος τὰς βαθμῖδας, τῶν ἀρετῶν ἀνελθών, μιμηθεὶς τοὺςπάλαι πύκτας πνεύματος· τοῦ κόσμου τὸ μάταιον, καθ’ ἑκάστην πιστούμενος, καὶ τῶν μελλόντων, ἀγαθῶν προορώμενος, ὅθεν ἔτρεχες, ταχυδρόμως ὡς ἔλαφος, πρὸς τὴν πηγὴν τοῦ ὕδατος, τοῦ ζῶντος ὃ δίδωσι, τοῖς φιλοτίμως ἀσκοῦσιν, ὁ πολυέλεος Κύριος, πρὸς Ὃν νῦν δικαίως, παριστάμενος μὴ παύσῃ, ἡμῖν εὐχόμενος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.                  

Χαίροις, ὁ μαρτυρίῳ πικρῷ, τελειωθεὶς ὁσιομάρτυς Ἰάκωβε, καὶ στέψας τὴν ἄσκησίν σου, ὁμολογήσας Χριστοῦ, πίστιν τὴν ἁγίαν καὶ σωτήριον· διὸ διπλοῦν στέφανον, τοῦ ὁσίου καὶ μάρτυρος, παρὰ Κυρίου, ἐπαξίως ἀπείληφας, καὶ ἠξίωσαι, τῶν θαυμάτων χαρίσματος. Ὅθεν τῶν προσκυνούντων σου, τὰ τίμια λείψανα, ἐν τῇ Μονῇ Χαματούρας, πρὸς τὸ συμφέρον ἐκπλήρωσον, αἰτήσεις θεόφρον, χορηγῶν πλουσίως χάριν, Ἁγίου Πνεύματος.

 

Δόξα. Ἦχος β΄.

Ἐκ τῶν τιμίων λειψάνων σου πάτερ Ἰάκωβε, ὡς τοῦ Ἁγίου Πνεύματος τὴν χάριν ἀδιάστατον διατηρούντων, πλουσιοδώρως χαρίσματα βλύζουσι, τοῖς προσκυνοῦσιν μετὰ πίστεως αὐτά. Οὕτω γὰρ ὁ φιλόδωρος Κύριος οἶδεν τιμᾷν ἐξόχως καὶ ζῶντας καὶ μετὰ θάνατον, τοὺς δοξάζοντας Αὐτόν, Ὃν ἀεὶ καθικέτευε Πάτερ χριστοστεπτε, τέκνον θαυμαστὸν καὶ προστάτα αἰώνιε τῆς Θεομητοροσκεπάστου ἡμῶν Μονῆς, καὶ ἡμᾶς ἀξιωθῆναι τῆς Βασιλείας τῶν οὐρανῶν, ἧς περ σὺ κατηξίωσαι.

 

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν..

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Κέδρος πέφυκας, ὄρους Λιβάνου, τὸ μαρτύριον, μὴ δειλιάσας, καὶ ἐνίκησας τρισμάκαρ Ἰάκωβε· τῷ σώματί σου ἐπάτησας θάνατον, ὡς ταπεινώσας σαρκὸς πάθη ἅπαντα· καὶ ὡς εὔοσμον θυμίαμα ὡλοκαύτωσαι, Χριστῷ ὑπὲρ ἡμῶν νῦν δεόμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.

Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον σου Σωτήρ.

Τὴν ἔρημον οἰκῶν, ἐν τῷ ὄρει Λιβάνου, ἡνώθης τῷ Χριστῷ, διὰ τοῦ μαρτυρίου, Ἰάκωβε ὅσιε, καὶ διπλοῦν στέφος εἴληφας, ὡς ἐπόθησας, ἀποτμηθείς σου τὴν κάραν, ὥσπερ πρόβατον, καὶ τῶν ἀρχαίων Μαρτύρων, συνόμιλος γέγονας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Ἐλπὶς χριστιανῶν, ἀψευδὴς καὶ βεβαία, ἐλέους χορηγέ, καὶ πηγὴ συμπαθείας, ἡ κλεὶς ἡ διανοίγουσα, τοῦ Θεοῦ τὴν χρηστότητα, πᾶσιν ἄνοιξον, τῆς εὐσπλαγχνίας τὴν πύλην, πᾶσι δώρησαι, τοῦ τῆς τρυφῆς Παραδείσου, τὴν εἴσοδον Δέσποινα.

 

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Βίον ἀσκήσεως, ποθήσας Ὅσιε, Μονὴν κατώκησας, τῆς Θεομήτορος, καὶ τὴν θεότητα Χριστοῦ, κηρύξας ἀποτέτμησαι· ὅθεν χάριν εἴληφας, θαυμασίων Ἰάκωβε, πάντων τῶν τιμώντων σε, ἐκπληρῶν τὰ αἰτήματα, πρεσβείαις σου σεπταῖς πρὸς Δεσπότην, Οὗ τῆς ἀγάπης θῦμα γέγονας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Χαῖρε εὐρύχωρον, Θεοῦ παλάτιον, χαῖρε πολύφωτον, Χριστοῦ ἀνάκτορον, χαῖρε χρυσόπλοκε παστάς, καὶ κλίνη πορφυρόστρωτε, θάλαμε πυρίμορφε, οὐρανὲ ὑψηλότατε, ἔμψυχε Παράδεισε, λογικὸν ἐνδιαίτημα, περίδοξε θρόνε τοῦ Δεσπότου, Χαῖρε Μαρία Θεοτόκε.

 

 

 

 

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον.

Συνειδήσεως μάρτυς φανεὶς τὸ πρότερον, καὶ τοῦ αἵματος εἶτα ἐγένου Ἅγιε, ἐν Χαματούρας τῇ Μονῇ ἀσκήσας ἄριστα, ἔνθα τμηθεὶς τὴν κεφαλήν, στέφος ἀπείληφας λαμπρόν, ἐκ στεφοδότου Κυρίου, Ἰάκωβε Ὧ μὴ παύσῃ, ὑπὲρ τῶν σὲ τιμώντων εὔχεσθαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Θεοτόκε Παρθένε Μήτηρ ἀνύμφευτε, ἡ τὸν Σωτῆρα τοῦ κόσμου κυοφορήσασα, καὶ τεκοῦσα ἐν δυσὶ τελείαις φύσεσιν, ἐκδυσώπησον αὐτόν, σὺν Προφήταις ἱεροῖς, καὶ Μάρτυσι καὶ Ὁσίοις, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στ.: Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον, τοῦ Ὄρθρου τοῦ ὁσίου Σάββα (5 Δεκεμβρίου).

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ὁσιάθλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Τὸν τῆς ἀσκήσεως δρόμον ἐπιμελῶς ἀσκήσας, κατέστεψας τὸν βίον σου τῷ ξίφει τῷ μαρτυρικῷ, Ἰάκωβε ὁσιόαθλε. Καὶ νῦν ἑστὼς παρὰ Χριστῷ, σὺν τοῖς χοροῖς τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἀδιαλείπτως πρέσβευε ὑπὲρ Μονῆς σου, τῆς περικλύτου Χαματούρας, καὶ πάντων τῶν τιμώντων σε, Πάτερ μακαριώτατε.

 

Εἶτα, οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Σκέπε ἀεί, Ἰάκωβε, Μονὴν τῆς Χαματούρας. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Σταυρὸν τῆς ἀσκήσεως, ἐπὶ τῶν ὤμων σου εἴληφας, τρωθεὶς θείῳ ἔρωτι, πάτερ Ἰάκωβε, καὶ κατώκησας, Μονὴν τῆς Θεοτόκου, ἐν ᾗ τοὺς ἀγῶνάς σου, ἄριστα ἤνυσας.

Κρατῶν πρὸ ὀμμάτων σου, τὴν παρουσίαν Ἰάκωβε, Χριστοῦ ἐν πληρότητι, Αὐτοῦ τὸ θέλημα, ἀεὶ ἔπραττες, κινούμενος ἀγάπῃ, υἱὸς ὥσπερ γνήσιος, καὶ εὐπειθέστατος.

Ἐρήμου τὸ ἄγονον, πάνυ σοφῶς ἐγεώργησας, καρποὺς δοὺς τοῦ Πνεύματος, γλυκεῖς Ἰάκωβε, ἐν τοῖς δάκρυσι, τὴν γῆν ψυχῆς ποτίσας, φανεὶς θείας Χάριτος, πιστὸς διάκονος.

Θεοτοκίον

Πτηνὸν ὡς φιλέρημον, ἐν τῇ Μονῇ σου Πανάμωμε, ὁ θεῖος Ἰάκωβος, ἐλθὼν ἐπήξατο, καλιὰν αὐτοῦ, ἡμέραν τε καὶ νύκτα, ὑμνῶν σὸν γλυκύτατον Υἱὸν καὶ Κύριον.

 

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Εὑρὼν ἣν ἐπόθεις ἡσυχίαν, ἐκράτεις τοὺς ἔσω ὀφθαλμούς, εἰς ὄρη τὰ οὐράνια, ὅθεν Χριστὸς Ἰάκωβε, βοήθειάν σοι ἔπεμπε, ἐνδυναμῶν τοὺς ἀγῶνάς σου.

Ἀπαύστως Ἰάκωβε προσηύχου, αὐξάνων τὸν ἔρωτα Χριστοῦ,  καὶ τὸ τραχὺ ἐγλύκανας, ἐρημικῆς ἀσκήσεως, τοῖς λόγοις Αὐτοῦ πάντοτε, τοῖς τὴν καρδίαν ἡδύνουσιν.

Ἐνίσχυε τῆς ψυχῆς τὸν τόνον, Ἰάκωβε ἐν τοῖς πειρασμοῖς, αἴσθησις βεβαιόπιστος, ὅτι Χριστὸς παρίστατο, ἅμα Ἁγίων πλήθεσιν, ἕτοιμος ὢν πρὸς βοήθειαν.

Θεοτοκίον

Ἱκέτευε τὸν ἐκ σοῦ τεχθέντα, τὴν χάριν παρέχειν Ἀγαθή,  πᾶσι τοῖς παρθενεύουσι, καὶ τὸν ζυγὸν βαστάζουσιν, ἁγνείας ἕως δόλιχον, ζωῆς παρούσης τελέσωσι.

 

Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Πολιτείαν ποθήσας τῶν μοναστῶν, Χαματούρας κατέλαβες τὴν Μονήν, μακρύνας Ἰάκωβε, κοσμικῆς ματαιότητος, καὶ τὴν ἄμαχον ἔχων, Ἁγνῆς Θεομήτορος, προστασίαν καὶ σκέπην, ἐδείχθης ἰσότιμος, παλαιῶν Πατέρων ἐν ἀσκήσει λαμψάντων, προσέτι ἠξίωσαι, μαρτυρίῳ τὸν βίον σου, τελειῶσαι μακάριε· ὅθεν ἐκ Κυρίου λαβών, ἐπαξίως τὸν στέφανον Ἅγιε, μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Ἐλεήμονα Λόγον καὶ συμπαθῆ, ὡς κυήσασα Δέσποινα τοῦ παντός, ἐλέησον ἅπαντας, τοὺς εἰς σὲ καταφεύγοντας, πειρασμῶν καὶ νόσων, καὶ πάσης κακώσεως, καὶ τῆς αἰωνιζούσης, φλογὸς ἐλευθέρωσον· ὅπως εὐχαρίστως, τῶν πολλῶν οἰκτιρμῶν σου, τὸν πλοῦτον δοξάζωμεν, καὶ τὸ ἄμετρον ἔλεος, καὶ βοῶμέν σοι πάντοτε· πρέσβευε Χριστῷ τῷ Θεῷ,  τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὸν Τόκον σου Ἄχραντε.

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Ἵστασο ὡς στύλος ἐν προσευχαῖς, καὶ Χριστῷ ὡμίλεις Ἰάκωβε, ἐν τῇ καρδίᾳ, περικλείων σου τὸν νοῦν, ἔνθα ὡς πῦρ κατέκαιες, τὰ τοῦ πονηροῦ ἐνθυμήματα.

Ἅπαντα τὸν βίον ἁγνοπρεπῶς, ἤνυσας Ἰάκωβε ὅσιε, ὅθεν ἐγένου, οἶκος Πνεύματος λαμπρός, ὑφ’ Οὗ καθοδηγούμενος, πονηροῦ παγίδας διέφυγες.

Κύκλῳ σου Ἀγγέλων αἱ στρατιαί, ἵσταντο παμμάκαρ Ἰάκωβε, φυλάττουσαί σε, ἐκ βελῶν δαιμονικῶν, καὶ δύναμιν παρεῖχόν σοι, τὸν γλυκὺν Χριστὸν ἱκετεύουσαι.

Θεοτοκίον

Ὤφθης Πλατυτέρα τῶν οὐρανῶν, τὸν Δεσπότην πάσης τῆς κτίσεως, ἀποτεκοῦσα, ἐξ αἱμάτων σου ἁγνῶν, καὶ Τοῦτον τῷ σῷ γάλακτι, βρεφοπρεπῶς Μῆτερ θρέψασα.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Βαθμίδας τῆς Κλίμακος, τῶν ἀρετῶν Ἰάκωβε, πάσας κατὰ δύναμιν ἀνῆλθες, μὴ δειλιάσας, ἐπιβουλὰς τοῦ ἐχθροῦ, ἀλλ’ ἀεὶ τὸ βλέμμα πρὸς Θεόν, ἔχων ἔτι ηὔξανες, τῆς ψυχῆς σου τὸν ζῆλον τὸν ἔνθεον.

Ἐρήμου ἐθέρισας, θεόψυχε Ἰάκωβε, τοὺς γλυκεῖς καρποὺς τῆς ἡσυχίας, νοῦν σου συνάγων, καὶ μελετῶν τοῦ Χριστοῦ, Ὄνομα ἀεὶ τὸ ὑπὲρ πᾶν, ἕτερόν τι ὄνομα, τῶν Ἀγγέλων τροφὴν τὴν οὐράνιον.

Μελέτην ἐποίησας, Ἰάκωβε μακάριε, μνήμην τοῦ θανάτου καθ’ ἑκάστην, καὶ τοῦ Νυμφίου Χριστοῦ τὴν ἔλευσιν, ὅτε μέλλει ζῶντας καὶ νεκρούς, κρῖναι ἦς πανέτοιμος, πρὸς ὑπάντησιν Τούτου χαρμόσυνον.

Θεοτοκίον

Οὐράνιον ἄνθρωπον, ἐπίγειόν τε ἄγγελον, ἔδειξας Κυρία Θεοτόκε, τὸν σὸν ἱκέτην, σεπτὸν Ἰάκωβον, ὅστις κατοικήσας σὴν Μονήν, ταύτην κατεκλέϊσε, ἀσκητής τε καὶ μάρτυς γενόμενος.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Νεανικῶς κατηγώνισαι, νικήσας τὸν ἀντίπαλον Ὅσιε, ἐπικαλούμενος, τὸν Ἰησοῦν εἰς βοήθειαν, Οὗπερ ἡ κλῆσις μόνη, διώκει δαίμονας.

Ἠνέῳξέ σοι ὁ Κύριος, Ἰάκωβε κρουνοὺς τοὺς τῆς Χάριτος, ὅθεν ἐπλούτησας, τὴν τῶν θαυμάτων ἐνέργειαν, πρὸς τοὺς εὐχὰς ζητοῦντας τὰς πανιέρους σου.

Νοὸς τὸ σκότος ἀπήλασας, Ἰάκωβε συχναῖς ἐπικλήσεσι, βοαῖς ἀπαύστοις σου, πρὸς Φωτοδότην Ὃς ἔπλησε, φωτὶ ὑπερουσίῳ ὅλην σου ὕπαρξιν.

Θεοτοκίον

Ταμεῖον οὖσα ἀκένωτον, Παρθένε τῶν χαρίτων τοῦ Πνεύματος, νῦν με πτωχεύοντα, ἐκ τούτων δός μοι τὰ πρόσφορα, ὅπως ἀεὶ δοξάζω τὸν σὲ δοξάσαντα.

 

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὄρους Λιβάνου ἀσκητὰ θεοφόρε, καὶ Χαματούρας τῆς Μονῆς μέγα κλέος, Ἰάκωβε πανάριστε καὶ Μάρτυς τοῦ Χριστοῦ, μέτοχος γενόμενος ποθητοῦ Παραδείσου,· ὅθεν εὔχου πάντοτε ὑπὲρ ὅσοι τιμῶσι, τὴν ἱεράν σου μνήμην ἐν χαρᾷ, αὐτοῖς παρέχων τὴν χάριν τοῦ Πνεύματος.

Ὁ Οἶκος

Τὸ θεανδρικόν σου Πρόσωπον Κύριε Ἰησοῦ Χριστέ, ὡς θριαμβευτὴς πολεμιστής, τῷ βέλει τῆς ἀγάπης σου μυστικῶς κατέτρωσε ἄπειρον πλῆθος καρδιῶν, καὶ ἔπεισεν αὐτὰς ποικίλοις τρόποις ὀπίσω σου ἀκολουθεῖν. Οὕτω πως καὶ τὸν κλεινὸν Ἰάκωβον καρδιῶσαν, ἐν ὄρει τοῦ Λιβάνου ἀσκητικῶς βιῶσαι εἵλκυσεν, ἔνθα καὶ τὴν θεότητά σου γενναίως ὁμολογήσας, μαρτυρικῶς τὸν δρόμον τετέλεκεν, γενόμενος προστάτης μονῆς τῆς Χαματούρας καὶ ὡς ζῶν ἐν σοὶ ἐκ τῶν σεπτῶν αὐτοῦ λειψάνων, πᾶσι τοῖς πιστῶς τιμῶσιν αὐτὸν παρέχει ἀενάως, τὴν χάριν τοῦ Πνεύματος.

 

Συναξάριον

Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, μνήμην τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἰακώβου, τοῦ ἐν τῇ Μονῇ Παναγίας Χαματούρας τοῦ Ὄρους Λιβάνου ἀσκήσαντος καὶ μαρτυρικῶς τελειωθέντος, οὗ τὸ λείψανον θαυμαστῶς ἀνακαλυφθὲν κατὰ τὸ ἔτος 2008, πηγὴ ὑπερφυῶν θαυμάτων ὑπάρχει.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἡ ἀσίγαστος, καρδιακὴ μελέτη σου, πάτερ Ἰάκωβε, προσδοκωμένων τερπνῶν, ἃ δώσει ὁ Κύριος τοῖς ἀγαπῶσιν Αὐτόν, προεκάλει σοι, προγευστικὴν ἀπόλαυσιν, ἐν αἰσθήσει χαρμοσύνῳ.

Σταυρωθέντος σου, ἐν τῷ σταυρῷ ἀσκήσεως, πᾶσαν ἀπἐῤῥιψας, ἐνθύμησιν κοσμικήν, καὶ μόνην ἐκράτησας, τὴν ζωηφόρον Χριστοῦ, μνήμην Ὅσιε, δι’ ἧς Αὐτῷ συνήνωσαι, ἀθανάτῳ συναφείᾳ.

Χριστοάρεστος, σὸς βίος ἅπας πέφηνε, πάτερ Ἰάκωβε, διὸ ὁ πόθος τυχεῖν, μαρτύρων βαπτίσματος, ἐπισφραγίζοντος, θεῖον ἔρωτα, πεπλήρωται καὶ εἴληφας, διὰ ξίφους διπλοῦν στέφος.

Θεοτοκίον

Ἁγνοτάτην σε, εὑρὼν Κόρην ὁ Ὕψιστος, ἐν σοὶ ἐσκήνωσε, διὸ πλουτοῦσα πολύ, τὸ εὐπαῤῥησίαστον Αὐτὸν ἱκέτευε, τὴν συγχώρησιν, πταισμάτων δοῦναι ἅπασι, τοῖς πιστῶς σε ἀνυμνοῦσι.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Μάρτυς γεγονὼς τῇ συνειδήσει, Ἰάκωβε ὤφθης καὶ τοῦ αἵματος, διὰ ξιφοτμήσεως, ὅθεν διπλοῦν εἴληφας, ἐκ τοῦ χειρὸς Κυρίου σου, δίκαιον στέφανον, καὶ εἰσῆλθες, σφόδρα ἀγαλλόμενος, εἰς τὸν ὃν ἐπεπόθεις Παράδεισον.

Ἅς περ ἐν τῷ βίῳ σου συνῆξας, Ἰάκωβε θείας ἀρετάς, σὺν τῷ σεπτῷ σου αἵματι, τῷ Ἰησοῦ προσήνεγκας, ὡς δῶρον πολυτίμητον, ὅθεν ἐγνώσθης Αὐτοῦ, οἰκονόμος, δίκαιος τῆς Χάριτος, καὶ εἰλήφεις μισθὸν ἁγιότητος.

Τὰ ἀσκητικὰ παλαίσματά σου, ἡγίασαν σπήλαιον μακάριε, ὅπερ ὥσπερ στάδιον, σῶν ἀγώνων ᾤκησας, καὶ ἔνθα ἐπεσώρευσας, θεοφιλεῖς ἀρετάς, ἃς ἐν τέλει, θείῳ μαρτυρίῳ σου, ἐπεσφράγισας πάτερ Ἰάκωβε.

Θεοτοκίον

 

Ὅσας ἁμαρτίας ἀπὸ βρέφους, ἐτέλεσα Δέσποινα Πανάμωμε, ταῖς σαῖς παρακλήσεσι, πρὸς Υἱὸν φιλάνθρωπον, ἐξάλειψον καὶ χάρισαι, ὑπόλοιπόν μου ζωῆς, ἐκτελέσαι, πρὸς τὸ θεῖον θέλημα, καὶ σωθῶ κἂν εἰς τέλος ὁ ἄθλιος.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὕμνοις καὶ ᾠδαῖς, τιμῶμεν τὴν μνήμην σου, πάτερ Ἰάκωβε, καὶ κατασπαζόμεθα, θήκην λειψάνων τῶν πανολβίων σου, χάριν Ἁγίου Πνεύματος πολλὴν λαμβάνοντες, ἐνοικούσης, καὶ ποιούσης θαύματα, τοῖς αὐτὰ προσκυνοῦσιν ἐκ πίστεως.

Ῥήμασι πτωχοῖς, τὴν ἄμετρον δόξαν σου, πάτερ Ἰάκωβε, μηδαμῶς δυνάμενοι, εἰπεῖν συγγνώμην σου ἐξαιτούμεθα, καὶ τεκνικῶς δεόμεθα, Κυρίῳ πρέσβευε, ὅπως πόθον, συντηρῇ ἀμείωτον, ἐν ἡμῖν τῆς Αὐτοῦ ἀγαπήσεως.

Ἄνωθεν λαβών, τὴν δύναμιν Ὅσιε, κατετραυμάτισας, τῶν δαιμόνων φάλαγγας, τὰς καθ’ ἑκάστην ῥιπτούσας βέλη σοι, καὶ νικητὴς γενόμενος, ὤφθης διδάσκαλος, ἐκ τῆς πείρας, καὶ Χριστῷ προσήγαγες, μαθητὰς τοὺς σὸν βίον θαυμάζοντας.

Σπήλαιον πτωχόν, οἰκήσας Ἰάκωβε, τοῦτο Παράδεισον, ἔδειξας τοῖς ἄθλοις σου, δι’ ὧν Δεσπότην Χριστὸν ἐφείλκυσας, καὶ θησαυροὺς τῆς Χάριτος ψυχῇ σου εἴληφας, οὓς μετάδος, πᾶσι τοῖς τιμῶσί σε, καὶ τὴν μνήμην λαμπρῶς ἐκτελοῦσί σου.

Θεοτοκίον

Ἅπλωσον Ἁγνή, τὴν σκέπην σου ἄνωθεν τῆς Χαματούρας Μονῆς, καὶ αὐτῆς μονάζοντας, δεῖξον μετόχους τῆς αἰωνίου ζωῆς, καθὼς καὶ ὁ Ἰάκωβος ταύτης μετέσχηκε, καὶ συμπρέσβυς, σαῖς εὐχαῖς εὑρίσκεται, ξιφοτμήσει πληρώσας τὴν ἄσκησιν.

 

Ἐξαποστειλάριον Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Κέδρος Χριστοῦ ὑψίκορμος, φυτευθεὶς ἐν Λιβάνῳ, γεγένησαι Ἰάκωβε, ἀσκητὴς θεοφόρος, καὶ τὴν Μονὴν Χαματούρας, ὥσπερ στάδιον ἔχων, τῶν σῶν ἀγώνων εἴληφας, καὶ Μαρτύρων τὴν δόξαν, ξίφει τμηθείς, τὸν Χριστὸν κηρύξας Θεὸν καὶ μόνον, Ὃν ὑπὲρ πάντων πρέσβευε, τὴν σὴν μνήμην τιμώντων.

Θεοτοκίον, ὅμοιον.

Σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον, καὶ ὄρος καὶ παλάτιον, θρόνον κλίνην καὶ πύλην, τοῦ Βασιλέως τῆς δόξης, τὴν ἁγίαν Παρθένον, καὶ Θεοτόκον ἅπαντες, ἀνυμνοῦμεν ἐκ πόθου· Χριστιανῶν, σκέπη γὰρ ὑπάρχεις καὶ σωτηρία, καὶ ἀῤῥαγὴς ὑπέρμαχος, καὶ προστάτις καὶ φύλαξ.

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.

Ὅσιε πάτερ Ἰάκωβε, τῷ θείῳ πόθῳ τρωθείς, ὑπὲρ πάντα προέκρινας, τὴν ζωὴν ἀσκήσεως, τὰς ψυχὰς ἐκκαθαίρουσαν, καὶ τῷ σπηλαίῳ βίον διήγαγες, ὥσπερ ἐρήμου οἱ πάλαι ὅσιοι, ἔχων ἐνώπιον, ὀφθαλμῶν σου Κύριον, Οὗ ἐντολάς, ἀκριβῶς ἐφύλαξας, ὡς υἱὸς γνήσιος.

 

Πάτερ θεόφρον Ἰάκωβε, νήψει τηρήσας τὸν νοῦν, τὴν ψυχήν σου ἐμάκρυνας, κοσμικῆς συγχύσεως καὶ εὐχῇ ἐπιδέδοσαι, ὅθεν κατέστης ναὸς Δεσπότου σου, εὐωδιάζων σεπτῇ ἀσκήσει σου, πάντας τοὺς ὅσοι σοι, εὐλαβῶς προσήρχοντο καὶ διδαχαῖς, τούτους ὑπεστήριζες, ζῇν ἐν Χριστῷ εὐσεβῶς.

 

Πάτερ τρισμάκαρ Ἰάκωβε, τῆς Θεοτόκου Μονήν, ἐργαστήριον ἅγιον, τῷ σῷ βίῳ ἔδειξας, καὶ Θεοῦ ἑλκυστήριον, ὡς καθ’ ἡμέραν Χριστῷ σταυρούμενος, Οὗπερ τὸ πάθος, τυχεῖν ἠξίωσαι, καὶ νῦν ἱστάμενος, σὺν Μαρτύρων τάγμασι καὶ Ἀσκητῶν, μὴ ἐλλίπῃς εὔχεσθαι ὑπὲρ τῶν σῶν ὑμνητῶν.

 

Στέφη λαβὼν ὁσιότητος, καὶ μαρτυρίου ὁμοῦ, θεομάκαρ Ἰάκωβε, καὶ διπλῆς ἠξίωσαι, παῤῥησίας πρὸς Κύριον, Ὃν τὴν Μονήν σου τηρεῖν ἀλώβητον, ἀεὶ δυσώπει ἐκ πάσης θλίψεως, τοὺς δὲ μονάζοντας, ἐν αὐτῇ ἐργάσηται τέκνα φωτός, καὶ συγκληρονόμους σου, δείξῃ Ἁγίων χοροῖς.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τὴν ἐν Χριστῷ τελειότητα, ὡς τοῖς ἀνθρώποις δυνατὸν ποθήσας πάτερ, ὡς στρουθὸς ἐρημικὸς τοῦ κόσμου ἐμάκρυνας, καὶ τὴν Μονὴν τῆς Χαματούρας κατείληφας, ἐνζήλως τὴν ζωὴν τῶν ἀσκητῶν μιμούμενος ὡς μάρτυς συνειδήσεως· ὅθεν τὸν ὁσιακὸν δόλιχον λαμπρῶς τελέσας, καὶ τῆς μαρτυρικῆς δόξης ξιφοτμηθεὶς κατηξίωσαι. Διό σου τὰ χαριτόβρυτα λείψανα εὐλαβῶς προσκυνοῦντες, δεόμεθά σου ὅσιε φιλότεκνε καὶ φιλάδελφε Ἰάκωβε, μὴ διαλίπῃς πρεσβεύειν τῷ Κυρίῳ, ὑπὲρ πάντων τῶν εὐλαβῶς τὴν μνήμην τιμώντων σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

 

 

 

Μεγαλυνάρια

Χαίροις Χαματούρας κλέος λαμπρόν, ὄρους τοῦ Λιβάνου, κέδρος πάτερ πνευματικός, χαίροις τῶν Ὁσίων καὶ τῶν Μαρτύρων δόξα, Ἰάκωβε τρισμάκαρ, μύστα τῆς Χάριτος.

Χαματούρας Πάτερ σεπτὴν Μονήν, φύλαττε εὐχαῖς σου, ἐν ᾗ ἤσκησας θαυμαστῶς, καὶ ἐτελειώθης, διὰ τοῦ μαρτυρίου, καὶ ἥτις σου τὴν μνήμην, γεραίρει χαίρουσα.

Ἔχων Θεομήτορος ἀσφαλῆ, Ἰάκωβε σκέπην, βίον ἔδειξας θαυμαστόν, καὶ τοῦ μαρτυρίου, ἀξιωθεὶς ἐν τέλει, πιστῶν καὶ τῆς Μονῆς σου, πρέσβυς γεγένησαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου