Τρίτη 8 Σεπτεμβρίου 2026

ΣΕΠΤΕΜΒΡΙΟΣ 22. ΑΓΙΟΣ ΛΟΪΖΟΣ ΓΑΛΛΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΒ΄!!

ΛΟΪΖΟΣ ΕΠΙΣΚΟΠΟΣ ΕΝ ΓΑΛΛΙᾼ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν φιλαγίων ὁ δῆμος, δεῦτε τιμήσωμεν, Λοΐζον ἱεράρχην, Κωνσταντίας ποιμένα, δοξάσαντα ἐν βίῳ θεοπρεπεῖ, τὸν Ἁγίοις καθήμενον, καὶ προβαλώμεθα τοῦτον, πρὸς τὸν Χριστόν, ὡς μεσίτην εὐήκοον.

 

Τῶν ἀρετῶν θεῖος οἶκος, πάτερ γενόμενος, ποιμὴν τῆς Κωνσταντίας, ἀνεδείχθης Λοΐζε, ἐν θαύμασι ποικίλοις ποιμάνας λαόν, διατρέφων τοῖς λόγοις σου, καὶ πρὸς λειμῶνας ὡδήγησας τοῦ Χριστοῦ, Ὃν τῷ βίῳ σου ἐδόξασας.

 

Ἡ θεία Χάρις πλουσίως, ἐν σοὶ ἐνῴκησε, Λοΐζε θεοφόρε, καὶ ἀφθόνως παρέσχε, τὴν ἄνωθεν σοφίαν, δι’ ἧς ἀκριβῶς, τοῖς τοῦ Παύλου ἐντάλμασι, συστοιχηθεὶς ἀναδέδειξαι θαυμαστός, ἱεράρχης τῆς πατρίδος σου.

 

Τοῦ Σολομῶντος πλουτήσας, θείαν διάκρισιν, ἐκ τῆς νεότητός σου, παμμακάριστε Πάτερ, ποιμὴν ἀνηγορεύθης χριστοειδής, καὶ σωφρόνως ἐποίμανας, τὴν λογικὴν ἐκλογάδα τοῦ Ἰησοῦ, τοῦ Ποιμένος τῶν ψυχῶν ἡμῶν.

 

Τῆς τοῦ Χριστοῦ ἀληθείας, τὸ φῶς κατέλαμψε, Λοΐζε τὴν ψυχήν σου, ὅθεν σκότη ἀγνοίας, ἐξήλειψας δεικνύων βίον τὸν σόν, τοῖς πιστοῖς ὡς ὑπόδειγμα, καὶ τὴν τυφλὴν θεραπεύσας κλήσει Θεοῦ, θυγατέρα φωτὸς ἔδειξας.

 

Ἀγγελικὴν πολιτείαν, ἔχων μακάριε, ἀγγελικῶς ἐτέλεις, τοῦ Κυρίου θυσίαν, τοῦ Πνεύματος τὴν Χάριν ἑλκύων εἰς γῆν, ἣν ἀφθόνως διένειμας, τοῖς λογικοῖς σου προβάτοις καθ’ ἃ ποιμήν, καὶ πατὴρ φιλοτεκνότατος

 

 

 

 

 

Δόξα. Ἦχος β΄.

Ἐπαινετώνυμον τὴν κλῆσιν ἔσχες, καὶ τὸν βίον σου ἀνέδειξας ἔτι ἐπαινέσιμον, Λοΐζε παμμακάριστε. Τῆς κοσμικῆς γὰρ εὐγενείας θεοφιλῶς καταλιπὼν τὰς ἀπολαύσεις, τοῦ Σταυροῦ τοῦ Κυρίου τὸν ζυγὸν προετίμησας∙ ὅθεν ποιμενάρχης ἀνεδείχθης χριστόψυχος, τὴν ἄνωθεν σοφίαν τοῦ Πνεύματος πλουτήσας, καὶ ἱεραρχικῶς διαπρέψας ἐν Κωνσταντίᾳ, τοῖς τῶν Ἁγίων τάγμασι συνηριθμήθης, μεθ’ ὧν τῷ Κυρίῳ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, ἐπιτελούντων τὴν θείαν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Παρῆλθεν ἡ σκιὰ τοῦ Νόμου, τῆς Χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο, κατφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας. Ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

 

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Ἐσφραγισμένος ἐκ παιδός, Λουΐζε παμμακάριστε, τῇ θεϊκῇ ἐκλογῇ τοῦ Παρακλήτου, οἶκος αὐτοῦ γέγονας, ἐμπλησθεὶς πολλῶν χαρισμάτων. Ἐπὶ δὲ τὴν ἐπισκοπικὴν καθέδραν τῆς Κωνσταντίας ἀνελθών, τύπος πέφηνας χριστοψύχου ποιμένος, καὶ τελειωθεὶς εἰς οὐρανίους μονὰς ἀνῆλθες, ἱκετεύων τὸν στεφοδότην Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Τὴν τοῦ σοφοῦ Σολομῶντος λαβὼν τὸ πλήρωμα τῆς θείας σοφίας, οὐκ ἐνεποδίσθης ἐκ τῆς νεανικῆς σου ἡλικίας, ἑλκύσαι τοὺς ζωηφόρους ποταμοὺς τῆς Χάριτος, καὶ ποιμενάρχης πεφωτισμένος ἀναδειχθείς, ἅγιε πάτερ Λοΐζε, εἰς σωτηρίαν πολλὰς ψυχὰς καθωδήγησας, αἵτινες εὐγνωμονοῦσαί σε, δοξάζουσι τὸν χαρισάμενόν σε τῇ Ἐκκλησίᾳ, πρέσβυν ἀκαταίσχυντον.

 

Ἦχος γ΄.

Τῇ πνευματικῇ θαλάσσῃ νοερῶς νηχόμενος, καὶ εἰς τὰ βάθη τοῦ Πνεύματος ἐρευνητικῶς κατελθών, ὡς ἔμπειρος ἁλιεὺς ἐκεῖθεν ἀνείλκυσας, τὸν ἁλιευθέντα πολύτιμον Μαργαρίτην Χριστόν, Ὃς μεγάλως σε ἐθαυμάστωσε, ἱεράρχην ἅγιον καὶ θαυματουργόν ἀναδείξας, πρεσβεύοντα ὑπὲρ τῶν τιμώντων σε, πάτερ Λοΐζε πανεύφημε.

 

Ἦχος δ΄.

Τὸν πλοῦτον τὸν ἐπίγειον μισήσας, καὶ τὰς ἐκ τῆς εὐγενείας σου προερχομένας ἀπολαύσεις ἐλλόγως καταλιπών, μόνον πλοῦτον ἀναφαίρετον, τοῦ Ἰησοῦ τῆς σωτηρίας Εὐαγγέλιον ἐκέκτησο. Οὗπερ ἀκριβὴς τηρητὴς γενόμενος, θεοφόρε Πάτερ, διδάσκαλος χριστοηθείας τῇ ποίμνῃ σου πεφανέρωσαι. Διὸ τὸν δίκαιον μισθὸν τοῦ φρονίμου οἰκονόμου λαβών, καὶ ἐν Παραδείσῳ εὐφραντικῶς νῦν ἱστάμενος, μὴ ἐπιλάθου τῶν πίστει τιμώντων, τὴν ψυχοχαρμόσυνόν μνήμην σου.

Δόξα. Ἦχος πλ.α΄.

Ὁ καλὸς Ποιμὴν καὶ Ἀρχηγὸς τῆς Πίστεως ἡμῶν Ἰησοῦς Χριστός, τῆς ἀγαθῆς ψυχῆς σου τὸ εὔφορον χῶμα καλῶς εἰδώς, σὲ ὁδηγὸν τῆς πνευματικῆς σου ποίμνης ἀνυψώσας, καὶ θαυμάτων ἐνεργείαις πλουτίσας, μετὰ τῶν ἁγίων Ἱεραρχῶν σὲ συνηρίθμησε. Μεθ’ ὧν πάτερ Λοΐζε, τὴν μυστικὴν ἱερουργίαν ἐν οὐρανοῖς ἐπιτελῶν, ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν ταπεινῶν τεκνίων σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε .

Ὁ φιλανθρωπότατος Θεός, ἐκ παιδὸς ὡς σκεῦος ἁγνείας, Λοΐζε βλέπων σε, Πνεύματος ἐνέπλησε, καὶ ἐξελέξατο, εἰς λαοῦ καθοδήγησιν, πρὸς τὴν σωτηρίαν, ὥς ποτε ἀνέδειξε, τὸν Μωϋσῆν καὶ Δαβίδ, Ἰσραὴλ σοφοὺς ποιμενάρχας, ἐκ ποιμένων τούτους ἐκλεξάμενος.

 

Στ.: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Ἅπερ ἐν δυσὶν ἐπιστολαῖς, Παῦλος διαγράφει ὁ θεῖος, καὶ συμβουλεύει σοφῶς, Τῖτον καὶ Τιμόθεον, ταῦτα σωφρόνως καὶ σύ, ὡς κανόνα κατέχων σου, Λοΐζε ἐδείχθης, ἀποστόλων σύστοιχος, ὡς Κωνσταντίας ποιμήν, ὅθεν πρὸς Χριστοῦ σωτηρίαν, εἵλκυσας τὰ πλήθη καὶ ταῦτα, τέκνα θεοφώτιστα ἀνέδειξας.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πλοῦτον τὴν ἀγάπην τοῦ Χριστοῦ, ἔχων ὡς ἐφόδιον μέγα, καὶ τὴν πτωχείαν Αὐτοῦ, πάντας κατεπλούτισας, διδασκαλίαις σοφαῖς, ὑπεμφαίνων τὸν βίον σου, Λοΐζε παμμάκαρ, τούτοις ὡς ὑπόδειγμα καὶ ἐκδιδάσκων ἀεί, τὰς σωτηριώδεις Κυρίου, ἐντολὰς καὶ πάντας προτρέπων, πρὸς Αὐτοῦ τὴν μίμησιν χριστόψυχε.

 

Δόξα. Ἦχος δ΄.

Ὥσπερ Μωϋσῆν καὶ Δαβὶδ ἐν ἀρεταῖς διαπρέποντας, ἐκ τῆς ποιμανσίας τῶν ἀλόγων προβάτων, ὁ φιλάνθρωπος Δεσπότης ἐξαιρέτως ἐκάλεσε, πρὸς ἡγεσίαν τοῦ παλαιοῦ Ἰσραήλ, οὕτως καὶ σὲ πάτερ Λοΐζε, θεοφιλῶς ἐστολισμένον καὶ τῇ εὐαγγελικῇ ὁδῷ ἀκλινῶς πορευόμενον, τῆς Κωνσταντίας ἄριστον ἐπίσκοπον ἀνέδειξεν, ἔνθα ὡς φιλόψυχος νυμφαγωγός, τὰ λογικὰ πρόβατά σου, εἰς τὸν λειμῶνα τῆς Βασιλείας τοῦ Θεοῦ, τῷ ἀθανάτῳ Νυμφίῳ συνήρμοσας. Ὅθεν, ἁγιώτατε Πάτερ, δεόμεθά σου πάντας τοὺς τιμῶντάς σε σύναψον φιλοτέκνως, τῷ δι’ ἡμᾶς οἰκονομικῶς σαρκωθέντι Σωτῆρι Ἰησοῦ Χριστῷ.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Κοσμικῆς εὐγενείας νουνεχῶς ἀρνησάμενος, πᾶσαν δόξαν πάτερ Κυρίου, ἐνεδύσω ταπείνωσιν, ποιμὴν δὲ Κωνσταντίας γεγονώς, ἐβίωσας ὡς ἄγγελος ἐν γῇ. Τῶν θαυμάτων δὲ Λοΐζε χάριν λαβών, παμπόλλους εὐεργέτησας. Οὕτως δοξάσας τὸν Θεόν, εὗρες γλυκὺν Παράδεισον, ἔνθα μνημόνευε ἡμᾶς, τοὺς πίστει σε γεραίροντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τό, Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τοῦ κόσμου μεριμνῶν, παρῃτήθης σωφρόνως, ζυγὸν τὸν τοῦ Χριστοῦ, προτιμήσας Λοΐζε, πλουσίως κτησάμενος, τὴν τοῦ Πνεύματος δύναμιν, καὶ ποιμὴν σοφός, τῆς Κωνσταντίας ἐγένου, ἐν τοῖς ἴχνεσι, τῶν Ἀποστόλων βαδίσας, ἀξίως ἐστεφάνωσαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Ἡμέρα μυστική, ἀνεδείχθης Παρθένε, τὸν ἥλιον Χριστόν, καταυγάζουσα πᾶσι, τοῖς ζόφῳ ἀπογνώσεως, καθημένοις Θεόνυμφε, ὅθεν ἅπαντες, οἱ διὰ σοῦ φωτισθέντες, μακαρίζομεν, χρεωστικῶς ὡς αἰτίαν, βροτῶν ἀναπλάσεως.

 

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐκ σκότους ἐξήγαγες καὶ εἰς τὸ φῶς τοῦ Χριστοῦ, Λοΐζε μακάριε, εἵλκυσας πλήθη σοφῶς, καὶ ταῦτα ἀνέδειξας, οἴκους ἀρετομόρφους, τὸν σὸν βίον ζηλοῦντας, καὶ ἐντολῶν Κυρίου, φιλοτίμους ἐργάτας, ὅπως γλυκὺν Παράδεισον, κληρονομήσωσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Ὑμνοῦμέν σε Θεόνυμφε, ΜήτηρΧριστοῦ τοῦ Θεοῦ, δοξάζοντες τὸν τόκον σου τὸν ἀκατάληπτον, δι’ οὗ ἐλυτρώθημεν, πλάνης τοῦ διαβόλου, καὶ παντοίων κινδύνων, Δέσποινα Θεοτόκε, καὶ πιστῶς ἐκβοῶμεν, ἐλέησον τὴν ποίμνην σου, Κόρη πανύμνητε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ποιμενάρχης ἐδείχθης, Λοΐζε πάντιμε, Κωνσταντίας ἐκθρέψας Χριστοῦ διδάγμασι, ποίμνην δοθεῖσαν ἐκ Θεοῦ, καὶ καθωδήγησας, πρὸς σωτηρίας τὰς πηγάς, καὶ τοὺς λειμῶνας τῆς ζωῆς, τῇ σύριγγι τῶν σῶν λόγων, καὶ τῷ ἁγίῳ σου βίῳ, ἀγγελικῶς πολιτευσάμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Τὴν ἀνείκαστον χάριν τῆς εὐσπλαγχνίας σου, καὶ τὸ ἔνθεον κράτος τῆς δυναστείας σου, Παρθενομῆτορ Μαριὰμ ἐπιστάμενος, ἀναβοῶ σοι ἐκτενῶς, ἐκ πάσης θλίψεως ἐμέ, ἐξάρπασον τὸν σὸν δοῦλον, καὶ ἔμπλησον θυμηδίας, ὅπως ὑμνῶ σε Παναμώμητε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στ.: Θαυμαστὸς Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, τὸ Ἱεραρχικόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου.

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. Ἦχος πλ.β΄. Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός....

Τῇ φωταυγείᾳ ἐλλαμφθεὶς τοῦ Πνεύματος Λοΐζε, τὰ πρόβατα τὰ λογικὰ τῆς σῆς ποίμνης ἐφώτισας, εὐαγγελικῶς ταῦτα καθοδηγῶν, καὶ πατρικῶς προτρέπων, εἰς τοῦ Κυρίου τὴν μίμησιν. Ὅθεν τὸν δίκαιον μισθὸν παρὰ τοῦ Καλοῦ Ἀρχιποιμένος ἀπολαβών, πρέσβευε ὑπὲρ ἡμῶν, Τοῦτον φιλοτέκνως ἱλεούμενος.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἱεράρχου οὗ ἡ ἀκροστιχίς: Ὑμνήσω Λοΐζον, καλὸν Χριστοῦ ποιμένα. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ὑμνῆσαι ποθοῦντά με, τὸν Ἱεράρχην σου Κύριε, Λοΐζον τὸν πάντιμον, δός μοι τὴν χάριν σου, ὅπως ᾄσωμαι, αὐτοῦ τὴν πολιτείαν, δι’ ἧς ἀναδέδεικται, δοῦλός σου γνήσιος.

Μωρίαν ἠγάπησας, τὴν τοῦ Σταυροῦ πάτερ Ἅγιε, τοῦ κόσμου τὰ θέλγητρα, καὶ τὰς παγίδας αὐτοῦ, ἀρνησάμενος, καὶ ὄπισθεν Κυρίου, Λοΐζε ἐβάδισας, πάσῃ δυνάμει σου.

Ναὸς καθαρώτατος, Ἁγίου Πνεύματος γέγονας, Χριστοῦ Εὐαγγέλιον, τηρήσας ἄριστα, καὶ ἐστοίβασας, Λοΐζε τῇ ψυχῇ σου, ποικίλα χαρίσματα, δι’ ὧν κεκόσμησαι.

Θεοτοκίον

Ἡ μόνη κυήσασα, ἐκ τῶν ἁγίων αἱμάτων σου, Χριστὸν τὸν Θεάνθρωπον, γλυκὺν Νυμφίον ψυχῶν, Ὅστις πέφυκε, τὸ πρότυπον παρθένων, μεθ’ ὧν συνηρίθμηται, Λοΐζος Πάναγνε.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Σκοπέλους διέλυσας Λοΐζε, νεότητος οὕς περ ὁ ἐχθρός, ἐγείρει ὡς μισόψυχος, καὶ ὡς στρουθὸς διέφυγες, αὐτοῦ τὰ πανουργεύματα, πρὸς οὐρανὸν πορευόμενος.

Ὡς ἄλλοι ἰχθύας τοὺς ἀφώνους, Λοΐζε δικτύοις ἁλιεύουσιν, σὺ Ἰχθὺν ἡλίευσας, Χριστὸν τὸν ζωοπάροχον, Ὃν μυστικῶς ἐσθίουσιν, οἱ ἀρετόφιλοι ἄνθρωποι.

Λυθεὶς μεριμνῶν βίου Λοΐζε, πρὸς μόνον Χριστὸν τοὺς ὀφθαλμούς, σωφρόνως ἐπεστήριξας, καὶ Τοῦτον ἐξηγόρασας, ὡς ἔμπορος πολύσοφος, τὸν Μαργαρίτην τὸν τίμιον.

Θεοτοκίον

Ὁ σάρκα φορέσας Θεοτόκε, ἐκ σοῦ ὁ φιλάνθρωπος Χριστός, ἀνθρώπων γένος ἔσωσεν, ὅθεν ὡς Θεομήτορα, πάντες πιστοί σε ᾄσμασι, πανευγνωμόνως δοξάζομεν.

 

Κάθισμα .Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἀποῤῥίψας τοῦ κόσμου τὰς ἡδονάς, τοῦ Δεσπότου ἀνείληφας τὸν Σταυρόν, Λοΐζε πανάρετε, σεαυτὸν δείξας ἄξιον, Παρακλήτου τὴν χάριν, ὡς κτῆμά σου μόνιμον, τῇ καρδίᾳ οἰκῆσαι, καὶ ὅλον τὸν βίον σου, καταπυρπολῆσαι, τῇ ἀπαύστῳ ἀγάπῃ, διὸ ποιμενάρχην σε Κωνσταντίας ἀνέδειξεν, ἔνθα πλεῖστα θαυμάσια, ἐποίησας δυνάμει Αὐτοῦ, καὶ σὴν ποίμνην ἀξίως ὡδήγησας, πρὸς ζωῆς τοὺς λειμῶνας, καὶ θεῖον Παράδεισον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Δεῦτε πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων δημιουργοῦ, ὑμνήσωμεν λέγοντς, χαῖρε θρόνε πυρίμορφε, τοῦ Δεσπότου τῶν ὅλων, Χριστοῦ τοῦ Παντάνακτος, χαῖρε μόνη Κυρία, ἁπάσης τῆς κτίσεως. Χαῖρε τὸ δοχεῖον τῆς ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ θεοδόξαστε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σοὶ προστρέχουσι πίστει, καὶ πόθῳ ὑμνοῦσί σε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ἱερεὺς λαμπρὸς Λοΐζε, τοῦ Κυρίου σωσίκοσμον, ἔθυες θυσίαν, καὶ ἀγγελικῶς παριστάμενος, πρὸ τῆς ἁγίας τραπέζης χάριν εἵλκυες, καὶ διένειμας, ταύτην πιστοὺς ἁγιάζουσαν.

Ζηλωτὴς θερμὸς Λοΐζε, τῆς ζωῆς ἁγιότητος, ἣν πιστοῖς παρέχει, ὁ παναγιώτατος Κύριος, ἐν ἀκριβείᾳ τηρήσας Εὐαγγέλιον, καὶ ἠρίθμησαι, σὺν Ἁγίων τοῖς τάγμασι.

Οἱ πενίᾳ Πάτερ ὄντες, ἀποδέκται γεγόνασι, τοῦ πολλοῦ σου πλούτου, ὃν σωφρόνως τούτοις διένειμας, καὶ οὐρανῶν τῇ τραπέζῃ κατατέθηκας, ἐν λιτότητι, βιῶν Λοΐζε φιλάνθρωπε.

Θεοτοκίον

Νικητὴν ἀνάδειξόν με, Θεοτόκε πανύμνητε, μητρικαῖς πρεσβείαις, πρὸς τὸν ὑπεράγαθον Κύριον, κατὰ παθῶν πολεμοῦντα καὶ ἐνίσχυσον, ὅπως Ἄχραντε, μὴ ὁ ἐχθρὸς καταβάλῃ με.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Κηρύττων τῷ βίῳ σου, ἅπερ καλῶς πεπίστευκας, γέγονας ποιμὴν τῆς Κωνσταντίας, πλήθη ἀπίστων πρὸς τὸν Χριστὸν ἀγαγών, οὓς Λοΐζε τέκνα τοῦ φωτός, καὶ δοχεῖα χάριτος, σοῖς ἱδρῶσιν ἀνέδειξας.

Ἀγάπην ἀνόθευτον, Λοΐζε ἐνδεικνύμενος, ἐλεημοσύνης ὤφθης οἶκος, πολυελέου Χριστοῦ πιστὸς μιμητής, Ὃς ἀεὶ παρέχων ἀφειδῶς, τὰ εὐεργετήματα, συντηρεῖ κόσμον ἅπαντα.

Λαμπρότατος ἥλιος, ὤφθης Λοΐζε χάριτος, πλήθη ἐξαρπάσας διαβόλου, καὶ Ἐκκλησίᾳ ταῦτα συνέδεσας, τρέφων τοῖς διδάγμασι σοφῶς, ἃ ἡ θεία Χάρις σοι, συνεργοῦσα μετέδιδε.

Θεοτοκίον

Ὁμοία σοι Πάναγνε, οὐκ ἔστι καὶ οὐκ ἔσεται, ἕως συντελείας τῶν αἰώνων, τὴν σωτηρίας ἀνθρώπων πρόξενον, Κύριον γεννήσασα Χριστόν, ὅθεν Μῆτερ πρέσβευε, παῤῥησίαν ὡς ἔχουσα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ναοὺς Κυρίου ἀνήγειρας, Λοΐζε καὶ Μονὰς ᾠκοδόμησας, ὅπως ἡ ποίμνη σου, τῶν Μυστηρίων μετέχουσα, τοῦ Πνεύματος δυνάμει, ἐξαγιάζηται.

Χαρίτων πλῆθος ἐφείλκυσας, Λοΐζε καὶ αὐτὰς τῷ ποιμνίῳ σου, σοφῶς διένειμας, ἵνα Χριστῷ ὥσπερ πρόβατα, εἰς Βασιλείας μάνδραν κατασκηνώσωσι.

Ῥοαῖς Λοΐζε δακρύων σου, τὴν γῆν τῆς Κωνσταντίας ἐπότισας, ὅθεν ἐξήνθησεν, ὡς ἐξ ἐρήμου βλαστήματα, καὶ ἀρετὰς ποικίλας, διδασκαλίαις σου.

Θεοτοκίον

Ἰάτρευσόν μου Πανάχραντε, τὰς νόσους τῆς ψυχῆς καὶ τὰ τραύματα, θείαις πρεσβείαις σου, πρὸς Ἰατρὸν ἀνθρωπότητος, τὸν Ἰησοῦν Υἱόν σου φιλανθρωπότατον.

 

Κοντάκιον. Ἦχος δ΄.Ὁ ὑψωθείς.

Τῆς Κωνσταντίας ποιμενάρχα Λοΐζε, πολλὴν ἐδέξω τὴν τοῦ Πνεύματος χάριν, ποιῶν ποικίλα θαύματα, καὶ ζῶν θεοπρεπῶς, ἔμπνουν Εὐαγγέλιον, καὶ κανὼν εὐσεβείας, ὤφθης ἀκριβέστατος, καὶ ἀκοίμητος πρέσβυς, τῶν σὲ τιμώντων καὶ πανευλαβῶς, ἑορταζόντων, τὴν πάνσεπτον μνήμην σου.

Ὁ Οἶκος

 

Τοῦ Κυρίου ἀγάπῃ, Λοΐζε, φλεγόμενος, ἐκ νεότητος Τούτῳ πιστῶς ἠκολούθησας, καὶ τὰς εὐαγγελικὰς ἀρετὰς φιλοτίμως ἐργασάμενος, ποιμὴν θεοφιλέστατος τῆς Κωνσταντίας ἀνεδείχθης, ἔνθα πολλοῖς θαυμασίοις τοὺς πιστοὺς ἐπεστήριξας, καὶ τοῖς ζωηφόροις λόγοις σου πατρικῶς ἐγαλακτοτρόφησας. Συμφώνως οὖν τῇ κλήσει σου Ἐπαινετὸς ἀναδέδειξαι, καὶ τοῖς ἁγίοις Ἱεράρχαις ἐπαξίως συνηριθμήθης, διὸ νῦν ἐν Παραδείσῳ ἀπολαύων τῆς δόξης τοῦ Θεοῦ, μνήσθητι, Πάτερ φιλότεκνε, τῶν ἐν πόθῳ ἑορταζόντων, τὴν πάνσεπτον μνήμην σου.

 

Συναξάριον

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Λοΐζου-Ἐπαινετοῦ, ἐπισκόπου Κωνσταντίας, τῆς ἐν Γαλλίᾳ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Συμπαθέστατος, πατὴρ ἐφάνης Ἅγιε, βλέπων τὰ τέκνα σου, βαδίζοντα ὡς τυφλά, καὶ φῶς μὴ γινώσκοντα, τῆς ἀληθείας Χριστοῦ, ὅθεν πάσας σου, δυνάμεις ἀφιέρωσας, πρὸς ἐπίγνωσιν Κυρίου.

Τὸν πατρῷόν σου, πλοῦτον σοφῶς διένειμας, πτωχοῖς μακάριε, τὰς χρείας τούτων πληρῶν, μιμούμενος Κύριον, τὸν Ἐλεήμονα, Ὅστις δέδωκε, ἡμῖν σαφὲς ὑπόδειγμα, τοῦ πρὸς ἅπαντας ἐλέους.

Οὐκ ὁ τῦφός σου, ψυχῆς Λοΐζε φρόνημα, τῆς ταπεινώσεως, δεδύνηται παντελῶς, ἀλλάξαι καὶ δεῖξαί σε, ποιμένα ἄσπλαγχνον, καὶ νενίκηται, ἰδών σου τὸ ἀσάλευτον, πρὸς Δεσπότην συναφείας.

Θεοτοκίον

Ὑπερύμνητε, Παντάνασσα τὰς χεῖράς σου, πάντοτε ἔκτεινον, πρὸς τὸν γλυκύν σου Υἱόν, καὶ Τούτῳ προσάγαγε, τὰς ἱκεσίας ἡμῶν, ὅπως ἅπαντα, ποικίλα ἁμαρτήματα, συγχωρῇ ὡς Ἐλεήμων.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Πάντων τῶν πιστῶν τύπος ἐγένου, Λοΐζε τηρῶν ἅπερ ἐδίδασκες, καὶ αὐτοὺς κατέπειθες, ὄπισθεν πορεύεσθαι, Χριστοῦ τοῦ Παντοκράτορος, ἵνα τὴν χάριν πολλήν, τοῦ ἁγίου Πνεύματος ἑλκύσωσι, καὶ γενέσθαι Θεοῦ οἰκητήρια.

Πάτερ τὴν σὴν ποίμνην διαθρέψας, ταῖς θείαις καὶ πατρικαῖς διδασκαλίαις σου, ταύτην ὥσπερ ἄμπελον, καρποφόρον ἔδειξας, τὰ τοῦ Χριστοῦ προστάγματα, τηροῦσαν ἅπαντα, καὶ πλουσίως, τοὺς καρποὺς ἐκφέρουσαν, τοὺς Δεσπότην μεγάλως εὐφραίνοντας.

Οὕς σοι ὁ Χριστὸς ἐνεπιστεύθη, Λοΐζε πρὸς χλόην καθωδήγησας, σύριγγι τῶν λόγων σου, ὡς ποιμὴν τὰ πρόβατα, καὶ ὕδατα ἐπότισας, ζωὴν παρέχοντα, αἰωνίαν, καὶ πρὸς τὰ σκηνώματα, Παραδείσου τερπνοῦ καταλήγοντα.

Ἴασιν ψυχαῖς Λοΐζε μάκαρ, παρέσχες καὶ φῶς τὸ ποθητόν, εὐχαῖς τυφλοῖς κεχάρισαι, χωλοὺς δὲ ἐπηνώρθωσας, καὶ ἀσθενοῦντας θαύμασιν, αὖθις ὑγίανας, δοξάζοντας, Χριστὸν εὐγνωμόνως, ἀναδείξαντά σε, τοιοῦτον ἱεράρχην.

Θεοτοκίον

Μῆτερ τοῦ καλοῦ ἡμῶν Δεσπότου, τὴν πύλην τῆς εὐσπλαγχνίας ἡμῖν ἄνοιξον, καὶ Αὐτὸν ἱκέτευε, δοῦναι τὴν συγχώρησιν, πασῶν τῶν παραπτώσεων, ἃς περ ὡς ἄνοες, καθ’ ἑκάστην, πράττομεν μὴ φρίττοντες, τῆς κολάσεως πῦρ τὸ αἰώνιον.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Εἴληφας μισθόν, Λοΐζε τῶν κόπων σου, οὕς περ ὑπήνεγκας, ὑπὲρ τοῦ ποιμνίου σου, ὡς ὑπεσχέθη ἡμῖν ὁ Κύριος, καὶ νῦν φαιδρὸς ἱστάμενος, πρὸ τοῦ προσώπου Αὐτοῦ, μὴ ἐλλείπῃς, ἱκετεύων πάντοτε, ὑπὲρ ὅσοι τελοῦσι τὴν μνήμην σου.

Νοῦν ἔχων Χριστοῦ, Λοΐζε τὴν ποίμνην σου ἐχριστοποίησας, καὶ καλῶς ἠρίθμησαι, συνιεράρχαις τοῖς προλαβοῦσί σε, οἵτινες ἠγωνίσαντο ὅπως τὸ φῶς τοῦ Χριστοῦ, ἐπιλάμψῃ, ποίμνας ἃς ἐποίμανον, ἐν πολλοῖς πειρασμοῖς τε καὶ θλίψεσι.

Ἄνωθεν ἡμῖν, τὴν χάριν τοῦ Πνεύματος, Πάτερ κατάπεμψον, ὅπως δυνησώμεθα, τὰς διαβόλου παγίδας φύγωμεν, καὶ τοῦ Χριστοῦ γενώμεθα, τέκνα φωτόμορφα, καὶ μερίδος, Παραδείσου τύχωμεν, σὺν Ἁγίων, Λοΐζε τοῖς τάγμασιν.

Θεοτοκίον

Ἄνασσα ἁγνή, εὐγνώμονας δέχθητι τὰς ὑμνῳδίας ἡμῶν, ὅτι ἀπεκύησας, τὸν Θεὸν Λόγον Χριστὸν τὸν Κύριον, δι’ οὗ πάντες σεσῴσμεθα ἐκ διαβόλου δεσμῶν, ὅθεν πίστει, καθὼς προεφήτευσας, μεγαλύνομεν Μῆτερ τὴν δόξαν σου.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἀπὸ παιδὸς ἠγάπησας, τὸν Δεσπότην Λοΐζε, καὶ οἶκος ἀναδέδειξαι, ἀρετῶν φωτοφόρος, διὸ ποιμὴν ἀνεδείχθης, Κωνσταντίας θεόφρων, ἔνθα πολλοὺς μακάριε, τῷ Κυρίῳ συνῆψας, σαῖς διδαχαῖς, λάμψας ἐν τῷ βίῳ σου ἱεράρχα, καὶ ποιμενάρχης ἄριστος, ἀνεδείχθης σῆς ποίμνης.

Θεοτοκίον, ὅμοιον.

Παντάνασσα πανύμνητε, καὶ φιλότεκνε Μῆτερ, παράλαβε συμπρέσβυν σου, πρὸς Υἱὸν τὸν γλυκύν σου, τὸν Κωνσταντίας ποιμένα, χριστοφόρον Λοΐζον, καὶ ἐκτενῶς πρεσβεύετε, ὅπως πᾶσι παρέχῃ, τὸν φωτισμόν, καὶ ἀξίους δείξῃ τοῦ Παραδείσου, ἔνθα ἀεὶ δοξάζωμεν, τὴν ἁγίαν Τριάδα.

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.

Πάτερ Λοΐζε μακάριε, ἀπὸ παιδὸς τὸν Χριστόν, ἀγαπήσας ἀνέδραμες, ὅπισθεν ὡς πρόβατον, αὐξανόμενος Πνεύματι, Οὗ τὴν ἀγάπην ἀεὶ ὑπάναπτες, πολλοῖς ἀγῶσι καὶ κατορθώμασιν∙ ὅθεν γενόμενος, δεκτικὸς τῆς χάριτος, οἶκος Θεοῦ, πᾶσι πεφανέρωσαι, φωτολαμπέστατος.

 

Πάτερ Λοΐζε πανόσιε, ἐπιμελῶς ἀρετάς, ἐργασθεὶς πεφανέρωσαι, ἔμπνουν Εὐαγγέλιον, καὶ εἰκὼν ἁγιότητος, κινῶν τοὺς πάντας εἰς σὴν ὁμοίωσιν, λόγοις σου θείοις καὶ βίῳ κρείττονι, πλήθη δὲ εἵλκυσας, ἐκ τοῦ σκότους Ἅγιε καὶ πρὸς τὸ φῶς, τοῦ Χριστοῦ ὡδήγησας τὸ ἐκλαμπρότατον.

 

Πάτερ Λοΐζε τρισόλβιε, ψήφῳ Θεοῦ καὶ λαοῦ, ποιμενάρχης ἐκλέλεξαι, Κωνσταντίας ἄιστος, καὶ ἐργάτης χριστόψυχος, καὶ κατὰ Παῦλον βιῶν ὡς ἄριστα, ἐπισκοπείας ὅρους ἐπήρωσας. Ποίμνην δὲ ἔθρεψας, λογικὴν τοῖς λόγοις σου, καὶ πρὸς πηγάς, ἀειζώους ἤνεγκας, Εὐαγγελίου σοφῶς.

 

Πάτερ Λοΐζε χριστόνοε, ἱεραρχίας στολήν, τὴν λαμπρὰν ὡς ἐφόρεσας, ὕπνον τοῖς ὀμμάτοις σου, ἀγρυπνῶν οὐκ ἐγνώρισας, πτωχοὺς πλουτίζων, νόσους ἰώμενος, καὶ παρειμένους, στηρίζων λόγοις σου. Ὅθεν συντέταξαι, ποιμενάρχαις Ἅγιε οἳ τοῦ Θεοῦ, σύμμορφοι ἐγένοντο, καὶ οἶκοι Πνεύματος.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Ἀγαθὸν ἀνδρὶ ὑπάρχει, ὅταν ἄρῃ τὸν ζυγὸν Κυρίου, ἐκ νεότητος αὐτοῦ, φησὶν ἀποφαντικῶς ὁ Προφήτης. Τῷ λόγῳ τούτῳ, πάτερ Λοΐζε, συστοιχηθεὶς ἐν γνώσει, ἐκ νεότητος ἐγένου σταυροφόρος θαυμαστός, πλήρης εὐαγγελικῶν ἀρετῶν ὢν κατεστολισμένος. Ὅθεν ποιμὴν θεόψυχος ἀναδειχθείς, σοφῶς τὴν ποίμνην σου ἐποίμανας, καὶ πρὸς τὸν Κύριον τοῦ μυστικοῦ Ἀμπελῶνος πορευθείς, εἴληφας τοῦ καλοῦ οἰκονόμου μισθὸν τὸν ἀνέκλειπτον. Καὶ νῦν, Πάτερ ἁγιώτατε, τοῖς σὲ τιμῶσιν ἐν πίστει, δώρησαι δεόμεθα ταῖς εὐχαῖς σου, τὴν μετοχὴν τῆς παμποθήτου Βασιλείας Αὐτοῦ.

 

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον

Πνεύματος ἁγίου πάτερ πλησθείς, Κωνσταντίας ὤφθης, ποιμενάρχης θαυματουργός, τὸν Χριστὸν δοξάσας, ἐν λόγοις τε καὶ ἔργοις, Λοΐζε θεοφόρε, ᾯ ἡμᾶς σύναψον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου