Σάββατο 26 Σεπτεμβρίου 2026

ΟΚΤΩΒΡΙΟΣ 11. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΦΙΛΙΠΠΟΣ ΔΙΑΚΟΝΟΣ ΕΚ ΤΩΝ ΕΠΤΑ ΑΚΟΛΟΥΘΙΑ

ΟΚΤΩΒΡΙΟΣ ΙΑ΄.

ΦΙΛΙΠΠΟΣ ΕΚ ΤΩΝ Ζ΄ ΔΙΑΚΟΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(κατὰ τὰ ἐλλείποντα ὑπὸ Κυρίλλου μητρ. Ῥόδου & Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.

Χριστοῦ τὸν εὐκλέα μαθητήν, καὶ μύστην ἐπαινέσωμεν εὐσεβάστως, ὅτι ᾔσχυνε στεῤῥῶς, ἐχθροῦ τὴν δυναστείαν, κηρύξας τοῖς ἀνθρώποις, Εὐαγγελίου τὸ σωτήριον.

 

Λαμπόμενος ἀκτίστῳ φωτί, τοῦ Πνεύματος ὦ Φίλιππε τοῦ Ἁγίου, ἐξανέτειλας φωστήρ, τῇ κτίσει εὐσεβείας, εἰδώλων ἀσεβείας, διασκεδάζων τὴν σκοτόμαιναν.

 

Τῆς Πάτμου σε πιστῶς ἡ Μονή, προστάτην ἐπιγράφεται ἐν κινδύνοις, ὥσπερ μέγαν θησαυρόν, καὶ χάριτος ταμεῖον, ὦ Φίλιππε ἐν κόλποις, τὴν θείαν Κάραν σου κατέχουσα.

 

Ἱκέτευε ἀπαύστως Θεόν, ὡς ἔχων ἀκαταίσχυντον παῤῥησίαν, ὑπὲρ πάντων τῶν πιστῶς, τὴν μνήμην σου τελούντων, καὶ σέβοντας σὴν Κάραν, ἐν εὐλαβείᾳ μάκαρ Φίλιππε.

 

Δόξα. Ἦχος α΄.

Τὸν Διάκονον Χριστοῦ καὶ Ἀπόστολον, τὸν ὑπὲρ τοῦ Εὐαγγελίου κοπιάσαντα, Φίλιππον τὸν θεόπνουν μακαρίσωμεν· ἐν τῷ φωτὶ γὰρ Κυρίου περιπάτησας, καὶ φῶς ἀνθρώποις διὰ τοῦ κηρύγματος γενόμενος, τῆς ἀΰλου φωτοχυσίας πεπλήρωται· νῦν δὲ δεδοξασμένος ὑπάρχων, ἐκ τῆς τιμίας Κάρας αὐτοῦ, ποταμοὺς θαυμάτων ἀναπηγάζει, πρὸς θεραπείαν παντοίων παθῶν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Πλήρης πνευματικῆς, δυνάμεως ὑπάρχων, ὦ Φίλιππε θεόφρον, Διάκονος ἐδείχθης, σεπτὸς λαοῦ τῆς χάριτος.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Κράτος τὸ τοῦ Σταυροῦ, τοῖς ἔργοις σου ἐκφαίνων, εἰδωλικῆς ἀπάτης, τὰ ξόανα καθεῖλες, ὦ Φίλιππε Ἀπόστολε.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίρει πνευματικῶς, τὴν κάραν σου πλουτοῦσα, ὡς κρήνην ἰαμάτων, ἡ τοῦ Ἠγαπημένου, ἐν Πάτμῳ Μάνδρᾳ Φίλιππε.

 

Δόξα. Τριαδικόν.

Μίαν Σε ἐν τρισί, προσώποις μοναρχίαν, Τριὰς ὑπεραγία, ἐκήρυξας τῷ κόσμῳ, ὁ θεηγόρος Φίλιππος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα ἀγαθή, Μαρία τὸν Υἱόν Σου, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν προσκυνούντων, τὸν τόκον Σου τὸν ἅγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ἀποστόλου. Ἦχος γ’. Θείας πίστεως.

Θείας χάριτος, πλήρης ὑπάρχων, διηκόνησας, τῇ Ἐκκλησίᾳ, ὡς Διάκονος τοῦ Λόγου Ἀπόστολε, θεοσημείαις δὲ θείαις χρησάμενος, τῆς Σαμαρείας τὰ πλήθη κατηύγασας· μάκαρ Φίλιππε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς

Ὁ Διακόνοις ἑπτὰ κατειλεγμένος, ὡς πλήρης σοφίας τε καὶ θείας χάριτος, διακονεῖν μάκαρ Φίλιππε, ταῖς τῶν Ἁγίων, ἅμα Στεφάνῳ χρείαις προκέχρισαι· ὅθεν ἀναιρούμενον, τοῦτον θεώμενος, ἐπὶ Σαμάρειαν ἔδραμες, προστάξει θείᾳ, Θεοῦ τὸν Λόγον κηρύττων ἔνδοξε, καὶ καταυγάζων τοὺς ὑπάρχοντας, ἐν τῷ σκότει τὸ πρίν, οὓς ἐτέλεσας, διὰ Πνεύματος θείου, τῆς ἡμέρας υἱοὺς πάνσοφε.

Θεοσημείας χειρί σου τελουμένας, οἱ δῆμοι θεώμενοι, τυφλῶν ἀνάβλεψιν, καὶ παρειμένων ἀνόρθωσιν, καὶ ἀκαθάρτων, οὗπερ κατῴκουν πνευμάτων δίωξιν, ἐξίσταντο Φίλιππε, καὶ συνηλαύνοντο, πρὸς τὴν σωτήριον κάθαρσιν, ἐξ ἀπιστίας, πιστοὶ ἐξαίφνης ἀποδεικνύμενοι, ἅπερ ὁ θεῖος ὡς ἀκήκοεν, Ἀποστόλων χορὸς ἐπευφραίνετο, ὅτι καὶ Σαμαρείας, ἡ πληθὺς Θεῷ προσήνεκται.

Ἅρμα τοῦ Λόγου ὑπάρχων θεηγόρε, ἐφ' ἅρματος βλέψας τε, προσεποχούμενον, καὶ τὰς ζητήσεις ποιούμενον, τὸν τῆς Κανδάκης, φθάνεις εὐνοῦχον τὸν ἀξιάγαστον, καὶ τούτῳ τὴν δήλωσιν, καὶ τὴν σαφήνειαν, τῶν ποθουμένων μακάριε, καθυποδείξας, πείθεις τὴν θείαν αἰτῆσαι κάθαρσιν, ἧς μετασχόντα, θεῖον κήρυκα, ὁ παντουργός Θεὸς ἀπειργάσατο, πάσης Αἰθιοπίας, καὶ Μαρτύρων ἀκροθίνιον.

 

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χάρις ἡ τοῦ Πνεύματος, ὡς καθαρώτατον σκεῦος, καὶ πλήρης συνέσεως, θεῖόν σε Διάκονον, προχειρίζεται, ταῖς χερσὶ Φίλιππε, ταῖς τῶν Ἀποστόλων, καὶ ἁγίως διηκόνησας, ταῖς χρείαις Ἅγιε, ταῖς τῆς Ἐκκλησίας ὡς γέγραπται, καὶ τοῦ Χριστοῦ ἐκήρυξας, πᾶσι τὸ σεπτὸν Εὐαγγέλιον· ὅθεν σε ὡς θεῖον, Ἀπόστολον τιμῶμεν εὐσεβῶς, καὶ θεηγόρον Διάκονον, λόγου τοῦ τῆς χάριτος.

 

Ὅλος ἐνθεώτατος, τῇ θεϊκῇ ἐπιπνοίᾳ, Φίλιππε μακάριε, ἐπὶ τὴν Σαμάρειαν, χαίρων ἔδραμες, καὶ τὸ φῶς ἅπασι, τοῦ Εὐαγγελίου, θεηγόρως ἀνεκήρυξας, καὶ πλεῖστα θαύματα, ἐν αὐτῇ ἐτέλεσας Ἅγιε, καὶ πλείστους προσενήνοχας, τῷ τῆς ἀληθείας κηρύγματι, υἱοὺς ἀναδείξας, ταῖς θείαις διδαχαῖς σου θαυμαστῶς, τοὺς δεξαμένους τὸν λόγον σου, τῆς ἄνω λαμπρότητος.

 

 

 

Πνεύματι κινούμενος, τῷ Παναγίῳ θεόφρον, τὸν εὐνοῦχον ἔφθασας, τῆς Κανδάκης ἔνδοξε, ῥοπῇ κρείττονι, καὶ φωτὶ πίστεως, τοῦτον καταυγάσας, ὡς φωστῆρα ἐξαπέστειλας, κηρῦξαι Φίλιππε, χάριτος τῆς θείας τὴν ἔλλαμψιν, καὶ Τράλλεις ὡς κατέλαβες, εὐαγγελιστὴς διαπρύσιος, ἐν αὐτῇ ἐδείχθης, Χριστοῦ· Ὃν ἐκδυσώπει ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων σου, κάραν τὴν πανίερον.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἀποστολικὴν χάριν δεδεγμένος, εὐαγγελιστὴς καὶ διάκονος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, Φίλιππε ἐδείχθης· διακονεῖν γὰρ ταῖς χρείαις τῶν Ἁγίων προκριθείς, τὸν λόγον τῆς πίστεως, πᾶσιν ἐφήπλωσας, θεοῤῥήμονι γλώσσῃ, καὶ σημείοις καὶ θαύμασι, τοῖς διὰ τῶν χειρῶν σου τελουμένοις· ὅθεν ὡς Ἀπόστολον Χριστοῦ, καὶ εὐσεβείας ἱερὸν φυτοκόμον τιμῶντες, τὴν ἁγίαν σου μνήμην ἑορτάζομεν, ὡς ἂν θείου ἐλέους τύχωμεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου (Κεφ. Γ, 21-24 & Δ, 1-6)

Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἡμῖν ἐντολήν, καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα, ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι καὶ πᾶν πνεῦμα, ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε, ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί, διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν, ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν.

 

Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου (Κεφ. Δ, 1-16)

Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν, καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.

 

Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου (Κεφ. Δ, 20-21 & Ε, 1-5)

Ἀγαπητοί, ἐὰν τίς εἴπῃ· Ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστί· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, τὸν Θεὸν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὔτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον. Καὶ αὕτη ἐστὶν ἡ νίκη, ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;

 

Λιτή. Ἦχος α'

Εὐφράνθη τὴν ἐν Θεῷ εὐφροσύνην, ὁ τῆς Κανάκης εὐνοῦχος, μυηθεῖς τὸ μυστήριον, τῆς ἐν Χριστῷ οἰκονομίας, διὰ τῶν θείων χειλών σου, Ἀπόστολε Φίλιππε. Εὐαγγελίσασθαι γὰρ ἀπεστάλης τὴν αἰωνίαν λύτρωσιν, ἣν ὁ Σωτὴρ οἰκείῳ αἵματι παρέχει, τοῖς δεδουλωμένοις τῇ ἁμαρτίᾳ· καὶ τῆς ἄνω ἐλευθερίας κοινωνοὺς εἰργάσω, πίστει καὶ χάριτι, τοὺς πρὶν τέκνα ὀργῆς χρηματίζοντας· ἀλλ’ ὡς τοῦ θείου φωτὸς Διάκονος, τῷ φωτὶ τῆς χάριτος καταύγασον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

 

 

 

 

Ἦχος β΄.

Τὸν λόγον τῆς πίστεως κηρύττων, τῆς Βασιλείας τοῦ Θεοῦ, εὐηγγελίσω τὰ ἀγαθά, τοῖς τῇ πλάνῃ δουλεύουσιν, Ἀπόστολε Φίλιππε. Θεῖον γὰρ ὄργανον ὤφθης, τῶν μυστηρίων τῆς χάριτος, καὶ Σαμάρεια καὶ Ἄζωτος καὶ Τράλλεις τῆς Ἀσίας, δικαιοσύνην καὶ ἀλήθειαν παρὰ σοῦ ἐδιδάχθησαν, καὶ λαὸς Κυρίου, περιούσιος ἐδείχθησαν· ἀλλ’ ὡς ἔχων παῤῥησίαν, Χριστὸν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος γ΄.

Τὸν θεηγόρον Παῦλον ξενίσας, τῶν ἐν αὐτῷ ξένων δωρεῶν, θερμοτάτῃ καρδίᾳ, ἐκοινώνησας Φίλιππε. Καὶ πᾶσι μετέδωκας, ὧν ἔσχες ἀγαθῶν, εὐαγγελιστὴς καὶ Ἀπόστολος, καὶ θεηγόρος κῆρυξ, καὶ σάλπιγξ πανεύσημος ὤφθης, τῆς τοῦ Κυρίου σαρκώσεως. Καὶ καλῶς διαγαγὼν ἣν ἐπιστεύθης χάριν, ἀπείρων χαρίτων ἐν οὐρανοῖς ἠξίωσαι, ἡμῖν ἱλεούμενος, τὸν ἐν ἐλέει πλούσιον.

 

Δόξα. Ἦχος δ΄.

Τοῦ Εὐαγγελίου τῆς χάριτος, γεωργὸς θεόσοφος ὤφθης, ὡς τοῦ φωτὸς διάκονος, Ἀπόστολε Φίλιππε. Καὶ ὑλομανούσας ψυχὰς καθαράς, ἐν αὐταῖς τὸν σπόρον, τῆς ἀληθείας κατεβάλου· διὸ ὁ καρπὸς τῶν ἀγώνων σου, ὡς προσφορὰ εὐπρόσδεκτος, Κυρίῳ προσηνέχθης, τῷ παρέχοντι διὰ σοῦ ἡμῖν, πταισμάτων ἄφεσιν καὶ τὸ θεῖον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν

Ὡς Διάκονος ἔνθεος, καὶ φωτὸς θείου ἔμπλεως, θεηγόρε Φίλιππε ψήφῳ κρείττονι, διακονεῖν προκεχείρισαι, ταῖς χρείαις μακάριε, Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ τὸ μέγα μυστήριον, τῆς σαρκώσεως, τοῦ Σωτῆρος κηρύξας τοῖς ἐν πλάνῃ, εὐσεβείας ὑποφήτης, θεοειδὴς ἐχρημάτισας

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ἐποχούμενον ἅρματι, ἐπιφθάσας κατέλαβες, τὸν Κανδάκης ἄνθρωπον μάκαρ Φίλιππε, καὶ ἀποροῦντα ταῖς ῥήσεσι, ταῖς θείαις κατηύγασας, καὶ προσήγαγες Χριστῷ, διὰ θείου Βαπτίσματος, ὡς Ἀπόστολος, καὶ σοφὸς ἀληθείας θεηγόρος· διὰ τοῦτό σε τιμῶμεν, τὴν θείαν κάραν σου σέβοντες.

 

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Σαμαρείας τὸ πλήρωμα, εὐσεβείας κηρύγματι, καὶ θαυμάτων Φίλιππε ταῖς δυνάμεσιν, υἱοὺς φωτὸς ἀπετέλεσας, Κυρίῳ πιστεύσαντας, καὶ ἐν Τράλλεσιν ἐλθών, ἐξ ἀπίστων ἀνέδειξας, λαὸν ἅγιον, τῷ Χριστῷ τῇ δοθείσῃ σοι σοφίᾳ, καὶ ἐνδόξως μετετέθης, πρὸς οὐρανῶν τὰ σκηνώματα.

 

Δόξα. Ἦχος πλ. δ.

Τῷ φωτὶ τῆς πίστέως, τὸν ἐν σκότει καὶ σκιᾷ τῆς πλάνης, καθήμενον λαόν, κατηύγασας Φίλιππε. Καὶ τοῦ φωτὸς τὰ ἔργα ἐξεπαίδευσας, οἰκείῳ ὑποδείγματι, τοὺς δεξαμένους τὸν λόγον σου· καὶ νῦν καλῶς τὸν δρόμον τελέσας, τὸν μισθὸν τῶν καμάτων σου ἐκομίσω δαψιλῶς, χειρὶ τοῦ διδασκάλου Χριστοῦ. ᾯ πρέσβευε Ἀπόστολε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Ἀπολυτίκιον. Τοῦ Ἀποστόλου. Ἦχος γ’. Θείας πίστεως.

Θείας χάριτος, πλήρης ὑπάρχων, διηκόνησας, τῇ Ἐκκλησίᾳ, ὡς Διάκονος τοῦ Λόγου Ἀπόστολε, θεοσημείαις δὲ θείαις χρησάμενος, τῆς Σαμαρείας τὰ πλήθη κατηύγασας· μάκαρ Φίλιππε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τῇ θείᾳ ἐκλογῇ, τοῖς ἑπτὰ Διακόνοις, ἠρίθμησαι σοφέ, ὡς σοφίας ταμεῖον, Ἀπόστολε Φίλιππε, καὶ πιστῶς διηκόνησας, θείᾳ χάριτι, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἥτις σήμερον, ᾀσματικῶς ἑορτάζει, τὴν πάμφωτον μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεόνυμφε ἁγνή, Θεοτόκε Παρθένε, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, οἰκτειρῆσαι οὓς ἔπλασε, καὶ συγχώρησιν, δοῦναι ἡμῖν τῶν πταισμάτων, ὅπως εὕρωμεν, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, οἱ δοῦλοί Σου ἔλεος.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τῶν ἑβδομήκοντα σοφῶν Ἀποστόλων, ὢν συναρίθμιος καὶ σύσκηνος μάκαρ, διακονεῖν ἀξίως προκεχείρισαι, ὡς σεπτὸν Διάκονος, Ἐκκλησίας ταῖς χρείαις, Φίλιππε μακάριε, θείου Πνεύματος σκεῦος· καὶ τὸν Χριστὸν κηρύξας τοῖς ἐν γῇ, τῶν οὐρανίων στεφάνων ἠξίωσαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἡ τὸν Δεσπότην καὶ Σωτῆρα τοῦ κόσμου, κυοφορήσασα ἀτρέπτως Παρθένε, τὴν τῶν βοώντων κατάραν ἀφανίζοντα, τοῦτον καθικέτευε, ἐκτενῶς Θεομῆτορ, δοῦναι ἡμῖν ἔλεος, καὶ παιῶν θεραπείαν, καὶ Βασιλείας τῆς τῶν οὐρανῶν, καταξιῶσαι, ἡμᾶς τοὺς ὑμνοῦντάς Σε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὡς Χριστοῦ Διάκονος, καὶ θεῖος μύστης, θεηγόρε Φίλιππε, εὐηγγελίσω τοῖς ἐν γῇ, Εὐαγγελίου τὴν ἔλλαμψιν, δι’ οὗ τὸ σκότος, τῆς πλάνης ἐλήλαται.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν Χριστὸν κυήσασα, ἀνερμηνεύτως, τὸν Ἀδὰμ ἀνήγαγες, ἐκ τῆς φθορᾶς πρὸς τὴν ζωήν, ἐξ ἧς ἀπάτῃ ἐκπέπτωκε, τῇ Σῇ ἀφράστως, κυήσει πανάχραντε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, ζήτει τῇ Παρακευῇ τῆς Ε’ Ἑβδομάδος Λουκᾶ.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Τοῦ Παρακλήτου τὸ πῦρ φέρων τῷ λόγῳ, τῆς ἀσεβείας τὴν ἄκανθαν ἔφλεξας, τῷ θείῳ κηρύγματι, Ἀπόστολε Φίλιππε. Καὶ ἀποστολικῶς εὐαρεστήσας Κυρίῳ, τῷ φωτὶ τῆς ἄνω Βασιλείας ἐσκήνωσας, καὶ τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης· διό σου δεόμεθα, θανάτου ἁμαρτίας ἡμᾶς ῥῦσαι, καὶ πρέσβεθε Χριστῷ, τυχεῖν καὶ ἡμᾶς, τῆς θείας μακαριότητος.

 

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς: Τὸ τοῦ Φιλίππου αἰνέσω κλέος. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ

Ταῖς φανοτάταις ἀκτῖσι ταῖς τοῦ Χριστοῦ, ἀστραφθεὶς Θεότητος, κατὰ μέθεξιν σοφέ, φῶς ὡράθης δεύτερον πιστούς, ἱερῶς φωταγωγῶν, ἔνδοξε Φίλιππε.

Ὁ ὑπερούσιος Λόγος οὐσιωθείς, ὅλον τὸ ἡμέτερον, ἱερόν σε Μαθητήν, ἱερῶς προβάλλεται σοφέ, ἀνιέρου σκοτασμοῦ, ἔθνη λυτρούμενον.

Τῇ τῶν χειρῶν ἐπιθέσει τῶν ἱερῶν, Μαθητῶν ἐκλέλεξαι, σὺν Στεφάνῳ καὶ λοιποῖς, ἱερὸς Διάκονος ὡς ὤν, πλήρης Πνεύματος Θεοῦ, πάνσοφε Φίλιππε.

Θεοτοκίον

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα δημιουργῶν, ὡς αἰτίαν ἔσχε σε, τῆς σαρκώσεως αὐτοῦ, Θεομῆτορ ἄχραντε· διό, κατὰ χρέος οἱ πιστοί, σὲ μακαρίζομεν.

 

ᾨδὴ γ', τοῦ Ἀποστόλου. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.

Υἱοὺς ἐτέλεσας φωτός, τοὺς ἐν σκότει ἀγνοίας, ἐνυπάρχοντας μάκαρ, ἐν σημείοις φοβεροῖς, ὡς οὐρανὸς ὑψηλός, τὴν τοῦ Λόγου, δόξαν διηγούμενος.

Φυλῆς Ἰούδα τὸν Χριστόν, ἀνατείλαντα μάκαρ, ἱερῶς καταγγέλλων, τῷ τῆς χάριτος φωτί, ὑπέδειξας ὃν Μωσῆς, καὶ Προφῆται, πάλαι προκατήγγειλαν.

Ἰὸν ψυχόλεθρον φυγεῖν, καὶ σωτήριον χάριν, ὑποδέξασθαι πείθεις, μελιῤῥύτοις λαλιαῖς, τοὺς ἀπωσθέντας μακράν, ἀγνωσίᾳ Φίλιππε θεόπνευστε.

Θεοτοκίον

Λυχνία ὤφθης μυστική, τὸ λαμπάδιον Κόρη, περιφέρουσα ὄντως, τὸ φωτίσαν τοὺς νυκτί, τῆς ἀγνωσίας τὸ πρίν, συσχεθέντας, ἄκρᾳ ἀγαθότητι.

 

 

 

 

 

Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, Ἐκκλησίας μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, πιστῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι· Ὦ Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι, καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.

 

ᾨδὴ δ', τοῦ Ἀποστόλου. Χριστός μου δύναμις

Ἰδὼν τελοῦντά σε, ὁ Σίμων θαύματα, καὶ σημεῖα μεγάλα ὑποκριθείς, Φίλιππε βαπτίζεται, μὴ τὴν κακίαν δὲ φυγών, ἀπωλείᾳ παραδίδοται.

Πολλὰς δυνάμεις σε, τελοῦντα βλέποντες, οἱ τὴν πόλιν οἰκοῦντες κήρυξ Χριστοῦ, Σαμαρείας Φίλιππε, τῆς ἐπιγνώσεως τὸ φῶς, γεγηθότες ὑποδέχονται.

Πορεύου ἔφη σοι, Κυρίου Ἄγγελος, τὰς πορείας εὐθύνων τοῦ ἱεροῦ, Φίλιππε Αἰθίοπος, τοῦ ἐπιγνῶναι τὴν ὁδόν, τῆς τοῦ Λόγου σωματώσεως.

Ὁ ἱερώτατος, Αἰθίοψ βλέψας σε, συνετίζοντα τοῦτον, σοῦ τῇ χειρί, Φίλιππε βαπτίζεται, καὶ πλήρης Πνεύματος ὀφθείς, κήρυξ θεῖος ἐχρημάτισεν.

Θεοτοκίον

Υἱοὺς ἐτέλεσε, Θεοῦ πανάμωμε, τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ σὸς Υἱός, ἐξ ἁγνῶν αἱμάτων σου, σωματωθεὶς καὶ γεννηθείς· διὰ τοῦτό σε δοξάζομεν.

ᾨδὴ ε', τοῦ Ἀποστόλου. Τῷ θείῳ φέγγει σου

Θυμὸν ἀνόμων μὴ πτοηθείς, μέσον ὡς ἀρνίον ἀληθῶς, Φίλιππε λύκων πεπόρευσαι, τούτους μεταπλάττων πρὸς τὴν εὐσέβειαν, τῆς χάριτος τῷ λόγῳ μακαριώτατε.

Ἐπὶ σφαγὴν ἤχθη ὡς ἀμνός, ὁ Ἐμμανουήλ, καθὼς φησίν, ὁ Ἡσαΐας ὁ ἔνθεος, ὅπερ ἐννοῆσαι μὴ σθένων Φίλιππε, ὁ ἱερὸς Εὐνοῦχος πρὸς σοῦ διδάσκεται.

Ἱερολόγον σε Μαθητήν, ἕνα Διακόνων τῶν ἑπτά, ἐκλελεγμένον ἐπέγνωμεν, καὶ τῆς Ἐκκλησίας θεῖον θεμέλιον, καὶ πάντων τῶν ἐν σκότει, φωστῆρα Φίλιππε.

Θεοτοκίον

Οἱ Θεοτόκον σε ἀληθῶς, καθομολογοῦντες πειρασμῶν, καὶ δυσχερῶν ἐξαιρούμεθα, σοῦ ταῖς πρὸς τὸν πάντων Θεὸν καὶ Κύριον, Παρθένε μεσιτείαις θεοχαρίτωτε.

 

ᾨδὴ ς', τοῦ Ἀποστόλου. Τοῦ βίου τὴν θάλασσαν.

Ναμάτων τοῦ Πνεύματος, πληρωθεὶς ὡς ποταμός, θείας Ἐδὲμ πεπόρευσαι, προσεπικλύζων κύματι γαληνῷ, τῆς γῆς τὰ πληρώματα, καὶ ἀρδεύων καρδίας ἀξιάγαστε.

Ἀνοίξας τὸ στόμα σου, ἐπληρώθης Μαθητά, πνευματικῆς συνέσεως, καὶ διανοίξας φάρυγγος πονηροῦ, τὴν πτύξιν ἀνέσπασας, ἀναρίθμητα πλήθη καὶ διέσωσας.

Ἰσχὺς καταβέβληται, ἀοράτου δυσμενοῦς, καὶ παντελῶς ἠφάνισται, σοῦ ἐν ἰσχύϊ Πνεύματος τὸν Χριστόν, κηρύττοντος Φίλιππε, σταυρωθέντα καὶ ἔθνη προσκαλούμενον.

Θεοτοκίον

Νομίμων τῆς φύσεως, δίχα τέτοκε Χριστόν, τὸν πλαστουργὸν τῆς φύσεως, καὶ ὑπὲρ φύσιν ἔμεινεν ἀληθῶς, παρθένος ἀμίαντος, ἡ Ἁγία σου Μήτηρ Ὑπεράγαθε.

 

 

Κοντάκιον. Τοῦ Ἀποστόλου. Ἦχος δ', Ἐπεφάνης σήμερον.

Μιμητὴς γενόμενος, τοῦ Διδασκάλου, δι' αὐτὸν Ἀπόστολε, ταῖς τῶν Ἁγίων τῶν αὐτοῦ, χρείαις πιστῶς διηκόνησας· ὅθεν σὲ πάντες, πιστοὶ μακαρίζομεν.

Ὁ Οἶκος.

Τοὺς σωτηρίους τοῦ Χριστοῦ, καὶ ζωοποιοὺς λόγους, καὶ τὰ θαυμαστὰ ἔργα, ἀκούων τε καὶ βλέπων, φῶς ἐφωτίσθης δι’ αὐτῶν τὸ τῆς ἀληθείας. Καὶ χαίρων αὐτῷ πειστευκὼς μακάριε, προθύμως καὶ τοῖς ἄλλοις ἐκήρυξας βοῶν· Ἡ σωτηρία τῶν βροτῶν ἐπεφάνη, ὁ Ἥλιος ἀνέτειλε τῆς δικαιοσύνης· διὸ πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ σοφὲ καὶ θείαν πίστιν, πλείστοις ἐγένου λύχνος καὶ πυρσός, καὶ φέγγος τῶν ἐν σκότει· ὅθεν σε πάντες πιστοὶ μακαρίζομεν.

 

Συναξάριον

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς ἐκ τῶν ἑπτὰ Διακόνων.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

ᾨδὴ ζ', τοῦ Ἀποστόλου. Δροσοβόλον μέν

Ἐπεβίβασεν ὡς ἵππον σε ταράσσοντα, ἐθνῶν θαλάσσας Φίλιππε, ὁ ὑπέρθεος, κεφαλὰς συνθλῶντα τῶν ἐχθρῶν, καὶ μέλποντα τούτῳ ἐμμελῶς· Εὐλογητὸς εἰ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σαφηνίζων τὸ πρὸ πάντων ἀποκείμενον, αἰώνων σὺ μυστήριον, μυστολέκτης τε, χρηματίσας Φίλιππε σοφέ, ἐμύησας ἔθνη καὶ λαούς, καὶ μυστηρίων ἐναγῶν ἐναπεκάθηρας.

Ὤφθης ἔνδοξος ἀστὴρ μέγιστε Φίλιππε, καὶ Τράλλης ἐγκαλλώπισμα, ἐν ᾗ τὸ σῶμα τὸ σεπτόν σου κείμενον τελεῖ, θαυμάτων παράδοξα σοφέ, εἰς φωτισμὸν τῶν εὐσεβῶς μακαριζόντων σε.

Θεοτοκίον

Κυοφόρον σε Παρθένον ὀνομάζομεν, Μαρία θεονύμφευτε, οἱ σῳζόμενοι διὰ σοῦ ἡμέρας καὶ νυκτός, ἐχθρῶν ἐπηρείας βλαβεράς, καὶ πειρασμῶν παντοδαπῶν, καὶ ψυχικῶν μολυσμῶν.

 

ᾨδὴ η', τοῦ Ἀποστόλου. Ἐκ φλογὸς τοῖς Ὁσίοις

Λόγῳ θείῳ παμμάκαρ καθάπερ ἅλατι, κεχρημένος τῆς πλάνης ἐναπεκάθηρας, σῆψιν χαλεπήν, καὶ καρδίας ὑγιώσας, σέβειν καὶ δοξάζειν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐστερέωντο βάσεις χωλῶν τῷ λόγῳ σου, καὶ βοῶντα μεγάλῃ φωνῇ ἐξήρχετο, πνεύματα σοφέ, τῶν ἐχόντων ἀκάθαρτα, φέρειν τὴν δοθεῖσαν, μὴ σθένοντά σοι χάριν.

Οἱ Σαμάρειαν πάλαι οἰκοῦντες Φίλιππε, τὸ τῆς χάριτος φέγγος ὑπὸ σοῦ δέχονται, βλέποντες πολλά, ἐκτελοῦντά σε θαύματα, Πνεύματος δυνάμει, πηγῆς τῶν χαρισμάτων.

Θεοτοκίον

Σαλευθεῖσαν κακίᾳ τοῦ πολεμήτορος, τὴν ψυχήν μου Παρθένε ἁγνὴ στερέωσον, ἡ τὸν θεϊκῇ ἐπιβλέψει σαλεύοντα, πάντα δεξαμένη, καὶ μὴ σαλευομένη.

 

ᾨδὴ θ', τοῦ Ἀποστόλου. Θεὸν ἀνθρώποις

Ἰδὼν τὰ πάλαι σοὶ ἐλπιζόμενα, καὶ τοῦ Θεοῦ λαβὼν τὴν Βασιλείαν ἀσάλευτον, περὶ ἧς τοὺς ἀνθρώπους ἐδίδαξας, Φίλιππε θεηγόρε, τέρπου καὶ χόρευε, θείου ἀπολαύων, φωτισμοῦ καὶ παρακλήσεως.

Ὡς φῶς ὡς ἄστρον ὡς μέγας ἥλιος, φωτιστικαῖς ἀκτῖσιν οἰκουμένην ἐπέδραμες, διαγγέλλων τὸ ἔνθεον κήρυγμα· Τράλλην δὲ τῆς Ἀσίας πόλιν ἐπέφθασας, ἧς ἐπιτροπεύσας, ἐν αὐτῇ μάκαρ κεκοίμησαι.

Σταυρὸν καὶ θάνατον καὶ τὴν ἔγερσιν, τοῦ Λυτρωτοῦ τοῖς πέλας καὶ τοῖς πόῤῥω κατήγγειλας, οὐρανὸς χρηματίσας κατάστερος, θείαις φωτοχυσίαις ἀγλαϊζόμενος, Φίλιππε Ἀπόστολε, Χριστοῦ ἀξιοθαύμαστε.

Ἡ γῆ τὸ σῶμά σου τὸ πολύαθλον, μαρμαρυγὰς ἐκπέμπον ἰαμάτων ἐκάλυψεν, οὐρανὸς δὲ τὸ ἅγιον πνεῦμά σου, μετὰ τῶν Ἀποστόλων φέρει γηθόμενον· μεθ' ὧν ἡμῶν μέμνησο σοφέ, τῶν εὐφημούντων σε.

Θεοτοκίον

Φωνὴν προσάγει σοι χαριστήριον, πᾶσα πνοὴ βοῶσα χαρμοσύνως καὶ λέγουσα· Χαῖρε θρόνε Ὑψίστου πυρίμορφε· χαῖρε Θεοῦ χωρίον εὐρυχωρότατον· χαῖρε Ἀποστόλων, εὐπρεπὲς Ἁγνὴ στεφάνωμα.

 

Ἐξαποστειλάριον. Τοῦ Ἀποστόλου. Ἦχος β'. Τοῖς Μαθηταῖς

Ἰθυτενεῖς ποιούμενος, ὁ Κανδάκης Εὐνοῦχος, τὰς τρίβους ἐπὶ ἅρματος, Ἡσαΐου τὴν βίβλον, ἀναγινώσκων ἠπόρει, ὃν ὁ Φίλιππος φθάσας, ὑπὸ τοῦ θείου Πνεύματος, τῶν ἀπόρων τὴν λύσιν, μυσταγωγεῖ, καὶ βαπτίσας, κήρυκα ἀποστέλλει, τῆς Ἰησοῦ Θεότητος, πάσῃ Αἰθιοπίᾳ.

Θεοτοκίον.

Ἁμαρτιῶν πελάγει με, καὶ παθῶν ἐν τῇ ζάλῃ, διηνεκῶς ποντούμενον, πρόφθασον Θεοτόκε, τῇ παναλκεῖ Σου δυνάμει, καὶ διάσωσον τάχος, καὶ πρὸς λιμένα ἴθυνον, μετανοίας ὅπως δοξολογῶ, Σὸν Υἱὸν Ὃν ἔτεκες ἀποῤῥήτως, καὶ Σὲ τὴν Θεομήτορα, εὐλαβῶς μεγαλύνω.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τοῖς ἑβδομήκοντα μύσταις, καὶ Μαθηταῖς τοῦ Χριστοῦ, συνάριθμος ὑπάρχων, Φίλιππε θεηγόρε, Διάκονος ἐδείχθης καὶ λειτουργός, ἐκλογῇ θείου Πνεύματος, τῆς Ἐκκλησίας Κυρίου διακονῶν, ταῖς αὐτῆς χρείαις Ἀπόστολε.

 

Ἐν Σαμαρείᾳ κηρύξας τὸ Εὐαγγέλιον, τέρασι καὶ σημείοις, καὶ δυνάμεσι πλείσταις, θαυμάτων παραδόξως καθοδηγεῖς, πρὸς Χριστοῦ τὴν ἐπίγνωσιν, πλήθη ἀνθρώπων Ἀπόστολε καὶ ἐχθροῦ, τὴν ἀπάτην ἐθριάμβευσας.

 

Ὥσπερ φωστὴρ ἐν ταῖς Τράλλεσι, μέγας ἔλαμψας, καὶ φέγγει εὐσεβείας, τῆς ἀπάτης τὸ σκότος, διέλυσας καὶ ἤρθης πρὸς θαυμαστόν, φῶς τῆς ἄνω λαμπρότητος, καλῶς τελέσας τὸν δρόμον ἐπὶ τῆς γῆς, μάκαρ Φίλιππε Ἀπόστολε.

 

Τοὺς τὴν ἁγίαν σου κάραν, σέβοντας Φίλιππε, ἐξ ἧς τοῦ Παρακλήτου, θεία πρόεισι χάρις, φύλαττε καὶ σκέπε πάσης ὀργῆς, τῇ θερμῇ προστασίᾳ σου, καὶ τῶν πταισμάτων τὴν λύσιν παρὰ Θεοῦ, ἡμῖν αἴτει τοῖς τιμῶσί σε.

 

Δόξα. Ἦχος πλ. α΄.

Ταῖς ἀρεταῖς λαμπρυνθείς, ἀποστολικῆς δωρεᾶς ἠξίωσαι, ὡς καθαρὸς τῇ καρδίᾳ, Φίλιππε θεσπέσιε. Καὶ τὸ κράτος τοῦ Σταυροῦ ἔργοις ἐκφαίνων, τοῦ ἐν αὐτῷ τὴν ἁμαρτίαν νεκρώσαντος, τὴν σάρκωσιν ἐκήρυξας. Οὗ τῆς εἰκόνος σύμμορφος γενόμενος, τῆς ἐν αὐτῷ ἀφθαρσίας κοινωνὸς ἐδείχθης· ἀλλ’ ὦ Ἀπόστολε ἔνδοξε, τῇ Παναγίᾳ Τριάδι πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις εὐσεβείας μυσταγωγός, Μαθητὰ Κυρίου, καὶ Ἀπόστολε ἱερέ, κλέος Διακόνων, Φίλιππε θεηγόρε, καὶ πρέσβυς πρὸς τὸν Κτίστην, ἡμῶν θερμότατος.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου