Σάββατο 8 Ιουλίου 2023

ΝΟΕΜΒΡΙΟΣ 9. ΟΣΙΑ ΜΑΤΡΩΝΑ ΚΑΝΩΝ

ΝΟΕΜΒΡΙΟΣ Θ΄.

ΜΑΤΡΩΝΑ ΟΣΙΑ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ

Ἀποθεμένη Μήτηρ Ὁσία, τῶν γυναικῶν τὸ ἀσθενές, καὶ πνευματικῶς ἐνδυσαμένη ἀνδρείαν ἰσχύν, κατέβαλας ἐν Χριστῷ, τὴν τοῦ ἐχθροῦ πολυμήχανον ἀπάτην.

Εὐαγγελικῶς ἐπ’ ὤμων Ὁσία, σὺ ἀραμένη τὸν σταυρόν, ὅλην τῷ Κυρίῳ σεαυτὴν ἀνατέθηκας, καὶ γέγονας ἀκλινής, τῆς οὐρανῶν Βασιλείας ὁδοιπόρος.

Τῆς καθαρᾶς σου ὄντως καρδίας, καὶ τὸ τοῦ βίου σου σεμνόν, πασῶν τῶν ἀρετῶν σε μητέρα ἀνέδειξε· πλουσίως γὰρ διὰ σοῦ, τῶν θεϊκῶν εὐποροῦμεν χαρισμάτων.

Θεοτοκίον.

Τὴν ἀκατάφλεκτον ἐν Σιναίῳ, βάτον ἑώρα Μωϋσῆς, καὶ τὴν Σὴν γαστέρα προετύπου Παρθένε ἁγνή· ἐκύησας γὰρ τὸ πῦρ, τὸ τῆς θεότητος ἀκαταφλέκτως.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμῶν.

Μνήμην εὐσεβῆ, μητρὸς ἐπιτελοῦντες, ὕμνους τῷ Θεῷ, προσοίσωμεν ἀξίους, τῷ συνεργήσαντι ταύτην τοῦ ἀντιπάλου, τὰς πολυπλόκους καθελεῖν μηχανάς.

Σὺ ὡς ἱερά, τῆς ἄνω πολιτείας, Ἱερουσαλήμ, πολίτης ἀνεδείχθης, προσκυνητὴς τοῦ Κυρίου τῶν παθημάτων, καὶ καθαιρέτης ἰσχυρὰ τοῦ ἐχθροῦ.

Ὑπόθεσις ἡμῖν, πραγμάτων παραδόξων, ὁ βίος σου σεμνή, σωτήριος ἐδείχθη· τοὺς γὰρ ῥαθύμους ἀνίστησι πρὸς ἀνδρείαν, ὑπομονὴν τοῖς ἐν ἀνάγκῃ δεικνύς.

Θεοτοκίον.

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον· χαῖρε κιβωτέ, τῆς νέας Διαθήκης· χαῖρε ἡ στάμνος ἐξ ἧς τὸ μάννα ἐδόθη, πᾶσι βροτοῖς τὸ ἐπουράνιον.

 

 

 

 

 

 

ᾨδὴ δ΄. Οὐρανοὺς ἐκάλυψε Κύριε ἡ ἀρετή σου.

Ὡς πύργος Ὁσία ὁ οἶκος τῆς ἀσκήσεώς συ, εὐφραίνων δείκνυσι, τοῦ βίου τὴν ἔλλαμψιν.

Τῷ Βασιλεῖ Ὁσία Χριστῷ ἀκολουθήσασα, καὶ βασιλίδας ἔπεισας, τοὺς τρόπους μιμήσασθαι.

Ὁ τὴν Ὁσίαν Ματρώναν δοξάσας ἐπὶ γῆς, Θεὸς κἀμὲ ἐλέησον, καὶ σῶσον ὡς φιλάνθρωπος.

Ἐκ τῶν ἔργων ἔχουσα μήτηρ τὸ θαῤῥεῖν, ἀπαύστως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Ἡ σαρκὶ τεκοῦσα Παρθένε τὸν τῶν ὅλων Θεόν, Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι Κύριε.

Στῦλον φωτοφόρον τὸν βίον σου, κεκτημένοι, Ματρῶνα οὐ βλαπτόμεθα, τῶν πειρασμῶν τοῦ ἐχθροῦ ἡμῶν.

Ὁδὸν πρὸς σωτηρίαν τὸν βίον σου, ἐγνωκότες, Ὁσία τὴν ποίμνην σου, ἀκολουθεῖν σοι ἀξίωσον.

Πρὸ τέλους ἐκ τῶν τρόπων θεόφρον, ἐθαυμαστώθης, δεικνύντος τοῦ Θεοῦ ἡμῶν, τὴν μετὰ θάνατον δόξαν Σου.

Θεοτοκίον.

Παρθένον μετὰ τόκον ὑμνοῦμέν Σε, Θεοτόκε·  Σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

 

ᾨδὴ στ΄. ᾌσωμεν Κύριε τοῦ ἐλέους,

Ὡς τρυφὴν ἐγκρατείας, καὶ πτωχείας πλοῦτον ἀξιΰμνητε, τὸν βίον σου ὁρῶντες, πατρικῆς εὐφροσύνης πληρούμεθα.

Καύχημα τῆς μονῆς σου, καὶ τῆς οἰκουμένης ἐγκαλλώπισμα, διαλάμπουσα μήτηρ, ὡς ἀνέσπερος ἥλιος φαίνεις ἡμῖν.

Θεοτοκίον.

Χαῖρε ἅγιον ὄρος· χαῖρε οὐρανόθρονον στερέωμα, τοῦ ἡλίου τῆς δόξης· χαῖρε δούλη καὶ Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

 

ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ.

Ὁ τοῖς πιστοῖς, σωτηρίας λιμένα, τῆς Ὁσίας τὸν βίον ἀναδείξας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἀσκητικῇ, καρτερίᾳ ὁσία, τὴν τοῦ ἐχθροῦ πανουργίαν νικῶσα, στεφάνῳ δόξης κατεκοσμήθης, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν.

Οἱ τὰς ψυχάς, νοσοῦντες ἐκ πταισμάτων, ψυχωφελὲς ἰατρεῖον εὑρόντες, τῶν ἀρετῶν σου τὴν πολιτείαν, ἐπαξίως Ὁσία πάντες τιμῶμέν σε.

Θεοτοκίον.

Ὁ ἐν γαστρί, τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν τοῦ παντὸς δημιουργόν.

Εἰς γενεὰν καὶ γενεάν, τὸ μνημόσυνόν σου μένει σεμνή, μετ’ ἐγκωμίων ἐν πίστει, ὃ τελοῦμεν ἐν τῇ δόξῃ σου.

Τῇ φερωνύμῳ ἑαυτῆς, σεμνυνομένη ἐνδοξότητι, εἰς οὐρανοὺς ἀνηνέχθης, Ματρῶνα παμμακάριστε.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δοξάζων τοὺς δοξάζοντάς Σε, καὶ ταῖς εὐχαῖς τῆς Ὁσίας, τῇ σκέπῃ Σου συντηρῶν ἡμᾶς.

Θεοτοκίον.

Τὸν ἐν τῷ πόκῳ Γεδεών, τὴν Παρθένον προτυπώσαντα, ἱερεῖς εὐλογεῖτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Μεγαλύνομέν Σε.

Ἀσκητικοῖς ἀγῶσι, καθαρθεῖσα τὴν ψυχὴν καὶ τὸ σῶμα σεμνή, ἀείμνηστε γέγονας, Θεοῦ οἰκητήριον.

Τῶν θαυμάτων χάριν, ἐπαξίως σοι Χριστὸς ἐδωρήσατο· Αὐτῷ γὰρ ἠκολύθησας, ἀνδρείῳ φρονήματι.

Ὁ Θεὸς τῇ πρεσβείᾳ, τῆς Ὁσίας Σου Ματρώνης φιλάνθρωπε, δώρησαι τοῖς δούλοις Σου, πταισμάτων συγχώρησιν.

Θεοτοκίον.

Χαῖρε πύλη ἁγία, τῷ Θεῷ ἀνεῳγμένη τῷ μόνῳ σοφῷ, ἐν ᾗ ἐπεσκίασε, τὸ Πνεῦμα τὸ ἅγιον.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου