Παρασκευή 14 Ιουλίου 2023

ΣΕΠΤΕΜΒΡΙΟΣ 7. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΟΝΗΣΙΦΟΡΟΣ ΚΑΝΩΝ

ΣΕΠΤΕΜΒΡΙΟΣ Ζ

ΟΝΗΣΙΦΟΡΟΣ ΑΠΟΣΤΟΛΟΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Χριστοῦ μαθητὴν αἰνέσω θεηγόρον. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Χοροστατοῦντες ἐν πίστει, τὸν τοῦ Χριστοῦ, μαθητὴν ὑμνήσωμεν, ὑμνῳδίαις ἱεραῖς, ταῖς αὐτοῦ δεήσεσι τυχεῖν, Βασιλείας οὐρανῶν, Θεὸν αἰτούμενοι.

Ῥήσει χειλέων σου θείων, ἀναγαγών, ἐκ βυθοῦ μακάριε, ἀπιστίας χαλεπῆς, τοὺς βροτοὺς ἐδίδαξας σαφῶς, προσκυνεῖν ἕνα Θεόν, σάρκα φορέσαντα.

Ἱερωτάτῃ  χορείᾳ, τῶν ἱερῶν, συνταγεὶς μακάριε, ἑβδομήκοντα Χριστοῦ, μαθητῶν ἐφώτισας λαούς, ἱεραῖς πανευκλεῶς, θεηγορίαις σου.

Θεοτοκίον.

Σεσαρκωμένον τὸν Λόγον, δίχα τροπῆς, ἐξ ἁγνῶν αἱμάτων Σου, ἀπεκύησας ἁγνή, εἰς ἡμῶν ἀνάπλασιν· διό,  ἀσιγήτοις Σε φωναῖς, Κόρη γεραίρομεν.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς Σύ.

Ὁδοὺς ὁδεύσας ἀληθῶς, τοῦ Θεοῦ προσταγμάτων, ἐν αὐταῖς τοὺς ἀνθρώπους, ἐμβιβάζεις μυστικῶς, Ὀνησιφόρε σοφέ, ὡς τοῦ λόγου, ἄριστος διάκονος.

Ὑπῆρξας ἅρμα νοητόν, ἐποχούμενον φέρων, τοῦ Θεοῦ Θεὸν Λόγον, καὶ τοὺς ἄξονας σοφέ, συντρίβων τοῦ δυσμενοῦς, καὶ βαδίζων, τρίβον τὴν οὐράνιον.

Θεοτοκίον.

Μαρία Μήτηρ τοῦ Θεοῦ, ἡ σωτήριος πύλη, δι’ ἧς ὥδευσε μόνος, ὁ τῶν ὅλων ποιητής, τῆς μετανοίας ἡμῖν, θείας πύλας, ἄχραντε διάνοιξον.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις

Ἀγάλλου χόρευε, πανηγυρίζουσα, ἡ Χριστοῦ Ἐκκλησία, τὴν ἱεράν, καὶ σεπτὴν μετάστασιν, Ὀνησιφόρου τοῦ σοφοῦ, καὶ σεπτοῦ ἱεροκήρυκος.

Θαυμάτων χάριτι, καὶ διδαγμάτων σου, ἀστραπαῖς θεηγόρε, τοὺς ἐν νυκτί, ἀπιστίας πρότερον, συνεχομένους κοινωνούς, θείας δόξης ἀπετέλεσας.

Ἡ θεία γλῶττά σου, τῷ θείῳ Πνεύματι, τεθηγμένη παμμάκαρ, ὡς ἱεροῦ, γραμματέως κάλαμος, ἐν ταῖς καρδίαις τῶν πιστῶν, θείαν πίστιν κατεγράψατο.

Θεοτοκίον.

Τὸ θεῖον τέμενος, τοῦ παντοκράτορος, τὴν καλὴν καὶ ὡραίαν, ἐν γυναιξί, πάντες μακαρίσωμεν, οἱ σεσωσμένοι δι’ αὐτῆς, καὶ πιστῶς δοξολογήσωμεν.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.

Ἥλιον ἄδυτον  ἐν ψυχῇ, μάκαρ περιφέρων τὸν Χριστόν, Ὀνησιφόρε ἐφώτισας, τοὺς ἐσκοτισμένους, καὶ καθωδήγησας, πρὸς τρίβους ἀληθείας καὶ ἐπιγνώσεως.

Νεκρῶν ξοάνων ἀλλοτριῶν, ζῶσί σου σοφὲ ὡς ἀληθῶς, Ὀνησιφόρε  διδάγμασιν, ἔπεισας δοξάζειν, Χριστὸν τὸ σώσαντα, τὸν κόσμον ζωηφόροις τούτου παθήμασιν.

Αἵματι θείῳ τὴνἱεράν, μάκαρ ἐπιχρώσας σου στολήν, Ὀνησιφόρε ἐτέλεσας, ταύτην λαμπροτέραν, μεθ’ ἧς ἐχώρησας, εἰς τὰ τῶν οὐρανίων θεῖα σκηνώματα.

Θεοτοκίον.

Ἱερωτέρα τῶν Χερουβίμ, καὶ τῶν Σεραφὶμ ὡς ἀληθῶς, θεοχαρίτωτε γέγονας, μόνη τὸν τῶν ὅλων, Θεὸν κυήσασα, καὶ πάλιν μετὰ τόκον ἄφθορος μείνασα.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Νοὸς καθαρότητι, τὰς τοῦ Πνεύματος αὐγάς, Ὀνησιφόρε ἔνδοξε, εἰσδεδεγμένος ἥλιος φωταυγής, ἐν γῇ ἐχρημάτισας, τῆς ἀπάτης τὸ σκότος διωθούμενος.

Ἐβλάστησεν ῥόδον σε, μυστικὸν ὡς ἀληθῶς,  Ὀνησιφόρε πάνσοφε,  Ἰκονιέων πόλις τὰ τῶν πιστῶν, πληροῦν τὰ πληρώματα, νοητῆς εὐωδίας θείᾳ χάριτι.

Σταυρῷ τὸν τανύσαντα, τὰς παλάμας δι΄ ἡμᾶς, παμμάκαρ ἐκμιμούμενος, πάθος ὑπέστης θεῖον μαρτυρικαῖς, κοσμούμενος χάρισι· διὰ τοῦτό σε πόθῳ μακαρίζομεν.

Θεοτοκίον.

Ὡς μόνη χωρήσασα, τὸν ἀχώρητον παντί, καὶ ὑπὲρ νοῦν κυήσασα, στενοχωρίας λύτρωσαι πονηρᾶς, τοὺς δούλους Σου Δέσποινα, καὶ τῆς αἰωνιζούσης κατακρίσεως.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Θεηγόρος ἀπεφάνθης ἱερώτατος, καὶ στῦλος ἀπερίτρεπτος, τῆς Ἐκκλησίας, καὶ φωστὴρ ἁπάντων τῶν πιστῶν· διό σε τιμῶμεν εὐσεβῶς, Ὀνησιφόρε μαθητά, καὶ μιμητὰ τοῦ Χριστοῦ.

Ἐξεχύθη σου τοῖς χείλεσιν ὡς γέγραπται, ἡ χάρις ἡ σωτήριος· διὰ τοῦτό σε, ὁ Θεὸς ηὐλόγησε ἀεί, ὡς θεῖον αὐτοῦ ἱερουργόν, καὶ τῶν παθῶν ἐκμιμητήν, Ὀνησιφόρε σοφέ.

Ἡ σορὸς ἡ τῶν λειψάνων σου πηγάζουσα, ὡς νάματα τὰ θαύματα, παναοίδιμε, καταρδεύει πάντων τὰς ψυχάς, καὶ πλύνει τὸν ῥύπον τῶν παθῶν, ἣν προσκυνοῦντες εὐσεβῶς, ὑμνολογοῦμέν σε.

Θεοτοκίον.

Γῆ ἀνήροτος πανάμωμε γεγένησαι, βλαστήσασα τὸν ἄσταχυν, τὸν ἀείζωον, μυστικῶς ἐκτρέφοντα ἡμᾶς· διό Σε συμφώνως οἱ πιστοί, ὡς Θεοτόκον ἀληθῆ, ὑμνολογοῦμεν ἀεί.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Ὁ Θεοῦ Θεὸς Λόγος, κήρυκα ἔνθεον, εἰς τὸν σύμπαντα κόσμον, σὲ προχειρίζεται, τὴν ἐπὶ τῆς γῆς, ἐνδημίαν κηρύττοντα, τῆς αὐτοῦ παμμάκαρ, Ὀνησιφόρε δόξης.

Ῥεῖθρον ζῶν ἐν καρδίᾳ, τὸν λόγον ἔσχηκας, τὸν σωτήριον μάκαρ, δι’ οὗ κατήρδευσας, φρένας τῶν ἐθνῶν, βλαστανούσας ἐπίγνωσιν, τοῦ ἐπιφανέντος, εἰς κόσμου σωτηρίαν.

Οἰκητήριον θείου, Πνεύματος γέγονας, καὶ κακίας πνευμάτων, πολλοὺς ἀπήλλαξας, μάκαρ πονηρῶν, καὶ δεινῆς ἀμαυρότητος, καὶ παθῶν ἀχλύος, καὶ σκότους νοσημάτων.

Θεοτοκίον.

Νοητήν Σε λυχνίαν, τρανῶς προέβλεψεν, ὁ Προφήτης Παρθένε, θεῖον λαμπάδιον, φέρουσαν Χριστόν, τοὺς ἐν σκότει φωτίζοντα· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ἰσχὺν καὶ κράτος περιζωσάμενος, παρὰ Θεοῦ, ἰσχὺν τοῦ πονηροῦ πολεμήτορος, ἐταπείνωσας καὶ κατεπάτησας, τοὺς ὑπ’ αὐτοῦ τε πάντας, μάκαρ Ἀπόστολε, καταπονηθέντας πρὸς ζωήν, ἐχειραγώγησας.

Ὡς ὢν θεόφρον φωτὸς ἀνάπλεως, τοὺς ἐν νυκτί, τῆς πλάνης κρατηθέντας ὡδήγησας, πρὸς ἡμέραν Θεοῦ ἐπιγνώσεως· ὅθεν ὡς θεηγόρον, πάντες τιμῶμέν σε, πόθῳ ἐκτελοῦντες τὴν σεπτήν, καὶ θείαν μνήμην σου.

Συνὼν τῷ Παύλῳ τῷ θεοκήρυκι, πολλῶν ψυχάς, σοφὲ Ὀνησιφόρε ἐφώτισας, φωτοβόλοις ἀκτῖσι τοῦ Πνεύματος, πίστει δὲ ἐναθλήσας, ἐκληρονόμησας, τὴν διαιωνίζουσαν ζωήν, καὶ ἀγαλλίασιν.

Ἡ γῆ εὐφραίνεται ἑορτάζουσα, τὴν ἱεράν, καὶ θείαν σου πανήγυριν ἔνδοξε, οὐρανοὶ σὺν ἡμῖν ἐπαγάλλονται, χαίρει χορὸς Ἁγίων ἐπὶ τῇ μνήμῃ σου· μεθ’ ὧν ἡμῶν μέμνησο ἀεί, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

Φωνὴν βοῶμέν Σοι χαριστήριον· χαῖρε πηγή, τοῦ ὕδατος τοῦ ζῶντος πανάμωμε, τοῦ ἡλίου περίδοξον ὄχημα, τοῦ τῆς δικαιοσύνης· χαῖρε θεόνυμφε, δι’ ἧς ἐλυτρώθημεν ἀρᾶς, καὶ παραβάσεως.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου