Δευτέρα 17 Ιουλίου 2023

ΙΑΝΟΥΑΡΙΟΣ 5. ΟΣΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΑΚΡΙΤΑΣ ΚΑΝΩΝ

ΙΑΝΟΥΑΡΙΟΣ Ε΄

ΓΡΗΓΟΡΙΟΣ ΟΣΙΟΣ ΑΚΡΙΤΑΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τοὺς σοὺς ἐπαινῶ, παμμάκαρ Πάτερ, τρόπους. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Τῷ φωτισμῷ, τῆς τρισηλίου θεότητος, καταυγασθεὶς Γρηγόριε, φῶς ἐχρημάτισας, καὶ φωτίζεις τοὺς πίστει, ταύτην σου τὴν φωσφόρον, μνήμην γεραίροντας.

Ὅλον σαυτόν, τῷ Ποιητῇ ἀνατέθεικας, ὅλον ψυχῆς τὸν ἔρωτα, Πάτερ ἐκένωσας, εἰς αὐτόν· διὰ τοῦτο, τοῦ Πνεύματος τὴν χάριν, ὅλην εἰσδέδεξαι.

Ὕπνον τοῖς σοῖς, Πάτερ βλεφάροις οὐκ ἔδωκας, οὐ νυσταγμὸν τοῖς ὄμμασιν, ἕως ἐκοίμησας, τῆς σαρκὸς τὰς ὀρέξεις· διό σε πάντες πρέσβυν, πλουτοῦμεν ἄγρυπνον.

Σὲ τοῦ φωτός, Πάτερ Υἱὸν χρηματίσαντα, ὁ φωτοδότης Κύριος, νῦν προσελάβετο, ἐν ἡμέρᾳ τῶν Φώτων, ἀνέσπερον πρὸς φέγγος, κατασκηνώσας σε.

Θεοτοκίον.

Σωματικῶς, ἀποτεκοῦσα τὸν ἄσαρκον, Θεογεννῆτορ πάναγνε, τῶν σαρκικῶν ἡμᾶς, ψυχικῶν τε κηλίδων, ἀπόπλυνον ῥανίσι, θείας πρεσβείας Σου.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Παλάτιον τὴν σήν, ψυχὴν ἐτέλεσας, παμμάκαρ, ἀρεταῖς κεκοσμημένον, ἐν ᾧ ὅλως κατεσκήνωσεν, ὁ Πατὴρ ὁ Υἱὸς καὶ Πνεῦμα ἅγιον.

Ἀρδεύσας τὴν ψυχήν, δακρύων ῥεύμασιν, εἰργάσω, Γρηγόριε καρποφόρον, ἀρετὰς παντοίας φέρουσαν, καὶ θαυμάτων ἐπίδειξιν πανόλβιε.

Ἰάσεις ἐκτελῶν, ὁ θεῖος τάφος σου, ἐνθάπτει, νοσήματα τῶν ἀνθρώπων, καὶ ῥωννύει τὰ φρονήματα, εὐφημεῖν σου τοὺς πόνους Πάτερ Ὅσιε.

Θεοτοκίον.

Νηδύος ἐκ τῆς Σῆς, ὁ μέγας ἥλιος, Παρθένε, ἀνέτειλε παραδόξως, καὶ φωτίσας τὰ ἐπίγεια, τῶν Ὁσίων τοὺς δήμους ἐπεσπάσατο.

 

 

 

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τὴν τοῦ βίου θάλασσαν, δι’ ἐγκρατείας, ἀκυμάντων ἔπλευσας, καὶ εἰς λιμένα νοητόν, τῆς ἀπαθείας κατήντησας, Πάτερ θεόφρον, Γρηγόριε Ὅσιε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὡς Χριστοῦ τὴν ταπείνωσιν, ἠγαπηκὼς ὑψώθης ἀπαθείᾳ, ταπεινώσας πᾶσαν, δαιμόνων ἔπαρσιν.

Πιανθεὶς τῶν δακρύων σου, ἐπιῤῥοαῖς ὡς γῆ θεόφρον πίων, ἀρετῶν βλαστάνεις, πολύχουν ἄσταχυν.

Ἀνατείλας ὡς ἥλιος, ἀπὸ δυσμῶν θαυμάτων δᾳδουχίαις, καταυγάζεις πᾶσαν, Πάτερ ὑφήλιον.

Θεοτοκίον.

Μακαρίζει Σε πάναγνε, πᾶσα ψυχή· μακάριον γὰρ Λόγον, ὑπὲρ νοῦν καὶ λόγον, ἐκυοφόρησας.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Μόνῳ τῷ πόθῳ Χριστοῦ, σοῦ προσηλώσας τὴν ψυχὴν ἔσπευσας, ἐκπληρωτής, θείων προσταγμάτων, γενέσθαι καὶ πολλῶν, θαυμάτων ἐδέξω, τὴν χάριν Γρηγόριε.

Ἄκακος Πάτερ ὀφθείς, πᾶσαν κακίαν τοῦ ἐχθροῦ ὤλεσας, καὶ συμπαθής, ἄγαν δεδεγμένος, τοῦ μόνου συμπαθοῦς, χάριν εἰσεδέξω, τὴν ὄντως σωτήριον.

Κόσμου τὴν σχέσιν λιπών, κόσμος ἐγένου μοναστῶν ἔντιμος, καὶ ἀπὸ γῆς, πρὸς ὑπερκοσμίους, κατέπαυσας σκηνάς, Πάτερ θεοφόρε, Ἀγγέλων ὁμότιμε.

Θεοτοκίον.

ᾌσατε πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ἐκ γαστρὸς λάμψαντι, θεοπρεπῶς, τῆς ἀπειρογάμου, καὶ ταύτην τῶν πιστῶν, δείξαντι βεβαίαν, ἐλπίδα καὶ καύχημα.

 

Ὠδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ῥαπισμῷ τῶν μεγίστων ἀγώνων σου, Πάτερ ἀπεῤῥάπισας δαιμόνων πρόσωπα, τὸν ῥαπισθέντα Κύριον, διὰ σὲ θεραπεύων Γρηγόριε.

Παρθενίᾳ λαμπρύνας τὸν βίον σου, μετὰ τῶν φρονίμων παρθένων Γρηγόριε, λαμπαδηφόρος Ὅσιε, εἰς νυμφῶνα εἰσῆλθες οὐράνιον.

Ἀγαθοὺς Πάτερ τρόπους κτησάμενος, τοῦ ἀγαθοδότου Θεοῦ χάριν εἴληφας, ἀγαθοδότως ταύτην δέ, διανέμεις τοῖς χρήζουσι πάντοτε.

Θεοτοκίον.

Τῆς ψυχῆς μου τὰ πάθη θεράπευσον, ἡ τῆς ἀπαθείας πηγὴ χρηματίσασα, καὶ τοὺς χοροὺς λαμπρύνασα, τῶν Ὁσίων Παρθένε τῷ τόκῳ Σου.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα, προκηρύττει ἅπασιν, ἐν Ἰορδάνῃ μολοῦντα, κύριον τὴν ἁμαρτίαν, τοῦ πρωτοπλάστου, αἴροντα καὶ τὴν τοῦ κόσμου· ὅθεν ἐκ πόθου, Γρηγόριε σὲ τιμῶμεν, ὡς τῆς ἐρήμου οἰκήτωρ πρώτιστον.

Ὁ Οἶκος.

Προσευχῇ ἐκτενεῖ, καὶ ἀγρυπνίᾳ δεήσει τε, τὴν ψυχὴν λαμπρυνθείς, ἐν ταῖς ἐρήμοις διέδραμες, κἀκεῖ διατρίψας, ὡς ἄγγελος Πάτερ, νηστείαν νῆψιν, στένωσιν σώματος, μελέτην ἀέναον, τοὺς τοῦ Δαβὶδ λόγους ὑπέψαλλες, καὶ τὰς μυστικὰς βίβλους διέτριβες, δαιμόνων στῖφος ἀποδιώκων, καὶ τὰς ἐκ τούτων προσβολάς, ἀποτρεπόμενος· στεῤῥῶς, ὁπλομάχῳ ὡς βέλει, τῇ συντόνῳ σου δεήσει, ὡς τῆς ἐρήμου οἰκήτωρ πρώτιστος.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Ἐν ὅλῃ τῇ σῇ, τῆς ἀσκήσεως ζωῇ, Πάτερ οὐδόλως, ἐν τῷ καθεύδειν ἀνεκέκλισο, μιᾷ πλευρᾷ τοῦ σοῦ σώματος, πόνοις ὁμιλῶν ἀνενδότοις, καὶ κραυγάζων Γρηγόριε· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ῥομφαίᾳ τῶν σῶν, προσευχῶν τοὺς δυσμενεῖς, ἔτρωσας δαίμονας, καὶ οὐρανόθεν χάριν εἴληφας, τοῦ θεραπεύειν νοσήματα, καὶ ἀποδιώκειν κραυγάζων, πονηρότατα πνεύματα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὴν σάρκα τῷ σῷ, ὑποτάττων ἀνδρικῶς, πνεύματι Πάτερ, ἐν ἐγκρατείᾳ πάσῃ ἔζησας, καὶ ἀγρυπνίᾳ Γρηγόριε, ἔχων ἐλεήμονα γνώμην, καὶ πολιτείαν οὐράνιον, καὶ μελῳδῶν· εὐλογητὸς, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ῥομφαία τὸ πρίν, ἡ τὰς πύλας τῆς Ἐδέμ, ἁγνὴ φυλάττουσα, νῶτα Παρθένε· πᾶσι δίδωσιν, ἀσκητικῶς τὸν πολέμιον, δράκοντα τοῖς καταβαλοῦσι, καὶ ἀεὶ ἀνακράζουσιν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Οἱ τῶν δακρύων σου κρουνοί, κατασβέσαντες τὸ πῦρ τῆς ἁμαρτίας, ποταμόν σε θαυμάτων, ἔδειξαν πᾶσιν ἡμῖν, παντοῖα, πάθη κατακλύζοντα, τῶν σοὶ προστρεχόντων, Γρηγόριε παμμάκαρ.

Πίστιν ἐλπίδα ἀῤῥαγῆ, καὶ ἀγάπην ἀληθῆ Πάτερ ἐκτήσω, προσευχῶν προσεδρείαν, ὑπομονὴν ἀγαθήν, μελέτην, λογίων τοῦ Πνεύματος, ταπεινοφροσύνην, καὶ ἄκραν ἀκακίαν.

Ὁλοσχερῶς τῶν ὀρεκτῶν, τὸ ἀκρότατον ποθῶν συνανεκράθης, τῇ αὐτοῦ ἀκροτάτῃ, Πάτερ θεόφρον στοργῇ, καὶ πᾶσαν, ἡδονὴν ἐμίσησας, μέλπων· εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὕπνωσας ὕπνον ἀληθῶς, ὀφειλόμενον σοφὲ πᾶσι δικαίοις, καὶ τῆς φύσεως νόμῳ, τάφῳ τεθεὶς ἱερῷ, ἰάσεις, ἐκβλύζεις Γρηγόριε, μέλπων· εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σῶσόν με Μήτηρ τοῦ Θεοῦ, σωτηρίας ἀπαρχὴ κόσμῳ δειχθεῖσα, ῥυομένη με σάλου, τῶν ἀκαθάρτων παθῶν, καὶ πάσης, ἐναντίας θλίψεως, ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Ἰδοὺ ἠνοίχθη σοι Πάτερ, οὐρανῶν βασιλεία, τελέσαντι τὸν δρόμον τὸν καλόν· βλέπεις ἃ βλέπουσιν Ἄγγελοι, ἀμοιβὰς τῶν καμάτων, κομίζῃ κατὰ μέθεξιν Θεός, χρηματίζων· διό σε, Γρηγόριε γεραίρομεν.

Ὡς εὐωδέστατον ῥόδον, ὡς ἡδύπνοον κρίνον, λειμῶνι τῆς ἀσκήσεως τερπνῶς, Πάτερ ἀνθήσας Γρηγόριε, εὐωδίασας κόσμον, θαυμάτων παραδόξων ταῖς ὀδμαῖς, καὶ παθῶν τὸ δυσῶδες, ἐμείωσας μακάριε.

Συντετριμμένῃ καρδίᾳ, τὸν Θεὸν θεραπεύσας, συνέτριψας δαιμόνων μηχανάς, καὶ συντριβέντας ἀνώρθωσας, ὑπ’ αὐτῶν θεοφόρε· διό σε μακαρίζομεν πιστῶς, προσκυνοῦντες τὴν κόνιν, τοῦ σώματος Γρηγόριε.

Ἡ παναγία σου μνήμη, ἁγιάζουσα κόσμον, ὡς ἥλιος ἀνέτειλε σοφέ, ἣν ἑορτάζοντες Ὅσιε, δυσωποῦμέν σε· ἔχων, καλλίστην παῤῥησίαν πρὸς Θεόν, ἱκετεύων μὴ παύσῃ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, δυσωπεῖ Σε Παρθένος, ἡ Σὲ κυοφορήσασα σαρκί, τῶν Ἀγγέλων ὁ δῆμος, καὶ τῶν Ὁσίων σύλλογος.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου