Τρίτη 4 Ιουλίου 2023

ΝΟΕΜΒΡΙΟΣ 7. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΥΚΤΟΣ, ΤΑΥΡΙΩΝ & ΘΕΣΣΑΛΟΝΙΚΗ ΜΑΡΤΥΡΕΣ ΚΑΝΩΝ

ΝΟΕΜΒΡΙΟΣ Ζ΄.

ΑΥΚΤΟΣ, ΤΑΥΡΙΩΝ & ΘΕΣΣΑΛΟΝΙΚΗ ΜΑΡΤΥΡΕΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πανευκλεὲς σύστημα τιμῶ Μαρτύρων. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾎσμα ἀναπέμψωμεν λαοί.

Πίστει τοὺς τὴν ἄθλησιν ὑμῶν, τὴν εὐκλεῆ γεραίροντες, μεγαλομάρτυρες, πρεσβεύσατε ῥυσθῆναι, κινδύνων καὶ θλίψεων, ἔχοντες παῤῥησίαν, πρὸς τὸν πάντων Θεὸν καὶ δεσπότην.

Ἄστρα τῷ τῆς γνώσεως φωτί, τὴν κτίσιν καταυγάζοντα, Μάρτυρες ὤφθητε, καὶ σκότος τῆς ἀπάτης, ἐλαύνετε χάριτι· ὅθεν τὴν φωτοφόρον, ὑμῶν μνήμην πιστῶς ἐκτελοῦμεν.

Νόμου δυσσεβούντων ἀναιδῶς, προεκτεθέντος σέβεσθαι, ἄψυχα ξόανα, οἱ Μάρτυρες οὐδόλως, ἐφρόντισαν ἔχοντες, πίστιν ἀῤῥαγεστάτην, πρὸς τὸν μόνον Θεὸν καὶ δεσπότην.

Ἔστη πρὸ βημάτων ἀνδρικῶς, Ταυρίων ὁ πολύαθλος, Αὖκτος ὁ ἔνδοξος, δυὰς ἡ φωτοφόρος, Τριάδα κηρύττουσα, καὶ τῆς πολυθεΐας, τὴν βαθεῖαν ἀπήλασε νύκτα.

Θεοτοκίον.

Ὕψος μυστηρίου φοβεροῦ, καὶ βάθος ἀκατάπληκτον, τίς ἐξισχύσειεν, Παρθένε ἑρμηνεῦσαι; Θεὸν γὰρ ἐγέννησας, ἄνθρωπον γεγονότα, ὑπὲρ πᾶσαν αἰτίαν καὶ λόγον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Κατὰ ὄφεως μόνου, τοῦ δυσμενοῦς Ἅγιοι, πάντα τὸν θυμὸν εὐθυβόλως, ἀποκενώσαντες, θείαις ἐνστάσεσι, καὶ καρτερίᾳ βασάνων, τοῦτον ἐτροπώσασθε, θεομακάριστοι.

Λαμπρυνθέντες μαστίγων, καλλοποιοῖς στίγμασι, καὶ ὡραιωθέντες βασάνων, ταῖς ἐπιδόσεσιν, ὑπερηστράψατε, φωτοειδεῖς ὡς ἀστέρες, Ἀθλοφόροι Μάρτυρες, θεοειδέστατοι.

Ἐπιμένοντας βλέπων, καὶ τοῦ Χριστοῦ ὄνομα, ἐπιβοωμένους ὁ πλάνος, πληγαῖς συνέκοψεν, ὑμῶν τὰ σώματα, τῇ θεϊκῇ συμμαχίᾳ, τὴν αὐτοῦ ὠμότητα, καταπαλαίσαντας.

Θεοτοκίον.

Ἐπὶ Σὲ καταφεύγω, διὰ παντὸς Δέσποινα, πλήθει πειρασμῶν καθ’ ἑκάστην, περικυκλούμενος· οἴκτειρον σῶσόν με, ἡ τὸν Σωτῆρα τεκοῦσα, τοῦ παντὸς καὶ Κύριον, μόνη πανύμνητε.

 

 

Κάθισμα. Ἦχος δ΄ Ταχὺ προκατάλαβε.

Ταυρίων ὁ ἔνδοξος καὶ Αὖκτος ὁ θαυμαστός, πυρὶ ἀντετάξαντο καὶ πάσαις ἄλλαις ποιναῖς, ἐν Χριστῷ δυναμούμενοι· τούτους οὖν κατανύξει, εὐφημοῦντες καρδίας, πίστει τὴν παναγίαν, καὶ σεπτὴν αὐτῶν μνήμην, τελέσωμεν ψυχῶν φωτισμὸν ἀπαρυόμενοι.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Συντριβόμενα σώματα, μάστιξι καὶ πόνοις οὐκ ἠλεήσατε, θείῳ ἔρωτι πυρούμενοι, τοῦ Θεοῦ καὶ Κτίστου γενναιότατοι.

Σεαυτὴν τῷ ποιήσαντι, ἄφθορον ἀμίαντον προσενήνοχας, διὰ βίου τελειότητος, ὦ Θεσσαλονίκη καλλιπάρθενε.

Ὑπαρχόντων γεγύμνωσαι, καὶ τῶν γεννητόρων σαυτὴν εμάκρυνας, τῷ Κυρίῳ ἐκολλήθης δέ, δι’ Αὐτὸν ἀθλοῦσα καρτερώτατα.

Θεοτοκίον.

Συνεχόμενον κλύδωνι, τῶν ἁμαρτημάτων καὶ κινδυνεύοντα, Θεοτόκε με κυβέρνησον, γαληνὸν πρὸς ὅρμον κατανύξεως.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Τοῖς ἀψύχοις θυσίαν, ἔμψυχα ὑπάρχοντες Κυρίου θύματα, Ἀθληταὶ οὐδόλως, προσηγάγετε γνώμης στεῤῥότητι· ὅθεν πάντα πόνον, τῶν αἰκισμῶν καθυποστάντες, πρὸς τὴν ἄπονον λῆξιν μετέβητε.

Ἡ ἀτίθασος γνώμη, τοῦ καταδικάζοντος ὀργῆς πεπλήρωσαι, καὶ λιθολευστεῖσθαι, τοὺς Ἁγίους πικρῶς ἐγκελεύεται· ἀλλὰ τούτους ὥσπερ, παῖδας πατὴρ φιλόπαις σώζει, ὁ Σωτὴρ δι’ ὃν πάσχει προείλοντο.

Μιμηταὶ τοῦ πρωτάθλου, Αὖκτε σὺν Ταυρίωνι Μάρτυρες ὤφθητε, σωρηδὸν γὰρ λίθοις, ἀφειδῶς ὡς ἐκεῖνος βαλλόμενοι, τὸν Χριστὸν τὴν πέτραν, τὴν ἀῤραγῆ μέχρι θανάτου, οὐδαμῶς ἀπηρνήσασθε Ἅγιοι

Θεοτοκίον.

Ἁμαρτίας βαρέα, πάντοτε περίκειμαι φορτία πάναγνε, καὶ βοῶ Σοι· τούτων, μεσιτείᾳ με θείᾳ ἐλάφρυνον, καὶ ζυγόν με φέρειν, τὸν ἐλαφρὸν ἀνεμποδίστως, καταξίωσον μόνη πανάμωμε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ταθεῖσάν σε, ὁ γεννήτωρ Παρθένε, κατῃκίζετο ὁρῶν νυμφευθεῖσαν, τῷ πλαστουργῷ, καὶ Σωτῆρι τῶν ὅλων, τῇ παρὰ φύσιν κακίᾳ τῆς φύσεως· τοὺς ὅρους γὰρ καταπατεῖ, καὶ σεπτήν σε ἐργάζεται Μάρτυρα.

Ἰσχύϊ σου, τοῦ τὰ πάντα ποιοῦντος, ἡ σεμνὴ Θεσσαλονίκη ῥωσθεῖσα, τὸ ἀσθενές, τὸ τοῦ θήλεος Λόγε, νεανικῶς καὶ ἀνδρείως ἀπέθετο, καὶ ἤθλησε καρτερικῶς, καὶ θεώσεως θείαν ἐπέτυχεν.

Μὴ εἴξαντες, παρανόμῳ κελεύσει, ἀπεῤῥίφητε ἐν ὕδασιν ἄμφω· τῇ δὲ χειρί, τοῦ τὸ πᾶν κυβερνῶντος, ἀκαταπόντιστοι Μάρτυρες ὤφθητε, καὶ ἤχθητε πρὸς γαληνούς, σωτηρίας λιμένας γηθόμενοι.

Θεοτοκίον.

 Ὡραῖος, ὡς ἐκ παστοῦ τῆς γαστρός Σου, ὁ Νυμφίος προελήλυθε Λόγος, καὶ τῶν βροτῶν, ὡραιώσας τὴν φύσιν, τῇ θεϊκῇ ἐπιγνώσει ἐλάμπρυνε, καὶ ἔλυσε τὸ εἰδεχθές, τῆς κακίας Παρθένε Θεόνυμφε.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς

Ὑπὲρ Τριάδος καρτερῶς ἐναθλήσασα, ἡ πανσεβάσμιος δυὰς τῶν Ἀθλοφόρων, τῶν βραβείων ἐπέτυχε τῶν ἐπουρανίων, καὶ χαίρει ἀνεκλαλήτῳ ὄντως χαρᾷ, συνοῦσα τοῖς τῶν Ἀγγέλων θείοις χοροῖς· ταύτην οὖν μακαρίσωμεν, καὶ τὴν πανέορτον αὐτῆς, τελέσωμεν πανήγυριν, ὅπως εὕρωμεν ἔλεος.

Ὁ Οἶκος

Τοὺς τρισαυγεῖς φωστῆρας τῶν Ἀθλητῶν, καὶ τῆς εἰδώλων πλάνης προνομευτάς, ἀξίως ἅπαντες οἱ συνελθόντες, δεόμενοι βοηθείας, Ταυρίωνα καὶ Αὖκτόν τε, ὡσαύτως καὶ Θεσσαλονίκην· πρεσβεύουσι γὰρ ἀεί, ὑπὲρ ἡμῶν βοῶντες· σπεῦσον σῶσον Κύριε τοὺς δούλους Σου.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μανικῶς ὁ διώκτης, εἰς παφλάζουσαν φλόγα, ὑμᾶς ἐνέβαλε, μὴ σπείσαντας εἰδώλοις, μὴ κάμψαντες τῷ γόνυ, ἀλλ’ εὐρύθμως κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀδιστάκτῳ καρδίᾳ, τῇ πυρᾷ ἐπιβάντες μακαριώτατοι, ὡς πρὶν οἱ νεανίαι, ἐφλέχθητε οὐδόλως, ἀλλ’ ἐσώθητε ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥυμῃ τῶν ἐνεχθέντων, οὐρανόθεν ὑδάτων, ἡ φλὸξ μὲν πέπαυται, πληθὺς δὲ παρανόμων, ἀθρόως συνεπνίγη, οἱ δὲ Ἅγιοι ἔμελπον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Τὴν ψυχήν μου τρωθεῖσαν, πονηρᾶς ἁμαρτίας, βέλεσιν οἴκτειρον, τὸν νοῦν μου παραβάσει, δεινῶς ἀμαυρωθέντα, φωταγώγησον Δέσποινα, τὸν φωτοδότην Χριστόν, τεκοῦσα Θεοτόκε.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Ὑπὲρ ζωὴν τὴν πρόσκαιρον, τὴν ἐκεῖ ἀγαπήσαντες, διὰ πολυτρόπων αἰκισμῶν διήλθετε, πυρός τε καὶ ὕδατος, ἀναψυχὴν εὑράμενοι, τὴν τῶν οὐρανῶν ὡς ἀληθῶς Βασιλείαν, ἐν ᾗ καὶ μελῳδεῖτε· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥῆμα τυράννου ἄθεον, προφανῶς ἐφαυλίσατε, καὶ τὴν ἀληθῆ ὁμολογίαν Ἅγιοι, καλῶς διεσώσατε, καὶ πρὸς Θεὸν μετέβητε, τὸν ἀγωνοθέτην διὰ ξίφους τμηθέντες, καὶ πόθῳ μελῳδοῦντες· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὥσπερ ἀράχνης νήματα, τῶν ἐχθρῶν πανουργεύματα, Μάρτυρες γενναῖοι εὐσθενῶς ἐλύσατε, νηπίων τοξεύματα, τὰ παρ’ αὐτῶν ἡγούμενοι· ὅθεν ἀληθεῖς τροπαιοφόροι δειχθέντες, βοᾶτε εὐχαρίστως· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Νενεκρωμένην πάθεσι, καὶ πολλοῖς παραπτώμασιν, ἄχραντε Παρθένε τὴν ψυχήν μου ζώωσον, ζωὴν ἡ κυήσασα, τὴν τοῦ θανάτου λύσασαν, πᾶσαν τὴν ἰσχὺν διὰ παθῶν καὶ θανάτου, καὶ δίδου μελῳδεῖν με, εὐχαρίστῳ καρδίᾳ· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.

Ἴσχυσαν σώματι φθαρτῷ, τὸν ἀσώματο ἐχθρὸν οἱ ἀήττητοι, μεγαλομάρτυρες, καταπαλαῖσαι ἀγωνισάμενοι, καὶ νῦν τὴν ἄφθαρτον ζωήν, κατεκληρονόμησαν, Αὖκτος ὁ ἔνδοξος, καὶ Ταυρίων σὺν αὐτῷ ὁ ἀοίδιμος.

Ὡς ῥόδα μέσον τῆς φλογός, παναοίδιμοι ἀμάραντα ὤφθητε, εὐωδιάσαντες, θεογνωσίᾳ πάντα τὰ πέρατα, καὶ τὸ δυσῶδες τῶν ἐχθρῶν, εὐτόνως ἠλάσατε, καὶ ὀβρυζότεροι, ἀνεδείχθητε χρυσοῦ θείᾳ χάριτι.

Σώματα τὰ καρτερικά, ἡ περίδοξος Ἀμφίπολις ἔκρυψεν, ὑμῶν πανεύφημοι, ὡς θεῖον ὄλβον ταῦτα πλουτήσασα, ἴασιν πᾶσι δαψιλῶς, πηγάζοντα χάριτι, καὶ ἀποπλύνοντα, τῶν σωμάτων καὶ ψυχῶν ἀῤῥωστήματα.

Ἥλιος ὥσπερ φωταυγής, ἡ πανέορτος ὑμῶν μνήμη ἐπέλαμψε, μεγαλομάρτυρες, πᾶσαν τὴν κτίσιν περιαυγάζουσα, ἐν ᾗ δεόμεθα ὑμῶν, θείαις παρακλήσεσι, πάντας φωτίσατε, τοὺς ὑμᾶς περιχαρῶς μακαρίζοντας.

Θεοτοκίον.

Φώτισον πύλη τοῦ φωτός, τὴν ψυχήν μου ἣν ἐχθρὸς ἀπημαύρωσε, τοῖς παραπτώμασι, καὶ ταῖς τοῦ βίου πάσαις συγχύσεσι, καὶ σκότους ῥῦσαι ἀφεγγοῦς, πυρός τε καὶ σκώληκος, ἵνα δοξάζω Σε, Θεοτόκε τῶν βροτῶν ἡ ἀνάκλησις.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου