Σάββατο 15 Ιουλίου 2023

ΔΕΚΕΜΒΡΙΟΣ 7. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΘΗΝΟΔΩΡΟΣ ΚΑΝΩΝ

 

ΔΕΚΕΜΒΡΙΟΣ Ζ΄.

ΑΘΗΝΟΔΩΡΟΣ ΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀθην(οδώρ)ου τοὺς κάλους πλέκω κρότους. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.

Ἄθλοις ὡραιοτάτοις, καὶ στίγμασιν ἱεροῖς, Ἀθηνόδωρε Μάρτυς, ὁλολαμπὴς γενόμενος, φωτὶ νῦν παρίστασαι, τῷ μεγάλῳ, πίστει σε τοὺς ὑμνοῦντας, φωτίζων χάριτι.

Θάλασσαν ἀθεΐας, αἱμάτων ἐπιῤῥοαῖς, ἀπεξήρανας Μάρτυς, καὶ θείας ἐπομβρήσεσι, θαυμάτων ἑκάστοτε, παθημάτων, καύσωνα ἀποπαύεις, τῶν πίστει προσιόντων σοι.

Ἤνθησας ἐν λειμῶνι, ἀσκήσεως ἐκλεκτόν, ὥσπερ ῥόδον παμμάκαρ, καὶ ὡς τερπνὴ κυπάρισσος, ὑψώθης τοῖς ἄθλοις σου, τοῖς μεγίστοις, ἅπαντας εὐωδίας, πληρῶν τῇ χάριτι.

Θεοτοκίον.

Νέκρωσιν ἁμαρτίας, ἐπενδυσάμενοι, ἀφθαρσίας ἐκδύσει, προσγενομένην βρώσει ποτέ, στολὴν θεοΰφαντον, Σῇ γεννήσει, ἄχραντε Θεοτόκε, ἐνεδυσάμεθα.

 

ᾨδὴ γ΄. Ὁ πήξας.

Ὁ δείξας, ὁλοφαῆ ἀστέρα τὸν Μάρτυρα, εὐσεβείας ἄθλοις περιαστράπτοντα, τούτου παρακλήσεσι Χριστέ, ἀπέλασον τὰ νέφη, τῶν καρδιῶν ἡμῶν δεόμεθα, τῶν εἰλικρινῶς ἀνυμνούντων σε.

Ὑπῆρχες, πεπυρωμένος οἷάπερ σίδητος, τῷ ἐνθέῳ πόθῳ Μάρτυς ἀήττητε· ὅθεν τῷ πυρὶ προσομιλῶν, οὐδόλως κατεφλέχθης, ἀλλ’ ὥσπερ ἄσαρκος ὑπέμεινας, θείᾳ δροσιζόμενος χάριτι.

Ταθέντα, καὶ θεωρίᾳ θείᾳ νευρούμενον, ὁ πικρὸς διώκτης σὲ κατῃκίζετο, στρέβλας τοῖς μυκτῆρσιν ἐμβαλών, καὶ σὲ κινῶν πλειόνως, τῶν πυριπνόων ἐπαισθάνεσθαι, Μάρτυς παθημάτων τοῦ Κτίστου σου.

Θεοτοκίον.

Ὁ νώτοις, χερουβικοῖς Θεὸς ἐποχούμενος, ὡς ἐν θρόνῳ κόλποις τοῖς Σοῖς καθέζεται, βρέφος καθορώμενος ἁγνή, καὶ τρέφεται ὁ τρέφων, πᾶσαν τὴν κτίσιν θείῳ νεύματι, ἄχραντε Παρθένε πανύμνητε.

 

 

 

 

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς ἀσκήσεως δρόσῳ τὸ πῦρ κατέσβεσας, τῶν παθῶν θεοφόρε καὶ τῆς ἀθλήσεως, τῇ φλογὶ ὡς ἀληθῶς ὡς ὕλην ἔφλεξας, τὴν ἀθεΐαν Ἀθλητά, καὶ νικηφόρος γεγονώς, διπλοῦν ἐδέξω τὸ στέφος, πρεσβεύων πάντας σωθῆναι, τοὺς σὲ τιμῶντας Ἀθηνόδωρε.

 

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας Σου κένωσιν.

Ὑπάρχοντι φρουρᾷ παμμακάριστε, τράπεζαν πλήρης ἀγαθῶν, Θεὸς ἐκπέμπει ἐκτρέφων σε, καὶ δυνατόν σε δεικνύει, τῆς πλάνης τὸ ἀνίσχυρον τρέποντα.

Συνώθησαν δεινῷ χλακουργήματι, ἐκπυρωθέντι δολερῶς, καὶ κατηκόντισαν ψάλλοντα, σὲ γενναιόφρον ἐν τούτῳ· ἀλλ' εὗρες θείαν δρόσον φρουροῦσάν σε.

Κατήργησας ἐχθροῦ μηχανήματα, ἀνδρειοτάτῳ λογισμῷ, καὶ τὸν ἀμέτρως καυχώμενος, ποσὶ συνέτριψας Μάρτυς, λαμπροῖς ὡραιωθεῖσι παθημάτων.

Θεοτοκίον.

Ἁγνείας διαλάμπουσαν χάριτι, Σὲ εὑρηκὼς ὁ πλαστουργός, ἐκ Σοῦ Παρθένε ἀνέτειλε, τοῖς ἐν σκιᾷ τοῦ θανάτου, καὶ σκότει τῶν δεινῶν κινδυνεύουσιν.

 

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.

Λάρνακι προσέλθωμεν, βρουούσῃ θαύματα, Ἀθηνοδώρου, τοῦ Ἀθλοφόρου, καὶ ψυχῶν παθήματα, ἀποκαθαίρουσῃ, τοῦ Πνεύματος τῇ χάριτι.

Ὅλος ἀνακείμενος, τῷ παντοκράτορι, τοὺς ἐκριζῶσαι, τοὺς σοὺς ὀδόντας, σπεύδοντας μακάριε, θείᾳ δυναστείᾳ, ἀπράκτους ἐναπέδειξας.

Ὕμνεις τὸν σωτῆρά σου, τροχοῖς τεινόμενος, καὶ μέλη πάντα, γενναιοφρόνως, Μάρτυς συντριβόμενος, καὶ τῆς θείας δόξης, ἐνθέως ἀξιούμενος.

Θεοτοκίον.

Σάρκα περικείμενον, τὸν ἀναλλοίωτον, ἐν δύο τίκτεις, ἁγνὴ οὐσίας, καὶ δύο θελήσεσιν, ὡς Θεὸν Παρθένε, καὶ ἄνθρωπον ὑπάρχοντα.

 

ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.

Πειρασμοῖς ἀνάλωτος, καὶ βασάνοις, Μάρτυς ἀκλινής, ἀνεδείχθης βάλλων τοὺς διώκοντας, καὶ πρὸς Θεοῦ, νίκης στεφάνοις κοσμούμενος.

Λαμπρυνθεὶς ἀσκήσεως, ἀγλαΐαις, ἤχθης ἱερῶς, μαρτυρίου ὕψος πρὸς ἀκήρατον, θεοειδής, θείᾳ μεθέξει γενόμενος.

Εὐπλοήσας Ὅσιε, κυβερνήσει, θείᾳ ἀληθῶς, γαληνὸν πρὸς ὅρμον κατεσκήνωσας, μαρτυρικαῖς, ἐναπαστράπτων φαιδρότησιν.

Θεοτοκίον.

Καὶ Θεὸν καὶ ἄνθρωπον, ἐν  οὐσίαις, τέτοκας δυσί, τὸν ἡμῶν τὴν φύσιν ἀπαλλάξαντα, προγονικῆς, Παρθενομῆτορ ἐκπτώσεως.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.

Ὤφθης ἀπερίτρεπτος, κρημνοῖς προσριπτόμενος, Μάρτυς Ἀθηνόδωρε, τῷ σὲ δυναμώσαντι, κραυγάζων εὐχαρίστως· ὁ Θεὸς εὐλογητὸς εἶ.

Κάμινον παφλάζουσαν, εἰς δρόσον μετέβαλες, τῇ δρόσῳ τοῦ Πνεύματος, σοφὲ Ἀθηνόδωρε, ᾧ ψάλλων ἀνεβόας· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ῥώννυσί σε Κύριος, βάρει πιεζόμενον, καὶ κατατεινόμενον, τροχοῖς Ἀθηνόδωρε, καὶ μέλποντας προθύμως· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ὁ ἀπεριόριστος, κατὰ τὴν θεότητα, σαρκὶ περιγράφεται, ἐκ Σοῦ προερχόμενος, Παρθένε ᾧ βοῶμεν· ὁ Θεὸς εὐλογητὸς εῖ.

 

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.

Τάπητος χαλκοῦ, τὰς πυρακτώσεις φέρεις, θείου ἀναφλέγοντος, σὲ Μάρτυς ἔρωτος· ὅθεν ἐμπρήσας· τὴν πλάνην ἀνεβόας· σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ὅλος τὴν καλήν, ἀλλοιωθεὶς ἐνθέως, ἀλλοίωσιν ἔνδοξε, σαρκὸς ἠλόγησας, καὶ τοῖς ἀΰλοις, χοροῖς συνηριθμήθης, μέλπων σὺν ἐκείνοις, φωνὴν τὴν τρισαγίαν.

Ὕψιστον Θεόν, ἀληθινὸν εἰδότα, τὰ πλήθη κηρύττοντα, σὲ παμμακάριστε, τούτῳ προσῆλθον, ἐνθέως μελῳδοῦντα· σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σῶσόν με ἁγνή, τὸν χαλεπῶς πελάγει, παθῶν χειμαζόμενον, καὶ κινδυνεύοντα· μόνη τὸν πάντων, Σωτῆρα γὰρ τεκοῦσα, σώζεις τοὺς ἐν πίστει, ἀεί Σε προσκυνοῦντας.

 

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.

Ἱερὰν πανήγυριν, Ἀθλοφόρων, δῆμος συγκροτεῖ, τῇ μνήμῃ σου Ἀθλητά, Μάρτυς σὺν ἡμῖν, ἐνθέως ἡδόμενος, καὶ δοξάζει, τὸν νικητικαῖς, στέψαντα χάρισι, τὴν σὴν κάραν Ἀθηνόδωρε.

Ὥρᾳ διαλάμποντι, Ἀθλοφόρε, τῇ σωματικῇ, πλειόνως ἡ ψυχική, σοὶ ὡς νικητῇ, σαφῶς προσεγένετο, καὶ ὡραίως, νῦν περιπολεῖς, τὰ ἐπουράνια, θείᾳ δόξῃ καλλυνόμενος.

Σταθηρὰν τὴν ἔνστασιν, τῶν ἀγώνων, Μάρτυς ἐν καιρῷ, δεικνύων τὰς τοῦ ἐχθροῦ, πάσας μηχανάς, εἰς γῆν ἐταπείνωσας, καὶ ὑψωθείς, ἄθλοις ἱεροῖς, ἄγγελος γέγονας, τὸ σαρκίον περικείμενος.

Ἡ ἁγία μνήμη σου, ἁγιάζει, σήμερον λαούς, κινοῦσα δοξολογεῖν, τὴν θεαρχικήν, Μάρτυς ἀγαθότητα, ᾗ παρεστώς, μέμνησο ἡμῶν, ὅπως κακώσεως, λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

Θεοτοκίον.

Φανοτάταις λάμψεσι, παρθενίας, λάμπουσα εὑρόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, λάμψας ὑπὲρ νοῦν, ἐκ Σοῦ ἀνατέταλκε, τοῖς ἐν σκότει, πάλαι τῶν δεινῶν, καὶ κατεφώτισε, Θεοτόκε τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου