Κυριακή 26 Αυγούστου 2018

ΝΟΜΕΒΡΙΟΣ 15. ΑΓΙΟΣ ΓΕΡΜΑΝΟΣ ΑΛΑΣΚΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΝΟΕΜΒΡΙΟΣ  ΙΕ!!
ΓΕΡΜΑΝΟΣ ΑΛΑΣΚΑΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια


Ἐν τῷ Μικρῷ ἑσπερινῷ

Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α.' Τῶν οὐρανίων ταγμάτων.
Ῥωσίας ἔνθεον γόνον Μονῆς ἀνάστημα, Σεργίου τοῦ Ὁσίου, καὶ οἰκήτορα θεῖον, Μονῆς τῆς ἐξακούστου τοῦ Βαλαάμ, Γερμανὸν εὐφημήσωμεν, ὡς φωτιστὴν τῆς Ἀλάσκας καὶ ζηλωτήν, Ἀποστόλων ὕμνοις πρέπουσι.

Τὸν μαθητὴν Ναζαρίου τοῦ οὐρανόφρονος, Ἀββᾶ καὶ Παϊσίου, καινιστοῦ ἐν Ῥωσίᾳ, κινήματος ἐκθύμως ἡσυχασμοῦ, Γερμανὸν τὸν ὁμόζηλον, ἐγκωμιάσωμεν ᾄσμασιν ἱεροῖς, καὶ εὐτάκτοις μελῳδήμασι.

Νήφων ἐν πᾶσι διδάσκων ἀεὶ εὐχόμενος, φιλοκαλῶν θερμαίνων, τάς ψυχὰς Ἀλεούτων, καὶ πάντας κατευθύνων πρὸς οὐρανοῦ, τὰς ἐπάλξεις πυξίδι σου, σοφῶν ῥημάτων διάκοσμος Γερμανέ, τῆς Ἀλάσκας ὤφθης πάντιμος.

Ἀλεουτίοις ἐν νήσοις ἠσυχαστήριον, ἐδόμησας ὃ ἔσχες, ὁρμητήριον πόνων, ἀόκνων σου ψυχῶν εὐαγγελισμοῦ, Γερμανὲ ἀξιάγαστε, καὶ Βαλαὰμ νέον ὅπερ πανευλαβῶς, θεοφόρε ἐπωνόμασας.

Δόξα. Ἦχος β.'
Τὸν ὁλοθύμῳ ψυχῆς ἐφέσει Χριστὸν ἐκ νεότητος ἀγαπήσαντα καὶ Αὐτῷ ὁλοσχερῶς προσκολληθέντα, Γερμανόν, τὸν νεαυγῆ Ῥῶσον ἀσκητὴν καὶ ἱεραπόστολον, εὐτάκτοις μελῳδήσωμεν ᾄσμασιν· οὗτος γὰρ καταλαβὼν πρῶτον τῆς τοῦ Ὁσίου Σεργίου Μάνδρας μετόχιον ἐν Πετρουπόλει καὶ εἶτα τὴν περίφημον τοῦ Βαλαὰμ Λαύραν ὑπὲρ φύσιν ἠγωνίσατο καὶ τὴν κλίμακα τῶν ἀρετῶν ἀνῆλθε δι' ὑπακοῆς καὶ νήψεως· Ἀποστόλων ἐν τέλει ἀκολουθήσας τρίβοις Ἀλάσκας τοὺς αὐτόχθονας εἵλκυσε πρὸς Ὀρθοδοξίαν καὶ καλῶς καὶ θεαρέστως τελέσας τὸν βίον ἀπῆλθε πρὸς Κύριον πρεσβεύων Αὐτῷ ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄ Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅσιε Γερμανέ, ὑπείκων Ναζαρίῳ, τῷ θείῳ φιλοκάλως, διήνυσας τὸν βίον, ὡς ἄνθρωπος ἰσάγγελος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἔλαμψας Γερμανέ, σοῦ Ὀρθοδόξου βίου, αὐγαῖς ἐν τῇ Ἀλάσκᾳ, καὶ πάντας Ἀλεούτους, ἐφώτισας μακάριε.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάνσοφε Γερμανέ, λαμπαδηφόρος πρῶτος, Ἀμερικῆς ἐδείχθης, Ὀρθοδοξίας φέρων, τὴν δᾴδα τὴν σωτήριον.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τρισήλιε Θεότης, ὁ Γερμανὸν φωτίσας, κηρῦξαι ἐν Ἀλάσκᾳ, τοῦ κράτους Σου τὴν δύναμιν.

Καὶ νῦν. Θεοτοκίον.
Σκέπε Μῆτερ Θεοῦ, τοὺς ἱεραποστόλους, καὶ τοὺς νεοφωτίστους, λαοὺς ὑπὸ τὴν σκέπην, πτερύγων τῆς σῆς χάριτος.

















Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'.
Ὅσιε Πάτερ Γερμανὲ τῆς Ἀλάσκας, βόρειε ἀστὴρ τῆς Ἁγἰας Ἐκκλησίας τοῦ Χριστοῦ· τὸ φῶς τοῦ ἁγίου βίου καὶ τῶν μεγάλων ἔργων σου ὁδηγεῖ τοὺς ἀκολουθοῦντας τὴν ὁδὸν τὴν Ὀρθὀδοξον. Ὁμοῦ ἀνυψὠνομε τὸν Τίμιον Σταυρόν, ὃν ἐν Ἀμερικῇ στεῤῥῶς ἐφύτευσας. Πάντες ἴδωμεν καὶ δοξάσωμεν Ἰησοῦν τὸν Χριστόν, ἀνυμνοῦντες αὐτοῦ τὴν Ἁγίαν Ἀνάστασιν.
Δόξα. Ἦχος πλ. α.' Τὸν συνάναρχον Λόγον.
Ἀνατείλας ὡς ἄστρον εὐχῆς καὶ νήψεως ἐν Βαλαὰμ τῷ σεμνεὶῳ Εὐαγγελίου τὸ φῶς, εἰς Ἀλάσκας τοὺς αὐτόχθονας διέσπειρας ἀκολουθήσας ταῖς ὁδοῖς Ἀποστόλων, Γερμανέ, ἐν χρόνοις ὑστέροις, μάκαρ· καὶ νῦν Κυρίῳ πρεσβεύεις παθῶν ἡμῶν σκεδάσαι ζόφωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

         


















ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄ Ἔδωκας σημείωσιν.
Μάκαρ ἰσαπόστολε, Ῥωσίας θεῖον ἐκβλάστημα, Γερμανὲ ἱερώτατε, σεπτὸν ἐνδιαίτημα, Πνεύματος Ἁγίου, ὁ τὸ κατ' εἰκόνα ,καταλιπὼν σῇ ἀκραιφνεῖ, ἀσκήσει πάτερ ἀνῆλθες κλίμακα, Θεοῦ πρὸς καθ' ὁμοίωσιν, ἐκ τῆς νεότητος χρόνων σου· ὅθεν νῦν τὴν πανέορτον, ἑορτάζομεν μνήμην σου.

Δεῦτε εὐφημήσωμεν, τὸν νέον ἱεραπόστολον, Γερμανὸν τὸν θειότατον, τὸν καθαγιάσαντα, γῆν τῶν Ἀλεούτων, πολικῆς Ἀλάσκας, καὶ ἀχανοῦς Ἀμερικῆς, αὐτοῦ ἱδρώτων τοῖς θείοις χεύμασι, καὶ ἀκραιφνοῦς ἀσκήσεως, τοῖς ποταμοῖς ὡς ἀρχέτυπον, Ὀρθοδόξου βιώματος, καὶ κειμήλιον χάριτος.

Ἔχων ἀπλανέστατον, ἀλείπτην πρὸς ὁλοκλήρωσιν, τὸν θεόπνουν Ναζάριον, ἠνδρώθης ἐν πνεύματι, Βαλαὰμ ἐν Μάνδρᾳ, καὶ αὐτοῦ ὑπείκων, θελήματι τῷ ἱερῷ, Εὐαγγελίου τὸ φῶς διέσπειρας, εἰς τὴν Ἄλάσκαν Ὅσιε, τὴν ἐν σκοτίᾳ καθεύδουσαν, ἀγνωσίας πανεύφημε, Γερμανὲ ἰσαπόστολε.

Ἰωάσαφ πάνσεπτον, καὶ θεῖον Ἰουβενάλιον, οὓς Χριστὸς κατηξίωσε, στεφάνων ἀθλήσεως, ἔσχες συνεργάτας, εἰς Ὀρθοδοξίας, διάδοσιν τῆς ἱερᾶς, εἰς τὴν Ἀλάσκαν ἔνθα προσείλκυσας, σοῦ βίου παραδείγματι, καὶ τῇ σοφίᾳ τῶν λόγων σου, Γερμανὲ τοὺς αὐτόχθονας, πρὸς Χριστοῦ πίστιν ἄμεμπτον.

Ἔτη τεσσαράκοντα, κακοπαθῶν καὶ στερούμενος, ἀγρυπνῶν προσευχόμενος, καὶ νήφων διήνυσας, ἐν Ἀλάσκᾳ βίον, τὸν ἀσκητικόν σου, πνευματοφόρε Γερμανέ, καὶ θείου Πνεύματος οἰκητήριον, ἐδείχθης· ὅθεν ἅπαντες, μνήμην τὴν σὴν ἐορτάζοντες, μεγαλύνομεν πόνους σου, οὕσπερ ἔτλης πρὸς θέωσιν.

Πάτερ εὐσυμπάθητε, ὅλῃ δυνάμει καρδίας σου, Ἀλεούτων συνέδραμες, χορῶν εἰς ἐπούλωσιν, ἄλγους ἀνεχείας, Γερμανὲ θεόφρον, καὶ ἐν τοῦ βίου συμφοραῖς, αὐτῶν ὑπῆρχες ἀκέστωρ ἄγρυπνος, προστάτης ἑτοιμότατος, καὶ ἀρωγὸς μάκαρ ἄμεσος· ὅθεν πάντες προσέβλεπον, τῇ θερμῇ ἀντιλήψει σου.





Δόξα. Ἦχος πλ. β.'
Ἀκούσας τῆς φωνῆς τοῦ Κυρίου τῆς δόξης ἐν νεαρᾷ ἡλικίᾳ ἀπανέστης τῶν τοῦ βίου ἡδέων καὶ ἀράμενος τὸν σταυρόν σου Αὐτῷ ἠκολούθησας Γερμανέ, σοφίας καὶ ἀρετῆς σύνοικε θειότατε· ἀναδειχθεὶς γὰρ κανὼν ταπεινώσεως καὶ ὑπακοῆς γνώμων ἠξιώθης τὴν ὀρθὴν ἡμῶν πίστιν εἰς Ἀλάσκαν κηρῦξαι καὶ ἰδρυτὴς γενέσθαι ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ τῆς τοῦ Χριστοῦ ἁγίας Ἐκκλησίας· σοφῶς οὖν καὶ θεαρέστως πολιτευσάμενος καὶ διπλῶν ἀξιωθεὶς στεφάνων ἐν τῇ οὐρανίῳ μακαριότητι, ἀσκητῶν Ὁσίων καὶ θεοκηρύκων Ἀποστόλων, χάριν εἴληφας πρεσβεύειν Κυρὶῳ ὑπὲρ τῶν τιμώντων τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. Β΄ 1 -11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἐτοιμασον τὴν ψυχήν σου εἰς πειρασμὸν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς• κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τάς ὁδούς σου καὶ ἔλπισον ἒπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε• τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.





Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄ 1 -10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτὸν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτήν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας• Ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής• ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμένος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐ δὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης• καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α΄
Εὐφραίνου ἐν Κυρὶῳ ἡ Ὀρθόδοξος Ἐκκλησία καὶ ἀγάλλου Ἀλάσκα σὺν τῇ 'Ρωσίᾳ τελοῦσαι τὴν μνήμην Γερμανοῦ τοῦ νέου τῆς πίστεως φωστῆρος καὶ φωτολαμποῦς ἱεραποστόλου· οὗτος γὰρ ἐπιτυχῶς συμμίξας ἄσκησιν καὶ ἱεραποστολικὴν δρᾶσιν τὴν κλίμακα τῶν ἀρετῶν ἀνῆλθε καὶ αὐτόχθονας Ἀλεούτους ἐφώτισεν ἀστραπαῖς τῶν αὐτοῦ νουθεσιῶν καὶ διδαγμάτων καὶ νῦν Ἀγγέλων φωτομόρφων συνὼν χορείαις Χριστῷ τῷ Φωτοδότῃ ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β.'
Ἡσυχίας ἐραστὰ καὶ ἀσκήσεως στῦλε, ὁ τοῦ Νέου Βαλαάμ, τῆς ἐν Ἀλάσκα Μονῆς δομῆτορ, ἑκουσίᾳ πτωχείᾳ καὶ σκληραγωγίᾳ Χριστῷ ἠκολούθησας καὶ τρόπαιον ἐν Ἀμερικῇ, Ὀρθοδοξίας Γερμανέ, περιφανὲς ἔστησας· ὅθεν πάντες ἀξίως τιμῶντες τοὺς νυχθημέρους πόνους σου καὶ ὡς Ἀποστόλων ἰσοστάσιον μεγαλύνοντες τάς ἀδιαλείπτους σου εὐχὰς πρὸς Κύριον αἰτούμεθα, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

Ἦχος γ.'
Τὸν νεόφωτον ἀστέρα τῆς πίστεως, τὸν φωτίσαντα τάς νήσους τῶν Ἀλεούτων ἀστραπαῖς διδαγμάτων καὶ πράξεων, Γερμανὸν τὸν θεοφώτιστον, μεγαλύνωμεν κράζοντες· Ναζαρίου μαθητὰ θεοτίμητε, τῆς φιλοκαλικῆς Παϊσίου διαδόσεως ἀκόλουθε, ἀξίωσον ἡμᾶς ἐντρυφᾶν ἐν Γραφαῖς ταῖς Ὀρθοδόξοις καὶ ποθεῖν ἐν βίῳ τὰ ἀεὶ διαμένοντα.

Δόξα. Ἦχος δ.'
Ὡς ῥίζα ἐν γῇ διψώσῃ μετεφύης, Γερμανὲ Ὅσιε, εἰς τὴν πολικὴν τῆς Ἀλάσκας χθόνα καὶ ἐν μέσῳ παγετώνων ἐβλάστησας κρίνα πνευματικῆς τελειώσεως καὶ ψυχῶν αὐτοχθόνων σωτηρίας· εὔφρανον οὖν, χαριτόβρυτε πάτερ, καὶ ἡμᾶς τοὺς τιμῶντάς σε θερμῶν πρεσβειῶν σου εὐωδίᾳ, ἵνα ἐκ τῆς δυσώδους χαμαιζηλίας ἁπαλλαχθῶμεν καὶ ὅλοι ἀρετῶν ὀδμαῖς Χριστοῦ εὐωδία γενώμεθα.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Στιχηρα Προσόμοια. Ἦχος πλ. α.' Χαίροις ἀσκητικῶν.
Χαίροις, ἐαρινὴ ἀηδών, ἡ ἐν Ἀλάσκᾳ τὸν Χριστοῦ κελαδήσασα, Ὀρθόδοξον πίστιν πᾶσιν, ἐν ἀγνωσίας σκιᾷ, καθημένοις μάκαρ ἰσαπόστολε· Λιπὼν γὰρ τὴν πάνσεπτον, Βαλαὰμ Μάνδραν ἔδραμες, εἰς Ἀλεούτων, νήσους ὄνομα Ἅγιον, τοῦ Παντάνακτος, Γερμανὲ ἀξιάγαστε, ὅλῃ ψυχῆς ἐφέσει σου, κηρῦξαι καὶ λόγοις σου, ἐνθέρμοις τῆξαι τοὺς πάγους, ψυχῶν χειμῶνος καὶ ἔαρος, αὐγὴν ἀνατεῖλαι, Ἀλεούτοις σωτηρίας, τὴν πανευφρόσυνον.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ
Χαίροις, ἡσυχαστῶν καλλονή, τῆς νήσου Σπροὺς θεοειδὲς ἐνδιαίτημα, Ἀλάσκας σεπτὸς οἰκήτωρ, καὶ φωτιστὴς Γερμανέ, ἱεραποστόλων εὖχος πάντιμον· Βοῤῥᾶ γὰρ τὴν ἔρημον, ἀσκητὰ χριστομίμητε, πολίσας Μάνδραν, Βαλαὰμ Νέαν ἔκτισας, ἣν ἀνέδειξας, Ὀρθοδόξου φρονήματος, λίκνον καὶ ἐργαστήριον, περίλαμπρον νήψεως, καὶ προσευχῆς ἀενάου· διὸ νῦν μνήμην τὴν θείαν σου, σὺν τοῖς Ἀλεούτοις, καὶ Ἀμερικῆς τοῖς δήμοις, πιστῶν γεραίρομεν.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην, ἐπιτελοῦντες λαμπρῶς, τῆς πανιέρου σου κοιμήσεως Ὅσιε, ἐν νήσοις τῶν Ἀλεούτων, ὡς θεαυγῆ ἀσκητήν, καὶ Ὀρθοδοξίας ὑφηγήτορα, σὲ πόθῳ γεραίρομεν, Γερμανὲ ἱερώτατε, χαρίτων σκεῦος, πανσθενοῦς θείου Πνεύματος, καὶ θειότατον, προσευχῆς οἰκητήριον· μέμνησο οὖν ἰσάγγελε, ἡμῶν τῶν τιμώντων σε, ὡς ζηλωτὴν Ἀποστόλων, τὸν ἐν ἐσχάτοις τοῖς ἔτεσι, κηρύξαντα πίστιν, τοῦ Χριστοῦ ἐν τῇ Ἀλάσκᾳ, τὴν διασῴζουσαν.

Δόξα. Ἦχος πλ. δ.'
Ἁλύσεσι δεδεμένος καὶ ὑποπιάζων τὴν σάρκα νυχθημέροις ἀσκήσεσι καὶ νηστείαις τὸ πνεῦμα πρὸς Κύριον ἔτεινας, τὸν σοφὸν ἀγωνοθέτην, Γερμανὲ ἀξιέραστε· καθαγιάσας οὖν τὸ εὐτελὲς σου ἀσκητικὸν τριβώνιον ἱδρῶσι καὶ δάκρυσιν ἀειῤῥύτοις καὶ Ἀλεούτων τάς νήσους τῇ σῇ παρουσίᾳ καὶ χάριτι μετέστης πρὸς ὃν ἠγάπησας Κύριον ἀδιαλείπτως Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'.
Ὅσιε Πάτερ Γερμανὲ τῆς Ἀλάσκας, βόρειε ἀστὴρ τῆς Ἁγἰας Ἐκκλησίας τοῦ Χριστοῦ· τὸ φῶς τοῦ ἁγίου βίου καὶ τῶν μεγάλων ἔργων σου ὁδηγεῖ τοὺς ἀκολουθοῦντας τὴν ὁδὸν τὴν Ὀρθὀδοξον. Ὁμοῦ ἀνυψὠνομε τὸν Τίμιον Σταυρόν, ὃν ἐν Ἀμερικῇ στερρῶς ἐφύτευσας. Πάντες ἴδωμεν καὶ δοξάσωμεν Ἰησοῦν τὸν Χριστόν, ἀνυμνοῦντες αὐτοῦ τὴν Ἁγίαν Ἀνάστασιν.
Δόξα. Ἦχος πλ. α.' Τὸν συνάναρχον Λόγον.
Ἀνατείλας ὡς ἄστρον εὐχῆς καὶ νήψεως ἐν Βαλαὰμ τῷ σεμνεὶῳ Εὐαγγελίου τὸ φῶς, εἰς Ἀλάσκας τοὺς αὐτόχθονας διέσπειρας ἀκολουθήσας ταῖς ὁδοῖς Ἀποστόλων, Γερμανέ, ἐν χρόνοις ὑστέροις, μάκαρ· καὶ νῦν Κυρίῳ πρεσβεύεις παθῶν ἡμῶν σκεδάσαι ζόφωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

         


















ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα. Ἦχος α΄ Τὸν τάφον Σου, Σωτήρ.
Ῥωσίας Γερμανέ, εὐανθέστατον κρίνον, ἀσκήσεως ὀδμαῖς, τῆς τιμίας σου ἄρτι, καθήδυνας ἅπαντας, τῆς Ἀλάσκας οἰκήτορας, ὧν ἀπήλασας, σοῖς λόγοις τὴν δυσωδίαν, πνευματέμφορε, τῆς ἀγνωσίας πατέρων, μυράλειπτρον εὔοσμον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὀλέτειρα ἐχθρῶν, νοητῶν Θεοτόκε, καὶ πάντων ὁρατῶν, περιτείχισον δήμους, πιστῶν σαῖς ἐντεύξεσι, πρὸς Υἱόν σου τὸν εὔσπλαγχνον, τὸν νικήσαντα, φθορᾶς θανάτου τὸ κράτος, παντευλόγητε, τῇ παμφαεῖ ἀναστάσει, Αὐτοῦ ἐκ τοῦ μνήματος.

Μετὰ τὴν β.' Στιχολογίαν Κάθισμα. Ἦχος δ.' Ταχὺ προκατάλαβε.
Τῶν τρόπων ὁμοζηλος τῶν ἀποστόλων Χριστοῦ, γενόμενος ηὔγασας ἄρτι λαὸν Γερμανέ, Ἀλάσκας καὶ ἤνοιξας, χείλη πιστῶν βοᾶν σοι· Χαῖρε Ὀρθοδοξίας, βάθρον ἐν Νέῳ Κόσμῳ, καὶ κρηπὶς εὐσεβείας, ἠπείρου πάσης Ἀμερικῆς, πάτερ παγκόσμιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Λυχνία ὑπέρφωτε ῥάβδος σεπτὴ Ἀαρών, λαβὶς θεία τράπεζα ἔνδροσε τοῦ Γεδεὼν ἁγνή, πόκε ἄφλεκτε, Βάτε ἡ ἐν Σιναίῳ, Θεοτόκε καὶ ὄρος, σύσκιον σκέπε πάντας, σὲ γεραίροντας πόθῳ, καὶ ὕμνοις θαυμασίων πληθὺν σοῦ μεγαλύνοντας.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ.' Τὴν ὡραιότητα τῆς παρθενίας σου.
Τὸν ἰσαπόστολον, Χριστοῦ καὶ Ὅσιον, πατέρα μέλψωμεν, τὸν ἀνατείλαντα, Όρθοδοξίας φῶς τερπνὸν εἰς Κόσμον τὸν Νέον ὕμνοις, Γερμανὸν θειότατον, τῆς Ῥωσίας ἐκβλάστημα, καὶ Ἀλάσκας πάμφωτον, φωτιστὴν ἀνακράζοντες, ψυχῆς ἐν κατανύξει χαρίτων· χαῖρε ἀσύλητον ταμεῖον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.




Εἶτα, οἱ Ἀναβαθμοί. Τὸ α' Ἀντίφωνον τοῦ δ ' ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν (Λουκ. Στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β' Ἑβδομάδος.
Ό Ν' Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν ἐγκωμίοις μακαριζόμενον ὡς νηπτικὸν πατέρα καὶ ἱδρυτὴν τῆς ἐν Ἀλάσκᾳ Ὀρθοδόξου κοινότητος, Γερμανὸν τὸν ἀοίδιμον, εὐφημήσωμεν πιστῶς βοῶντες· Ὁσίων ἀρχέτυπον καὶ χριστοκηρύκων πρόβολε, ὁ πολλὰ κοπιάσας ὑπὲρ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καὶ οὐρανόθεν δαψιλῶς εἰληφὼς τὴν χάριν τῶν ἰάσεων, τὰ τραύματα ἐκ τῆς πτώσεως εἰς τὴν ἁμαρτίαν ἡμῶν ἐπούλωσον φαρμάκῳ θερμῶν ἐντεύξεών σου πρὸς τὸν τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν ἰώμενον.

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου οὗ ἡ Ἀκροστιχίς: Γερμανοῦ, ἰσαποστόλου Ὁσίου, αἴνεσις. Χ.
ᾨδὴ α.' Ἦχος δ.' Ἀνοίξω τὸ στόμα μου.
Γεράσμιον Ὅσιον, τῶν Ἀποστόλων ὁμόζηλον, Ὀρθόδοξον σπείραντα, ἐν τῇ Ἀλάσκᾳ Χριστοῦ, πίστιν μέλψωμεν, νῦν Γερμανὸν τὸν θεῖον, ὡς κήρυκα ἔνθεον, ὕμνοις καὶ ᾄσμασιν.
Εὐχῆς ἐνδιαίτημα, καὶ ταπεινώσεως σκήνωμα, τὴν πίστιν διέδωσας, θεοειδὲς Γερμανέ, εἰς αὐτόχθονας, Ἀλάσκας θεοφόρε, ἡμῶν τὴν Ὀρθόδοξον, τῶν ἀνυμνούντων σε.
οαῖς σου κατέτηξας, τὸν παγετὸν ἰσαπόστολε, Ῥωσίας ἐκβλάστημα, τῶν καρδιῶν Γερμανέ, πάντων Ὅσιε, Ἀλάσκας οἰκητόρων, εὐχαῖς ὁλοθέρμοις σου, μάκαρ καὶ δάκρυσι.
Θεοτοκίον.
Μητράνανδρε ἄχραντε, θεοχαρίτωτε Δέσποινα, πιστῶν καταφύγιον, καὶ ταχινὴ ἀρωγή, τῶν ἐν κλύδωσι τοῦ βίου καὶ ἀνάγκαις, ἐκλύτρωσαι θλίψεων, τοὺς προσιόντας σοι.





ᾨδὴ γ.' Τοὺς σοὺς ὑμνολόγους.
ρέσκειν Κυρίῳ ἢ ἀνθρώποις, ἐκ χρόνων νεότητος τῆς σῆς, ποθήσας συνηρίθμησαι, ἀζύγων ὁμηγύρεσι, Μονῆς Σεργίου Ὅσιε, ἐν Πετρουπόλει τοῦ ἔμφρονος.
Νικήσας μισόκαλον ἀρχαῖον, ἀσκήσει συντόνῳ Γερμανέ, σκληραγωγίᾳ δάκρυσι, καὶ ταπεινῷ φρονήματι, Κυρίῳ εὐηρέστησας, ἀξίως σε στεφανώσαντι.
δὸν τελειώσεως ἀνῦσαι, ποθήσας εἰς Μάνδραν Βαλαάμ, προσῆλθες τὴν περίδοξον, ἧς Ὅσιος Ναζάριος, προΐστατο ὁ ἄριστος, ψυχῶν ἀλείπτης πρὸς θέωσιν.
Θεοτοκίον.
πέραγνε Κεχαριτωμένη, πρεσβείαις Ὁσίου Γερμανοῦ, ἀξίωσον τοὺς δούλους σου, ὁδὸν ἀνῦσαι δύσβατον, πρὸς πόλον τὴν ἀπάγουσαν, καὶ εὐφροσύνην αἰώνιον.

Κάθισμα. Ἦχος γ.' Θείας πίστεως.
Νέον καύχημα, Ὀρθοδοξίας, καὶ ἀγλάϊσμα, τῆς Ἐκκλησίας, Γερμανὲ ἰσαποστόλων ὡράϊσμα, καὶ νηπτικῶν ἀσκητῶν ἐγκαλλώπισμα, τῶν Ἀλεούτων ψυχὰς κατεφώτισας, ἀμαρύγμασι, συντόνων κατορθωμάτων σου, καὶ φέγγει θείων λόγων καὶ φθεγμάτων σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Καταφύγιον, ἐμπεριστάτων, παραμύθιον, τῶν θλιβομένων, καὶ χαρίτων οἰκητήριον πάνσεπτον, Θεογεννῆτορ ἁγνὴ ἀειπάρθενε, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, τοὺς τιμῶντάς σε, ἐν ὕμνοις φαιδροῖς καὶ ᾄσμασιν, ἐξ ὕψους δόξης Τόκου τοῦ πανσέπτου σου.

ᾨδὴ δ.' Ὁ καθήμενος ἐν δόξῃ.
εραποστόλων κλέος Γερμανὲ ὀσιώτατε, ἄχρι τελευτῆς σου ταπεινὸν ἐτήρεις τὸ φρόνημα, καὶ ζηλωτὴς τῆς Χριστοῦ πτωχείας ἔνθερμος, πέλων πάνσοφε, ἐπολιτεύσω ὡς Ἄγγελος.
Σὺν τῷ Ἰουβεναλίῳ Γερμανὲ ἱερώτατε, καὶ τῷ Ἰωάσαφ, ἔδραμες τῷ ἄρτῳ τῆς πίστεως, τῷ σωστικῷ διαθρέψαι κόσμου πέρατα, θείοις ῥήμασιν, ὑπείκων τοῦ ἡγουμένου σου.
λεούτων μαργαρίταις σῆς ψυχῆς κατεκόσμησας, νήσους καὶ σαπφείροις λόγων σου αὐτὰς πολυτίμητα, Ὀρθοδοξίας ἀνέδειξας κειμήλια, πάτερ Ὅσιε, τῶν Ἀποστόλων ὁμόζηλε.
Θεοτοκίον.
Παῦσον σάλον Ἐκκλησίας καὶ τὸν κόσμον εἰρήνευσον, Κεχαριτωμένη, εἰρηνάρχου Μῆτερ φιλόστοργε, Χριστοῦ συντρίψαντος κράτος πολεμήτορος, τῇ ἐκ μνήματος, Αὐτοῦ ἐγέρσει πρεσβείαις σου.
ᾨδὴ ε.' Ἐξέστη τὰ σύμπαντα.
σίων τοῖς βήμασιν, ἀκολουθήσας κλίμακα, Γερμανὲ ἀνῆλθες ἐν Ῥωσίᾳ, καὶ ἐν Ἀλάσκα, ἧς τὸν λαὸν πρὸς νομάς, κατηύθυνας λόγοις σου σεπτοῖς, γνῶσιν πρὸς σωτήριον, καὶ Ὀρθόδοξον φρόνημα.
Συνέσει κοσμούμενος, ἐκ χρόνων σου νεότητος, Γερμανὲ ἡσυχαστῶν ἀκρότης, σοφίας στῦλος, καὶ ἀρετῆς ἀκραιφνοῦς, θεμέλιος πέφηνας στεῤῥός· ὅθεν πάντες σέβομεν, τὴν πανέορτον μνήμην σου.
Ταῖς νήσοις ἐπλούτισας, τῶν Ἀλεούτων Ὅσιε, Γερμανὲ τῇ θήκῃ σῶν λειψάνων, τῇ ἐκβλυζούσῃ, θαυμάτων παντοδαπῶν, ὡς φρέαρ ἀκένωτον ἀεί, νάματα πανόλβιε, ἀσκητὰ θεοτίμητε.
Θεοτοκίον.
δὸν καθυπόδειξον, ἡμῖν Θεογεννήτρια, ἄγουσαν πρὸς δόμους οὐρανίους, τοῖς καθ' ἕκαστην, μελισταγέσιν ᾠδαῖς, ὑμνοῦσιν ὡς χάριτος πηγήν, συμπαθείας χείμαῤῥον, σὲ καὶ ῥεῖθρον χρηστότητος.

ᾨδὴ στ.' Τὴν θείαν ταύτην.
Λαόν, ἐν σκότει καθεύδοντα, Ἀλάσκας Γερμανὲ κατεφώτισας, λόγων πυρσεύμασι, καὶ ἀστραπαῖς διδαγμάτων σου, νεόφωτε λυχνία Χριστοῦ τῆς πίστεως.
ρθοδοξίας κεφάλαιον, καὶ τόμος Γερμανὲ ἄρτι πέφηνας, ὄντως θεόγραφος, χρηστοηθείας καὶ νήψεως· διό σε μελῳδοῦμεν πιστοὶ γηθόμενοι.
πὲρ πλησίον φωτίσεως, κατέλιπες τὴν πάτριον χθόνα σου, πνευματοφόρητε, καὶ τὴν Ἀλάσκαν κατέλαβες, ἧς σκοτομήνην λόγοις φαιδροῖς σου ἔλυσας.
Θεοτοκίον.
Οὐ παύω Θεογεννήτρια, εἰς πάντας τοὺς αἰῶνας γεραίρων σε, καὶ μακαρίζων σε, ὡς ἀρωγὸν εὐσυμπάθητον, καμνόντων καὶ ἑτοίμην πιστῶν βοήθειαν.












Κοντάκιον. Ἦχος πλ. δ.' Τῇ Ὑπερμάχῳ.
Τὴν φλόγα ἔχων ἀνημμένην θείας πίστεως, καὶ θερμαινόμενος πυρὶ τῆς τοῦ Παντάνακτος, κοινωνίας ἐν Ἀλάσκᾳ ψυχῶν τοὺς πάγους, Γερμανὲ τῶν νηπτικῶν πατέρων ἔκτυπον, καὶ κλεινὲ ἱεραπόστολε διέλυσας· ὅθεν κράζομεν· Χαίροις πάτερ πανόσιε.
Ὁ Οἶκος.
Ἄγγελε σαρκοφόρε, Γερμανέ, τῆς Ἀλάσκας λαὸν Ὀρθοδοξίας φωτίσας ἀστραπαῖς ἐν ἐσχάτοις καιροῖς, τῆς καρδίας ζόφωσιν ἡμῶν σκέδασον πιστῶς μεγαλυνόντων σε καὶ ᾄσμασι τερπνοῖς βοώντων·
Χαῖρε, ὁ θεῖος Ῥωσίας γόνος·
χαῖρε, ὁ νέος Ὁσίων λύχνος.
Χαῖρε, φωτιστὴς τῆς Ἀλάσκας φαιδρότατος·
χαῖρε, πολιστὴς τοῦ Βοῤῥᾶ ἐνθεώτατος.
Χαῖρε, ἔμψυχον ἀνάκτορον προσευχῆς καρδιακῆς·
χαῖρε, μέλαθρον χρυσότευκτον ἀγωγῆς μοναδικῆς.
Χαῖρε, τοῦ Ναζαρίου μαθητὴς τοῦ Ὁσίου·
χαῖρε, τοῦ γλυκυτάτου ἀσκητὴς Ναζωραίου.
Χαῖρε, λαμπὰς φαιδρὰ ταπεινώσεως·
χαῖρε, ψεκὰς λαῶν ἀναψύξεως·
Χαῖρε, ἀκρότης ἱεραποστόλων· χαῖρε, φαιδρότης κηρύκων ἐνθέων.
Χαίροις, πάτερ πανόσιε.



















Συναξάριον.
Τῇ ΙΕ΄ του αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Γερμανοῦ, τοῦ φωτιστοῦ τῆς Ἀλάσκας.
Ῥίζα ὁσία, καρποὺς Ὀρθοδοξίας,
Γερμανέ, ἐξήνεγκας ἐν τῇ Ἀλάσκᾳ.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Γερμανὸς ἐγεννήθη ἐν τῇ πλησιοχώρῳ τῆς Μόσχας πόλει Σερπούκωφ ἐν ἔτει 1756 μ. Χ. Σὺν τῇ προόδῳ τῆς ἡλικίας ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἡ πανσθενὴς τοῦ Κυρίου χάρις ἐνίσχυε αὐτὸν πρὸς ἀρετῆς τελείωσιν. Ἐκ τῶν πρώτων νεανικῶν αὐτοῦ χρόνων ἠσπάσθη τὸν μοναχισμὸν συναριθμηθεὶς τοῖς ἀζύγοις τοῦ ἐν Πετρουπόλει μετοχίου τῆς Ἁγίας Τριάδος τῆς Λαύρας τοῦ Ἁγίου Σεργίου. Ἐν αὐτῷ δι' ἄκρας ὑπακοῆς, καρδιακῆς ἀενάου προσευχῆς καὶ διακριτικῆς ἀσκήσεως ἔθηκε τάς βάσεις τῆς μετέπειτα ἀγγελικῆς αὐτοῦ πολιτείας. Μετὰ παραμονὴν ἓξ ἐτῶν ἐν τῷ Μετοχίῳ αὐτῷ ὁ Ὅσιος Γερμανός, ἐν ᾧ ἐδέξατο τὴν ἰαματικὴν ἐπίσκεψιν τῆς Κυρίας Θεοτόκου, ἀνεχώρησε διὰ τὴν Μονὴν Βαλαάμ, τὴν εὑρισκομένην ὑπὸ τὴν ἀπλανῆ καθοδήγησιν τοῦ Ὁσίου αὐτῆς καθηγουμένου Ναζαρίου. Το διάχυτον ἄρωμα τῆς Ὀρθοδοξίας ἐν ἐκείνοις τοῖς χρόνοις καὶ τὸ ἁγιοπνευματικὸν μύρον τῆς φιλοκαλικῆς ἀνακαινίσεως τοῦ μοναχισμοῦ ἐν 'Ρωσίᾳ καθήδυναν τὴν ἀγαπῶσαν καρδίαν τοῦ Ὁσίου Γερμανοῦ καὶ τὴν ὤθησαν εἰς ἀδιάλειπτον καρδιακὴν προσευχήν. Ὃ Ἅγιος Γερμανὸς ἂν καὶ σαφῶς νεώτερος τοῦ ἀνακαινιστοῦ Ὁσίου Παϊσίου, τοὐπίκλην Βελιτσκόφσκυ, εἶχε πλήρη πνευματικὴν ἐπαφὴν μετὰ τῶν μαθητῶν αὐτοῦ καὶ μετὰ τοῦ αὐτοῦ ὁμοψύχου, Ὁσίου Γέροντος Ναζαρίου. Οὕτω ἡ ἐπιῤῥοὴ τοῦ Παϊσιανικοῦ ῥεύματος ἦτο ἄμεσος καὶ καταλυτικὴ διὰ τὸν νεαρὸν τότε ἀσκητὴν Γερμανόν, τὸν λαβόντα ἀπόφασιν, καθ' ὑπόδειξιν τοῦ αὐτοῦ Γέροντος, ἔργον ποιῆσαι εὐαγγελιστοῦ καὶ μεταβῆναι εἰς τὸν Νέον ὀνομαζόμενον Κόσμον πρὸς διάδοσιν τῆς Ὀρθοδόξου μαρτυρίας καὶ πίστεως τοῖς αὐτόχθοσι τῆς Ἀλάσκας. Ἡ ἱεραποστολικὴ συνοδεία τοῦ Ὁσίου Γερμανοῦ ἐγκατεστάθη ἐν τῇ νήσῳ Κόντιακ, τῇ διαχωριζομένῃ διὰ στενοῦ πορθμοῦ ἐκ τῆς νήσου Sρrυce, ἐν ᾗ αὐτὸς ἔκτισεν ἠσυχαστήριον καὶ τὴν μετενώμασε «Νέο Βαλαάμ», πρὸς ἐνθύμησιν τῆς ἀγαπητῆς αὐτῷ Μονῆς τῆς Ῥωσίας. Ἐκεῖ συνεδύαζε τὸν ἀγῶνα τῆς ἐσωτερικῆς τελειώσεως μετὰ τῆς ἱεραποστολικῆς δράσεως καὶ ἡ ἐπιῤῥοὴ αὐτοῦ τοῖς ταπεινοῖς αὐτόχθοσιν Ἀλεούτοις, ἀλλὰ καὶ τοῖς πλουσίοις ἐμπόροις ὑπῆρξε μεγίστη. Ἡ ἡσυχαστικὴ παράδοσις εὗρεν ἐν τῷ προσώπῳ τοῦ Ὁσίου Γερμανοῦ τὸν πρῶτον αὐτῆς ἰχνηλάτην ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ. Ἡ Φιλοκαλία τῶν νηπτικῶν πατέρων, τὸ εἰς αὐτὸν παραδοθὲν ψυχοτονωτικὸν βιβλίον ὑπὸ τοῦ Ἀββᾶ Ναζαρίου, ὑπῆρχεν οὐχὶ μόνον καθημερινὸν αὐτοῦ ἐντρύφημα ἀλλὰ καὶ ἡ πυξὶς τῆς ἡσυχαστικῆς αὐτοῦ ἀσκητικῆς πολιτείας. Ὁ Ἅγιος Γερμανὸς ἀποτελεῖ τὴν εὐγενικὴν ῥίζαν, τὴν βλαστήσασαν τὸ εὐῶδες ἄνθος τῆς Ὀρθοδοξίας εἰς ὅλον τὸν Νέον Κόσμον. Διὸ καὶ ὁ Κύριος ἠξίωσεν αὐτὸν δωρεῶν οὐρανίων καὶ θαυμάτων πλείστων ξενοτρόπων. Ὅτε ὁ καιρὸς τῆς ἀναλύσεως τοῦ Ἁγίου Γερμανοῦ ἔφθασεν, εἶχε ἤδη αὐτὸς ἀποκτήσει φήμην Ὁσίου. Διὰ χρονικὸν διάστημα μεγαλύτερον τῶν τεσσαράκοντα ἐτῶν ἒν τῷ ἀπερίττῳ αὐτοῦ κελλίῳ ἐπολιτεύσατο ἰσαγγέλως καὶ δοὺς αἷμα, ἵνα λάβῃ πνεῦμα, ἠναλώθη ἐν τῇ ἀγάπῃ τοῦ πλησίον καὶ ἐν τῇ προσφορᾷ πρὸς ὅλους τοὺς αὐτόχθονας Ἀλεούτους, ὧν πνευματικὸς πατὴρ καὶ ἰθύντωρ ἐχρημάτισε πρὸς ἀρετῆς ἀπόκτησιν καὶ σωτηρίαν. Τὸ χρυσόπλοκον στέφος τοῦ ἱεραποστόλου καὶ τοῦ Ὁσίου ἐδέξατο τῇ 15ῃ Νοεμβρίου τοῦ 1836 μ. Χ., ὅτε ἡ ἁγία αὐτοῦ ψυχὴ ἀνῆλθεν πρὸς τάς αἰωνίους μονάς, Ἀγγέλοις συνευφραίνεσθαι. Ἡμῖν κατέλιπε τὸ χαριτόβρυτον αὐτοῦ σκῆνος καὶ τάς μυροβόλους διδαχάς, τάς ἀποπνεούσας εὐωδίαν ἄῤῥητον οὐρανίας σοφίας. Ὁ Θεὸς τὸν γνήσιον αὐτοῦ φίλον, Ὅσιον Γερμανόν, ἀντεδόξασε μετὰ τὸν θάνατον αὐτοῦ διὰ πλήθους θαυμάτων. Οὕτως, ὁ ταχὺς βοηθὸς τῶν αὐτὸν ἐπικαλουμένων, συμφώνως ταῖς γραπταῖς μαρτυρίαις, ὄγκους ἀνιάτους ἀφανίζει, ἀσθενεῖς θεραπεύει, παραλύτους συσφίγγει καὶ ἑνὶ ἑκάστῳ πληροῖ τὰ δίκαια πρὸς σωτηρίαν αἰτήματα.



Τῇ αὐτῇ ἡμερᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν· Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου.
Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν,
καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος.
Τούτων, ὁ μὲν Σαμωνᾶς καὶ γουρίας ἤθλησαν ἐπὶ Διοκλητιανοῦ βασιλέως, καὶ Ἀντωνίνου δουκός· Γουρίας μὲν ὁρμώμενος ἀπὸ Σαργωκητίας κώμης, Σαμωνᾶς δὲ ἀπὸ Γανάδος. Διεβλήθησαν δέ, ὡς ἀναπείθοντες τοὺς ἀνθρώπους μὴ θύειν εἰδώλοις. Καὶ εὐθὺς ἀναρτῶνται ἀπὸ μιᾶς χειρὸς ἑκάτερος, τῶν ποδῶν αὐτῶν κάτωθεν λίθῳ βαρυνομένων. Καὶ ἔμειναν ἀπὸ ὥρας τρίτης ἕως ὥρας ἕκτης κρεμάμενοι. Εἶτα κατενεχθέντες, ἐν σκοτεινῷ τόπῳ τῆς φυλακῆς ἐναποῤῥίπτονται· καὶ τῷ ξύλῳ τοὺς πόδας περισφθιγχθέντες, ἔμειναν ἐκεῖ λιμῷ καὶ δίψει, καὶ δεσμοῖς πιεζόμενοι, τετραμηνιαῖον χρόνον. Μετὰ δὲ ταῦτα, ἐξαγαγόντες αὐτοὺς πάλιν οἱ διῶκται, τὸν μὲν Ἅγιον Σαμωνᾶν ἀναρτῶσι τοῦ ἑνὸς ποδός· καὶ τὸ γόνυ ἐξαρθωθείς, κατὰ κεφαλῆς ἀπὸ ὥρας δευτέρας ἕως πέμπτης κρεμᾶται. Τὸν δὲ Ἄγιον Γουρίαν ἐῶσιν, ὡς ἠμίθνητον ὑπάρχοντα, καὶ νεκροῦ οὐδὲν ἄμεινον ἐοικότα· καὶ τῇ ἕωθεν ἐξαγαγόντες, τὴν διὰ ξίφους τιμωρίαν οἱ διῶκται ἐπιφέρουσιν.
Ἄβιβος δέ, διάκονος ὢν τὴν τάξιν, ἐπὶ Λικινίου τοῦ βασιλέως διαβληθείς, ὡς διδάσκων τὰς χώρας καὶ κώμας τὸν λόγον τοῦ Κυρίου, κρεμασθεὶς τύπτεται· καὶ ἀφεθεὶς πάλιν ἐρωτᾶται· καὶ μὴ εἴξας τῷ θελήματι τοῦ τυράννου, τῷ πυρὶ παραδίδοται, ἱμάντα ἔχων ἐπὶ τοῦ στόματος δίκην φονέως. Καὶ οὕτως ἐτέλεσεν αὐτοῦ τὴν μαρτυρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἐλπίδιος, Μάρκελλος καὶ Εὐστόχιος, πυρὶ τελειοῦνται.
Πῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις,
ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε.
Ὁ μακάριος Ἐλπίδιος, εἷς τῆς Συγκλήτου Βουλῆς ὑπάρχων, καὶ τὰ μυστικὰ ἐπιστευόμενος πράγματα, καὶ νόμους γράφων, Χριστιανὸς ἐγνωρίζετο. Παραστὰς οὖν τῷ ἀποστάτῃ Ἰουλιανῷ, τρίχινον ἱμάτιον περιβάλλεται, σιδηροῦς τριβόλους ἐμπεπαρμένους ἔχων, ᾧ, πίσσης καχλαζούσης ἄνωθεν ἐπαλειφομένης, οἱ σιδηροῖ τρίβολοι ἡδραιοῦντο. Εἶτα τύπτεται κατὰ πᾶν μέρος τοῦ ἱματίου, καὶ ταῖς τῶν τριβόλων ἀκίσι τὰς σάρκας καταπείρεται. Καὶ βόθρῳ βληθείς, καχλάζοντι ὕδατι ἐπιχέεται, καὶ τὰς σάρκας κατακαίεται. Καὶ ἐκ πίσσης, καὶ στέατος, καὶ ἑτέρων τοιούτων, κολλητικῶν ἅμα καὶ καυστικῶν φαρμάκων, κρᾶμα ἐνσκευασάμενος ὁ παράνομος, καὶ σφόδρα ἐκκαύσας, ἐπαντλεῖσθαι τὰς κατατακείσας αὐτοῦ σάρκας προστάττει, καὶ δριμεῖς ἑτέρους χυμούς, μετὰ καὶ θείου ἀπύρου καὶ ἀσφάλτου συγκεκραμένους, ἐγχέεσθαι κατὰ τοῦ στόματος. Ἔπειτα ἵπποις ἀγρίοις καὶ ταύροις, σὺν ἅμα Εὐστοχίῳ καὶ Μαρκέλλῳ, δεσμεῖται πρὸς τὸ διασπασθῆναι· τὰ δὲ ἀκίνητα ἔμειναν. Καὶ ῥοπάλοις ἀγρίοις τὰ μέλη συντρίβονται· καὶ πυρὶ ἐναποῤῥιφθέντες, ἀφῆκαν τὰς ψυχὰς αὐτῶν εἰς χεῖρας Θεοῦ.
Λέγεται δὲ μετὰ ταῦτα, ἐν τῷ Καρμηλίῳ μὲν ὄρει τεθάφθαι αὐτῶν τὰ σώματα· βροντῶν δὲ καὶ ἀστραπῶν εὐθὺς γενομένων, τὸν Χριστὸν μετὰ δυνάμεως ἀγγελικῆς παραγενέσθαι, καὶ τοὺς Μάρτυρας ἀσπάσασθαι. Καὶ Εὐστόχιον μὲν καὶ Μαρκέλλον, μεταθῆναι εἰς ὃν εὐδόκησε τόπον· τὸν δὲ θαυμαστὸν Ἐλπίδιον, ζωῶσαί τε αὖθις καὶ παραθαῤῥῦναι, καὶ πρὸς ἀγῶνας δευτέρους παραπέμψαι· καὶ Ἰουλιανόν, θεασάμενον αὐτόν, ἐκπλαγῆναι, καὶ ἐκ τεσσάρων μὲν ἁπλωθῆναι προστάξαντα, ἀνενδότως δὲ μαστίζεσθαι, ὀξάλμῃ τε καταντλεῖσθαι, καὶ τριχίνοις ὑφάσμασι τοὺς μώλωπας ἀνατρίβεσθαι, καὶ ἐπ’ ἀνθρακιᾶς ζεούσης ἁπλωθῆναι, καὶ ἄνθρακας ἀνημμένους ἐπὶ τῇ κεφαλῇ αὐτοῦ τεθῆναι, καὶ ἐπὶ τοῦ βασανιστηρίου ξύλου ἀναρτηθῆναι, καὶ θυρεῷ σιδήρῳ, ἔχοντι κατὰ τὸ μεσαίτατον ὀπήν, τοῖς ὤμοις αὐτοῦ τεθῆναι, καὶ κόρακι σιδήρῳ κατὰ κεφαλῆς τύπτεσθαι, καὶ σώρευμα πυρὸς ἐπιτεθῆναι, ὡς τὰ αἰσθητήρια καυθῆναι. Καὶ τούτου γενομένου, πιστεῦσαι πολλοὺς ἐπὶ τὸν Χριστόν, καὶ τὰ εἴδωλα συντρίψαι, καὶ μετὰ ταῦτα καὶ εἰς κάμινον πυρὸς βληθῆναι, ἐν ᾗ τελευταῖον, ἀφῆκε τῷ Κυρίῳ τὸ πνεῦμα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κυντίωνος, ἐπισκόπου Σελευκείας
Tὴν δωρεὰν ηὔξησε Kυντιὼν θύτης,
εὖ δοῦλε γοῦν ἤκουσε. Tί τούτου πλέον;

Ἰουστῖνον ἄνακτα σὺν Θεοδώρα,
πρὸς οὐρανοὺς κέκληκε πάντων Δεσπότης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δημήτριος, ξίφει τελειοῦται.
Ὁ Δημήτριος, χειρὶ τμηθεὶς δημίου,
δήμοις ἀθλητῶν συγχορεύει Κυρίου.
Οὗτος, κατασχεθεὶς ἐπὶ Μαξιμιανοῦ καὶ Μαξιμίνου τῶν βασιλέων, καὶ Πουπλίου ἄρχοντος, πολλὰς βασάνους διὰ Χριστὸν ὑπέμεινε· καὶ τελευταῖον, ξίφει τὴν κεφαλὴν ἀποτέμνεται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων· Εὐψυχίου, Νεάρχου, Καρτερίου καὶ τῶν σύν αὐτῶν.

Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην,
ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ Βελιτσκόφσκυ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ.' Οὐκ ἐλάτρευσαν.
Στῦλε ἄσειστε, νηστείας, ταπεινώσεως, ἁγνείας, νήψεως, καρδιακῆς προσευχῆς καὶ δουλαγωγήσεως σαρκὸς γηΐνης σου, ἐπεστήριξας σῷ θείῳ παραδείγματι, Γερμανέ, τὸν Νέον Κόσμον.
λαρώτατε καὶ ἄγαν εὐσυμπάθητε ἱεραπόστολε, τῶν Ἀλεούτων πατὴρ φιλόστοργος πέφηνας καὶ ἱερώτατος, χαριτόβρυτε, διδάσκαλος φρονήματος Ὀρθοδόξου ἐν Ἀλάσκᾳ.
φιλόκαλος πατὴρ καὶ ἰσαπόστολος, ὅνπερ ὁ Κύριος πηγὴν θαυμάτων πολλῶν ἀνέδειξε, σήμερον τιμᾶται ᾄσμασιν πανευσχήμοσι παρὰ πιστῶν συστήματος, Γερμανὸς ὁ θεοφόρος.
Θεοτοκίον.
περένδοξε Παντάνασσα, ἁγίαζε τῶν ἀνυμνούντων σε τὰ ἔργα καὶ τὴν ζωὴν καὶ εὔθυνον πάντοτε τὰ διαβήματα πρὸς ἀπόκτησιν τῆς ἀρετῆς τῶν δούλων σου, Κεχαριτωμένη Μῆτερ.
ᾨδὴ η.' Παῖδας εὐαγεῖς.
νθος τῆς Ῥωσίας μυροβόλον, Μονῆς Βαλαὰμ εὐῶδες λείριον καὶ Ἀλάσκας ἴασμε, εὐωδίᾳ χάριτος τῆς θείας σου καθήδυνας πιστῶν ὁμήγυριν, ἐκθύμως, Γερμανέ, σὲ τιμῶσαν καὶ εκδεχομένην σὰς πρὸς Θεὸν πρεσβείας.
εραποστόλων κοσμιότης, θειότατε Γερμανέ, βραβεύων πόνους σου νυχθημέρους Κύριος Ὀρθοδόξου πίστεως διδάσκαλόν σε ἔδειξε καὶ ὑφηγήτορα ὁσίας βιοτῆς• ὅθεν πάντες σὲ ὑμνολογοῦμεν εὐτάκτως εἰς αἰῶνας.
Νήσων πολιστὴς τῶν Ἀλεούτων σεμνότατος, Γερμανὲ αἰδεσιμώτατε, πεφηνὼς ὠνόμασας νῆσον Σπροὺς τὴν σύσκιον εἰς Βαλαάμ, ἰσάγγελε, Νέον τῆς Μάνδρας σου εἰς μνείαν καὶ τιμὴν τῆς ἐνδόξου, ἀποστειλασάσης Βοῤῥᾶ λαὸν φωτίσαι.
Θεοτοκίον.
Εὔσπλαγχνε πανευϊλάτου Μῆτερ Θεοῦ, διαφύλαττε σῇ χάριτι γένος τὸ χριστώνυμον, μέλπον σε ἀείποτε ἡδύστοις μελῳδήμασι καὶ θεῖον Τόκον σου δοξάζον ὁλοθύμως, Παρθένε, Κεχαριτωμένη, μερόπων προστασία.

ᾨδὴ θ.' Ἅπας γηγενής.
Σθένος ἐκ Θεοῦ λαβὼν ἠκολούθησας ἐνδόξων βήμασιν Ἀποστόλων, Ὅσιε, και τῆς Ἀλάσκας λαὸν ἐφώτισας μαρμαρυγαῖς ῥημάτων σου, θεοφορούμενε, ἐν ἐσχάτοις, Γερμανέ, τοῖς ἔτεσι, καὶ σεπτῶν διδαχῶν σου πυρσεύμασι.
λεων ἡμῖν τὸν Κτίστην ἀπέργασαι, Θεὸν καὶ Κύριον, Γερμανὲ θεσπέσιε, τῶν ἀνυμνούντων τάς κακουχίας σου πρὸς πίστεως ἑδραίωσιν Χριστοῦ Ὀρθόδοξον εἰς τὴν χώραν Ἀλεούτων, Ὅσιε, καὶ εἰς Ἀμερικῆς χθόνα ἅπασαν.
Σκέπε, Γερμανέ, καὶ φύλαττε πάντοτε τοὺς ἀνυμνοῦντάς σε ἐκ βελῶν τοῦ δράκοντος, ἀεὶ τὸ γένος ἡμῶν πτερνίζοντος, καὶ στήριζε τοὺς κήρυκας Χριστοῦ τῆς πίστεως, κοπιῶντας διὰ τὴν εὐσέβειαν καὶ Χριστοῦ ἀληθείας διάδοσιν.
Θεοτοκίον.
Χάριτος πηγὴ ἀκένωτε, Δέσποινα, εὐχαῖς σου δρόσιζε τὰς αὐχμώσας, πάναγνε, ψυχὰς σῶν δούλων, Θεογεννήτρια, τῶν ἀνυμνούντων ᾄσμασι τὰ μεγαλεῖά σου καὶ ζητούντων θείαν προστασίαν σου καὶ ἑτοίμην ἐν βίῳ βοήθειαν.





Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν τοῦ Χριστοῦ τὸ ποίμνιον τὸ λογικὸν αὐξήσαντα, ἱεραπόστολον θεῖον Ἀλάσκας μέλψωμεν ὕμνοις ὡς ἀσκητὴν φιλόκαλον καὶ φωτιστὴν περίδοξον τῶν Ἀλεούτων κράζοντες• Φῶς, Γερμανέ, Νέου κόσμου ὤφθης ἐν χρόνοις ἐσχάτοις.
Θεοτοκίον.
Φωτὸς κατοικητήριον ἀδύτου, Μητροπάρθενε, ἡμῶν παθῶν σκοτομήνην μεγαλυνόντων σε πόθῳ διάλυσον πρεσβείαις σου πρὸς Φωτοδότην Κύριον, καὶ ἦμαρ ἐξανάτειλον ἡμῖν ταχὺ ἀπαθείας χρυσοφαές, Θεοτόκε.

Αἶνοι. Ἦχος πλ. δ.' Ὢ, τοῦ παραδόξου θαύματος !
Πάτερ Γερμανέ, πανόσιε, Ἀλάσκας ὁ φωτιστής, Νέου Κόσμου διδάσκαλε καὶ ἱεραπόστολε θαυμαστὲ καὶ ἀκάματε• Ὀρθοδοξίας ἄσειστον ἔρεισμα καὶ ταμιοῦχε τῆς θείας χάριτος, πρῶτος ἐκήρυξας θεῖον Εὐαγγέλιον Ἀμερικῆς εἰς μεγάλην ἤπειρον, ἥνπερ ἠλλοίωσας.

Πάτερ Γερμανέ, ἀκένωτον τῶν ἰαμάτων πηγὴν τὸ σὸν λείψανον ἔδειξεν ὁ δοξάζων Κύριος εἰς Αὐτὸν τοὺς πιστεύοντας• ἰᾷ γὰρ πάθη ψυχῶν δυσίατα, σαρκὸς διώκεις τὰ ἀσθενήματα καὶ δίδως ἅπασιν ἄμφω τὴν ὑγίειαν τοῖς εὐλαβῶς ἰατρὸν ὡς τάχιστον ἀνευφημούντων σε.

Σκεῦος Παρακλήτου εὔχρηστον, ὁ ἡσυχίαν φιλῶν ἐκ νεότητος χρόνων σου, Ναζαρίου ῥήμασι τοῦ σεπτοῦ ἡγουμένου σου ὑπείκων ἦλθες κηρῦξαι Κύριον εἰς Ἀλεούτους, τὸν πάντας σῴζοντα, καὶ στῆσαι τρόπαιον Ὀρθοδόξου πίστεως εἰς τὸν Βοῤῥᾶν, Γερμανὲ θειότατε, πατέρων κλέϊσμα.

Δεῦτε, Γερμανὸν φιλόκαλον, ἡσυχαστὴν θαυμαστόν, ἀπαθείᾳ κοσμούμενον, ταπεινώσει, δάκρυσιν, ἀσιτίᾳ, στερήσεσι καὶ νήψει ὕμνοις ἐγκωμιάσωμεν καὶ ὁλοθύμως αὐτῷ βοήσωμεν· Πάτερ παγκόσμιε, ὁ βαδίσας ἴχνεσι τῶν θεαυγῶν Ἀποστόλων, Κύριον ἡμῖν ἱλέωσαι.

Δόξα. Ἦχος πλ. α.'
Ὡς νοητὸς εὐσεβείας ἥλιος ἀρτιφανῶς Ἀλεούτων ἐν νήσοις ἀνέτειλας καὶ τῆς ἀγνωσίας τοὺς πάγους κατέτηξας θερμαντικοῖς, Γερμανὲ Ὅσιε, λόγοις σου· ὅθεν ὡς θερμαντῆρα πίστεως καὶ φωτιστὴν λαῶν τιμῶντές σε τάς εὐχάς σου πρὸς Κύριον ἐκδεχόμεθα τὸν ἐκ τοῦ χειμῶνος τῆς φθορᾶς εἰς τὸ ἔαρ τῆς ἀφθαρσίας πάντας ἑλκύοντα.



Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις, ἄνθος Μάνδρας τοῦ Βαλαάμ, τὸ ἐν τῇ Ἀλάσκᾳ ἑξανθῆσαν ἀσκητικῶς, Γερμανέ, καὶ πᾶσαν μυρίσαν οἰκουμένην ὀδμαῖς σεπτῶν καμάτων καὶ θείων λόγων σου.





























ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως εἰς τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τό, Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς. Ἦχος δ '. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱεραπόστολον σεπτὸν τῆς Ἀλάσκας καρδιακῆς ὡς προσευχῆς καὶ ἀγάπης πρὸς πάντας ἐνδιαίτημα ψαλμοῖς ἱεροῖς, Γερμανὸν τὸν Ὅσιον, εὐφημήσωμεν πόθῳ, εὐσεβῶν συστήματα ἐκ μυχίων καρδίας, καὶ τὰς αὐτοῦ πρὸς Κύριον εὐχὰς τάς διαθέρμους πιστῶς αἰτησώμεθα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν' Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς: Γερμανέ, νήφειν καὶ ἀγαπᾶν ἀξίωσόν με. Χ.
ᾨδὴ α.' Ἦχος πλ. δ.' Ὑγρὰν διοδεύσας.
Γεράσμιε πάτερ, ὁ θεαυγῶς ἐκλάμψας συνέσει, ἐνασκήσει καὶ προσφορᾷ πρὸς πάντας καθεύδοντας ἐν σκότει τῆς ἀγνωσίας, κἀμοῦ ζόφον σκέδασον.
κβλάστημα τίμιον, Γερμανέ, Ῥωσίας, ὁ ῥόδα ἐξανθήσας ἡδυτερπῆ Χριστοῦ ἀγαπήσεως, παθῶν μου τὴν δυσωδίαν λιταῖς σου διάλυσον.
ανίσιν ἱδρώτων σου, Γερμανέ, Ἀλάσκας τὴν χθόνα ὁ ἀρδεύσας, σῶν ἱκετῶν κατάρδευσον χεύμασι καρδίας ἁμαρτιῶν τὰς αὐχμώσας ἐκ καύματος.
Θεοτοκίον.
Μυράλειπτρον εὔοσμον, Μαριάμ, ἁγνείας, σοὺς δούλους, τοὺς ἀσώτους καὶ μυσαρούς, ὑπάλειψον μύρῳ σῆς ἀγάπης τοῦ Γερμανοῦ τοῦ σεπτοῦ παρακλήσεσι.













ᾨδὴ γ.' Οὐρανίας ἁψῖδος.
παθείας πυξίον, τοῦ Βαλαὰμ καύχημα της Μονῆς καὶ νήψεως στῦλε, ῥάβδῳ δεήσεων θεοπειθῶν, Γερμανέ, τῶν σῶν χοροὺς ἱκετῶν σου στήριζε ἀείποτε, πάτερ παγκόσμιε.
Νήσων Ἀλεουτίων θεοειδὲς ἔνοικε, Γερμανέ, πτωχῶν αὐτοχθόνων ἄγρυπνε πρόμαχε, ὑπερμαχεῖν εὐσεβῶν μὴ διαλίπῃς στενόντων ἐν τοῦ βίου κλύδωσι καὶ περιστάσεσι.
τοιμότατε ῥῦστα ἐξ ἐχθρικῆς μήνιος, Γερμανέ, τῶν σοὶ προστρεχόντων, σκέπε ἀείποτε τοὺς μελῳδοῦντας φαιδρῶς σοὺς ἐν 'Ἀλάσκᾳ καμάτους πρὸς Χριστοῦ τῆς πίστεως, πάτερ, διάδοσιν.
Θεοτοκίον.
Νεκρωθέντα με, Μῆτερ, ταῖς ἠδοναῖς ζώωσον, Κεχαριτωμένη Παρθένε, αὔρᾳ δεήσεων σῶν μητρικῶν πρὸς Χριστόν, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον, ὃν ἀφράστως ἔτεκες, Θεογεννήτρια.
Ἀνάτειλον τοῖς ἐν τῷ σκότει καθεύδουσιν ἁμαρτίας, φωτοπάροχε Γερμανέ, τὸ φῶς ἐπιγνώσεως, εἰρήνης, συνέσεως καὶ ἀγάπης.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β.' Πρεσβεία θερμή.
Σεργίου Μονῆς Ἁγίου, Σάρωφ, Ὄπτινα καὶ τοῦ Βαλαὰμ πατέρων ἰσοστάσιε, Γερμανὲ ἱερωτατε, Ἀποστόλων τῶν θείων ἑπόμενε, ἀκολουθῆσαι τρίβοις σου σεπτοῖς ἡμᾶς πρὸς τελείωσιν ἀξίωσον.

ᾨδὴ δ.' Εἰσακήκοα, Κύριε.
Ῥωσία σεμνύνεται, Γερμανὲ θεόσοφε, τοῖς σπαργάνοις σου, ἡ Ἀλάσκα τοῖς ἀγῶσί σου καὶ ἡμεῖς τῇ θείᾳ ἀντιλήψει σου.
Φυτοκόμε χρηστότητος, Γερμανέ, δρεπάνῃ σῆς θείας χάριτος ἁμαρτάδων τὰ ζιζάνια σύγκοψον ἡμῶν, μακαριζόντων σε.
Εὐσεβῶν καταφύγιον, Γερμανέ, ἀκέστορ καὶ παραμύθιον ὀρφανῶν, ἐκδυσωποῦμέν σε· φύλαξ ἴσθι πάντων τῶν τιμώντων σε.
Θεοτοκίον.
θυνόν με, Μητρόθεε, πρὸς ὁδὸν ἀπάγουσαν εἰς τὴν ἄληκτον σὺν Χριστῷ μακαριότητα, τῷ μονογενεῖ, Παρθένε, Τόκῳ σου.






ᾨδὴ ε. Φώτισον ἡμᾶς
Νίκας κατ΄ ἐχθρῶν, Γερμανὲ πνευματοφόρητε, νοητῶν τῶν πτερνιζόντων εὐσεβεῖς δίδου πᾶσιν ἀκλινῶς σε μεγαλύνουσι.
Κόπασον παθῶν τρικυμίας τῶν προσφύγων σου, Γερμανὲ ἱεραπόστολε, σεμνὲ τῆς Ἀλάσκας καὶ διάκοσμε τῆς πίστεως.
Αἴρων τοῦ Χριστοῦ, Γερμανὲ, Σταυρὸν κατήντησας, εἰς ἐπάλξεις θεϊκάς, ἔνθα Αὐτὸν δυσωπεῖς ὑπὲρ ἡμῶν ἀνευφημούντων σε.
Θεοτοκίον.
λεων ἡμῖν σὸν μονογενῆ ἀπέργασαι Τόκον, ἄχραντε Παρθένε, τοῖς λαμπρῶς μεγαλύνουσι πληθὺν τῶν θαυμασίων σου.

ᾨδὴ στ΄ Τὴν δέησιν.
σθένειαν τὴν ἡμῶν ἐπίσκεψαι, Γερμανέ, καὶ πρεσβειῶν σου φαρμάκῳ κούφισον ἄλγη δυσίατα πάντων τῶν μελῳδούντων ἀόκνους καμάτους σου πρὸς φωτισμὸν τῶν ἐν σκιᾷ ἀγνωσίας κειμένων, θειότατε.
Γηθόμενοι καθ' ἑκάστην μέλποντες, Γερμανὲ ἱεραπόστολε, πόνους τοὺς νυχθημέρους σου πρὸς ἀπαθείας καὶ τελειώσεως κτῆσιν κραυγάζομεν· Νήψεως δεῖξον σωστικὴν ἀτραπὸν τοῖς ζητοῦσι σὴν εὔνοιαν.
Αἰτούμενοι, Γερμανέ, πρεσβείας σου, ἵνα κλίμακα καλῶς ἀναβῶμεν τῶν ἀρετῶν, ἀσκητὰ θεοφόρε, ἀνευφημοῦμεν ᾠδαῖς πανευσχήμοσι τὴν ἀκραιφνῆ σου βιοτὴν καὶ ἀγάπην πρὸς πάντας τοὺς στένοντας.
Θεοτοκίον.
Πανύμνητε, Θεοτόκε Δέσποινα, γλυκασμὲ τῶν φωτομόρφων Ἀγγέλων καὶ χαρμονὴ μεροπείου τοῦ γένους, τοῦ Γερμανοῦ τοῦ σεπτοῦ παρακλήσεσιν, ἡμῶν ζωῆς τῶν λυπηρῶν τὴν πικρίαν σῇ χάριτι γλύκανον.
Ἀνάτειλον τοῖς ἐν τῷ σκότει καθεύδουσιν ἁμαρτίας, φωτοπάροχε Γερμανέ, τὸ φῶς ἐπιγνώσεως, εἰρήνης, συνέσεως καὶ ἀγάπης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β.' Τοῖς τῶν αἱμάτων σου.
Τῶν Ἀποστόλων βαδίζων τὰ βήματα εἰς τὴν Ἀλάσκαν Χριστοῦ πίστιν σῴζουσαν ἐκ τῆς φθορᾶς, Γερμανέ, διεκήρυξας, ὁ νῦν Αὐτὸν δυσωπῶν δοῦναι ἅπασιν ἰσχὺν σοῖς ἱκέταις καὶ δύναμιν.






Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον κατὰ Λουκᾶν Κεφ. στ' 17 - 33. Ζήτει τῇ Παρασκευῇ τῆς Β ' Ἑβδομάδος: Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β.' Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με, ὁ Θεός...
Μάκαρ ἰσαπόστολε, ὁ φωτιστὴς Ἀλεούτων, Γερμανὲ ἀοίδιμε, γῆς Ῥωσίδος βλάστημα εὐκλεέστατον, σθένει δεήσεως σῆς ὁ καταπαύσας τρικυμίαν τὴν πανώλεθρον καὶ τὴν ἀγέλην σου σώσας, θεοφόρε, τὴν ἔλλογον, ἡμῶν παθῶν κατάστειλον δίνην χαμαιζήλων σῇ χάριτι καὶ τὴν σὴν εἰρήνην κατάπεμψον ἡμῖν τοῖς εὐλαβῶς ἐπιτελοῦσι τὴν μνήμην σου, πάτερ, τὴν πανσέβαστον.

ᾨδὴ ζ.' Οἱ ἐκ τῆς Ἰουδαίας.
λεούτων τοὺς δήμους, Γερμανέ, ὁ φωτίσας αὐγαῖς ῥημάτων σου, τῶν Ὀρθοδόξων, σκότη ἑξάλειψόν μου τάχος ἐγκλημάτων καὶ θλίψεων καὶ πρὸς ὁδὸν ἀρετῆς εὐθεῖαν ἴθυνόν με.
Ναζαρίου Ὁσίου, Βαλαὰμ προεστῶτος Μονῆς τοῦ ἔμφρονος ὁ μαθητὴς ὁ σώφρων, τοὺς σὲ ὑμνολογοῦντας, Γερμανὲ θεῖε, δίδαξον τηρεῖν πιστῶν ἐντολὰς τάς σωστικὰς Κυρίου.
σκητῶν φιλοκάλων, Γερμανέ, Παϊσίου σοφοῦ ἀκόλουθε τοῖς τρόποις, σοῖς ἱκέταις ἀπάθειαν καὶ νῆψιν ἐπιβράβευσον ᾄσμασι καὶ μελιῤῥύτοις ᾠδαῖς νῦν μακαρίζουσί σε.
Θεοτοκίον.
Ξύλου ἐπαπολαύειν τῆς ζωῆς, Θεοτόκε, ἡμᾶς ἀξίωσον ἐν κήπῳ οὐρανίῳ τοὺς σὲ ὑμνολογοῦντας ὥσπερ ξύλον ἀθάνατον, φέρων τῷ κόσμῳ καρπόν, τὸν Κύριον τῆς δόξης.

ᾨδὴ η.' Τὸν Βασιλέα.
δρώτων ῥείθροις ὁ καταρδεύσας τάς νήσους, Γερμανέ, Ἀλεούτων, ψυχῆς μου βόρβορον ὑσσώπῳ τῶν πρεσβειῶν σου πλῦνον.
ς Παρακλήτου τοῦ πανσθενοῦς σκεῦος, πάτερ Γερμανέ, χαρμονῆς τὰς καρδίας πλῆσον ἱκετῶν σου, τάς δυσθυμίας πλήρεις.
Σοῦ τοὺς καμάτους, ὑπομονὴν ἐν τῷ ψύχει, Γερμανέ, καὶ τῇ πείνῃ τιμῶντες πίστει ἐκζητοῦμεν τὰς πρὸς Θεὸν λιτάς σου.
Θεοτοκίον.
Οἱ νῦν τιμῶντες τοῦ Γερμανοῦ θείους ἄθλους δυσωποῦμέν σε· Θεογεννῆτορ, πλῆσον εὐλογίας ἡμᾶς τῆς τοῦ Υἱοῦ σου.
ᾨδὴ θ.' Κυρίως Θεοτόκον.
Νῦν δῆμοι χριστωνύμων, Γερμανέ, σὴν μνήμην ἐπιτελοῦντες πιστῶς ἐκδεχόμεθα τὰς πρὸς Θεὸν ἱκεσίας τάς ἀσιγήτους σου.
Μετὰ τοῦ Ναζαρίου, Σεραφεὶμ τοῦ Σάρωφ, Σεργίου νῦν, Γερμανέ, καὶ τῆς Ὄπτινα Ὁσίων σὲ ἀνυμνοῦμεν ἡμῶν ὡς ἔφορον.
Εὐλόγει οὐρανόθεν σὲ τοὺς ἀνυμνοῦντας νῦν, Γερμανέ, καὶ τὰ ἔργα ἁγίαζε τῶν προστρεχόντων ἐν πίστει τῇ προστασίᾳ σου.
Θεοτοκίον.
Χριστοῦ τοῦ Ζωοδότου πέμψον οὐρανόθεν καὶ σοῦ Υἱοῦ ἐφ' ἡμᾶς, Μητροπάρθενε, τῶν οἰκτιρμῶν καὶ ἐλέους πλοῦτον τὸν ἄμετρον.

Ἄξιόν ἐστι.... καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ἄνθος Μάνδρας τοῦ Βαλαάμ, τὸ ἐν τῇ Ἀλάσκᾳ ἐξανθῆσαν ἀσκητικῶς, Γερμανέ, καὶ πᾶσαν μυρίσαν οἰκουμένην ὀδμαῖς σεπτῶν καμάτων καὶ θείων λόγων σου.
Χαίροις, τῶν πενήτων καὶ ὀρφανῶν ταχινὸς προστάτης καὶ ἁπάντων ὁ ἀρωγὸς τῶν δεινῶς στενόντων ὑπὸ ζυγὸν δουλείας, ὦ Γερμανέ, πατέρων θείων καλλώπισμα.
Χαίροις, θεοφώτιστε Γερμανέ, τῆς φιλοκαλίας και τῆς νήψεως ζηλωτά, χαίροις, ἀκτησίας, λιτότητος, ἁγνείας καὶ ταπεινοφροσύνης εὖχος ἀτίμητον.
Σκέπε καὶ ἁγιάζε, Γερμανέ, δήμους Ἀλεούτων καὶ χορείας τῶν εὐσεβῶν πάσης οἰκουμένης τῇ σῇ ἐπιστασίᾳ Σταυροῦ σεπτοῦ δυνάμει, ἱεραπόστολε.
Γόνε τῆς Ῥωσίας περιφανές, ὁ Χριστὸν φιλήσας ἡλικίας ἐξ ἁπαλῆς καὶ Αὐτοῦ κηρύξας, ὦ Γερμανέ, τὴν κλῆσιν τὴν θείαν ἐν Ἀλάσκᾳ, ὄντως δεδόξασαι.
Παῦσον τρικυμίας ἡμῶν παθῶν σαῖς θερμαῖς πρεσβείαις πρὸς τὸν Ὕψιστον, Γερμανέ, ὁ τὴν τρικυμίαν μετὰ σεισμὸν θαλάσσης εὐχαῖς σου καταστείλας, πάτερ ἰσάγγελε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.








Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἢν ψάλλομεν τὸ ἑξῆς· Ἦχος β.' Ὅτε ἐκ τοῦ Ξύλου.
Ῥῦσαι τρικυμίας τῶν παθῶν καὶ τῆς δίνης ἀμπλακημάτων, θεοειδὲς Γερμανέ, τὸν θερμῶς προσφεύγοντα τῇ ἀντιλήψει σου καὶ βοῶντα ἐκ πίστεως· Ἱεραποστόλων τῆς Ἀλάσκας κλέϊσμα, ὁ λυτρωσάμενος νῆσον Ἀλεούτων ἐκ δίνης παλλιροϊκῆς, οὐρανόθεν σπεῦσον βοηθῆσαι τοῖς τιμῶσι σέ.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου