Δευτέρα 20 Αυγούστου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 10. ΓΕΡΩΝ ΤΥΧΩΝ ΑΓΙΟΡΕΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ 10!!
ΤΥΧΩΝ ΑΓΙΟΡΕΙΤΗΣ ΚΑΨΑΛΑΣ
Γέροντας π. Παϊσίου
(δὲν ἔχει γίνει ἁγιοκατάταξη)
(Χ. Μ. Μπούσιας)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἰστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ῥωσίας ἐκβλάστημα λαμπρόν, χάριν προσκυνήσεως, σεπτῶν Μονῶν τῆς πατρίδος σου, ἐν σῇ νεότητι, ὧρες ὡδοιπόρεις, ἔχων τὴν Παντάνασσαν, Κυρίαν συνοδίτιν σου Ὅσιε, Τύχων τρισόλβιε, θαυμασίως ἄρτον δοῦσάν σοι, ἵνα πεῖναν, κορέσῃς σαρκίον σου.

Νηστείᾳ ἐνθέρμῳ προσευχῇ, κλίσεσι γονάτων σου, καὶ ἀγρυπνίᾳ τον βίον σου, Τύχων μακάριε, ἐν Ἁγίῳ Ὄρει, ἤνυσας ἀσκούμενος, ἀρτίως ἔτη ὅλον ἑξήκοντα, καὶ ἀνεπτέρωσας, τὸν σὸν νοῦν πρὸς τὸν γλυκύτατον, Ζωοδότην, Χριστὸν τὸν φιλάνθρωπον.

Τοὺς τρόπους ζηλώσας ἀσκητῶν, Ἰορδάνου ἔρημον, ἀρετοτρόφον καὶ Σίναιον, ὄρος θεόφιλε, Τύχων ἐπεσκέψω, ἔνθα ὥσπερ μέλισσα, τὸ μέλι ἀρετῆς τὸ ἡδύγευστον, Πάτερ ἐτρύγησας, ἐκζητούντων τὴν τελείωσιν, τὸ γλυκαῖνον, καρδίας καὶ θέωσιν.

Δακρύων σεπτῶν τοὺς ὀχετούς, Καρουλίων ἔρημον, καὶ τῆς Καψάλας ἡγίασας, Τύχων θεσπέσιε, σὺν σεπτῷ κελλίῳ, Μύρων τοῦ προΐστορος, καὶ πάντας κοσμικοὺς καὶ μονάζοντας, Πάτερ ἀνέπαυσας, τοῖς σοῖς λόγοις καὶ τῇ χάριτι, σοὶ οἰκούσης, Χριστοῦ ἀναστάσεως.

Δόξα. Ἦχος β΄.
Τὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ δοξολογοῦντα τὸν Κύριον, καὶ πάντας διδάσκειν Αὐτοῦ τὸ κράτος δοξάζειν, Τύχωνα τὸν Ἁγιορείτην ἀσκητὴν ἀνυμνήσωμεν. Οὗτος γὰρ ὡς ὄρνις, πρὸς τὸν προνοοῦντα ὑπὲρ αὐτοῦ τὰς χεῖρας ἐξέτεινε, καὶ ψυχῆς τὰ ὄμματα ἀπαύστως ἀνέτεινεν, ἰσαγγέλως οὖν πολιτευσάμενος, καὶ χαρᾶς ἀξιωθεὶς τῶν Ἀγγέλων, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύει, τῶν ἐκτελούντων ἐκ πόθου αὐτοῦ τὴν πανήγυριν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις κακοποιόν, ἐκθύμως συγχωρήσας, ἐλθόντα σε ληστέψαι, ἀγάπης ἐκμαγεῖον, ἐμπράκτου Τύχων Ὅσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σκεῦος ὡς καθαρόν, τοῦ θείου Παρακλήτου, κατηξιώθης Τύχων, ἐσόμενα προβλέπειν, καὶ ὥραν σῆς κοιμήσεως.


Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ὁ Χερουβείμ, καὶ Σεραφεὶμ ὑμνοῦντα, θεώμενος τὸν Κτίστην, ἐν ὥρᾳ Λειτουργίας, τῆς θείας Τύχων ἔνθεε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς Ὑπεραγία, ἐκραύγαζεν ὁ Τύχων, ὁ θεῖος καθ’ ἑκάστην, ἐν πάσαις περιστάσεσι.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἴωμεν οἱ πιστοί, δοξάζοντες τὴν Κόρην, ἐτέχθη γὰρ ἐκ στείρας, τὴν στειρωθεῖσαν φύσιν, ἡμῶν ἀνακαινίζουσα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Ῥωσίας φωστῆρα νεολαμπέστατον, καὶ τοῦ Ἁγίου Ὄρους, ἐρημιῶν οἰκιστήν, τὸν ἁπλουν καὶ ταπεινὸν ἀνευφημήσωμεν, Τύχωνα ὥσπερ θεαυγῆ, ἀσκητὴν ἀεὶ Θεόν, δοξάζοντα ἐκβοῶντες· τυχεῖν εὐκλείας ἀλήκτου, τοὺς σὲ τιμῶντας καταξίωσον.
Δόξα... Καὶ νῦν ... Τῆς ἑορτῆς
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀπόλυσις.








ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Προπτωτικὰς καταστάσεις ἐβίως Ὅσιε, ἐν τοῖς δρυμοῖς τοῦ Ἄθω, τοῖς θηρσὶν τοῖς ἀγρίοις, καὶ πᾶσι τοῖς σκορπίοις καὶ ἑρπετοῖς, Τύχων συναυλιζόμενος, ὡς οἱ προπάτορες πάλαι ἐν τῇ Ἐδέμ, Παραδείσῳ γλυκυτάτῳ σου.

Πρὸ τῆς σεπτῆς τελευτῆς σου Τύχων ηὐλόγησας, σὸν τέκνον κατὰ πνεῦμα, τῇ ἰδίᾳ χειρί σου, Παΐσιον τὸν θεῖον ἐν ἀσκηταῖς, μεθ’ οὗ νῦν τὸν Παντάνακτα, ὑμνεῖς ἀπαύστως θεόφρον καὶ δυσωπεῖς, ὑπὲρ πάντων τῶν τιμώντων σε.

Πρὸς τὸν Θεὸν παῤῥησίαν μεγίστην ἔσχηκας, ὡς τηρητὴς παμμάκαρ, τῶν Αὐτοῦ ἐνταλμάτων, διὸ καὶ σοῦ ἐκπλήρου τάχος Αὐτός, τὰ αἰτήματα Ὅσιε, ὁ τοῖς ζητοῦσι παρέχων ταῖς σαῖς λιταῖς, Τύχων ἅπαντα τὰ πρόσφορα.

Ὅτε ποτὲ εἰς τὸν κόσμον, ἄκων ἐπέστρεψας, ἐκ τῆς ἀσκητικῆς σου, καλιᾶς τῆς ἐν Ἄθῳ, τῆς πόλεως οἰκίας καὶ τὰς ὁδούς, ὡς δρυμῶνα δασύσκιον, Τύχων παμμάκαρ ἑώρας καστανεῶν, δι’ ὀμμάτων τῶν βροτείων σου.

Τὴν ἐν Κυρίῳ πτωχείαν ἐκ σῆς νεότητος, τῶν χρόνων ἀγαπήσας, ἀκτησίας στρουθίον, φιλέρημον ἐπώφθης Τύχων σοφέ, διανοίγων τὰς πτέρυγας, ψυχῆς σου ἵνα πετάσῃ πρὸς τὸν Χριστόν, ἐν δραξὶ τὰ πάντα ἔχοντα.

Τὸν ἐλεήμονα πρᾶον ἀφιλοχρήματον, μεστὸν ἀγάπης θείας, καὶ πλησίον ἐκθύμως, τιμήσωμεν ἐν ὕμνοις ὡς προσευχῆς, νοερᾶς ἐργαστήριον, βοῶντες· πρέσβευε Τύχων ὑπὲρ ἡμῶν, τῶν ποθούντων βίον κρείττονα.

Δόξα. Ἦχος πλ. β΄.
Ἐν ταπεινώσει διαδραμόντα τὸν προκείμενον ἀγῶνα, καὶ μνήμην διηνεκῶς σχόντα θανάτου, Τύχωνα τὸν θεοφρούρητον ἐγκωμιάσωμεν. Οὗτος γὰρ φλεχθεὶς ὑπὸ τοῦ θείου ἔρωτος, ὑπερόπτης τῶν προσύλων ἁπάντων ἐγένου, καὶ τῶν φωτομόρφων Ἀγγέλων μιμητὴς καὶ ἰσοστάσιος. Διὸ καὶ σὺν Ἀγγέλοις νῦν εὐφραινόμενος, καὶ τὴν προσκυνητὴν Τριαδικὴν Θεότητα ὑμνῶν ἀπαύστως, οὐ παύει πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.


Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειράχ, τὸ Ἀνάγνωσμα (Κεφ. λε΄, 1-10)
Ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς. Ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως. Εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. Μὴ ὀφθῆς ἐν προσώπῳ Κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. Προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου. Θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. Ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον, καὶ μὴ σμικρύνης ἀπαρχὴν χειρῶν σου. Ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. Δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός. Ὅτι Κύριος ἀνταποδιδούς ἐστι καὶ ἑπταπλάσια ἀνταποδώσει σοι.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′. 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ἀνατεθεὶς τῷ Χριστῷ ἀπὸ νεότητος, τὴν μοναδικὴν τρίβον ἐβάδισας, καὶ πολιστὴς τῆς ἐρήμου γέγονας Τύχων μακάριε, καταλιπὼν γὰρ Ῥωσία τὴν σεμνυνομένην σοῖς σπαργάνοις, τῶν πάλαι Ὁσίων ἄρτι μιμητὴς ἐνθεώτατος ὤφθης ἐν πᾶσι. Δεξάμενος οὖν τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, καὶ καλῶς τὸν ἀγῶνα ἐν Ἄθωνι τελέσας, Χριστὸν ὑπὲρ ἡμῶν πρεσβεύεις πάντοτε.

Ἦχος β΄.
Ὡς μύρον εὐωδίας καὶ ὀσμὴν θυμιάματος ὁ Κύριος ἐδέξατο, τὰς παννύχους στάσεις σου, τὴν ἀδιάλειπτον Αὐτοῦ δοξολογίαν, καὶ ἡσυχίας σου τὴν σιωπήν, Τύχων Ὅσιε, ὅθεν χαρίτων θείων πληρώσας σε, πρὸς ἀρετὴν σοφώτατον ἀλείπτην ἀνέδειξε, καὶ πρακτικὸν χειραγωγὸν πρὸς ὁλοκλήρωσιν καὶ θέωσιν, ὁ ἀγαθόδωρος καὶ φιλάνθρωπος Κύριος. Αὐτοῦ οὖν τῆς δόξης κοινωνῶν ἀνακεκαλυμμένῳ προσώπῳ, ἀσιγήτως πρέσβευε καὶ ἡμᾶς ἀξιῶσαι, τῆς μελλούσης ἀπολαῦσαι τῶν οὐρανῶν ευκλείας, ἐν τῇ ἀλήκτῳ μακαριότητι.

Ἦχος γ΄.
 Ὡς φωστῆρα νεαυγέστατον ἡ τοῦ Χριστοῦ Ἐκκλησία, κτησαμένη σε Πάτερ Τύχων, ταῖς τῶν ἀρετῶν σου καὶ πρεσβειῶν σου ἀκτῖσι φωταγωγεῖται. Σὺ γὰρ τοὺς πάλαι ἀσκητὰς μιμησάμενος, Παϊσίου τοῦ νεοφανοῦς γέγονας ὑπόδειγμα ὁσιότητος, καὶ τῶν ἐν Ἄθῳ ἀσκουμένων πατέρων τύπος καὶ κλέϊσμα, ὁλοφώτων οὖν σκηνωμάτων κληρονόμος γενόμενος, πρέσβευε Κυρίῳ καὶ ἡμᾶς ἐλλαμφθῆναι, τοὺς σὲ μακαρίζοντας τῷ φωτὶ τῆς χάριτος.


Δόξα. Ἦχος δ΄.
Τὸν ὑπερόπτην πασῶν τῶν προσκαίρων ἀνέσεων, καὶ ἐν ἄκρᾳ πενίᾳ πολιτευσάμενον, τὸν εὐτελῆ ἐνδεδυμένον τριβώνιον, καὶ οὐδὲν εὔχρηστον σκεῦος ἐν τῇ καλύβῃ αὐτοῦ ἔχοντα, Τύχωνα τὸν ἀξιομακάριστον οἱ πιστοὶ ἐπαινέσωμεν. Οὗτος γὰρ σαρκὸς νεκρώσας τὸ φρόνημα, τῆς ἀπαθείας λειμὼν εὐωδέστατος ὤφθη, καὶ καρποὺς γεωργήσας ζωῆς αἰωνίου, Κυρίῳ ἠξιώθη ἐν οὐρανοῖς συνευφραίνεσθαι, τῷ παρέχοντι δι’ αὐτοῦ ἡμῖν τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, ἀκολουθήσας τῶν Ὁσίων τοῖς ἴχνεσι, καὶ σῶμά σου τῶν προσύλων, καθάρας καὶ τὴν ψυχήν, σκεῦος Παρακλήτου, διαυγέστατον, πολίσας γὰρ Ἄθωνα, καὶ τὸ ὅλον ἑξήκοντα, ἔτη ἀσκήσας, ἐν αὐτῷ ἰσουράνιος, ὤφθης ἄνθρωπος, καὶ ἐπίγειος Ἄγγελος, Τύχων ἀειμακάριστε, ὁ δόξαν ἑκάστοτε, πέμπων Χριστῷ τῷ Κυρίῳ, καὶ ἀρετὴν ἔχων σύνοικον, ἡμῖν καταπέμψαι, τὸν Παντάνακτα δυσώπει, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, θεωριῶν μυστικῶν, ὁ ὑπελθὼν τὸν γνόφον πᾶσι δειξάμενος, ἰσάγγελον πολιτείαν, Τύχων ἀζύγων φωστήρ, νεαυγὲς τοῦ Ἄθω, καὶ καλλώπισμα, ἐντεῦθεν αἰδέσιμος, τοῖς μονάζουσι πέφηνας, καὶ τοῖς μιγάσιν, οὓς ἀπαύστως ἐδίδασκες, κλίνειν γόνασι, τῆς ψυχῆς καὶ τοῦ σώματος, τῷ Πλαστουργῷ τῆς κτίσεως, ὀλίγον ἐργάζεσθαι, πρὸς ἐξασφάλισιν ἄρτου, ἐπιουσίου καὶ εὔχεσθαι, ὑπὲρ ζώντων πάντων, ἅμα καὶ κεκοιμημένων, ἀόκνως Ὅσιε

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ ταπεινὸς καὶ ἁπλοῦς, ὁ νηστευτὴς καὶ ἀσιγήτως εὐχόμενος, στρουθίον τὸ ἐν ἐρήμῳ, ἀσκητικὴν καλιάν, πήξας ὄρους Ἄθω, Τύχων Ὅσιε, ἐν ᾗ αἶνον Κτίσαντι, ἀενάως ἀνέπεμπες, τῷ δωρουμένῳ, τοῖς Ἐκεῖνον δοξάζουσιν, ἀντιμίσθιον, πολλαπλάσιον πάνσοφε, τοῖς ἐκζητοῦσιν ἔλεος, Ἐκείνου τὸ ἄμετρον, πνευματοφόρε λευΐτα, Ἀθωνιτῶν νέον σέμνωμα, διὸ καὶ σὴν μνήμην, γεγηθότες ἐκτελοῦμεν, τὴν ἀεισέβαστον.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀμέριμνον σεαυτὸν ποιήσας τῶν βιοτικῶν φροντίδων, καὶ Χριστῷ ἀναθεὶς τὸν σὸν βίον, ἀπαθείας πρὸς ἀκρώρειαν Τύχων κατήντησας. Ζηλῶν γὰρ τὰ κρείττονα χαρίσματα παιδιόθεν, τῶν ἀρετῶν ἀνῆλθες τὴν κλίμακα, καὶ Ἀγγέλων ἰσοστάσιος γέγονας μακάριε. Καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, καὶ θέσει θεούμενος, ἀπαύστως πρέσβευε τῷ Κυρίῳ τῆς δόξης, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σὺν αὐτῇ ἀνακαινίζεται. Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀποῤῥήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Ῥωσίας φωστῆρα νεολαμπέστατον, καὶ τοῦ Ἁγίου Ὄρους, ἐρημιῶν οἰκιστήν, τὸν ἁπλουν καὶ ταπεινὸν ἀνευφημήσωμεν, Τύχωνα ὥσπερ θεαυγῆ, ἀσκητὴν ἀεὶ Θεόν, δοξάζοντα ἐκβοῶντες· τυχεῖν εὐκλείας ἀλήκτου, τοὺς σὲ τιμῶντας καταξίωσον.
Δόξα... Καὶ νῦν ... Τῆς ἑορτῆς
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀπόλυσις.









ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
 Τῇ βίβλῳ Ἰσαάκ, τοῦ Ὁσίου σχολάζων, καὶ τρόπους ἀσκητῶν, ἐκμιμούμενος θείων, ἀρτίως διέλαμψας, ἐν ἐρήμοις τοῦ Ἄθωνος, Τύχων Ὅσιε, σῆς ἀπαθείας βολίσι, και πυρσεύμασι, σῆς ἀρετῆς καταυγάζων, πιστῶν τὰ συστήματα.
Δόξα...Καὶ νῦν... Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
 Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον, ἐξ ἧς ὁ πλαστουργός, Χριστὸς ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεὺς ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἐρήμους τοῦ Ἄθωνος ὁ ἁγιάσας ῥοαῖς, ἱδρῶτων ἀσκήσεως καὶ δωρημάτων πλησθείς, ἀρτίως τοῦ Πνεύματος, Τύχων ὁ θεοφόρος, κατὰ χρέος ὑμνείσθω, οὗτος γὰρ ἰσαγγέλως, ἐν τῷ κόσμω βιώσας, Ἀγγέλων ἠξιώθη χαρᾶς, ἐν θείοις δώμασι.
Δόξα...Καὶ νῦν... Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται ἡ σύμπασα, καὶ θεουργεῖται· Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ, αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα, πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ταῖς ἀναβάσεσι, ταῖς ἀενάοις σου, πρὸς τὸν πανάγιον, Θεὸν τὸν Ὕψιστον, καὶ σαῖς συντόνοις προσευχαῖς ἐπήρθης πρὸς θεωρίας, θείας Πάτερ Ὅσιε, καὶ ἀΰλους μακάριε, σὺν Ἀγγέλων πάντοτε, λειτουργῶν τοῖς συντάγμασι, διό σοι εὐχαρίστως βοῶμεν· Χαῖρε πνευματοφόρε Τύχων.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριάμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!






Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἰθυνόμενος τῇ τοῦ Θεοῦ χάριτι, πλῆθος μοναστῶν καὶ μιγάδων τοῦ Ἁγιωνύμου Ὄρους, τῷ θείῳ λόγῳ ἐπὶ τὰ κρείττονα ὡδήγησας, καὶ ἀπλανῶς κατηύθυνας πρὸς τελειότητα Τύχων ἔνθεε, ὅθεν θεαυγὴς τῇ μορφῇ πέλων, προδηλοῦσαν τὴν κεκρυμμένην σῆς ψυχῆς θείαν λαμπρότητα, μετέστης πρὸς Κύριον τὸν πᾶσι παρέχοντα εὐχαῖς σου, πλημμελημάτων ἄφεσιν καὶ ζωὴν τὴν αἰώνιον.

Εἶτα οἱ Κανόνες· ὁ α΄ τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας.
Ὁ α΄ Κανὼν τῆς Ἑορτῆς, τοῦ Κυρίου Ἰωάννου
ᾨδὴ α' Ἦχος β'. Ὁ Εἱρμός
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Δεῦτε πιστοί, Πνεύματι θείῳ γηθόμενοι, τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν, εἰς βροτῶν σωτηρίαν, ἀειπάρθενον Κόρην, ὕμνοις τιμήσωμεν.
Χαῖρε σεμνή, Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ, ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος, τῶν ἀνθρώπων τῷ γένει, σὲ πάντες ἐπαξίως, ὕμνοις δοξάζομεν.
Ἡ τῆς ζωῆς, τίκτεται σήμερον γέφυρα, δι' ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως, τῆς εἰς ᾍδου εὑρόντες, Χριστὸν τὸν ζωοδότην, ὕμνοις δοξάζουσιν.

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τύχωνι τῷ Ἁγιορείτῃ αἶνος. Χαραλάμπους.
ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Τύχων φωστὴρ νεοφανὲς τῆς πίστεως, καὶ ἀσκητῶν λαμπηδών, ὁ ἐν ἐρημίαις, Ἄθωνος ἑξήκοντα, ἐνιαυτοὺς τὸν Κύριον, ἀσιγήτως δοξάζων, τὸν ὑμνηπόλον σου φώτισον, ἵνα καταστέψω σε ᾄσμασι.
ψώσας Τύχων σῆς ψυχῆς τὰ ὄμματα, καὶ ὀφθαλμοὺς σαρκικούς, πρὸς τὸν μόνον σώζειν, Ἰησοῦν δυνάμενον, ἐχώρησας πρὸς ἄσκησιν, ἱερὰν ἐν ἐρήμῳ, καὶ τῶν Ὁσίων καλλώπισμα, τῶν νεοφανῶν ἀναδέδειξαι.
Χαρίτων θείων ποταμὲ χρυσόῤῥειθρε, τὸν κεκρυμμένον ἐν σοί, θησαυρὸν ἁγίας, βιοτῆς ἀπέκρυβες, ἐπιμελῶς πανένδοξε, ὁσιώτατε Τύχων, ὑπὸ τὸν σὸν εὐτελέστατον, τρίβωνα ἐνθέου ἀσκήσεως.
ς τῆς Ῥωσίας νεαυγὲς ἀμάρυγμα, σὲ ἀνυμνοῦντες λαμπρῶς, θεοφόρε Τύχων, καὶ σεμνὸν ἐκβλάστημα, πανευλαβῶν γονέων σου, Παύλου καὶ τῆς Ἑλένης, ἀναβοῶμεν ἀείποτε· Χαῖρε ἀρετῆς ἀνακτόριον.
Θεοτοκίον.
Νεφέλην Μῆτερ φωταυγῆ καὶ ἔμψυχον, τοῦ ἀϊδίου Φωτός, Κεχαριτωμένη, Σὲ ἀεὶ γινώσκομεν, Ἀνατολὴν τὴν πάμφωτον, τοῦ Φωτὸς τοῦ ἀδύτου, τὴν ἀκοσμίαν φωτίσαντος, πάντων καὶ πρὸς πόλον ἑλκύσαντος.

ᾨδὴ γ' Ὁ Εἱρμός
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.
Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον.
Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν.

Ἕτερος. Οὐρανίας ἀψίδος.
ερώτατε Τύχων ὁ τοῦ Θεοῦ Ἄγγελον, ἔχων παραστάτην ἐν βίῳ, ἔρημον ᾤκησας, ἵνα τῷ μόνῳ Θεῷ, προσομιλεῖν μόνον Πάτερ, τῷ πληροῦντι χάριτος, κόσμου τὰ πέρατα.
Τὴν εὐχὴν τοῦ Κυρίου τροφὴν ψυχῆς εὔγεστον, Τύχων καθ’ ἑκάστην προσφέρων, βρῶμα οὐκ ἤθελες, γευθῆναι ἡδυτερπές· ἀλλ’ ἤσθιες μόνον ἄρτον, διὰ τὴν ἀσθένειαν, Πάτερ σαρκίου σου.
ς κρηπὶς ἀκτησίας θεοειδὲς Ὅσιε, σκεύη εὐτελῆ μόνον ἔσχες, ἐν τῇ καλύβῃ σου, καὶ ῥάκη σάρκα τὴν σήν, Τύχων σοφὲ ἐνεδύου, ἣν Θεοῦ ἐθέρμαινεν, ἔρως ἀνίκητος.
Θεοτοκίον.
μαρτίας τακέντας δούλους τοὺς Σοὺς καύσωνι, Κεχαριτωμένη Μαρία, δρόσῳ τῆς χάριτος, τῆς φιλανθρώπου ταχύ, δρόσισον ὡς ἐπὶ πόκον, ὑετὸν ἐν μήτρᾳ Σου, Κτίστην σκηνώσασα.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Χάριν Πνεύματος, τοῦ παναγίου, εἰσδεξάμενος, ἀφθόνως Τύχων, ὡς ἐκάθηρας τὸν νοῦν σου πανεύφημε· δι’ ἐγκρατείας νηστείας καὶ νήψεως, φωστὴρ ἐπώφθης τοῦ Ἄθωνος ἔνθεος· ὅθεν ἅπαντες τιμῶντές σου τὰ παλαίσματα, πρὸς θέωσιν σὴν μνήμην ἑορτάζομεν.
Δόξα... Καὶ νῦν.... Τῆς Ἑορτῆς
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται, εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδάμ, κατακρίνεται· ἡ Εὔα τῶν δεσμῶν, ἀπολέλυται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παῤῥησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.

ᾨδὴ δ' Ὁ Εἱρμός
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.
Ἀνυμνοῦμέν σε Κύριε, τὸν τοῖς πιστοῖς σωτήριον λιμένα, παρασχόντα πᾶσι τὴν σὲ κυήσασαν.
Σὲ Θεόνυμφε καύχημα, πᾶσι Χριστὸς ἀνέδειξε καὶ κράτος, τοῖς ὑμνοῦσι πίστει σοῦ τὸ μυστήριον.
Ἀπειρόγαμε Δέσποινα, ταῖς σαῖς λιταῖς λυτρούμενοι πταισμάτων, εὐγνωμόνως πάντες σὲ μακαρίζομεν.

Ἕτερος. Σύ μου ἰσχύς.
Γεῦσιν πικράν, τῆς ἁμαρτίας ἀπέπτυσας, ἐκ τῶν χρόνων, Τύχων σῆς νεότητος, καὶ τὸν ζυγὸν αἴρων τοῦ Χριστοῦ, εἰς τοῦ Ἰορδάνου τὴν ἔρημον κατεσκήνωσας, θεόφρον πρὶν εἰς ὄρος, τὸ τοῦ Ἄθωνος ἔλθῃς, ἔνθα ἔτη ἑξήκοντα ἤσκησας.
σχὺν Χριστόν, καὶ ὕμνησίν σου ἀσίγητον, ἔχων Τύχων, ὡς διψῶσα ἔλαφος, πρὸς τὰς πηγὰς ἔδραμες ταχύ, ἐπὶ τὰ κρημνώδη ἄνικμα Καρούλια, τοῦ Ἄθω τὰ δυσπρόσιτα, ἀρετῆς καὶ ἀόκνου, προσευχῆς ἐργαστήρια πέλοντα.
δὸν στενήν, καὶ τεθλιμμένην διήνυσας, μάκαρ Τύχων, πρὸς Ἐδὲμ ἀπάγουσαν, και ὥσπερ Ἄγγελος ἐπὶ γῆς, πάντων τῶν προσύλων ὑπερόπτης Ὅσιε, ἐπώφθης· ὅθεν ἔφθασας, εἰς θεώσεως ὕψη, δυσαντίβλεπτα Πάτερ ἰσάγγελε.
Θεοτοκίον.
άβδον Χριστόν, τῆς ἀφθαρσίας ἐβλάστησας, μυροβόλον, ἄνθος Σε γινώσκομεν, ἡμεῖς Μητρόθεε ἀγλαή, καὶ πεποικιλμένην στάμνον μάνα φέρουσαν, τῷ κόσμῳ· δι’ οὗ Δέσποινα, τῆς ζωῆς τῆς ἀλήκτου, ἐν Ἐδὲμ κληρονόμοι γενόμεθα.











ᾨδὴ ε' Ὁ Εἱρμός
Ὁ σκιόγραφον ἀχλύν, αἰνιγμάτων σκεδάσας, καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας, διὰ τῆς θεόπαιδος, καταυγάσας τὰς καρδίας, καὶ ἡμᾶς τῷ φωτί σου Χριστὲ καθοδήγησον.
Ἀνυμνήσωμεν λαοί, τὴν τῶν πάντων αἰτίαν· τοῦ καθ᾿ ἡμᾶς γενέσθαι τὸν αἴτιον· ἧς τὸν τύπον ἔχαιρον, ἀξιούμενοι Προφῆται, ἐναργῆ σωτηρίαν ταύτης καρπούμενοι.
Τῆς ἀνίκμου ὁ βλαστὸς ῥάβδου τοῦ ἱερέως, τῷ Ἰσραὴλ ἐδήλωσε πρόκρισιν· καὶ νῦν τὴν λαμπρότητα, τῶν φυσάντων παραδόξως, δᾳδουχεῖ τὸ ἐκ στείρας πανένδοξον κύημα.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
λεήμων καὶ πλήρης, πρὸς χειμαζομένους ἀγάπης καὶ πένητας, ἱλαρὸς ὡς δότης, ἐκ τοῦ σοῦ ὑστερήματος ἔδιδες, γνωρίμῳ σοι ὀνῆσαι, καὶ διανεῖμαι ἄρτον Τύχων, Καρυῶν περιχώροις τοῖς πένησι.
θυντὴρ μονοτρόπων, ὤφθης πρὸς Παράδεισον τὸν ποθεινότατον, ἀπλανὴς καὶ θεῖος, ποδηγέτης βροτῶν πρὸς μετάνοιαν, Τύχων θεοφόρε, ὁ διακρίνων τῇ δυνάμει, Παρακλήτου ψυχῶν τὰ ἐνδότερα.
Τοῖς Ἁγίοις Ἀγγέλοις, Τύχων καθ’ ἑκάστην Κυρίου συνέψαλλες, ἐν τῇ Λειτουργίᾳ, οὕσπερ ξένως ἑώρας δοξάζοντας, τὸν ἐπὶ τοῦ θρόνου, Χερουβεὶμ Θεὸν τῶν ὅλων, καθεζόμενον Πάτερ πανόσιε.
Θεοτοκίον.
προστάτις μερόπων, τεῖχος ἀδιάῤῥηκτον τῶν ἀνυμνούντων σε, ἡ τὴν σωτηρίαν, τῶν ἀνθρώπων ἀφράστως κυήσασα, σωματικῶς τὸν Κτίστην, ἀποτεκοῦσα Σοὺς οἰκέτας, Θεοτόκε ἐκ βλάβης διάσωζε.


















ᾨδὴ ς' Ὁ Εἱρμός
Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.
Πρὸς Κύριον ἐν θλίψει στειρώσεως ἐβόησαν, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, καὶ ταύτην γενεαῖς γενεῶν ἐκύησαν, εἰς κοινὴν σωτηρίαν καὶ καύχημα.
Ἐδέξαντο οὐράνιον δῶρον ἀξιόθεον, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, αὐτῶν τῶν Χερουβὶμ ὑπερφέρον ὄχημα, τὴν τοῦ Λόγου καὶ Κτίστου λοχεύτριαν.

Ἕτερος. Τὴν δέησιν.
σκήσεως, Τύχων ἀνακτόριον, τὴν μικρὰν καὶ εὐτελῆ σου καλύβην, ἐν τῇ ἐρήμῳ Καψάλας τοῦ Ἄθω, ἣν ἐπεσκέπτοντο Ἄγγελοι ἔδειξας, καὶ ἐργαστήριον εὐχῆς, νοερᾶς ἰσουράνιε ἄνθρωπε.
σχύος σε, πρὸ τῆς τελειώσεως, σοῦ ἀγῶνος ἐπὶ γῆς μάκαρ Τύχων, σὺν τῇ πανάγνῳ Μαρίᾳ τοῦ Σάρωφ, ὁ Σεραφεὶμ καὶ ὀ Σέργιος ἔπλησαν, τοῦ Ῥαντονὲζ ὁ θαυμαστός· μεθ’ ὧν χαίρει ἐν θείοις σκηνώμασι.
Νῦν Ὅσιε, πολισταὶ τοῦ Ἄθωνος, καὶ χοροὶ φιλομονάχων τιμῶντες, τὴν σὴν ἀκήρατον μνήμην βοῶμεν· ἡσυχαστὰ Τύχων σάλπιγξ μεγάφωνε, τῆς ταπεινώσεως Χριστόν, ἐκδυσώπει ὑπὲρ τῶν προσφύγων σου.
Θεοτοκίον.
δήγησον, πρὸς λιμένα εὔδιον, τὸν σὸν δοῦλον ποντιζόμενον Μῆτερ, εἰς τὸν βυθὸν μυσαρᾶς ἁμαρτίας, καὶ ἀπογνώσεως οἴμοι καὶ θλίψεως, τῇ ῥάβδῳ Σου τῶν πρεσβειῶν, πρὸς Χριστὸν τὸν φιλάνθρωπον Τόκον Σου.


















Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος δ' Αὐτόμελον
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν Ἄχραντε ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Χριστοῦ ἀγάπης τῷ βαλσάμῳ τὸν ἰώμενον, ψυχῆς τὰ τραύματα αὐτῷ τῶν μετὰ πίστεως, προσιόντων ταπεινόφρονα δεῦτε πάντες, καὶ ἁπλοῦν ἱερομόναχον τιμήσωμεν, τὸν σαλπίσαντα Θεοῦ ὡς σάλπιγξ εὔηχος, δόξαν κράζοντες· Χαίροις Τύχων μακάριε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν ἀσκήσει, θεοφόρητε Τύχων, νεόφωτε ἀστὴρ Ἄθω ὤφθης, ἐν ἐσχάτοις καιροῖς καὶ αὐτῶν, ἀπολαῦσαι δόξης ἐν Θεοῦ δώμασι, κατηξιώθης ὅθεν σε, γεραίροντες πιστῶς βοῶμεν·
Χαῖρε, ἀνάθρεμμα τῆς Ῥωσίας·
χαῖρε, διάδημα τῆς νηστείας.
Χαῖρε, τῶν Ὁσίων τοῦ Ἄθω ἐντρύφημα·
χαῖρε, τῶν Ἁγίων Πατέρων ἀγλάϊσμα.
Χαῖρε, ὕψος ταπεινώσεως, καὶ ἀμέμπτου ἀγωγῆς·
χαῖρε, βάθος ἀγαθότητος, καὶ καρδιακῆς εὐχῆς.
Χαῖρε, ἀδιαλείπτως τὸν Θεὸν ὁ δοξάζων·
χαῖρε, ἀδιακόπως τὴν εὐχὴν ὁ προφέρων.
Χαῖρε, Θεοῦ θεράπων ὁ γνήσιος·
χαῖρε, ἐχθροῦ τοῦ πλάνου ἀντίπαλος.
Χαῖρε, ἡ δᾶς τοῦ σεπτοῦ Παϊσίου·
χαῖρε, λαμπὰς ποθεινοῦ Παραδείσου.
Χαίροις, Τύχων μακάριε.
















Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Τύχωνος τοῦ ἀσκήσαντος ἐν τῇ Καψάλᾳ τοῦ Ἁγίου Ὄρους.
Ὡς ἁπλοῦς καὶ ταπεινός, Ὑψίστου δόξης,
ἠξιώθης Τύχων πολιστὰ ἐρήμου.
Ὡς ἁπλοῦς καὶ ταπεινός, Ὑψίστου δόξης,
ἠξιώθης Τύχων πολιστὰ ἐρήμου.
Οὖτος, πατρίδα ἔσχε τὴν Νόβια Μιχαλόσκα τῆς Ῥωσίας. Ἐγεννήθη τὸ 1884 ἐκ γονέων εὐλαβῶν, Παύλου καὶ Ἑλένης, ἐξ ὧν ἐδιδάχθη τὴν ὀρθὴν πίστιν καὶ τὴν εὐλάβειαν καὶ ἀγάπην εἰς τὸν Κύριον Ἰησοῦν. Ἐν τῇ ἀκμῇ τῆς αὐτοῦ νεότητος, κατέλιπε τὸν κόσμον καὶ φλεγόμενος ὑπὸ τοῦ θείου ἔρωτος κατέφυγεν ἀλληλοδιαδόχως εἰς τὸ Σίναιον ὄρος, τὴν ἔρημον τοῦ Ἰορδάνου καὶ τὸ Ἁγιώνυμο ὄρος. Ἐν τῷ τελευταίω θεοφιλῶς ἤσκησεν ἑξήκοντα τὸ ὅλον ἔτη καὶ δὴ ἐν τῷ κελλίῳ Μπουραζέρι, καὶ ἐν τῇ ἐρήμῳ τῶν Καρουλίων καὶ τῆς Καψάλας, δοξάζων ἀσιγήτως τὸ ὄνομα τοῦ Θεοῦ. Διεκρίθη διὰ τὴν ἁπλότητα τῶν τρόπων αὐτοῦ, τὴν ταπείνωσιν, τὴν νηστείαν, τὴν ἀκτησίαν καὶ τὴν ἐλεήμονα καρδίαν του. Πνευματικὸς ὁδηγὸς πλήθους μοναστῶν καὶ μιγάδων ἁπλανῶς ἴθυνεν αὐτοὺς πρὸς σωτηρίαν καὶ θέωσιν. Τὸ πνευματικὸν αὐτοῦ τέκνον Παΐσιος, καί τινες ἄλλοι φιλόσιοι, ἱστόρησαν τὰς αὐτοῦ ἀριστείας πρὸς δόξαν Θεοῦ καὶ τιμὴν τοῦ Ὁσίου ἡσυχαστοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας.
Ἡγοῦντο Μηνοδώρα καὶ Μητροδώρα,
Καὶ Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας.
Αὗται αἱ Ἅγιαι Γυναῖκες, ἦσαν εἰς τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ, ἐν ἔτει τδ΄ (304), ἀδελφαὶ μὲν κατὰ σάρκα, πατρίδα δὲ ἔχουσαι τὴν Βιθυνίαν, καὶ διαλάμπουσαι μὲ παρθενίαν καὶ κάλλος ψυχῆς καὶ σώματος. Διὰ δὲ τὴν τοῦ Χριστοῦ ἀγάπην, ἄφησαν μὲν τὴν πατρίδα των, ὑπῆγαν δὲ καὶ ἐκατοίκησαν εἰς ἕνα ὑψηλὸν τόπον, εὑρισκόμενον πλησίον εἰς τὰ θερμὰ ὕδατα, τὰ ἐπονομαζόμενα Πύθια· καὶ ἐκεῖ ἐπολιτεύοντο μὲ σωφροσύνην καὶ πᾶσαν ἄλλην ἄσκησιν. Διὰ τοῦτο ἠξιώθησαν νὰ λάβουν ἐγκάτοικον εἰς τὴν ψυχὴν αὐτῶν τὴν χάριν τοῦ Ἁγίου Πνεύματος. Ὅθεν, καὶ φανερωθεῖσαι εἰς πολλούς, ὅτι εἶναι τοιαῦται πνευματοφόροι καὶ κεχαριτωμέναι ὑπὸ Θεοῦ, ἠλευθέρωναν τοὺς πάσχοντας ἀπὸ διαφόρους ἀσθενείας, καὶ ἀπὸ τὴν ἐνέργειαν τῶν πονηρῶν δαιμόνων.
Ταῦτα δὲ μαθῶν Φρόντων ὁ ἡγεμών, στέλλει τὸν συγκάθεδρόν του μὲ πολλὴν παράταξιν καὶ δορυφορίαν, διὰ νὰ ἐξετάσῃ τὰ περὶ τῶν Παρθένων· ἐκείνου δὲ παραστήσαντος αὐτὰς ἐνώπιόν του, κατεπλάγη μὲ τὴν τούτων φρόνησιν καὶ σύνεσιν. Βλέπων δὲ πῶς αἱ Ἅγιαι ἐστέκοντο πᾶσαι ἄφοβοι, προστάζει παρευθὺς νὰ ξεγυμνωθῇ ἡ πρώτη ἀδελφὴ Μηνοδώρα, καὶ νὰ καταξέηται ἀπὸ τοὺς δημίους εἰς δύο ὁλοκλήρους ὥρας. Ἐπειδὴ δὲ ὁ δικαστὴς ἐπρόσταξε αὐτὴν νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα, ἐπεριγέλασεν αὐτὸν ἡ Ἀγία. Ὅθεν τόσον πολὺ ἔδειραν αὐτὴν μὲ τὰ ῥαβδία, ὥστε ἐτρίβησαν τὰ κόκκαλά της, καὶ λιποθυμήσασα παρέδωκε τὴν ψυχήν της εἰς χεῖρας Θεοῦ, καὶ ἔλαβε τὸν στέφανον τῆς ἀθλήσεως.
Τότε ὁ δικαστὴς δεικνύει εἰς τὰς ἄλλας δύο ἀδελφὰς τὸ ὡραῖον ἐκεῖνο σῶμα τῆς ἀδελφῆς των, γυμνὸν καὶ ἐξωγκωμένον ἀπὸ τὰς πληγάς, θέλων μὲ τοῦτο καὶ μὲ ἄλλους φοβερισμούς, νὰ ψυχράνῃ τὴν θερμότητα τῶν Παρθένων, καὶ τὴν ἀνδρείαν αὐτῶν νὰ ὀλιγοστεύσῃ. Ἐπειδὴ ὅμως εἶδεν, ὅτι ἀδύνατα ἐπιχειρεῖ, διὰ τοῦτο προστάζει νὰ κρεμάσουν ἐπάνω εἰς ξύλον τὴν δευτέραν ἀδελφὴν Μητροδώραν, καὶ νὰ κατακαίουν αὐτὴν ἀπὸ πᾶν μέρος τοῦ σώματος μὲ λαμπάδας ἀναμμένας, ἔπειτα βάλλει αὐτὴν ὑποκάτω εἰς βαρυτάτους λοστούς, καὶ μὲ τὸ βάρος ἐκείνων συντρίβει ὅλον τὸ σῶμά της, καὶ οὕτω μὲ τὴν τιμωρίαν αὐτὴν ἀπῆλθεν ἡ μακαρία πρὸς τὸν Νυμφίον της Χριστόν, ὅν ἠγάπησε. Τὰ ἴδια δὲ βάσανα καὶ ἡ τρίτη ἀδελφὴ Νυμφοδώρα ὑπομείνασα, συνηριθμήθη μὲ τὰς δύο της ἀδελφὰς εἰς τοὺς αὐτοὺς οὐρανίους θαλάμους.
Τόσην δὲ μεγάλην ἀνδρείαν ἔδειξαν αἰ τρεῖς αὗται ἀδελφαὶ εἰς τὸ μαρτύριον, ὥστε οὐδὲ ψιλὸν ἀναστεναγμὸν ἐξέπεμψαν αἱ ἀοίδιμοι εἰς ὅλα τὰ δεινὰ βάσανα, ὅπου ἐδοκίμασαν· ἀλλὰ μένουσαι ὡς στῆλαι ἀκίνητοι, εἰς μόνον τὸν Θεὸν ἔβλεπον καὶ μὲ τοὺς αἰσθητοὺς ὀφθαλμοὺς καὶ μὲ τοὺς νοητούς, καὶ μὲ μόνον τὸν Θεὸν συνωμίλουν. Ὀ δὲ παράνομος δικαστὴς ἤναψε κάμινον δυνατήν, καὶ μέσα εἰς αὐτὴν ἔῤῤιψε τὰ τῶν Παρθένων μαρτυρικὰ λείψανα· ἀλλ’ εὐθὺς ἔγιναν ἄνωθεν ἀστραπαὶ καὶ βρονταὶ καὶ ῥαγδαία βροχή· καὶ τὸν μὲν ἄδικον δικαστὴν δικαίως κατέκαυσαν, τὰ δὲ ἅγια λείψανα ἀβλαβῆ διεφύλαξαν, κατέσβεσαν δὲ τὸ πῦρ τῆς καμίνου. Ὅθεν, λαβόντες αὐτὰ τινὲς Χριστιανοί, ἐνεταφίασαν μεγαλοπρεπῶς εἰς τὸν τόπον ὅπου ἐτελειώθησαν ἐν Χριστῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρυψαβᾶ.
Βαρυψαβᾶς δι᾿ αἷμα θεῖον Δεσπότου,
Οἰκεῖον αἷμα συντριβεὶς ξύλοις χέει.
Οὗτος ὁ Ἄγιος, λαβὼν ἀπὸ ἕναν ἐρημίτην τὸ τίμιον αἷμα, ὅπου ἔτρεξεν ἀπὸ τὴν πλευρὰν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ μέσου αὐτοῦ πολλὰς ἰατρείας ἐποίει. Διὰ τοῦτο καὶ ἀπὸ τοὺς ἀπίστους, μὲ ξύλα φονεύεται κατὰ τὸν καιρὸν τῆς νυκτός· ὁ δὲ τίμιος θησαυρὸς τοῦ δεσποτικοῦ αἵματος ἔμεινεν πάλιν σῷος καὶ ἀκέραιος, φυλαττόμενος ἀπὸ τὸν μαθητὴν τοῦ Ἁγίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Πουλχερία ἡ βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται.
Ὄντως παρέστη ψαλμικῶς Πουλχερία,
Ἐκ δεξιῶν σου Βασίλισσα Χριστέ μου.
Αὕτη ἦτον ἀδελφὴ τοῦ Βασιλέως Θεοδοσίου τοῦ μικροῦ, καὶ διαδεξαμένη τὴν τοῦ ἀδελφοῦ βασιλείαν ἐν ἔτει υν΄ (450), ὑπανδρεύθη μὲν τὸν εὐσεβέστατον Μαρκιανὸν γέροντα ὄντα, ἵνα αὐτὸς διοικῇ τὴν βασιλείαν καλῶς, ἀλλ’ ὅμως τὴν παρθενίαν αὐτῆς μέχρι τέλους ἄφθορον καὶ καθαρὰν διεφύλαξεν. Ἀφ’ οὗ λοιπὸν ἡ μακαρία αὕτη ἔζησε μὲ εὐσεβῆ καὶ θεοφιλῆ πολιτείαν, καὶ ἔκτισε πολλοὺς Ναοὺς καὶ Νοσοκομεῖα, καὶ συνεκρότησε τὴν ἐν Χαλκηδόνι Ἁγίαν καὶ Οἰκουμενικὴν Τετάρτην Σύνοδον, καὶ ἁπλῶς εἰπεῖν, ἀφ’ οὗ αὕτη διέλαμψε μὲ πλεῖστα κατορθώματα, ἐν εἰρήνῃ ἐξεδήμησε πρὸς τὸν παρ’ αὐτῆς ποθούμενον Νυμφίον Χριστόν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τῆς Εὑρέσεως τῆς Ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Κυρίας ἡμῶν Θεοτόκου, τῆς εὑρεθείσης ἐν τῇ νήσῳ παλαιᾶ Τρίκερα τοῦ Μαγνησιακοῦ Κόλπου, ὑπὸ τὰς ῥίζας ἐλαίας.
Εἰκὼν ἡ θεία τῆς Πανάγνου τῷ κόσμῳ,
ὀφθεῖσα δῶκε, νῦν χάριν τῶν θαυμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος.
Λουκᾶς ὁ θεῖος σὺν Ἀπελλῇ καὶ Κλήμης,
Ἀπόστολοι σύνεισι τοῖς Ἀποστόλοις.
Ἄλλος εἶναι ὁ Ἀπόστολος οὗτος Ἀπελλῆς, καὶ ἄλλος ὁ Ἀπελλῆς ἐκεῖνος, ὅστις ἔγινεν Ἐπίσκοπος τῆς ἐν Θρᾴκῃ Ἡρακλείας, καὶ ἑορτάζεται κατὰ τὴν λα΄ τοῦ Ὀκτωβρίου· τοῦτον δὲ ἀναφέρει ὁ Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγων· Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ (ιστ΄, 10). Οὗτος λοιπὸν γενόμενος τῆς Σμύρνης φωστήρ, καὶ τῶ Χριστῷ ὁσίως δουλεύσας, πρὸς αὐτὸν ἐξεδήμησεν.
Ὁ δὲ Λουκᾶς οὗτος, εἶναι ἄλλος ἀπὸ τὸν Εὐαγγελιστήν· ἀναφέρει δὲ καὶ αὐτὸν ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ Ἐπιστολῇ λέγων: Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ (δ΄, 11). Οὗτος λοιπόν, γενόμενος πρῶτος ἐπίσκοπος τῆς ἐν Συρίᾳ Λαοδικείας, καὶ καλῶς ποιμάνας τὸ λογικὸν αὐτοῦ ποίμνιον, ἀπῆλθε πρὸς Κύριον.
Καὶ ὁ Κλήμης δὲ οὕτος, ἄλλος εἶναι ἀπὸ τὸν Κλήμεντα τὸν Ῥώμης ἐπίσκοπον. Τοῦτον δὲ ἀναφέρει ὁ ἴδιος Παῦλος ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ λέγων: Ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου (δ΄, 3). Οὗτος λοιπόν, γενόμενος ἐπίσκοπος τῶν Σαρδέων, καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ περιφέρων, πρὸς Αὐτὸν ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη.
Ἐκ γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,
Καὶ σοι προσήχθη Σῶτερ ὡς εὔπνουν Ἴον.
Καταγόταν ἀπὸ τὸ Κάστρο τοῦ λεγομένου Βιζάλης. Συνελήφθηκε αἰχμάλωτη μαζὶ μὲ 9.000 χριστιανοὺς καὶ ὁδηγήθηκε στὴν Περσία. Ἐκεῖ ἀπὸ τὸν βασιλιὰ τῶν Περσῶν Σαβώρ, παραδόθηκε στοὺς σοφοὺς τῆς Περσίας προκειμένου νὰ τὴν πείσουν ν᾿ ἀρνηθεῖ τὸν Χριστό. Ἐπειδὴ ὅμως δὲν τὸ κατάφεραν, τὴν φυλάκισαν καὶ μετὰ 15 μῆνες τὴν ἔβγαλαν, καὶ ἀφοῦ τὴν βασάνισαν σκληρὰ τελικὰ τὴν ἀποκεφάλισαν.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ νέου, προστάτου τῆς ἱερᾶς Μονῆς Κηπουραίων τῆς νήσου Κεφαλληνίας, ἔνθα καὶ τὰ ἱερὰ αὐτοῦ λείψανα τεθησαύρισται.
Εὐφρόσυνος θεῖος μυρίπνοον ἔχει τὸν βίον πάντα,
Μυριζόντων ἅμα τοῖς θαυμασίοις τῶν ἀρετῶν σου.
Οὗτος ὁ θεοφόρος ἀνὴρ ἦν Κεφαλλήν, γεννηθεὶς ἐν τῇ κώμῃ τῶν Ἰλλάρων ἐν ἔτει ᾳψλζ΄, ἤ ὥς τινες λέγουσι ᾳψλη΄. Γενομένου δεκαεξαετοῦς ἀπέθανον οἱ γονεῖς αὐτοῦ, ἔκτοτε, συντρεφομένου τῇ οἰκογενείᾳ τοῦ πατραδέλφου Ἱλαρίου, ὅς καὶ δίκην κηδεμόνος προέτρεπεν τὸν Ὅσιον (κατὰ κόσμον Εὐάγγελον τὴν κλῆσιν Πυλαρινόν-Μαρκαντωνᾶτον) εἰς τὸ νυμφευθῆναι. Ὁ δὲ Ὅσιος, μὴ βουλόμενος λυπῆσαι τὸν συγγενῆ αὐτοῦ καὶ ἀμαυρῶσαι τὸ εἰλικρινὲς τοῦ συγγενικοῦ συναισθήματος, οὐδέποτε ἀπεκάλυψεν ἑτέρῳ τὴν εἰλημμένην ἀπόφασιν τοῦ ἀφιεροῦσθαι τῷ τῶν ἁπάντων Πλαστουργῷ ψυχῇ καὶ σώματι. Πλησίον τῆς οἰκίας ὅπου διέμενον, ἦν ἐπ’ ὀνόματι τοῦ Ἁγίου Νικολάου ναός τις, οὗ τινος παρὰ τὴν δυτικὴν θύραν ἐφοίτα ὁ Ὅσιος καθ’ ἐκάστην νύκτα προσευχόμενος καὶ ἐξομολογούμενος τὰς εὐχαριστίας αὐτοῦ τῷ Θεῷ. Ἡ συνεχιζομένη παννύχιος ἐκ τῆς κλίνης ἐξανάστασις καὶ ἀναχώρησις τοῦ Ὀσίου οὐ διέλαθεν τῆς προσοχῆς τοῦ συγγενοῦς, ὅστις ποτὲ λίαν πρωΐ θεωρήσας τὴν κενὴν κλίνην ᾤετο πρόδρομον ἀνηθικότητος εἶναι, τῇ ἐπιούσῃ νυκτὶ παραφυλάξας, εἶδεν τὸν Ὅσιον προσευχόμενον, καὶ κατανοήσας τὴν διάνοιαν, παρεκίνησε αὐτὸν μετελθεῖν, τὸ ἀγγελικὸν πολίτευμα τῆς μοναστικῆς κοινότητος.
Ὀ δὲ Ὅσιος, ὑπετάχθη τῷ Κυρίῳ καὶ τῷ κτήτορι τῆς Ἱερᾶς Σταυροπηγιακῆς Μονῆς Εὐαγγελισμοῦ τῆς Θεοτόκου τῶν Κηπουραίων Χρυσάνθῳ καὶ ἐν ἔτει ᾳψξ΄ ἐνεδύθη τὸ ἀγγελικὸν Σχῆμα κατόπιν τριετοῦς δοκιμασίας, μετονομασθεὶς Εὐφρόσυνος. Καταταγεὶς οὖν ἐν τῇ ἱερᾷ μονῇ, ἐβίου βίον ἀγγελόμορφον, γενόμενος χωρητικὸς τῆς θείας ἐνεργείας, εὐφραινόμενος τῇ δόξῃ τῶν θελημάτων τοῦ Ὑψίστου, χαριτούμενος τῇ ὑψοποιῷ ταπεινώσει καὶ τῇ πρὸς πάντας ἐν ἁπλότητι ὐπακοῇ, τρεφόμενος τῇ ἀδιακόπῳ νοερᾷ προσευχῇ καὶ ἀλήκτῳ ἐγκρατείᾳ, ἐνισχυόμενος ταῖς γονυκλισίαις καὶ ταῖς ὀλονυκτίοις στάσεσι, καὶ ὡς ἔπος εἰπεῖν, διαχέων τὸ εὐαγγελικὸν φῶς διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης. Προκόπτων δὲ εἰς τοσοῦτον τῶν ἀρετῶν, καὶ ἐν πάσῃ ἀγαθοεργίᾳ διαλάμπων, εἴληφεν οὐρανόθεν παρὰ τοῦ τὰ νήπια σοφίζοντος Κυρίου τὸ προορατικὸν χάρισμα, ἀποκαλύπτων πολλῶν καρδιῶν διαλογισμοὺς καὶ χρείας εἰς ἔκπληξιν πάντων καὶ εἰς δόξαν τοῦ Δεσπότου Χριστοῦ. Καὶ γράμματα μὴ μεμαθηκώς, ἐκ καρδίας ἐγίνωσκε τὴν θείαν Γραφήν, διδάσκων καὶ ὀδηγῶν εἰς μετάνοιαν ἕκαστον τῶν αὐτῶ ἐντυγχανόντων. Ταῖς εὐχαῖς τοῦ Ὀσίου Εὐφροσύνου τοῦ νέου, ἐλύετο ἡ ἀτοκία τῶν πίστει προσερχομένων αὐτῷ γυναικῶν, ἐκουφίζετο δὲ καὶ ἡ ἔνδεια τῶν πενήτων, καὶ ἡ τῶν ἀδικουμένων ἀπελπισία εἰς παραμυθίαν στεῤῥὰν μετεβάλλετο. Τῇ προσκλήσει τοῦ Ὁσίου, αἱ τῶν Ἀσωμάτων δυνάμεις πῖθον ὑπερμεγέθη ἐν μιᾷ νυκτὶ μετήνεγκον ἔνδον τῆς μονῆς καὶ τῇ σημειώσει ὑπ’ αὐτοῦ τοῦ σημείου τοῦ Τιμίου Σταυροῦ ἐπί τινος πέτρας τεραστίων διαστάσεων, διὰ μικροῦ κτύπου μετὰ πελέκεως διέῤῥηξεν ταύτην εἰς τεμάχια, τοῦ θειοτάτου ἀνδρὸς βουλομένου ὑποτυπῶσαι τὴν ἐκ Θεοῦ ἀρχομένην ἐργασίαν. Ὅτε ὑπὸ φιλέριδος βλασφήμου τινὸς ὑπέμενε λοιδορίας καὶ ἀπειλὰς μετὰ ψόγων, ἐνουθέτει τὸν ὐβριστικὸν μείρακα τῇ ὑπομνήσει τῆς μεταμελείας καὶ τῆς ὑψίστης τοῦ Κυρίου δυνάμεως, καὶ ἐν τέλει διήλεγξεν ἐκεῖνον τῇ βλασφημίᾳ ἐπιμένοντα προλέγων θάνατον οἰκτρόν, ὅσπερ αἴφνης μετ’ ὀλίγον ἐπῆλθεν διά τινος σφαίρας πυροβόλου ὅπλου διαπερασάσης τὰς βλασφήμους παρειάς. Τῇ προσάψει τῶν ἐνδυμάτων ἤ τοῦ σώματος τοῦ Ὀσίου, ἐδύναντο οἱ συμμονασταὶ αὐτοῦ καθορᾶν τὰς ἀπαισίους ὄψεις τῶν δαιμόνων τῶν ἐπελαυνόντων ἐκ παρακειμένου ὄρους κατὰ τῆς μονῆς, οὕς αἱ πανίεραι εὐχαὶ τοῦ Ὁσίου Εὐφροσύνου, καὶ ἡ διαπρύσιος ὑπόδειξις τῆς μεταξὺ τῶν μοναχῶν ὁμονοίας καὶ τηρήσεως τῶν Κυριακῶν ἐντολῶν ἐσκέδαζεν κατὰ κράτος.
Προϊδὼν δὲ ὁ Ὅσιος τὸ μακάριον αὐτοῦ τέλος καὶ ἐν κατανύξει συμβουλεύσας τοῖς ἀδελφοῖς μακροθυμεῖν, φεύγειν τὴν ἀνθρωπαρέσκειαν, καλλιεργεῖν τὴν ταπείνωσιν καὶ ὑπεράνω ὅλων ἐλεεῖν τοὺς πλησίον, ἔργῳ καὶ οὐχὶ μόνον λόγῳ δεικνύειν καὶ βιοῦν τὴν εἰς ἀλλήλους ἀγάπην, ἐκοιμήθη ὑμνῶν τὴν πεφιλημένην αὐτῷ Παντάνασσαν Δέσποιναν Θεοτόκον τῇ δεκάτῃ τοῦ μηνὸς Σεπτεμβρίου, τοῦ ἔτους ᾳωια΄. Μετὰ τρία ἔτη, ἐγένετο ἡ ἀνακομιδὴ τῶν Ἁγίων αὐτοῦ λειψάνων, καθ’ ἥν ἅπαντες οἰ παριστάμενοι ᾔσθοντο τὴν δι’ αὐτῶν ἐκπεμπομένην ἄῤῥητον εὐωδίαν, δι’ ἧς στέφει ὁ Κύριος τὰ ὀστᾶ τῶν Ὁσίων Αὐτοῦ. Τὰ λείψανα τοῦ Ὁσίου, μετὰ τῆς τιμίας Κάρας αὐτοῦ, φυλάττονται ἐν τῇ λάρνακι τοῦ ναοῦ τῆς Ἱερᾶς Μονῆς τῶν Κηπουραίων, εὐωδίαν ἀναπέμποντα καὶ θαυματουργοῦντα εἰς τοὺς μετὰ πίστεως προσερχομένους.

Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος ἐπίσκοπος Νικαίας, ἐν εἰρήνῃ τελειοῦται.
Νικαέων πρόεδρος ὤν πρώην Πέτρε,
ἀλιέων σύνεδρος ἐκθανὼν γίνῃ.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Εὐδοκίας τῆς παιδός.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Παύλου ἐπισκόπου Νικαίας.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Ὑπάκουου, τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Ῥώσσου.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ θαύματος τῆς Ὑπεραγίας Δεσποίνης Θεοτόκου τῆς Σκιπτροῦ, ἐν τῇ πόλει τῶν Ὀρχομενών, ὅτε ἐκ τῆς γερμανικῆς καταστροφῆς αὐτὴν ἐλυτρώσατο
Ταῖς σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ' Εἱρμός
Βάτος ἐν ὄρει πυράφλεκτος, καὶ δροσοβόλος κάμινος Χαλδαϊκή, σαφῶς προγράφει σε Θεόνυμφε· τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί, πῦρ ἀφλέκτως ἐδέξω· διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σοῦ ταῖς ἀΰλοις ἐμφάσεσιν, ὁ νομοθέτης εἴργετο κατανοεῖν, τὸ μέγα Πάνσεμνε μυστήριον, μὴ φρονεῖν χαμαίζηλα, συμβολικῶς παιδευόμενος ποτέ· διὸ ἐκπλαγεὶς τὸ θαῦμα ἔλεγεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὄρος καὶ πύλην οὐράνιον, καὶ νοητὴν σὲ κλίμακα θεοπρεπῶς· χορὸς ὁ θεῖος προηγόρευσε· ἐκ σοῦ γὰρ λίθος τέτμηται, οὐχ ὑποστὰς ἐγχειρίδιον ἀνδρός· καὶ πύλην, δι᾿ ἧς διῆλθε Κύριος, τῶν θαυμασίων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἕτερος. Παῖδες Ἑβραίων.
Σύνοικον ἔχων τὴν σοφίαν, τοῦ Θεοῦ ἐν τῷ προσκαίρῳ σου τῷ βίῳ, τὸν σὸν χρόνον ζωῆς, ἠνάλωσας ἀόκνως, δοξάζων Τύχων Κύριον, τὸν σοφίζοντα τὸν κόσμον.
Χάριτος θείας πεπλησμένος, ὢν χαρᾶς τοὺς προσιόντας σε ἐπλήρου, οὐρανίου σεμνέ, ἀρετηφόρε Τύχων, ὁ θλίψας τὸν διάβολον, σῇ ἀμέμπτῳ πολιτείᾳ.
θωνος νέα μυροθήκη, εὐωδίασας ἀσκήσεώς σου τρόποις, τοὺς ἀζύγων χορούς, καὶ φιλοσίων Τύχων, συστήματα σπουδάζοντα, πρὸς τὴν σὴν ἐλθεῖν καλύβην.
Θεοτοκίον.
ῦσαι ἀπάσης δυσθυμίας, καὶ κακώσεως τοὺς μεγαλύνοντάς σε, Θεοτόκε ἁγνή, καὶ μνήμην ἐκτελοῦντας, τοῦ Τύχωνος τοῦ σώφρονος, ἀσκητοῦ Ἁγιορείτου.















ᾨδὴ η' Ὁ Εἱρμός
Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων, προαπεικόνισας ποτέ, τὴν σὴν Μητέρα Κύριε· ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο, ἀφλέκτως ἐμβατεύοντας· ἣν ὑμνοῦμεν ἐμφανισθεῖσαν, διὰ σοῦ τοῖς πέρασι σήμερον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς, ἡ προορισθεῖσα σκηνή, τοῦ εἶναι νῦν ἀπάρχεται, τεξομένη Λόγον ἡμῖν παχύτητι, σαρκὸς ἐμφανιζόμενον· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἡ τῆς στειρώσεως μεταβολή, τὴν κοσμικὴν τῶν ἀγαθῶν, διέλυσε στείρωσιν, καὶ τρανῶς τὸ θαῦμα Χριστὸν ὑπέδειξε, βροτοῖς ἐπιδημήσαντα· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
σκητῶν νεαυγῶν τοῦ ὄρους Ἄθω, Τύχων ἄστρον λαμπρόν, ἐφώτισας βολαῖς σου, τῆς παμφαοῦς ἀσκήσεως καὶ χάριτος, τοὺς ἐπιζητοῦντας, ζόφον ἀπελάσαι, παθῶν τῶν χαμαιζήλων.
Λαμπροφόρος ὡς ἥλιος ὁσίας, πολιτείας φαιδρέ, Πατέρων εὖχος Τύχων, πρὸς ἀρετῆς τὸν πόθον ἀνεθέρμανας, κτῆσιν τῶν ἐν βίῳ, ἁμαρτίας δίναις, καὶ ζάλαις ποντουμένων.
ρετῶν κορυφὴ τρισμάκαρ Τύχων, ὁ Θεὸς εὐλογεῖ, χερσὶν Αὐτοῦ ἁγίαις, τοὺς ταπεινοὺς ἐμφατικῶς ἐδίδασκες, καὶ ὑπερηφάνοις, ἀποστρέφει βλέμμα, Αὐτοῦ τὸ ζωηφόρον.
Θεοτοκίον.
Μὴ παρίδῃς φωνὰς ἡμῶν Παρθένε, Θεοτόκε ἁγνή, ἀλλὰ ταχέως κλῖνον, τὸ Σὸν οὖς εὐμενῶς, καὶ τῶν Σὲ προσκαλούντων, ἐπάκουσον πανάμωμε, εὐσυμπάθητε Μαρία.















ᾨδὴ θ'. Ὁ Εἱρμός
Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν.
Ὁ τοῖς ἀπειθοῦσι λαοῖς, ἐξ ἀκροτόμου βλύσας νάματα, τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται, ἐκ λαγόνων στειρωτικῶν, καρπὸν εἰς εὐφροσύνην ἡμῖν, σὲ Θεομῆτορ ἄχραντε, ἣν ἐπαξίως μεγαλύνομεν.
Τὴν τῆς ἀποτόμου ἀρχαίας, ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

Ἕτερος. Ἐξέστη ἐπὶ τοῦτο.
Πατέρων κοσμιότης νεοφανῶν, ὁ τοὺς τρόπους σοφῶς μιμησάμενος, τῶν παλαιῶν, ἀσκητῶν ἐρήμου καὶ ὑψηλόν, ἀνάστημα τοῦ Ἄθωνος, Τύχων ταπεινόφρον ἐγκρατευτά, ῥυσθῆναι θεομάκαρ, κινδύνων ἐκδυσώπει, Χριστὸν τοὺς πίστει σε γεραίροντας.
Οὐ παύω διηγούμενος ἀσκητά, Παϊσίου πρὸς μίμησιν ἔκτυπον, τοῦ νεαυγοῦς, ἀρετῆς φωστῆρος τοὺς σοὺς σεπτούς, ἀγῶνας πρὸς τελείωσιν, ἄκραν ταπεινότητα προσευχήν, ἁπλότητα νηστείαν, καὶ ἄμετρον ἀγάπην, πρὸς τοὺς πλησίον Τύχων Ὅσιε.
πὲρ τῶν σὲ ὑμνούντων πανευλαβῶς, τὸν Σωτῆρα Χριστὸν καθικέτευε, περικλεές, Τύχων ἐρημίτα καὶ τιμαλφές, ἀμέμπτου βίου σάπφειρε, ἵνα τὰς παγίδας τοῦ πονηροῦ, βελίαρ καταστρέψωμεν, συνέσει εὐλαβείᾳ, δικαιοσύνης Πάτερ, καὶ σαφεῖ φυλακῇ τῶν αἰσθήσεων.
Θεοτοκίον.
Σωτῆρος τῶν ἁπάντων Μῆτερ σεμνή, ἡ ἰσχὺς καὶ ἡ ῥῶσις τῶν δούλων Σου, τὸν ἀλγεινῶς, ἀσθενοῦντα ἴασαι Μαριάμ, καὶ καταπεπτωκώτα με, σώματι καὶ πνεύματι καὶ ψυχῇ, ἀνόρθωσον ταχέως, καὶ πρὸς τὴν σωτηρίας, ἀτραποὺς ἀπλανῶς με ὁδήγησον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Εἰς μέτρον ἁγιότητος, τὸν φθάσαντα ἐν ἔτεσιν, ἐσχάτοις κλέος Πατέρων, Ἀθωνιτῶν καὶ ταμεῖον, τῆς χάριτος τιμήσωμεν, πνευματοφόρον Τύχωνα, τὸν ἐρημίτην Ὅσιον, Θεῷ τῷ πέμποντι δόξαν, τῷ Λυτρωτῇ ἀσιγήτως.
Ἕτερον. Τῆς ἑορτῆς.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.



Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Τύχων, ἀρετῆς ὑπόδειγμα, ἀπὸ παιδὸς τὸν Θεόν, ἀγαπήσας κατέλιπες, τὴν πατρώαν χθόνα σου, καὶ τὴν ἔρημον ᾤκησας, ἐν ᾗ βιώσας, καθάπερ Ἄγγελος, τῆς ἰσαγγέλου, δόξης ἠξίωσαι, ὦ τῶν καμάτων σου, δι’ ὧν εὐηρέστησας τῷ Λυτρωτῇ, τῷ σὲ ἀξιώσαντι, χαρᾶς τῆς κρείττονος.

Τύχων, ταπεινόφρον Ὅσιε, ἀκτημοσύνης εἰκών, καὶ ἁπλότητος σκήνωμα, ἐν ἀκολουθίαις σου, τοῖς παννύχοις συνέψαλλες, Ἀγγέλων δήμοις, μεθ’ ὧν ἑόρτιον, νῦν θεοφόρε, ἄγεις πανήγυριν, τὴν ἀτελεύτητον, ἐν αὐλαῖς Κυρίου σου ἐγκρατευτά.

Τύχων, Ἀθωνῖτα ἔνθεε, χαρὰ καὶ κλέος σεπτόν, Παϊσίου τοῦ μάκαρος, τοῦ καὶ ἱστορήσαντος, τὰ σεπτά σου παλαίσματα, ἐν τῇ ἀσκήσει, μείνας ἑξήκοντα, τὸ ὅλον ἔτη, σαυτὸν ἐκάθηρας, καὶ θείου Πνεύματος, σκεῦος πολυτίμητον ἀναδειχθείς, τοὺς πιστῶς ἀνέπαυσας, σοὶ καταφεύγοντας.

Τύχων, ἀσκητὰ μακάριε, πτωχείαν τοῦ Ἰησου, ἀγαπήσας ἐκ χρόνων σου, Πάτερ τῆς νεότητος, ἐκ τοῦ σοῦ ὑστερήματος, ἐδίδου πᾶσι, τοῖς χρείαν ἔχουσιν, ἐν περιχώρῳ, σμικρᾶς καλύβης σου, ὅθεν ὁ Κύριος, ὁ καὶ πλουσιόδωρος ἐν οὐρανοῖς, σὲ ξενίας Ὅσιε, λαμπρᾶς ἠξίωσε.

Δόξα. Ἦχος πλ. α΄.
Τὸν συγχωροῦντα ὁλοθύμως τοὺς αὐτῷ πταίοντας, καὶ ἀδιαλείπτως εὐχόμενον ὑπὲρ πάντων ἀνθρώπων, Τύχωνα τὸν θεόληπτον ἐρημίτην ἀνυμνήσωμεν· ὡς υἱὸς γὰρ φωτὸς ἀκτῖσιν αὐτοῦ ἀγάπης κατεφώτισε, τοὺς ἐν σκότει ἁμαρτίας κειμένους, καὶ τὴν πάμφωτον ὁδὸν τῆς σωτηρίας αὐτοῖς ὑπέδειξεν, ὅθεν ἀξίως παρὰ Κυρίου δοξασθείς, τῆς τρυφῆς τοῦ Παραδείσου ἠξιώθη ἀπολαῦσαι, καὶ πρεσβευτὴς ἡμῶν θερμότατος, πρὸς Αὐτὸν γενέσθαι ὁ πάνσεμνος.

Καὶ νῦν... Ἦχος πλ. β'
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις χαριτόβρυτε ἀσκητά, τοῦ Ἁγίου Ὄρους, μάκαρ Τύχων πανευκλεές, χαίροις ὁ δοξάζων, τὸν Κύριον ἐν βίῳ, ἀπαύστως ταπεινόφρον, καὶ πνευματέμφορε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου