Δευτέρα 20 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 12. ΟΣΙΟΣ ΘΕΟΣΕΒΙΟΣ ΑΡΣΙΝΟΪΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ 12!!
ΘΕΟΣΕΒΙΟΣ ΟΣΙΟΣ ΑΡΣΙΝΟΪΤΗΣ
& Η ΣΥΜΒΙΑ ΑΥΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσιας)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἀρσινόης τὸν γόνον, Μελάνδρας βλάστημα, τῆς νήσου Κύπρου κλέος, καὶ διάκοσμον θεῖον, Χριστοῦ τῆς Ἐκκλησίας πανευλαβῶς, Θεοσέβιον Ὅσιον, καὶ τὴν Συμβίαν τιμήσωμεν τὴν αὐτοῦ, μελῳδήμασιν εὐσχήμοσι.

Ἀμνῶν ποιμένα τὸν θεῖον, τὸν ἐν νεότητι, αὐτοῦ ὁδοὺς Ὁσίων, πολιῶν ὁλοθύμως, βαδίσαντα καὶ πίστει τοῦ Ἰησοῦ, τοῦ σεπτοῦ Ἀρχιποίμενος, ἀκολουθήσαντα τρίβοις τῆς ἀρετῆς, Θεοσέβιον τιμήσωμεν.

Τὴν τύποις θείαν Συμβίαν, τοῦ οὐρανόφρονος, σεμνοῦ Θεοσεβίου, καὶ οὐσίᾳ τὴν νύμφην, τὴν ἄσπιλον τοῦ Κτίστου καὶ Πλαστουργοῦ, παρθενίας ὡς ἔκτυπον, ἐγκωμιάσωμεν πάντες χρεωστικῶς, μελιχραῖς ᾠδαῖς καὶ ᾄσμασι.

Τῆς ἀκραιφνοῦς πολιτείας, εὐχῆς καὶ νήψεως, τὸν ἐραστὴν ἐκθύμως, Θεοσέβιον πάντες, ὡς πρόβολον ἁγνείας καὶ ἀληθοῦς, εὐσεβείας τιμήσωμεν, ἀναβοῶντες· πρεσβείας σου καὶ ἡμῶν, πάντων ἅγνισον τὰ σώματα.

Δόξα. Ἦχος β΄.
Τῆς ἐγκρατείας καὶ σκληραγωγίας πόνοις ὑποπιάζων τὸ σῶμα, τὸν σὸν νοῦν ἀνέτεινας πρὸς Κύριον Θεοσέβιε Ὅσιε, ἁμιλλώμενος γὰρ τῇ ἀρετῇ τῇ ἐκλεκτῇ σου Συμβίᾳ, ἴσων αὐτῇ ἐπάθλων ἔτυχες, καταπατήσας τοῦ ἐχθίστου τὴν ἔπαρσιν. Αὐτοῦ καὶ ἡμᾶς τῆς ἀπάτης ἐκλύτρωσαι, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, πρεσβείαις σου πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὁ τὸν Θεόν, σεβόμενος καὶ πάντα, Αὐτοῦ καλῶς τηρήσας, ἐντάλματα Μελάνδρας, κοσμῆτορ Θεοσέβιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πόνων σου ἱερῶν, κονίστραν Ἀρσινόην, τὴν σὴν πατρίδα δεῖξας, τὴν ἄνω Θεοσέβιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κλέος ἐγκρατευτῶν, ἀκμῆς ἐν ἡλικίᾳ, ἐπράυνας τὰ πάθη, σοῦ νεαροῦ σαρκίου, ἀσκήσει Θεοσέβιε.

Δόξα. Τριαδικόν.
Δέδωκας δαψιλῶς, ἰσχὺν Θεοσεβίῳ, ὀφρὺν πατῆσαι πλάνου, Τριὰς ὑπεραγία, Θεότης τρισυπόστατε.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, πανσέπτων ὁμοζύγων, ἐνδόξου ξυνωρίδος, εὐχαῖς τοῖς Σὲ ὑμνοῦσι, πανευλαβῶς βοήθησον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Νηστευτὴν ἐλεήμονα καὶ φιλάρετον, ἀμνῶν ποιμένα ὀφθέντα, ἐν ἡλικίας ἀκμῇ, θεομύριστον ἁγνότητος λευκάνθεμον, Ἀρσινοΐτην τὸν σεμνόν, Θεοσέβιον πιστοί, τιμήσωμεν κατὰ χρέος, καὶ γὰρ πρεσβεύει Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὅμοιον.
Ταπεινώσεως πύργον ἁγνείας μέλαθρον, καὶ παρθενίας ἐν γάμῳ, διὰ Νυμφίον Χριστόν, ἐκμαγεῖον ἀνυμνήσωμεν κραυγάζοντες· ἡ σὺν συμβίῳ σου σεπτῷ, ἑκουσίως ἀληθῶς, τηρήσασα παρθενίαν, τοὺς λογισμοὺς τοὺς ἀτάκτους, ἡμῶν ἐξάγνισον πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Θεαυγῆ Θεοσέβιον, τὸν ἰσάγγελον ἄνθρωπον, τὸν ἐν Ἀρσινόῃ εὐαρεστήσαντα, ἀσκητικοῖς κατορθώμασι, νηστείᾳ δεήσεσιν, ἐγκρατείᾳ σαρκικῇ, χαμευνίᾳ καὶ δάκρυσι, τὸν Παντάνακτα, Ἰησοῦν Θεοσέβιον ἐκθύμως, μελῳδήσωμεν οἱ δῆμοι, ἐπιποθούντων τὴν θέωσιν.

Τὸ περίλαμπρον καύχημα, Ἀρσινόης τιμήσωμεν, θεῖον Θεοσέβιον ὡς κοσμήτορα, διαγωγῆς ἐνθεώτατον, ἀμέμπτου καὶ σέμνωμα, ἐγκρατείας καὶ εὐχῆς, ἀνακράζοντες· Ὅσιε, σὺν Συμβίᾳ σου, τῇ σεμνῇ μὴ ἐλλίπῃς εἰρηνεύων, σοὺς ἱκέτας καὶ εὐχαῖς σου, ὁμονοεῖν τοὺς ὑμνοῦντάς σε.

Ἐν ἀκμῇ τῆς νεότητος, σὺν τῇ θείᾳ Συμβίᾳ σου, δρόμῳ ἐγκρατείας κατηκολούθησας, καὶ καθ’ ἑκάστην τηκόμενος, κλεινὲ Θεοσέβιε, ὡς κηρίον ἀληθῶς, νυχθημέροις ἀσκήσεσι, στέφος εἴληφας, οὐρανόθεν χρυσόπλοκον ἀφθάρτου, χαρμονῆς ἐν δόμοις δόξης, καὶ ἀϊδίου τερπνότητος.

Ἐγκρατείᾳ ἐκάθηρας, τὴν ψυχὴν Θεοσέβιε, καὶ σταυρὸν ἀράμενος ἐπωμάδιον, κατηκολούθησας βήμασι, Χριστοῦ σὺν Συμβίᾳ σου, γέρας Ἀρσινοϊτῶν, καὶ προσκαίρου βιώσεως, ὡς ἀσώματος, τὴν ὁδὸν διοδεύσας κατ’ ἀξίαν, κληρονόμος ἀνεδείχθης, τῆς ὑπὲρ νοῦν ὡραιότητος.

Ὡς φωστῆρα ὑπέρφωτον, τὸν φωτίζοντα πέρατα, ἐναρέτου βίου σου φρυκτωρήμασι, καὶ ἀστραπαῖς ἐγκρατείας σου, νῦν πάντες τιμῶμέν σε, καὶ λαμπρῶς σὴν ἱεράν, ἐκτελοῦμεν πανήγυριν, Θεοσέβιε, ὁ ἀκμὴν παριδὼν τῆς ἡλικίας, καὶ ἀσκήσας ἐν τῇ Κύπρῳ, ὡς πολιὸς γέρων Ὅσιε.

Ἀρετὴν Θεοσέβιε, ἐπιμόνως ἐνήσκησας, σύμμαχον πρὸς θέωσιν ἔχων Ὅσιε, τὴν θεοφόρον Συμβίαν σου, μεθ’ ἧς νῦν ἐν δώμασι, συγχορεύεις οὐρανῶν, καὶ Χριστὸν τὸν Θεάνθρωπον, καὶ Παντάνακτα, δυσωπεῖς ὑπὲρ πάντων ἐκτελούντων, τὴν ὑπέρφωτόν σου μνήμην, τὴν ἐτησίαν ἐν ᾄσμασι.

Δόξα. Ἦχος πλ. β΄.
Ἀρνησάμενος τὰ τερπνὰ καὶ ἡδέα τῆς νεότητος, καὶ ὑπὲρ τὴν ἀγάπην τῆς Συμβίας σου ἀγαπήσας τὸν Κύριον, ἀμέμπτως Αὐτῷ ἠκολούθησας ἀσκητικῇ πολιτείᾳ, ποιμῆν ἀλόγων προβάτων θειότατε Θεοσέβιε. Σὺ γὰρ ἔξω κόσμου καὶ σαρκὸς γενόμενος, οἷάπερ ἄγγελος ἐπολιτεύσω, καὶ τύπος γέγονας νοὸς καὶ σώματος καθαρότητος. Διὸ νῦν τὰς ἀμοιβὰς τῶν πόνων σου δρεπόμενος, μὴ διαλίπῃς σὺν τῇ Συμβίᾳ σου Χριστῷ πρεσβεύων, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. η΄, 1-11).
Υἱέ, σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἔστηκε. Παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Νοήσατε ἄκακοι πανουργίαν, οἱ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδή. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός σου, οὐδὲν ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνώσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. α΄, 1-10)
Ἀγαπήσατε δικαιοσύνη οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν, ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμη ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματα καταχρέῳ ἁμαρτίας, ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἐπαναστήσεται, ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ Μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθής, ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ, ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Ἀσκητικῶς ἀγωνιζόμενος ἐν Ἀρσινόῃ, τὰς νάπας αὐτῆς καὶ τοὺς λειμῶνας ἡγίασας, τοῖς ποιμενικοῖς σου ἱδρῶσι καὶ τοῖς δάκρυσι Θεοσέβιε Ὅσιε. Σὺ γὰρ θείαις ἀναβάσεσι Θεῷ ἀναγόμενος, τοὺς δερματίνους χιτῶνας ἀπεξεδύσω, καὶ ἐνεδύσω στολὴν παρθενικὴν εἰς αἰῶνας διαμένουσαν ἄφθαρτον. Καὶ νῦν Χριστῷ παριστάμενος, καὶ σὺν τῇ Συμβίᾳ σου Ἀγγέλοις συνευφραινόμενος, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος β΄.
Ἀγωνιζόμενος ἐν ἐγκρατείᾳ καὶ προσευχῇ νυχθημέρῳ, τὴν σάρκα ἐνέκρωσας ποιμὴν Ἀρσινόης θειότατε Θεοσέβιε. Καὶ τὴν ψυχὴν ζωώσας ἀναβάσεσι θείαις, μετὰ μέθεξιν ἐθεώθης πρότυπον ἀρετῆς γενόμενος. Διὸ τὴν σὴν πανέορτον μνήμην ἐπιτελοῦντες, σὲ μεγαλύνομεν μελῳδίαις μελιῤῥύτοις, καὶ Χριστὸν δοξάζομεν τὸν ἐνισχύσαντά σε, πρὸς ἀρετῆς ἀπόκτησιν καὶ μετοχὴν τῆς ἀϊδίου μακαριότητος.

Ἦχος γ΄.
Τὸν κοινῇ μετὰ τῆς αὐτοῦ Ὁσίας Συμβίας συναινέσει, ἀσκητικὸν ὁδεύσαντα στάδιον, καὶ πολιὰν ἐπιδείξαντα φρόνησι ἐν νεαρᾷ ἡλικίᾳ, Θεοσέβιον τὸν ἐγκρατευτὴν ἐγκωμιάσωμεν κράζοντες· ὁ ἰσαγγέλως ἐν Ἀρσινόῃ πολιτεύσαμενος, καὶ παριδὼν πᾶσαν ἔνυλον σχέσιν διὰ Χριστοῦ ἀγάπησιν, ἀξίους ἡμᾶς ποίησον εὐχαῖς σου, τῆς σὺν σοὶ ἐν οὐρανοῖς ἀγαλλιάσεως.



Δόξα. Ἦχος δ΄.
Τὴν πτωχείαν τοῦ Ἰησοῦ εὐσεβῶς ἐπιποθήσας, καὶ τὴν νέκρωσιν Αὐτοῦ ἐνδυσάμενος, ὡς πάροικος ἐν τῇ σῇ πατρίδι ἐπολιτεύσω, τῆς σαρκὸς μηδόλως πρόνοιαν ποιούμενος, καὶ προορώμενος τῶν ἐν οὐρανοῖς ἀγαθῶν τὴν θέαν, τῶν ἡτοιμασμένων τοῖς Χριστὸν ἀγαπῶσι Θεοσέβιε Ὅσιε, ἐπιδείξας οὖν πᾶσι σὺν τῇ σῇ Συμβίᾳ, τὸν κεκρυμμένον ἐν σοὶ πλοῦτον τῆς πνευματικῆς ἀγάπης, ἀπῆλθες τῷ Παμβασιλεῖ αἰωνίως συνεῖναι, καὶ πρεσβεύειν ἀπαύστως ὑπὲρ των ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῶν ποιμένων φωστήρ, ὁ θεοφόρος καὶ ἁπλοῦς καὶ φιλόσιος, κοσμήτωρ τῆς Ἀρσινόης, Μελάνδρας θεῖος βλαστός, καὶ τῆς Ἐκκλησίας, φέγγος ἄδυτον, σεπτὲ Θεοσέβιε, ὁ ἀπαύστως εὐχόμενος, καὶ καταστήσας, ἑαυτὸν οἰκητήριον, θείου Πνεύματος, καὶ σεπτὸν ἐργαστήριον, σκληραγωγίας νήψεως, καὶ ἤθους πανσέβαστε, ὅθεν τῆς σῆς ἐγκρατείας, τὰ ἱερὰ κατορθώματα, ἐκθύμως ὑμνοῦντες, σὰς αἰτούμεθα πρεσβείας, πρὸς βίον κρείττονα.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ἡ τῶν Ὁσίων δυάς, τῆς ἐγκρατείας θησαυρὲ Θεοσέβιε, καὶ θείᾳ αὐτοῦ Συμβίᾳ, ἡ συναινέσει κοινῇ, βίον ἀρνηθεῖσα, τρυφηλότητος, καὶ γάμου τερπνότητος, ἃς ηὐλόγησε Κύριος, ἵνα τὸν δρόμον, τῆς ἁγνείας τὸν δύσβατον, θείᾳ χάριτι, διανύσῃ πανεύφημε, ζεῦγος σεμνὸν καὶ τίμιον, ἀγάπῃ συνδούμενον, πνευματικῇ τῇ ἀῤῥήκτῳ, ἑνούσῃ πάντα χριστώνυμον, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην τὴν σὴν τελοῦμεν λαμπρῶς, Ἀρσινοΐτα Θεοσέβιε Ὅσιε, ἀσκήσει συντονωτάτῃ, καὶ ἐγκρατείᾳ πολλῇ, βίωσιν ἐν Κύπρῳ, τὸν ἀνύσαντα, σαφῶς ὡς ἰσάγγελος, ἀρετῶν θεῖον σκήνωμα, τῆς ἀπαθείας, θεοκίνητον ὄργανον, καὶ πολύφορον, δένδρον χάριτος Πνεύματος, Ὅπερ καρὸν ἐξήνεγκεν, ἀλήκτου τερπνότητος, πρὸς γλυκασμὸν τῶν ζητούντων, Αὐτοῦ Ἐδὲμ ἐν σκηνώμασι, σοφὲ ἀπολαῦσαι, καὶ Ἀγγέλων συγχορεῦσαι, σεπτοῖς συντάγμασι.




Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοὶ ζηλωταὶ τῶν κατορθωμάτων, πρὸς ὁλοκλήρωσιν καὶ θέωσιν Θεοσεβίου τοῦ Ὁσίου, χαρμονικῶς αὐτὸν ὑμνῳδίαις καταστέψωμεν. Οὗτος γὰρ παρθένος ὢν τοῖς λογισμοῖς καὶ τῷ σώματι, τὸν γάμον συναινέσει τῆς αὐτοῦ Συμβίας, εἰς πνευματικὸν ἀνεβίβασε μυστήριον, σάρκα καὶ φρόνησιν μίαν μετ’ αὐτῆς ἔχων, τὴν σάρκα Χριστοῦ, ἧς μέλη ἐσμὲν οἱ κοινωνοῦντες, Αὐτοῦ τοῦ σώματος καὶ τοῦ αἵματος, καὶ νῦν τὸ τοῦ προσώπου Αὐτοῦ κάλλος οὗτος θεώμενος, ἀδιαλείπτως πρεσβεύει τοὺς λογισμοὺς ἡμῶν ἁγνίσαι, καὶ χαρᾶς ἀξιῶσαι τῶν καθαρῶν τὴν καρδίαν τῆς ὑπὲρ ἔννοιαν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Νηστευτὴν ἐλεήμονα καὶ φιλάρετον, ἀμνῶν ποιμένα ὀφθέντα, ἐν ἡλικίας ἀκμῇ, θεομύριστον ἁγνότητος λευκάνθεμον, Ἀρσινοΐτην τὸν σεμνόν, Θεοσέβιον πιστοί, τιμήσωμεν κατὰ χρέος, καὶ γὰρ πρεσβεύει Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὅμοιον.
Ταπεινώσεως πύργον ἁγνείας μέλαθρον, καὶ παρθενίας ἐν γάμῳ, διὰ Νυμφίον Χριστόν, ἐκμαγεῖον ἀνυμνήσωμεν κραυγάζοντες· ἡ σὺν συμβίῳ σου σεπτῷ, ἑκουσίως ἀληθῶς, τηρήσασα παρθενίαν, τοὺς λογισμοὺς τοὺς ἀτάκτους, ἡμῶν ἐξάγνισον πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.







ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νεότητος ἀκμῆς, μὴ φεισάμενος Πάτερ, καὶ πάσας τὰς ὁρμάς, τῆς σαρκὸς καταστείλας, συντόνοις ἀσκήσεσιν, ἔχων πρόθυμον σύμμαχον, τὴν Συμβίαν σου, ἥτις κανὼν ἐγκρατείας, ἀκριβέστατος, ὤφθη ἐτέλεσας βίον, καλῶς Θεοσέβιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀκένωτος πηγή, θαυμασίων ὑπάρχεις, Παρθένε ἀγαθή, καὶ ἀστείρευτος κρήνη, Σῶν δούλων ἰάσεων, τῶν πιστῶς προσφευγόντων Σοι, καὶ ἐν ᾄσμασι, μεγαλυνόντων Σε πόθῳ, καὶ τὸν Τόκον Σου, δοξολογούντων ἀπαύστως, καρδίαις καὶ χείλεσι.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μελάνδραν ἡγίασας τῶν σῶν ἱδρώτων ῥοαῖς, καὶ πᾶσιν ἐφαίδρυνας τὴν Ἀρσινόην σεπτοῖς, ἀσκήσεως πόνοις σου, ὅθεν ἀξιοχρέως, Θεοσέβιε πάντες, μνήμην σου τὴν ἁγίαν, οἱ χοροὶ εὐσεβούντων, τελοῦντες σὰς ἀόκνους εὐχάς, ἀπεκδεχόμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θαυμάσια τὰ Σὰ ἀνερμήνευτα πέλει, παρθένος ἀληθῶς πῶς ἐκύησας Λόγον, Θεοῦ καὶ παρέμεινας, μετὰ Τόκον πανάμωμε, ἀπειρόγαμε, παρθένος ὡς πρὸ τοῦ Τόκου, ἀνακράζοντες· Σὲ μεγαλύνομεν πόθῳ, ᾠδαῖς πανευσχήμοσι.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν διοδεύσαντα, στενὴν καὶ δυσβάτον, ὁδὸν ἀσκήσεως, ἐν τῇ νεότητι, αὐτοῦ Μελάνδρας τὸν βλαστὸν καὶ καύχημα Ἀρσινόης, πάνυ Θεοσέβιον, παρθενίας τὸ μάργαρον, καὶ εὐχῆς τὸν πρόβολον καθηκόντως τιμήσωμεν, βοῶντες ἐκ ψυχῆς κατανύξει· Χαῖρε Ὁσίων κοσμιότης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν ἡμέρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν (Λουκᾶ στ΄, 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς β΄ ἑβδομάδος.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὰ τῶν Ἀγγέλων ἐν οὐρανοῖς Τάγματα, σὺν τοῖς χοροῖς τῶν ἀσκήσει Θεῷ εὐαρεστησάντων Ὁσίων, εὐφραίνονται ἐν πόλῳ δόξης, ἐπὶ τῇ μνήμῃ τῶν ἰσαγγέλων πολιτευσαμένων, Θεοσεβίου καὶ τῆς αὐτοῦ Σμβίας. Αὐτοῖς συναγάλλονται καὶ ἀνθρώπων ἐπὶ γῆς σύλλογοι, τιμῶντες τοὺς ἐπουρανίους ἀνθρώπους καὶ ἀσκητὰς τῆς Ἀρσινόης, ὧν τὰς λιτὰς ἀπεκδέχονται πρὸς ἀρετῆς τελείωσιν.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Θεοσέβιον καὶ τὴν αὐτοῦ ὑμνῶ Συμβίαν. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεοῦ φίλον γνήσιον, καὶ παρθενίας τὸν σύνοικον, Μελάνδρας τὸ βλάστημα, καὶ Ἀρσινόης σεπτόν, Θεοσέβιον, κοσμήτορα ὡς εὖχος, πολύτιμον πίστεως, ἐγκωμιάσωμεν.
Εὐτόλμως νεότητος, κάλλος ἰσχὺν καὶ εὐπρέπειαν, καὶ γάμου ἡδύτητα, διὰ Χριστὸν τὸν Θεόν, ἀρνησάμενον, ὁμοῦ σὺν τῇ Συμβίᾳ, αὐτοῦ Θεοσέβιον, ὕμνοις τιμήσωμεν.
Οὐράνιε ἄνθρωπε, ὁ ἐκ Μελάνδρας ὁρμώμενος, καὶ ὥσπερ ἀσώματος, βιώσας τοῦ Λυτρωτοῦ, κατηξίωσαι, ἰδεῖν μορφῆς τὸ κάλλος, προσώπου τὸ ἄῤῥητον, σὺν τῇ Συμβίᾳ σου.
Θεοτοκίον.
Συνέσεως σκήνωμα, καὶ παρθενίας κειμήλιον, ἁγνὴ ἀειπάρθενε, τοὺς Σὲ ὑμνοῦντας πιστῶς, καὶ δοξάζοντας, τὸν ἄχραντόν Σου Τόκον, χαρᾶς καταξίωσον, τῆς ὑπὲρ ἔννοιαν.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
χθρὸν θριαμβεύσας παλαμναῖον, ἀσκήσει συντόνῳ καὶ εὐχῇ, σαρκίου κατέτηξας, ὀρέξεις Θεοσέβιε, καὶ παρθενίας πέφηνας, σὺν τῇ Συμβίᾳ θησαύρισμα.
Βλαστὸν τῆς Μελάνδρας τὸν ὡραῖον, τιμήσωμεν ὕμνοις μελιχροῖς, τὸν βόσκοντα τὰ πρόβατα, καὶ ἀκλινῶς εὐχόμενον, ἐν κατανύξει Ὅσιον, θεοειδῆ Θεοσέβιον.
λὺν τῶν παθῶν ἀποτινάξας, καὶ ῥείθροις καθάρας σὴν ψυχήν, καὶ σῶμα Θεοσέβιε, δακρύων καὶ ἱδρώτων σου, σὺν τῇ κλεινῇ Συμβίᾳ σου, ὤφθης ἐκσφράγισμα νήψεως.
Θεοτοκίον.
σίου Θεοσεβίου εὖχος, καὶ θείας Συμβίας τῆς αὐτοῦ, Θεογεννῆτορ ἔκτυπον, τοὺς ἑαυτοὺς τηρήσαντας, ἁγνοὺς θερμαῖς ἐντεύξεσιν, τήρει ἡμᾶς ἐν ἁγνότητι.




Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὸν σεβόμενον Θεοῦ, τὰς ἐντολὰς ἀπὸ παιδός, Θεοσέβιον λαμπρῶς, ἀνευφημήσωμεν πιστοί, σὺν τῇ πανάγνῳ Συμβίᾳ αὐτοῦ βοῶντες· κλέος ἀσκητῶν, θεοτίμητον, ὁ ἐν τῇ ἀκμῇ, τῆς ἡλικίας σου, καταμαράνας σώματος σκιρτήματα, τοῦ χοϊκοῦ σου ἱκέτευε, Χριστὸν τηρῆσαι ἐν παρθενίᾳ, τοὺς τιμῶντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀκατάφλεκτον πυρί, Βάτον κατεῖδέ Σε Μωσῆς, ἐν Σινᾷ Μῆτερ Θεοῦ, ὅλον Θεότητος τὸ πῦρ, ἐν μήτρᾳ φέρουσα θείᾳ Σου καὶ πανάγνῳ, καὶ ὡς ἀληθῶς, ἀκατάφλεκτος, μείνασα σεμνή· διὸ τιμῶντές Σε, ἐν κατανύξει ψυχῆς ἀνακράζομεν· Θεοκυῆτορ ὑπέραγνε, πυρός με ῥῦσαι τοῦ αἰωνίου, τὸν πιστῶς Σοι προστρέχοντα.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νόμῳ βίον σου ῥυθμίζων, τοῦ Θεοῦ Θεοσέβιε, ἀρετῆς ἐργάτης, ὡς καλὸς ἐγένου ὑπόδειγμα, τῶν εὐσεβῶς ζῆν θελόντων καὶ ἀρχέτυπον, ἐν νεότητι, τῶν ἐκζητούντων τὴν θέωσιν.
Κατ’ ἐχθροῦ ἐν Ἀρσινόῃ, τοῦ πτερνίζοντος μέροπας, ἀνδρικῶς τρισμάκαρ, ὄντως ἠγωνίσω οὗ φρύαγμα, τὸ ἐπηρμένον σοῖς πόνοις κατεπάτησας, Θεοσέβιε, ἁγνείας πάμφωτον μέλαθρον.
ρσινόη ἐγκαυχᾶται, τοῖς σπαργάνοις σου Ὅσιε, καὶ τῇ σῇ ἀσκήσει, δι’ ἧς κληρονόμος θειότατος, τῆς οὐρανῶν Βασιλείας ὤφθης ἄριστε, Θεοσέβιε, τῆς ἐγκρατείας διάκοσμε.
Θεοτοκίον.
κεσίαις Σου ἐνθέρμοις, πρὸς Υἱόν Σου τὸν πάνσεπτον, Κεχαριτωμένη, ἄφεσιν τοῖς δούλοις σου δώρησαι, Θεοσεβίου λιταῖς τοῦ οὐρανόφρονος, καὶ δεήσεσιν, αὐτοῦ Συμβίας τῆς σώφρονος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τοὺς πόνους γεραίροντες, οὓς ἔτλης Θεοσέβιε, δι’ ἀγάπην τοῦ ἀγωνοθέτου, Χριστοῦ ἐφέσει, ὅλῃ ψυχῇ σου καλῶς, σὺν τῇ σῇ Συμβίᾳ εὐλαβῶς, κράζομεν· ὑπέραγνον, ζεῦγος χαῖρε καὶ πάνσεμνον.
χάρις τοῦ Πνεύματος, τοῦ θείου ἐπεσκίασεν, ἄμφω σε θεόφρον νεανία, σὺν σῇ Συμβίᾳ, τῇ ἐκλεκτῇ δαψιλῶς, καὶ πάντων προσύλων καὶ φθαρτῶν, ὑπερόπτας ἔδειξε, καὶ ταμεῖα χρηστότητος.
Νεότητος Ἅγιοι, τὸ κάλλος ἀπηρνήσασθε, καὶ κατεπατήσατε σαρκίου, ὀρέξεις πάσας, ὡς πολιοὶ ἀσκηταί, σὺν τῇ σῇ Συμβίᾳ θαυμαστέ, μάκαρ Θεοσέβιε, Ἀρσινόης σεμνώματα.
Θεοτοκίον.
γνείας ἀπαύγασμα, Θεογεννῆτορ Δέσποινα, ταῖς λιταῖς Ὁσίων ὑπεράγνων, Θεοσεβίου, καὶ τῆς Συμβίας αὐτοῦ, ἡμᾶς ἐν ἁγνείᾳ ἀκραιφνεῖ, τήρει τοὺς ἑκάστοτε, μελῳδοῦντάς Σε ᾄσμασι.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
μνοῦντες πόθῳ τὴν μνήμην σου, τὴν πάνσεπτον σοφὲ Θεοσέβιε, πιστῶς βοῶμέν σοι· σὺν τῇ Συμβίᾳ σου πρέσβευε, τῇ ἐκλεκτῇ Κυρίῳ, ὑπὲρ προσφύγων σου.
Τὸν νοῦν ὑψῶν πρὸς τὸν Ὕψιστον, νυκτί τε καὶ ἡμέρᾳ ἐνέκρωσας, σαρκὸς τὸ φρόνημα, καὶ ὥσπερ μέροψ ἀσώματος, ἐβίωσας Ὁσίων, φῶς Θεοσέβιε.
σίων ζεῦγος θεόφιλον, ὁδὸν ἡμῖν λαμπρὰν ἐπιγνώσεως, καὶ τοῦ Παντάνακτος, εὐαρεστήσεως ἔδειξας, Συμβίᾳ σου σὺν θείᾳ, ὦ Θεοσέβιε.
Θεοτοκίον.
ψίστου Μῆτερ Πανάχραντε, ἁγνείας εὐπρεπέστατον σκήνωμα, ἁγνοὺς τοὺς δούλους Σου, τήρει ᾀεὶ Θεοσέβιον, καὶ τὴν αὐτοῦ Συμβίαν, τοὺς μακαρίζοντας.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Θεὸν τοὺς σέβοντας ἐν ῥήμασι καὶ πράξεσι, καὶ παρορῶντας τὴν νεότητα ὡς πρόσκαιρον, Ἀρσινόης εὐφημήσωμεν τοὺς Ὁσίους, Θεοσέβιον εὐχῆς ὡς ἐργαστήριον, καὶ αὐτοῦ Συμβίαν στῦλον ὡς ἁγνότητος, πόθῳ κράζοντες· Χαῖρε ζεῦγος θειότατον.
Ὁ Οἶκος.
Ἄγγελοι σαρκοφόροι, Θεοσέβιε μάκαρ, ἐπώφθητε καὶ τούτου Συμβία, οἱ ἁγνότητι καὶ προσευχῇ, ἡλικίας ὄντως ἐν ἀκμῇ δύσβατον, ὁδὸν καλῶς ἀνύσαντες, διὸ ὑμῖν βοῶμεν πίστει·
Χαίρετε, θρέμματα τῆς Μελάνδρας·
χαίρετε, στέμματα παρθενίας.
Χαῖρε, τῶν Ὁσίων πυρσὲ Θεοσέβιε·
χαῖρε, τῶν Ἀγγέλων αὐτοῦ σύζυξ σύναυλε.
Χαῖρε, ἄγαλμα σεμνότητος, Θεοσέβιε, λαμπρόν·
χαῖρε, σκήνωμα ἁγνότητος, Σύζυξ τούτου, ἱερόν.
Χαῖρε, ποιμὴν προβάτων, Θεοσέβιε θεῖος·
χαῖρε, λιμὴν παρθένων, Σύζυξ τούτου καὶ ὅρμος.
Χαῖρε, κανὼν εὐχῆς Θεοσέβιε·
χαῖρε, λειμὼν αὐτοῦ Σύζυξ πάντερπνε.
Χαίρετε, ἕρνη τῆς ἀπαθείας·
χαίρετε, εὐχὴ τῆς Ἐκκλησίας.
Χαῖρε, ζεῦγος θειότατον.







Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Θεοσεβίου καὶ τῆς Συμβίας αὐτοῦ, τῶν ἐν Ἀρσινόῃ.
Σέβας ὑπάρχεις Ὁσίων Ἀρσινόης,
Θεοσέβιε σὺν θείᾳ σου Συμβίᾳ.
Ὁ Ὅσιος Θεοσέβιος, ὁ ἐγκωμιασθεὶς ὑπὸ τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, κατήγετο ἐκ τῆς Μελάνδρας τῆς Ἀρσινόης καὶ ἦτο ἀδελφὸς κατὰ σάρκα τοῦ Ἁγίου Ἀρκαδίου, ἐπισκόπου Ἀρσινόης. Ἔγγαμος ὢν κοινῇ συνενέσει μετὰ τῆς Ὁσίας αὐτοῦ Συμβίας ἐν παρθενίᾳ ἐβίωσαν. Βόσκων ὁ Θεοσέβιος τὰ αὐτοῦ πρόβατα ἐν τοῖς λειμῶσι καὶ ταῖς νάπαις τῆς πατρίδος αὐτοῦ ἀδιαλείπτως προσηύχετο καὶ μὴ φεισάμενος τῆς νεότητος αὐτοῦ, τὴν σάρκα κατέτηκε νυχθημέροις πόνοις καὶ ἀτρύτοις σκληραγωγίαις. Ὁμοίως καὶ ἡ Συμβία αὐτοῦ ἐν ἁγνείᾳ καὶ παρθενίᾳ διάγουσα θεοπρεπῶς τὸ ζῆν ἐξεμέτρησε. Ἐκοιμήθησαν ἀμφότεροι ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου.
Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος,
Ἤραντο νίκην, γῆν προβάντες ταράχου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης.
Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη,
Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Ἀναστασίας.
Ἡγεῖτο λαιμοῦ τὴν τομὴν ἀσπασίαν,
ἡ καλλίνικος Μάρτυς Ἀναστασία.


Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται.
Τέθνηκεν ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
θνήσκειν ἑτοίμων εἰ δέοι καὶ πολλάκις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδότου, ἐπισκόπου Ἐφέσσου.
Ὁ Θεόδοτος γήϊνον λιπὼν θρόνον,
τὸν λαμπρὸν εὗρε τῆς ἄνω δόξης θρόνον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαλφεθᾶ, βέλεσι τοξευθεὶς τελειοῦται.
Οὐ μαλθακόν τι Μαλφεθᾶ βλέπειν ἔχει,
τόξου κατ’ αὐτῆς εὐτόνως τεταμμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀνθίας, βληθεῖσα εἰς πύρινον χάλκινον βοῦν, τελειοῦται.
Εἰς βοῦν ἀπανθεὶς ἔμπυρον βεβλημένη,
ἐν οὐρανῷ δὲ λαμπρὸν ἀνθεὶς Ἀνθία.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουβεντῖνος καὶ Μάξιμος, ξίφει τελειοῦνται.
Ἰουβεντῖνος Μαξίμῳ τμηθεὶς ἅμα,
χορῷ συνήφθη Μαρτύρων σὺν Μαξίμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰάσωνος, ἐπισκόπου Δαμασκοῦ.
Παθὼν Ἰάσων τὰς βάρεις καταστρέφει,
πύργους ἐγείρας ἀρετῶν πρὸ τοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόμαχος καὶ Διόδωρος, πυρὶ τελειοῦνται.
Μάχου πρὸς ἐχθροὺς Ἀνδρόμαχε Κυρίου,
κᾂν τοῦ πυρὸς σύνθνησκε τῷ Διοδώρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Οὐΐλφριντ τῆς Ὑόρκης Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ νέου Θεολόγου.
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀλαμάνων τῶν ἐν Κύπρῳ· Βαλαντίου, Βαρλαάμ, Βαρνάβα τοῦ μοναχοῦ, Βασιλείου ἐπισκόπου τοῦ Βαβατσινιώτη, Γεωργίου τοῦ ἐπιτηδειώτου, Γεωργίου τοῦ περαχωρίτου, Γεωργίου τοῦ Σαλαμάνου, Δημητριανοῦ τοῦ ἐπισκόπου, Εἰρηνικοῦ, Ἐλπιδίου, Ἐπαφροδίτου καὶ Ἐπίκτητου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἐπὶ τῇ ἐπετείῳ τῆς ἀπελευθερώσεως τῆς πόλης τῶν Ἀθήνων ἐκ τοῦ Γερμανικοῦ ζυγοῦ, ἐν ἔτει 1944, Σύναξις πάντων τῶν ἐν Ἀθήναις Ἁγίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.












ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
περύμνητος ὁμαίμων Θεοσέβιε ὑπαρχων Ὅσιε, τοῦ Ἀρκαδίου σεπτοῦ, Ὑψίστου θεράποντος, καὶ ἀρχιποίμενος, οὐρανόφρονος, τῆς Ἀρσινόης εἴληφας, σὺν αὐτῷ στεφάνους δόξης.
Μακαρίζοντες τὰ θεῖά σου παλαίσματα πρὸς ὁλοκλήρωσιν, καὶ ἀρετῆς ἀκραιφνοῦς, κατάκτησιν στέφομεν, σὲ Θεοσέβιε, καὶ Συμβίαν σου, τὴν ἄμεμπτον καὶ ἄσπιλον, ῥόδοις ὕμνων μυριπνόοις.
Νίκης κότινον ἐδέξω Θεοσέβιε παρὰ τοῦ Κτίσαντος, ὥσπερ ἀγώνων τῶν σῶν, λαμπρῶν ἀντιμίσθιον, καὶ πρὸς σκηνώματα, δόξης πάμφωτα, ἀνῆλθες σὺν Συμβίᾳ σου, τῇ Ὁσίᾳ στεφηφόρος.
Θεοτοκίον.
ς ὁλέτειραν τῶν πονηρῶν δυνάμεων Θεογεννήτρια, καὶ τῶν ἀΰλων ἐχθρῶν, Σὲ πάντες γεραίρομεν, ἐκδυσωποῦντές Σε, ῥῦσαι θλίψεων, καὶ πάσης περιστάσεως, ἀλγεινῆς τοὺς Σὲ τιμῶντας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Στῦλε ἀδιάσειστε ἁγνείας, εὐχῆς ἀσιγήτου νήψεως συνέσεως, καὶ σκληραγωγήσεως, τοῦ φθαρτοῦ σαρκίου σου, ἐδείχθης Θεοσέβιε, Ὁσίων πρόβολε, τῶν φρόνησιν ἐχόντων γερόντων, ἐν ἀκμῇ τῷ ὄντι, σῆς ἡλικίας μάκαρ.
ψος Θεοσέβιε πρὸς θεῖον, ἐπήρθης καὶ δυσαντίβλεπτον συνέσεως, ὅθεν σὺν Συμβίᾳ σου, τῇ Ὁσίᾳ ἤσκησας, ἐνθέως καὶ τὴν δύσβατον, ὁδὸν ἐβάφισας, χρηστότητος ἀπάγουσαν Πάτερ, πρὸς τῆς ἀφθαρσίας, τοὺς νοητοὺς λειμῶνας.
Μέμνησο ἡμῶν τῶν σὲ τιμώντων, καὶ μνήμην σου ἐκτελούντων τὴν πανίερον, σῶφρον Θεοσέβιε, τοῦ σεπτοῦ αὐτάδελφε, τῆς Ἀρσινόης Ὅσιε, ἱεροφάντορος, πανσόφου Ἀρκαδίου ἐν δόμοις, οὐρανῶν μεθ’ οὗπερ, εὐφραίνῃ αἰωνίως.
Θεοτοκίον.
Βήματα ἡμῶν Σαῖς ἱκεσίαις, κατεύθυνον πρὸς ζωὴν τὴν αἰωνίζουσαν, Παναγία Δέσποινα, σταθηρὰ ἰθύντειρα, ᾀεὶ μακαριζόντων Σε, πρὸς ἀφθαρτότητα, ἐν ᾗ συγχαίρῃ Θεοσεβίῳ, καὶ αὐτοῦ Συμβίᾳ, εἰς πάντας τοὺς αἰῶνας.











ᾨδὴ θ΄. Ἅπας γηγενής.
λεων ἡμῖν, ἀπέργασαι Κύριον, τοῖς ἀνυμνοῦσί σου, πόνους Θεοσέβιε, τοὺς νυχθημέρους, σαρκός σου νέκρωσιν, ὑψοποιὸν ταπείνωσιν, καὶ νῆψιν Ὅσιε, σὺν Συμβίᾳ, τῇ ἁπλῇ θεόφρονι, καὶ πανσέμνῳ σου Πάτερ ἀοίδιμε.
πας εὐσεβῶν, ὁ σύλλογος γάνυται, τῇ θείᾳ δόξῃ σου, Πάτερ Θεοσέβιε, καὶ ἀνακράζει, τρανῶς ἑκάστοτε, περίλαμπρον ὡράϊσμα, καὶ θεῖον κόσμημα, Ἀρσινόης, σὺν ἁγνῇ Συμβίᾳ σου, ῥῦσαι βλάβης ἐχθροῦ τοὺς ἱκέτας σου.
Νόμοις τοῦ Θεοῦ, πειθόμενος Ὅσιε, γηΐνης φύσεως, νόμους Θεοσέβιε, ἠρνήσω πάντας, καὶ ὡς ἀσώματος, βιώσας χάριν εἴληφας, συγχαίρειν πάντοτε, σὺν ταῖς ἄνῳ, Ἀσωμάτοις τάξεσιν, ἀσκητὰ θεαυγὲς καὶ ὑπέρλαμπρε.
Θεοτοκίον.
Χαῖρε ἀσκητῶν, παρθένων ὑπόδειγμα, Θεογεννήτρια, χαῖρε θεῖον ἔκτυπον, ἐπιποθούντων, βίου ἁγνότητα, χαῖρε Θεοσεβίου τε, καὶ τῆς θεόφρονος, Ὁμοζύγου, τῆς αὐτοῦ πανάχραντε, Θεοτόκε περίλαμπρον σέμνωμα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν θεῖον Θεοσέβιον, προφρόνως ἀνυμνήσωμεν, καὶ τὴν αὐτοῦ θεόφρον, Συμβίαν ὡς παρθενίας, καὶ προσευχῆς κειμήλια, καὶ πάνσεπτα σεμνώματα, τῆς Ἀρσινόης κράζοντες· ζεῦγος Ὁσίων τὸν Κτίστην, ἡμῖν ᾀεὶ ἱλεοῦσθε.
Θεοτοκίον.
Παρθένων ἀγαλλίαμα, καὶ ἀσκητῶν ὡράϊσμα, τῶν ἐν ἁγνείᾳ βιούντων, Θεοκυῆτορ Παρθένε, τοὺς λογισμοὺς διόρθωσον, καὶ τὰς ἐννοίας κάθαρον, τῶν εὐλαβῶν προσφύγων Σου, καὶ ῥῦσαι πάντας Σοὺς δούλους, τῆς τοῦ ἐχθροῦ ἐπηρείας.














Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μάκαρ Θεοσέβιε, τῆς Ἀρσινόης ἐκβλάστημα, μυροβόλον καὶ τίμιον, αὐτάδελφος Ὅσιε, τοῦ αὐτῆς ποιμένος, καὶ ἱερομύστου, χριστομιμήτου καὶ σοφοῦ, τοῦ Ἀρκαδίου σὺν τῇ Συμβίᾳ σου, τῇ σώφρονι ἐνήσκησας, ὥσπερ ἀσώματος ἄνθρωπος, παρθενεύων εὐχόμενος, νήφων καὶ κακουχούμενος.

Μάκαρ Θεοσέβιε, τῆς εὐσεβείας καὶ νήψεως, θεοσμίλευτον ἄγαλμα, ἀκμῇ ἐν νεότητος, τῆς σαρκὸς ὀρέξεις, θαυμαστῶς παρεῖδες, καὶ σὺν Συμβίᾳ σου κλεινῇ, ὁδὸν ἁγνείας διῆλθες ἄσμενος, διό σε μακαρίζοντες, καὶ τὴν ἐτήσιον μνήμην σου, ἐκτελοῦντες ἐν ᾄσμασι, τοὺς καμάτους σου σέβομεν.

Μάκαρ Θεοσέβιε, φιλῶν ὡς ὄρνις φιλέρημος, ἡσυχίαν τὰ πρόβατα, τῆς ποίμνης σου ἔβοσκες, ἐν ταῖς ἐρημίαις, καὶ Χριστοῦ τὴν κλῆσιν, ἐν στόματί σου ἀκλινῶς, προφέρων στέφος, θεόθεν εἴληφας, ἀφθίτου ὡραιότητος, καὶ σὺν Χριστῷ κατηξίωσαι, συνευφραίνεσθαι πάντοτε, ἐν τῇ ἄνῳ λαμπρότητι.

Μάκαρ Θεοσέβιε, σὺν τῇ Ὁσίᾳ Συμβίᾳ σου, μὴ ἐλλίπῃς ᾀείποτε, Χριστὸν τὸν Θεάνθρωπον, δυσωπῶν διδόναι, ἄμφω σοῖς ἱκέταις, σθένος καὶ ῥῶσιν καὶ ἰσχύν, τοῦ μισοκάλου, ἐχθροῦ τὸ φρύαγμα, πατῆσαι καὶ τὴν δύσβατον, ὁδὸν βαδίσαι ἁγνότητος, ᾗ καλῶς ἠκολούθησας, καὶ Θεῷ εὐηρέστησας.

Δόξα. Ἦχος πλ. α΄.
Τοὺς ἐν τῷ γάμῳ ἁγνείας στήσαντας τρόπαια, καὶ ἀσκήσαντας θεοφιλῶς ἐν Ἀρσινόῃ, Θεοσέβιον καὶ τὴν αὐτοῦ Συμβίαν, ἐγκωμίων τοῖς ἄνθεσι καταστέψωμεν. Οὗτοι γὰρ παρθενεύοντες καὶ σωφρονοῦντες, ποιμένοντες τὰ πρόβατα καὶ προσευχόμενοι, τῆς νεότητος ἀκμὴν ὑπερεῖδον, καὶ σαρκὸς ὀρέξεις καταπατήσαντες, ὡς ἄγγελοι ἐπὶ γῆς ἐβίωσαν, ὅθεν κοινωνοὶ τῆς Ἀγγέλων δόξης γενόμενοι, καὶ Χριστῷ παρεστῶτες, ἀδιαλείπτως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁμοζύγων ἡ ξυνωρίς, εὐκλεῶν Ὁσίων, Θεοσέβιε ἱερέ, σὺν τῇ σῇ ΣΥμβίᾳ, λαμπάδες παρθενίας, αἱ πᾶσαν Ἀρσινόην, καταφωτίσασαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου