Παρασκευή 29 Ιανουαρίου 2021

ΔΕΚΕΜΒΡΙΟΣ 2. ΑΒΒΑΚΟΥΜ ΠΡΟΦΗΤΗΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΔΕΚΕΜΒΡΙΟΣ Β΄.

ΑΒΒΑΚΟΥΜ ΠΡΟΦΗΤΗΣ

ΠΑΡΑΚΛΗΣΙΣ

(Γεωργίου Γαλανόπουλου)

 


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν θεηγόρον τοῦ Κυρίου Προφήτην, τὸν προσημάνατα τὴν σάρκωσιν Λόγου, βουλὴν ἀνεξιχνίαστον ἐκ Κόρης ἁγνῆς, Ἀββακοὺμ πιστοὶ τὸν φήσαντα, ὡς κατάσκιον καὶ δασύ, ὄρος καὶ προφητικῶς, ἐν σκιᾷ καὶ συμβόλοις, Θεὸν ἐπὶ τῆς θείας φυλακῆς, ἐγηγερμένον, ἰδόντα τιμήσωμεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πρόσδεξαι Ἀββακούμ, τόδ’ ᾆσμα. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Παθῶν με ταράττουσι προσβολαί, ἀλλὰ σὺ Προφῆτα, ταῖς πρεσβείαις σου πρὸς Θεόν, παράσχου ἐκλύτρωσιν ἁπάντων, τῶν δυσμενῶν καὶ ἰσχύϊ σου ζώωσον.

ημάτων ἐνθέων σου Ἀββακούμ, προεῖδες ὡς ὄρος, τὸ κατάσκιον καὶ δασύ, ἁγνὴν Θεομήτορα Παρθένον· διὸ σοῖς λόγοις ἡμῶν νοῦν ἀνύψωσον.

δὸν ἡμῖν δεῖξον τὴν θεϊκήν, ἣν προὔλεξας πᾶσιν, ὁ ἐπὶ θείας φυλακῆς, σημάνας τὴν ἔγερσιν ἐκ τάφου, τοῦ ζωοδότου καὶ κόσμου ποιήσαντος.

Θεοτοκίον.

Σωτῆρα ἐκύησας καὶ Θεόν, Ὃν ἔτεκες Κόρη, ἀνωδίνως ἐν πενιχρῷ, σπηλαίῳ εἰς γένους σωτηρίας, καὶ μητρικῶς δυσωπεῖς ὑπὲρ δούλων Σου.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Δουλωθῆναι προεῖπας Ναβουχοδονόσορι, Ἱερουλαὴμ ὦ Προφῆτα, καὶ τοῦτο γέγονεν· ὅθεν ἡμᾶς ἐξελοῦ, τῆς τῶν παθῶν τυραννίδος, ἐξ ἐχθρῶν δωρούμενος, ἀπελευθέρωσιν.

κομίσω ἐν θέρους καιρῷ τροφὴν ἔνδοξε, εἰς τὴν Βαβυλῶνα Προφήτην Δανιὴλ θρέψασθαι, καὶ εἶτα εἰς τοὺς ἀγρούς, τοῖς θερισταῖς ἐπανάγων· ὅθεν ἡμᾶς ἔκθρεψον, θείοις σου φθέγμασι.

Ξενοτρόπως προέφης μέλλει Θεὸς ἔσεσθαι, ἐξ ἀπειρογάμου Παρθένου, Ἀββακοὺμ πάντιμε, τῷ δὲ Πιλάτῳ τολμῶν· δός μοι τὸν ξένον ἐζήτει, ὁ εὐσχήμων ὃν ἡμεῖς, οὐκ ξένον ἔγνωμεν.

Θεοτοκίον.

ληθῶς Θεοτόκον πάντες ἡμεῖς ἔχομεν, Σὲ Λόγον Θεοῦ ἐν σπηλαίῳ, ἀφράστως τέξασαν, Τοῦτον δυσώπει ἀεί, ἁμαρτιῶν ἡμῖν δοῦναι, τὴν ὀφλὴν ὡς εὔσπλαγχνος, καὶ μέγα ἔλεος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεηγόρε καὶ ἱερὲ Ἀββακούμ, ἐν μέλεσι καὶ δὸς τὰ κρείττω λιταῖς σου Προφήτα

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προφῆτα εἰπὼν ὡς ὄρος τὸ κατάσκιον, Παρθένον ἁγνὴν νῦν ἡμεῖς ἐννοοῦμέν σε, σαῖς εὐχαῖς λαμβάνοντες, ὡς χαρίτων δρόσον θεόπνευστε· ὅθεν μὴ παύσῃ θείαν Ἀββακούμ, λιτάζειν βουλὴν ἀνεξιχνίαστον.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

σχυρὸν περιτείχισμα, πάντες Ἀββακοὺμ κατ’ ἐχθρῶν σὲ ἔχομεν· σιὸ πρόσθες σὴν βοήθειαν, ἵνα βέλη τούτων ἀποφεύγωμεν.

λγηδόνων ἐκλύτρωσαι, τῆς σαρκὸς κινήσεις παῦσον μακάριε, τὰς ἀτάκτους ἱκετεύομεν, σὲ τῶν ἐν Προφήταις θεοῤῥήμονα.

Βαβυλὼν ἡ ταλαίπωρος, ὡς φησὶ Δαυΐδ σὲ κατεῖδεν ἔνδοξε, ἐπισκέπτην ἀντιλήπτορα· ὅθεν δὸς κἀμῖν τὴν σὴν ἀντίληψιν.

Θεοτοκίον.

Βλῦσον πᾶσι τὴν χάριν Σου, καὶ περιφρουρεῖν Σῇ ἰσχύϊ Δέσποινα, μὴ ἐλλείπῃς τοὺς ἐν ᾄσμασι, δούλους Σου πιστοὺς Σὲ μεγαλύνοντας.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

κουε ἡμῶν, τῆς καρδίας τὰ αἰτήματα, ὁ τῷ δακτύλῳ σου δεικνύων τὸ οὖς, ὡς ἔφ’ ἁπάντων, σὺ εἶ Ἀββακοὺμ εὐήκοος.

Κόπασον ψυχῆς, τρικυμίαν ἱερώτατε, ὁ γαλήνην δοὺς λαῷ τοῦ Ἰσραήλ, καὶ νέμε κρείττω, θερμαῖς λιταῖς σου παντάπασιν.

Οἴκοις τοῦ Θεοῦ, προσπελάζοντες ὑμνοῦμέν σε, οἱ τιμῶντές σου τὴν μνήμην ψαλμικῶς· διὸ Χριστὸν σύ, εὐχαῖς σου παράσχου ἵλεων.

Θεοτοκίον.

ψωσον Υἱῷ, τὰς ἀχράντους Μῆτερ χεῖράς Σου, ὑπὲρ ἡμῶν ἐπταικότων πρὸς Θεόν, ὅπως τοῦ θείου ἐλέους, λιταῖς Σου τύχωμεν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Μυστήρια, τοῦ Θεοῦ ἐγνώρισας, ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, φήσας πανευκλεές, θεῖε ἱερομῦστα, ὦ Ἀββακοὺμ Προφητῶν ἀγαλλίαμα· διὸ τοὺς μέλποντας ᾠδαῖς, τὴν σεπτὴν ἑορτήν σου χαρίτωσον.

Τὰ τραύματα, τῆς ψυχῆς μου ἴασαι, καὶ σαρκὸς τὰς ἀλγηδόνας Προφήτα· ῥῦσαι παθῶν, πειρασμῶν καὶ ὀδύνης, καὶ ἐλευθέρωσον νόσων καὶ θλίψεων, κινδύνων τε καὶ συμφορῶν, τὸν ὑμνοῦντά σε πόθῳ θεόπνευστε.

τάλας, ἐγενόμην ἐπίχαρμα, τοῦ σατᾶν ὡς δοῦλος τῆς ἁμαρτίας· ὅτι κακῶν, ἡ ψυχή μου ἐτρώθη, καὶ ὡς ἀμνὸν πλανηθέντα ἀφήρπασεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Ἀββακοὺμ προσευχαῖς Σῶτερ σῶσόν με.

Θεοτοκίον.

Δούλη ἰδού, τοῦ Θεοῦ εἰμὴ εἶπας, καὶ παντάναξ τῇ γαστρί Σου εἰσέδυ, ὦ Μαριάμ, Ὃν δυσώπει ἀπαύστως, ἡγιασμένη σκηνὴ καὶ εὐρύχωρος, ὑπὲρ ἡμῶν δοῦναι ψυχαῖς, ἱλασμὸν ἐπταικότων καὶ ἔλεος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεηγόρε καὶ ἱερὲ Ἀββακούμ, ἐν μέλεσι καὶ δὸς τὰ κρείττω λιταῖς σου Προφήτα

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς φρουρόν σε καὶ ἀντιλήπτορα κατέχομεν, Ἀββακοὺμ σεπτὲ καὶ μορφήν σου ἀσπαζόμεθα, ἐκβοῶντές σοι μετὰ δακρύων καὶ προσευχῶν· Προφῆτα Θεοῦ, πρόσχες ἡμῖν, καὶ ἐλευθέρωσον λαόν, τὸν ῥαθύμως διάγοντα, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ ἀθέων, τὸ γένος τῶν Χριστιανῶν, ἀεὶ πρεσβεύων πρὸς Κύριον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μὴ ἅπτεσθε τῶν χρηστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Στ.: Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, Ι-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα πρὸς ἔξεργεσιν, ὕπνου τὸν δείλαιον· διὸ προσπίπτοντα, δέξαι με τιμήν σοι νέμοντα, ἴασιν ἄμφω δός, τάχιστα καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν λυπηρῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὴν μνήμην ἀρετὰς καὶ θαυμαστά, ἃ κατηργάσω τοῖς λόγοις σου, Ἀββακοὺμ θεσπέσιε.

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

εισέβαστον μνήμην σὴν τελοῦντες ἐν πίστει ὦ Ἀββακοὺμ ἱερέ, αἰτούμεθα λιταῖς σου, κολάσεως ῥυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σαρκούμενον προεῖδες ἀπειράνδρως ἐκ Κόρης τὸν ἐν ὑψίστοις Θεόν· διὸ Αὐτὸν μὴ παύσῃ, ἱλάσκειν θεηγόρε, σωτηρίαν δωρήσασθαι, καὶ ἐκ δουλείας ἐχθρῶν, ἐλευθερίαν πᾶσι.

Μετὰ τροφῆς ἐπήρθης Βαβυλῶνι κομῖσαι ταύτην σοφῷ Δανιήλ, ἐν λάκκῳ τῶν λεόντων, καὶ τάχει ἐπανῆγες, εἰς ἀγρὸν τοῖς θερίζουσι, σὺν τῷ Ἀγγέλῳ σεπτέ, ἡμᾶς σοῖς λόγοις τρέφων.

Θεοτοκίον.

κτῖσι θείας δόξης καῖ χάριτός σου φαίνεις τοὺς Σὲ ὑμνοῦντας ἁγνή· ἐλθὲ φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρίας, τάχει νῦν καταυγᾶσαί μου, φρενῶν καρδίας ψυχῆς, τὸ ἐρεβῶδες σκότος.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γάννυται μέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡμᾶς Σῶτερ, ταῖς Ἀββακοὺμ πρεσβείαις.

λέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ τὸν τοῦ Δεσπότου, θεόφρονα Προφήτην.

φθης πολλάκις, μάκαρ πιστοὺς περισκέπων, ὡς παντάνακτος προὐλεξας γένναν· ὅθεν ἡμᾶς ῥῦσαι, Προφῆτα ἐκ κινδύνων.

Θεοτοκίον.

ῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον παράσχου, ὦ Ἀββακοὺμ βίον, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.

κέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς καὶ παθῶν, τοὺς τὴν σὴν μνήμην, ψαλμοῖς Ἀββακοὺμ γεραίροντας.

φῶς δοὺς Ἰουδαίοις, ῥήμασί σου θείοις, δὸς ἡμῖν πονηροῦ φεύγειν παγίδων δεσμά, καὶ ἔσο πρόμαχος πάντων τῶν εὐφημούντων σε.

Θεοτοκίον.

ψίστου χρυσοῦς θρόνος, ἄσπιλε ὑπάρχεις· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Ἄστρον τηλαυγοῦς σὺ ἀνατολῆς, νοητοῦ Ἡλίου, πᾶσιν ἔλλαμψας τοῖς πιστοῖς· ὅθεν ταῖς ἀκτῖσι, χαρίτων σου Προφῆτα, δεῖξον φωτὸς τὴν τρίβον, τοῖς εὐφημοῦσί σε.

Δὸς ἡμῖν ἀμείνω ταῖς σαῖς λιταῖς, Ἀββακοὺμ Κυρίῳ, τὴν εἰρήνην τε καὶ χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, πρὸς βίον ἔνθεον.

Μῦστα ἱερώτατε καὶ σοφέ, Ἀββακοῦμ Προφῦρα, θεηγόρε καὶ θαυμαστέ, ὁ Θεὸν κηρύξας, ἐν ὥρᾳ θείας δίκης, ὑπὲρ τῶν σὲ τιμώντων, σωθῆναι μνήσθητι.

Πάρεσο μεσίτης πρὸς τὸν Θεόν, τῶν σὲ ἀνυμνούντων, ὦ θεόοπνευστε Ἀββακούμ, δοῦναι σωτηρίας, ἀπόφασιν ἐν κρίσει, Αὐτοῦ θείῳ ἐλέει, καὶ πάντων ἄφεσιν.

Σῶτερ Σὺ εἶ Κτίστης Δημιουργός, Σύμπαντος καὶ γένους, θείῳ λόγῳ Σου καὶ χερσίν, ὁ ἐνανθρωπήσας, σῶσαι λῃστὰς καὶ πόρνας, ἡμᾶς δὲ Σοῦ Προφήτου, σῶσον δεήσεσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις, θεοφρόνων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ εὐσεβῶν ἀρωγός, Ἀββακοὺμ θεόπνευστε, ὁ προσημάνας Θεοῦ, τὴν ἀπόῤῥητον σάρκωσιν, ἐξ ὄρους δασέως, ἀπειράνδρου γυναικός, πρὸς σωτηρίαν λαοῦ· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, καὶ δεινῶν τοὺς μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Συμεὼν φυλῆς ἔνδοξε γόνε, καὶ Σαφὰτ υἱὲ σοφὲ Προφῆτα, λόγοις σου θείοις Ἑβραίους ἐπότισας, καὶ προσημάνσας Θεοῦ Λόγου σάρκωσιν, ἀπὸ Θαιμὰν ἥξει, προὔλεξας Κύριον, τὴν Ἀνάστασιν καὶ τοῦ Ναοῦ τὴν ἐρήμωσιν· διὸ Ἀββακοὺμ ἱκέτευε, Χριστὸν ἡμῖν δοθῆναι μέγα ἔλεος.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου