Δευτέρα 25 Ιανουαρίου 2021

ΙΑΝΟΥΑΡΙΟΣ 19. ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛΟΓΟΥ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ

ΙΑΝΟΥΑΡΙΟΣ ΙΘ΄.

ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛΟΓΟΥ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Γεώργιος Γαλανόπουλος)

 


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἤστραψεν ὡς ἥλιος, ἐκ γῆς λαγόνων φανέρωσις, τοῦ λειψάνου σου Ἅγιε, καὶ τούτου κατάθεσις, σεπτῶς γενομένη, θείας σου ανακομιδῆς, Πάτερ Γρηγόριε παμμακάριστε, διὸ καὶ ἐθαυμάστωσε, καὶ μετὰ πότμον ὁ Κύριος, τοὺς ᾠδαῖς αἰτουμένοις σοι, μετὰ πίστεως χάριν σου. (Δίς)

 

Χαίρει Βασιλεύουσα, ἐν σοὶ ποιμὴν ἱερώτατε, Θεολόγε Γρηγόριε, ἧς ποίμνην ἐποίμανας, καὶ λαὸν πανσόφως, θείαις σου μάκαρ διδαχαῖς, λύκον διώξας τὸν Μακεδόνιον, Ἀρείου φληναφήματα, ἀπομειώσας μακάριε, καὶ ψαλμοῖς μεγαλύνει σου, τοῦ λειψάνου κατάθεσιν.

 

Κάραν σου κατέχουσα, Βατοπεδίου ἡ ἔνδοξος, θεία μάνδρα ἀγάλλεται, καὶ Ἄθω προσδράμουσιν, οἱ σεπτοὶ Πατέρες, ταύτην τιμῆσαι ἱερῶς, οὐρανομύστα σοφὲ Γρηγόριε, καὶ λείψανα μυρίπνοα, Νέα Καρβάλη ἐκβλύζοντα, νοσημάτων τὴν ἴασιν, καὶ δαιμόνων φυγάδευσιν.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σήμερον ἀγάλλεται, σὺν Σοὶ Παρθένε Γρηγόριος, ὁ ὑμνήσας σε ᾄσμασι, καὶ λόγοις πανάχραντε, τοῖς καλλιεπέσι, ποιήμασι καὶ συγγραφαῖς, θεολογίας λύρα τοῦ Πνεύματος, μεθ’ οὗ Υἱὸν δυσώπησον, ὅπως ἐν ὥρᾳ τῆς κρίσεως, παραβλέψῃ τὰ πταίσματα, καὶ γεέννης με ῥύσηται.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔφανεν ἐκ τῆς γῆς, τὸ λείψανόν σου Πάτερ, πιστοὺς νῦν κατατέρπον, καὶ θείας εὐωδίας, ἐπλήρωσε τὰ σύμπαντα.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ἡ ἀνακομιδή, τοῦ θείου σου λειψάνου, Γρηγόριε θεόφρον, κατηύγασε χαρίτων, τοὺς πίστει ταύτην μέλποντας.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Οἶκος τῶν μαθητῶν, ἐδέξατο προθύμως, τὸ λείψανόν σου Πάτερ, ἐν Κωνσταντινουπόλει, βρῦον σημεῖα μέγιστα.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πρέσβευε Σῷ Υἱῷ, ὦ Μῆτερ τοῦ Ὑψίστου, μετὰ τοῦ Γρηγορίου, τοῖς εὐσεβέσι δοῦναι, τῶν ὀφλημάτων ἄφεσιν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Ὁ ποιμενικὸς αὐλός.

Ἀνακομιδὴν σεπτήν σου πανηγυρίζομεν, θείου λείψανου Γρηγόριε σήμερον, καὶ τὰς σὰς χάριτας Ἅγιε ἐξαιτύμεθα, ἃς ἐκβλύζει τοῖς πίστει προσερχομένοις σοι, διὸ πρέσβευε θερμῶς, ὅπως τευξώμεθα, ἐλέους τοῦ Θεοῦ ἡμῶν.

Δόξα.

Ὁ ποιμενικός αὐλός τῆς θεολογίας σου, τάς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γάρ τά βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καί τά κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλά πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τάς ψυχάς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ το· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἀνατέταλκε σήμερον, φωτοφόρος πανήγυρις, ἡ ἐκ γῆς λαγόων θεία φανέρωσις, σεπτοῦ λειψάνου τρισμάκαρος, Γρηγορίου καὶ ναῷ, Ἀποστόλων μετάθεσις, ἀναβλύχοντος, τοῖς πιστοῖς οὐρανίαν καὶ πλουσίαν, χάριν ἔνθεον δοθεῖσαν, παρὰ Χριστοῦ τοῦ Παντάνακτος. (Δίς)

 

Ἡ γενέτειρα σῶμά σου, Θεολόγε ἐδέδεικτο, τάφῳ κρυπτομένῳ καὶ φανερούμενον, καθάπερ ἥλιος σήμερον, ἐξαστράπτον ἀστραπάς, θεἱκὰς μυριπνόους τε, καὶ ἐκβλύζοντα, δωρεὰς ὡς τοῦ Πνεύματος δοχεῖον, σκεῦος εὔχρηστον Δεσπότου, ὑπὲρ χρυσὸν ἀποστίλβοντα.

 

Βασιλεύουσα ἔνδοξος, τὸ σὸν λείψανον δέχεται, νῦν χεῖρας κροτοῦσα καὶ ἀγαλλίασιν, πιστὸς λαὸς εἰσδεξάμενος, θυμιάμασι ναῷ, Ἀποστόλων κατάθεσιν, ποιεῖ ἅγιε, σὺν λαμπάσι καὶ ὕμνοις ἀναπέμπων, τῷ Θεῷ δοξολογίαν, καὶ σοὶ τιμὴν παναοίδιμε.

 

Μνήμην ἄγομεν χαίροντες, οἱ φιλέορτοι Ἅγιε, ἀνακομιδῆς τοῦ σεπτοῦ λειψάνου σου, καὶ σὲ τιμῶμεν ἐν ᾄσμασι, Γρηγόριε ἔνδοξε, Θεολόγε τοῦ Χριστοῦ, Ὀρθοδόξων ὑπέρμαχε, τὸν τρανώσαντα, τῆς Τριάδος τὰ δόγματα πανσόφως, καὶ διώξαντα τοὺς λύκους, αἱρετικοὺς ἐκ τῆς ποίμνης σου.

 

Τοῖς λειψάνοις σου Ἅγιε, μετὰ πόθου ὑμνοῦντές σε, νῦν περιχαρῶς προσπτυσσώμεθα, ψυχαῖς καρδίαις καὶ χείλεσι, καὶ θείαν εἰκόναν σου, καταβρέχωμεν πιστῶς, τοῖς δακρύοις καὶ κλίσεσι, τῶν γονάτων αἰτούμενοι πρεσβείαν, πρὸς Χριστὸν εὐμενεστάτην, ὦ Θεολόγε Γρηγόριε.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐξέλαμψεν ἡμῖν, ἡμέρα πανσεβάσμιος, ἡ τῆς ἀνακομιδῆς τοῦ λειψάνου πανήγυρις, τοῦ Θεολόγου Γρηγορίου. Δεῦτε οὖν χαρμονικῶς, ὀστέα μυρίπνοα ἀσπασώμεθα, καὶ ᾄσμασιν ἐγκωμιάσωμεν τοῦτον λέγοντες· Χαίροις Ναζιανζοῦ θεῖος βλαστός, Καππαδοκίας δόξα, καὶ Βασιλεούσης κραταίωμα· χαίροις Ἐκκλησίας φωστήρ, οἰκουμένης Διδάσκαλος, καὶ Ἀρχιερεὺς ἐνθεώτατος· χαίροις Ὀρθοδόξων στηριγμός, αἱρετικῶν ἀμφίστομος μάχαιρα, καὶ εὐσεβῶν σεμνὸν ἐγκαλλώπισμα. Ἀλλ’ ὦ παμμακάριστε Πάτερ, Ἀποστόλων ὁμότροπε, καὶ Ὁσίων ὁμόσκηνε, χαρίτωσον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, τῇ τῶν λειψάνων σου μυρεστικῇ εὐωδίᾳ, καὶ πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

 

 

 

 

 

Λιτή. Ἦχος α΄.

Ἀγάλλου ἐν Κυρίῳ  φαιδρῶς, Κωνσταντινούπολις σήμερον, ἐπὶ τῇ ἱερᾷ μετακομιδῇ, τοῦ σεπτοῦ λειψάνου, τοῦ θεοῤῥήμονος Πατρός. Ἰδοὺ γὰρ τοῦτο κατετέθη, πρὸς ἀσπασμὸν παρὰ τῶν πιστῶν, ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων, ὡς τούτων διάδοχος καὶ ὁμότροπος πέλων, ὁ ἱερώτατος. Διὸ αὐτῷ περιχαρῶς ἐκβοήσωμεν, τῶν φιλεόρτων αἱ χορεῖαι. Ἁγίασον ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῇ θείᾳ χάριτί σου, Θεολόγε Γρηγόριε.

 

Δόξα. Ἦχος β΄.

Τὴν παρὰ Θεοῦ δοθεῖσάν σοι χάριν, τοῖς μυριστικοῖς σου λειψάνοις, κατάπεμψον ἡμῖν ἱερώτατε, τοῖς τιμῶσιν ἱερῶς τὴν ἑορτήν, τῆς σεπτῆς ἀνακομιδῆς, καὶ καταθέσεως αὐτῶν, καὶ σὲ ὑμνοῦντας ἐν ᾠδαῖς, Πάτερ κραυγάζοντες· ῥῦσαι ἡμᾶς, ἐκ πάσης αἱρέσεως, τοῦ δολίου πολεμήτορος, καὶ ἐχθρῶν ἀπειλῆς, ἱερομύστα Γρηγόριε.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Τίς ὑμᾶς καλέσωμεν Ἅγιοι;

Τί σὲ Θεολόγε καλέσωμεν; Ὀρθοδόξων τὸν προστάτην, ἀντιλήπτορα πιστῶν, ἱερέων παραστάτην, ἢ φρουρὸν τῶν εὐσεβῶν; δογμάτων, τῶν ἀῤῥήτων θεοῤῥήμονα, καὶ μύστην τῆς Τριάδος ἐνθεώτατον, πνευματομάχων ὑπέρμαχον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Τί σὲ Ἱεράρχα προσείπωμεν; Τῆς Ἀριανζοῦ τὸ ἄνθος, Καππαδόκων τὸν καρπόν, ἢ Βασιλευούσης δόξαν, Ὀρθοδόξων στηριγμόν; Φωστῆρα, Ἐκκλησίας ἱερώτατον, ποιμένα, τῶν ἀνθρώπων θεοπρόβλητον, τοῦ θείου Πνεύματος ὄργανον, καὶ κακοδόξων τὸ φάσγανον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχᾶς ἡμῶν.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Πῶς σὲ νῦν Γρηγόριε μέλψωμεν; Τὸν κρουνὸν θεολογίας, τῆς σοφίας ποταμὸν, τῶν πιστῶν τὸ θεῖον κλέος, καὶ Ἑλλήνων ὁδηγός, λειψάνοις, σοῖς προσπίπτομεν αἰτούμενοι, τὴν χάριν, ἐκ παθῶν ἀπολυτρούμενοι, ὦ Ἱεράρχα πανεύφημε, καὶ ποιμενάρχα τρισόλβιε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Τίς λαλήσει τῶν ἀρετῶν σου τὴν πληθύν, ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὸ μέτρον; Διπλοῦν γὰρ ἐθαυμαστώθης ἐπὶ γῆς, καὶ ζῶν καὶ μετὰ πότμον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, διπλὰς χορηγεῖς καὶ τὰς ἰάσεις, τῶν ψυχῶν καὶ τῶν σωμάτων. Ὅτι ὡς ἥλιος ἐξέλαμψας ταῖς ἀρεταῖς, Γρηγόριε θεόσοφε, καὶ ὠς ὄρθρος ἀνατέταλκεν ἰδού, ἡ ἀνακομιδὴ τοῦ λειψάνου σου. Διὸ τῶν φιλεόρτων αἱ τάξεις, ἐπὶ τῇ αὐτοῦ εὑρέσει, ἑόρτιον τελοῦμεν πανήγυριν, κατασπαζόμενοι αὐτῶν τὰς μερίδας, καὶ προσπ΄πτοντες ἐκ πόθου, μετὰ πίστεως βοῶμέν σοι, παρακαλοῦντες θερμῶς· ἐπιδαψίλευσον ἡμῖν, τὴν πλουσίαν χάριν σου Θεολόγε, καὶ πρέσβευε ἀδιαλείπτως τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Ὁ ποιμενικὸς αὐλός.

Ἀνακομιδὴν σεπτήν σου πανηγυρίζομεν, θείου λείψανου Γρηγόριε σήμεορν, καὶ τὰς σὰς χάριτας Ἅγιε ἐξαιτύμεθα, ἃς ἐκβλύζει τοῖς πίστει προσερχομένοις σοι, διὸ πρέσβευε θερμῶς, ὅπως τευξώμεθα, ἐλέους τοῦ Θεοῦ ἡμῶν.

Δόξα.

Ὁ ποιμενικός αὐλός τῆς θεολογίας σου, τάς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γάρ τά βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καί τά κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλά πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τάς ψυχάς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὀστέα τὰ σεπτά, τὰ ἀνακομισθέντα, τιμῶμέν σου πιστῶς, Ἱεράρχα Κυρίου, Γρηγόριε πάνσοφε, Θεολόγε τρισμέγιστε, ἐξαιτούμενοι, σὴν θείαν χάριν πλουσίως, ἵνα λάβωμεν, ἰσχὺν κατὰ τῶν δαιμόνων, Σταυρῷ ὁπλισάμενοι.

Δόξα. Ἦχος γ΄. Θείας πίστεως.

Ἔφης χαίρετε, νῦν μετοικία, καλὴ Ἅγιε, τοῖς ἐπισκόποις, ὡς Ἀποστόλους Συνόδῳ ἑώρακας, ἐν τῇ δευτέρᾳ Γρηγόριε πάνσοφε, Βασιλευούσης κοσμῶν θρόνον ἅγιον, ὅθεν σήμερον, ἐπιτελοῦμεν λειψάνων σου, σεπτὴν ἀνακομιδὴν πιστῶς, δοξάζοντες Χριστόν, τὸν σὲ δοξάσαντα.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἄχραντε, Παρθενομῆτορ, χαῖρε πάγκαλε, Κυρίου Νύμφη, χαῖρε Θεοῦ παστὰς τοῦ Λόγου ἀμόλυντε, τὴν παναθλίαν ψυχήν μου ἐπίσκεψαι, καὶ φωτισμὸν μετανοίας παράσχου μοι, ἵνα πάντοτε, Υἱοῦ Σου τὴν συγκατάβασιν, ἐν πίστει προσκυνῶ, καὶ μεγαλύνω Σε.

 

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἀνατέταλκεν ἰδού, φαιδρὰ ἡμέρα ἑορτῆς, ἀνακομιδῆς σεπτοῦ, λειψάνου εὐκλεοῦς Πατρός, ἐκ τῶν λαγόνων τῆς γῆς, ὡς ἔκλαμπρος ὄρθρος, διὸ δῶμεν πιστοί, χαριτοβρύτοις τιμήν, ὀστέοις τὴν ᾠδήν, ἵνα δεχθῶμεν κἀμεῖς, ἐξ αὐτῶν χάριν ἔνθεον, ἣν βλύζει, τοῖς φιλεόρτοις, ὁ Θεολόγος, καὶ θεοῤῥήμων, μύστης Γρηγόριος ἅπασιν.

Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.

Ἡμέρα ἐξέλαμψε σεπτῆς ἀνακομιδῆς, λειψάνου φανέρωσις συσστῆσαι μνήμην ἡμᾶς, καλοῦσα ἑόρτιον, δοῦναι τῷ Γρηγορίῳ, ᾄσμασι μελιῤῥύτοις, ὁ εὐλαβῶς τιμῶμεν, ἀσπαζόμενοι τοῦτο, καὶ χάριν αἰτούμεθα πιστῶς, οἱ φιλοπάτορες.

Καὶ νῦν. Θεοτοκίον.

Μαρία Θεόνυμφε Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, πιστῶν καταφύγιον ἀπεγνωσμένων ἐλπίς, νοσούντων ἀνόρθωσις, δίδου πιστοῖς Σὴν χάριν, καὶ λαὸν σκέπε φρούρει, ἴασαι ἀσθενοῦντας, καὶ παράσχου εἰρήνην, Υἱόν Σου δυσωποῦσα, ὑπὲρ τῶν τιμώντων σε.

 

 

 

 

 

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τοῦ ἱεροῦ τοῦ Γρηγορίου λειψάνου, ἄγομεν μνείαν νῦν ἀνακομιδῆς του, καὶ ἀσπαζόμενοι αὐτό, βοῶμεν πιστῶς· βράβευσον σὴν χάριν Ἅγιε, Ὀρθοδόξοις χριστιανοῖς, καὶ σατὰν ἐκλύτρωσαι, δολοπλόκων παγίδων, τοὺς προσιόντας πόθῳ καὶ τὴν σήν, ἐπιτελοῦντας φωσφόρον πανήγυριν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν λαλεῖν Παναγία, εὐεργεσίας σου πιστῶς οἱ ἀχάριστοι, καὶ Σὲ ψαλμοῖς οὐ παύσωμεν δοξάζοντες, ὅ,τι ἠλευθέρωσας τῶν ἀνθρώπων τὸ γένος, ἐν γαστρὶ κυήσασα τὸν Θεὸν καὶ Δεσπότην, ἀδαμιαίου θρήνου καὶ φθορᾶς, Ὃν δυσώπει ῥῦσαι ἡμᾶς, ἐκ θανάτου πικροῦ.

 

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, Ἱεράρχου.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἐξεχύθη ἡ χάρις τοῦ λειψάνου σου Ὅσιε Πάτερ, καὶ κατηύγασε τὰς καρδίας τῶν πιστῶν, τῇ μυρεστικῇ αὐτοῦ εὐωδία, ἐπὶ τῇ σεπτῇ αὐτοῦ ἀνακομιδῇ, μεταθέσει καὶ καταθέσει. Διὸ χαρμοσύνως ἄγοντες ἑόρτιον μνήμην, εἰλικρινῶς κατασπαζόμενοι, τὰς μερίδας τῶν λειψάνων σου, ἐκβοῶμέν σοι πιστῶς· αἴτησαι ταῖς πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, εὐπροσδέκτοις σου Πάτερ πρεσβείαις, εἰρήνην ταῖς ψυχαῖς τῶν τιμώντων σε, καὶ τὸ μέγα ἔλεος.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Παναγίας, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, ἐν δὲ τῇ η΄ καὶ θ΄ ᾠδή: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιούχος δεξιά.

νάμνησιν ἄγομεν πιστοί, πνευματικῶς εὐφραινόμενοι σήμερον, θείας ἀνακομιδῆς, τοῦ ἱεροῦ σου λειψάνου Γρηγόριε, σὺν τῇ καταθέσει αὐτοῦ, εἰς τὴν Βασιλεύουσα.

Βροτῶν γένος χαίρει ποθητῶς, τῇ φανερώσει τοῦ θείου λειψάνου σου, Πάτερ ἱερώτατε, Ἀριαζνοῦ γαλακτοτρόφον βλάστημα, ὅτι ὡς ἡλίου, ἀκτὶς ἐκ γῆς νῦν ἀνέτειλε.

Γραφαῖς ἑρμηνεύσας ἀληθῶς, θεολογῶν τῆς Τριάδος τὰ δόγματα, ἔλιπες τὸν βίον σου, Ναζιανζῷ ὑποχθονίως θέμενος, ἀλλ’ ἰδοὺ εἰς Δόμον οἰκεῖς, σοφὲ διαδόχων σου.

Θεοτοκίον.

Δοχεῖον τοῦ Πνεύματος Ἁγνή, ἁμαρτιῶν καθαρθεῖσα γεγένησαι, ὅτε κατεσκήνωσεν, ἐν σῇ γαστρί, Λόγος Θεοῦ ὁ ἄχρονος, σάρκα προσλαβὼν χρονικῶς, ἑκὼν δ’ ἐνηνθρώπησεν.

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

ώρων οἱ ἔκγονοι σοφέ, λειψάνου σου ἐπάνοδον, εἰς Κωνσταντίνου καὶ ἀνεκραύγαζον· Γρηγόριε, ὧδε ἥκεις ἔνδοξε, ἐν λειψάνῳ, ἅγιος ὁ ναὸς τῶν Δώδεκα, Ἀποστόλων δεχθεὶς τὸ σὸν σκήνωμα.

Ζῶν Πάτερ ἐδόξασας Χριστόν, ἐν λόγοις καὶ ἐν πράξεσι, ταῖς ἀρεταῖς πιστῶς, ἐργασάμενος, ἐδόξασέ σε δ’ ἀντίδος Κύριος, μετὰ πότμον, χάριτι πλουτισθεὶς μακάριε, δαψιλῶς πᾶσι δίδως τοῖς θαύμασι.

λίου τῆς δόξης ἀστραπαί, οἱ λόγοι σου κατηύγασαν, τῆς Οἰκουμένης πάντα τὰ πέρατα, τοῦ δὲ λειψάνου σου Πάτερ θαύματα, οὐ μετρῶντα, ὅθεν σοὶ βοῶ ἱερώτατε, τὴν σὴν χάριν παράσχου ἀδάπανον.

Θεοτοκίον.

Θεὸν ὃν συνέλαβες γαστρί, ἐλεύσει τῇ τοῦ Πνεύματος, τοῦ Παναγίου ἄχραντε τέτοκας, τηρήσασα παρθενίαν ἄφθορον, ὡς ἡ Βάτος, ἄφλεκτος καιομένη ἔμεινεν, δεξαμένη Σὺ πῦρ τῆς Θεότητος.

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἡ Βασιλεύουσα, σήμερον δέχεται, ἅγιον σκήνωμα, τὸ θαυματόβρυτον, πατρὸς τοῦ Ναζιανζηνοῦ, ἐκ γῆς ἀνακομισθέντος, καὶ τιμᾷ κατάθεσιν, τοῦ λειψάνου πανίερον, Ἀποστόλων ἐν ναῷ, Δωδεκάδος καὶ μέλπει σε, μετὰ θυμιαμάτων καὶ ὕμνων, μάκαρ ὡς ταύτης ποιμενάρχην.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεοῦ ἀπόῤῥητον, βουλὴν ὡς ἤγγειλε, Σὲ παναμώμητε, ὁ Ἀρχιστράτηγος, σεμνοπρεπῶς ἔφης αὐτῷ, ἰδοὺ ἡ δούλη Κυρίου, ὥσπερ εἶπας γένοιτο, ὑπακούω τῷ Πλάστῃ μου, αὖθις δὲ ἐσκήνωσε, Σῇ γαστρὶ ὁ ὑπέρθεος, Ἀδὰμ γένος φθορᾶς ἵνα σώσῃ, ὅθεν ὑμνοῦμέν Σε Παρθένε.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι τῇ θείᾳ.

δετε τὴν λάρνακα πιστοί, καὶ εὐφράνθητε, τοῦ Θεολόγου ἐν ναῷ, κατατεθεῖσαν εὐλαβῶς, ὡς θεῖον θησαύρισμα, τὴν θαυμαστῶς, πληθὺν ἰάσεων βλύζουσαν, καὶ θεραπείαν παθῶν ἐπομβρίζουσαν.

Κήδει νῦν, ὦ Πάτερ καὶ ἡμᾶς, μετὰ θάνατον, εὐεργετεῖν μυρεστικῶς, τῇ τῶν λειψάνων σου σορῷ, δωρούμενος χάριτας, τὰς μυστικάς, διὸ τιμῶμέν σου Ἅγιε, τὴν ἐμφανῆ τοῦ σοῦ σκήνους ἐπάνοδον.

Λύπην ἀποθέσατε μακρὰν οἱ φιλέορτοι, ὁρῶντες θήκην ἱεράν, τοῦ θεοῤῥήμονος Πατρός, ἐκ γῆς ἀναλάμψασαν, ὡς ἀστραπή, καὶ εἰς τὴν Πόλιν νῦν ἤκουσαν, ὅ,τι χαρὰν τηλαυγῶς περιήστραψε.

Θεοτοκίον.

Μῆτηρ παρθενεύουσα ὡς πρίν, Κόρη γέγονας, τεκοῦσα Λόγον τοῦ Θεοῦ, ἄνευ ὠδίνων μητρικῶν, Ἀδὰμ ἐκλυτρώσαντα, Εὔαν τ’ ἀρᾶς, θανατώσαντα τὸν θάνατον, ξύλῳ Σταυροῦ, καὶ τὸν Ἅδην νεκρώσαντα.

 

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Νεκρωθέντος σου τρισάκαρ, ὑπὸ τῆν γῆν χρόνοις πολλοῖς, ἐν τῷ τάφῳ Θεολόγε, τὸ σῶμά σου ἔμεινεν, ὃ ἀνεκομίσθη καὶ φωτός, πληρώσαντος σῇ ποίμνῃ, Βασιλευούσῃ ἠγάγετο.

Ξενοδοχήσας ἐν οἴκοις, ὁδοιπορούντων τὴν πληθύν, καὶ πλεόντων ὅτε ἔζεις, ὤν πᾶσι φιλάδελφος, ὡς μιμητὴς Πάτερ τοῦ Χριστοῦ, καὶ νῦν ξενοδοχεῖται, θείῳ ναῷ τὸ σὸν λείψανον.

φωτίσας τῇ σοφίᾳ, σῆς διδασκαλίας βροτούς, καὶ Τριάδος ἑρμηνεύσας, τὰ ἄῤῥητα δόγματα, σῶν λειψάνων δώρησαι σοφέ, Θεοῦ πλουσίαν χάριν, τοῖς ὀρθοδόξως ὑμνοῦσί σε.

Θεοτοκίον.

Παναγία τὰς αἰτήσεις, πλήρου αἰτουμένων πιστῶς, καὶ δυσώπει τὸν Υἱόν Σου, τοῖς πᾶσι δῷ ἔλεος, ὅταν ἔλθῃ κρῖναι ὡς Κριτής, ἡμῶν τὰς ἁμαρτίας, ὦ εὐσυμπάθητε Δέσποινα.

 

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος.

ωννύμενοι τῇ σῶν λειψάνων χάριτι, βοῶμέν σοι Γρηγόριε, ἀσπαζόμενοι τοῖς χείλεσιν αὐτά· ῥῦσαι πάσης βλάβης, τὸν πιστὸν λαόν, σὺ γὰρ θερμὴν τὴν παῤῥησίαν ἔχεις πρὸς Κύριον.

Σπουδάσωμεν ταχὺ πρὸς Οἶκον ἅγιον, ἐκ πόθου ἀσπαζόμενοι, χαριτόβρυτα μυρίπνοα ὀστᾶ, θείου ἱεράρχου, Ναζιανζηνοῦ, ἐν τῷ ναῷ τῷ πανσέπτῳ, πάντες φιλέορτοι.

Τὸ λείψανον τοῦ Γρηγορίου σήμερον, ἐκ τάφου ἐξάνετειλε, καὶ εἰς Πόλιν Κωνσταντίνου κομισθέν, ἅπαντας ἐπλήρωσεν ἁγιασμοῦ, νῦν δὲ κἀμεῖς ὕμνοις ἐνθέοις, πανηγυρίσωμεν.

Θεοτοκίον.

μνοῦμέν Σε πιστῶς Παρθένε Ἄνασσα, τὸ γένος τὸ ἀνθρώπινον, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ Σοῦ, ἧς ἐκ παραβάσεως ἐξώσθημεν, Σὺ γὰρ σαρκί, τὸν Θεοῦ Λόγον ἐκυοφόρησας.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Γρηγορίου εὔχαρις, λαμπρὰ ἡμέρα, αὖθις ἀνατέταλκεν, λειψάνου ἀνακομιδῆς, ὅθεν αὐτὸ ἀσπασώμεθα, χάριν πλουσίαν, πιστῶς ἀρυόμενοι.

Ὁ Οἶκος

Ἐν τῇ εὐκλεῇ Κωνσταντινουπόλει, καὶ τῷ θείῳ ναῲ τῶν Ἀγίων Ἀποστόλων, ἐπὶ χρόνοις ἄνακτος Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, κατετέθη τὴν σήμερον ἡμέραν, τὸ θαυματόβρυτον λείψανον, τοῦ θεοῤῥήμονος Πατρός, γενομένης ἱεροπρεπεστάτως τῆς σεπτῆς ἀνακομιδῆς του, εἰς τὴν Ναζιανζόν. Προστρέξωμεν οὖν ἀδελφοὶ περιχαρῶς, καὶ πόθῳ ἀσπασώμεθα τὰς μερίδας τῶν λειψάνων σου, ἐν τῷ Ἄθῳ, Ἑλλάδι, Νέα Καρβάλῃ, χάριν πλουσίαν, πιστῶς ἀρυόμενοι.

 

Συναξάριον.

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμην τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, Πατριάρχου Κωνσταντινουπόλεως, μετατεθέντος καὶ κατατεθέντος εὐλαβῶς ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων τῆς Βασιλευούσης.

Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,

καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους, Πάτερ.

Ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ἁγίου Γρηγορίου, τελευτήσαντος καὶ ταφέντος ἐν τῇ πατρίδι αὐτοῦ Ναζιανζῷ, ἐγένετο ἐπὶ αὐτοκράτορος Κωνσταντινουπόλεως Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, τὸ ἔτος 912 μ.Χ., τὸ δὲ ἅγιον λείψανον μετεκομίσθη εἰς τὴν Βασιλεύουσαν, καὶ κατετέθη ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. Ἡ τιμία κάρα τοῦ Ἱεράρχου εὑρίσκεται ὡς πολύτιμος ὄλβος εἰς τὴν Μονὴν τοῦ Βατοπεδίου τοῦ Ἁγίου Ὄρους, μέρος δὲ τῶν λειψάνων ἐν τῇ Νέᾳ Καρβάλῃ Καβάλας.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ· καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.

Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.

Τούτων, ὁ μὲν Αἰγύπτιος γέγονε τῆς ἐρήμου θρέμμα καὶ γέννημα. Καὶ ἐξ ἁπαλῶν ὀνύχων τὴν ἀρετὴν μετελθών, καὶ ταύτην ἀγαπήσας, καὶ περιλαβών, θεῖον τοῦ Πνεύματος καταγώγιον ἐγένετο. Τοσαύτην γὰρ καρτερίαν ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσιν ἐκτήσατο, ὡς κατὰ πνευμάτων ἀκαθάρτων λαβεῖν ἐξουσίαν. Ἐπήνθει δὲ αὐτῷ καὶ τὸ διακρίσεως χάρισμα, καὶ τὰ μέλλοντα προὔλεγε, καὶ θαυμάτων ἄλλων αὐτουργὸς γέγονε. Τούτων οὖν ἕνεκεν, πολλῇ παρακλήσει τοῦ τότε ἀρχιερέως, τὴν ἱερωσύνην καταδέχεται, μὴ ἀνασχομένου τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι. Οὗ γενομένου, εἰς σκληροτέραν ἀγωγὴν ἑαυτὸν ὁ Μακάριος δέδωκε. Σύριγγα, γὰρ ποιήσας ὑπόγειον, ἀπὸ τῆς κέλλης αὐτοῦ ὡς ἥμισυ σταδίου διηκούσαν, καὶ σπήλαιον αὐτοχείρως πρὸς τὸ ἄκρον ὀρύξας, εἴποτε πλείονες αὐτῷ παρενέβαλλον, καὶ διηνώχλουν, λάθρα τὴν σύριγγα ὑπερχόμενος, τῷ σπηλαίῳ προσέβαλλε, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Περὶ δὲ βρώσεως καὶ πόσεως, περιττόν ἐστι γράφειν καὶ λέγειν, τοῦ σώματος αὐτοῦ καὶ τῆς θέας τὴν ἄκραν ἐγκράτειαν μαρτυρούντων.

Οὗτος, ἐπεὶ αἱρετικὸς εἰς ὁμιλίαν αὐτῷ προσῆλθεν, ἀρχικὸν δαίμονα ἔχων, καὶ λέγων, μὴ εἶναι ἀνάστασιν νεκρῶν, νεκρὸν ἀνέστησεν, ἵνα πείσῃ αὐτόν. Ἔλεγε δὲ ὁ Ἅγιος, ὅτι τάγματα δαιμόνων εἰσὶ δύω· τὸ μέν, πολεμοῦν τοῖς ἀνθρώποις εἰς πάθη ἀλλόκοτα· τὸ δέ, ἀρχικὸν καλούμενον, καὶ πλάνην ἐμποιοῦν τοῖς ἀνθρώποις· τοὺς δὲ τοιούτους δαίμονας ἀφορίζει ὁ σατανᾶς τοῖς γόησι καὶ τοῖς αἱρεσιάρχαις.

Οὗτος ὁ Ἅγιος, νοσφιζομένῳ τῷ ἰδίῳ μαθητῇ τὰ τῶν πενήτων, καὶ μὴ διορθουμένῳ, ὀργὴν Κυρίου προεῖπεν, ὃ καὶ γέγονεν, ἐλεφαντιάσαντι. Καὶ τὸν ἐπηρείᾳ δαίμονος καθ’ ἑκάστην ἐσθίοντα τρεῖς μοδίους ἄρτων, καὶ κυλικίσιον οἴνου πίνοντα, τρεῖς λίτρας ἄρτου ἐσθίειν ἀποκατέστησε. Καὶ τὸν διάβολον ἑώρακε, καὶ τὰς αὐτοῦ μηχανὰς ἐν ληκυθίοις ἐπιφερόμενον. Καὶ τὸν ἀπατώμενον ὑπ’ αὐτοῦ μοναχόν, Θεόπεμπτον καλούμενον, διωρθώσατο. Καὶ παρὰ κρανίου ἐν τῇ ἐρήμῳ κειμένου, ἱερέως τῶν εἰδώλων γεγονότος, τοῦτο ἀκήκοε. Ταῖς προσευχαῖς αὐτοῦ μικρὸν τοὺς ἐν τῇ κολάσει αὐτῆς ἀνίεσθαι τῆς βασάνου, ὅταν τύχῃ ταύτας, ποιεῖσθαι ὑπὸ αὐτῶν. Προεῖπε δὲ καὶ τὴν ἐρήμωσιν τῆς Σκήτεως. Καὶ ἕτερον νεκρὸν ἀνέστησεν, ὡς ἂν εἴπῃ ποῦ τὴν παρακαταθήκην τῶν ταύτην ζητούντων ἐνέκρυψε, καὶ πάλιν προσέταξε κοιμηθῆναι. Τοιούτοις οὖν θεαρέστοις ἔργοις κοσμούμενος, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.

Ὁ δὲ Ἄγιος Μακάριος ὀ Ἀλεξανδρεύς, πρεσβύτερος ἐχρημάτισε τῶν λεγομένων Κελλίων, ἡσυχίαν ἄκραν καὶ καρτερίαν ἐνδειξάμενος, καὶ ἔργα καὶ σημεῖα πεποιηκώς. Τούτου τὰς ἀρετὰς ὑπεραγασθεὶς ὁ Μέγας Ἀντώνιος, ἔφη· Ἰδοὺ ἐπανεπαύσατο τὸ Πνεύμα τὸ Ἅγιον ἐπὶ σοί, καὶ ἔσῃ τοῦ λοιποῦ τῶν ἐμῶν ἀρετῶν κληρονόμος. Οὗτος ὀ Μακάριος, εἴποτε ἤκουσέ τινα πεποιηκότα ἔργον ἀσκήσεως, αὐτὸν παραζηλώσας, ἐν τῷ ἔργῳ ἐπλήρου, ὅθεν ἀκούσας, ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον ἔκρινεν, ἐπὶ ἔτη ἑπτά, πᾶν τὸ διὰ πυρὸς γινόμενον μὴ φαγεῖν, πλὴν λαχάνων ὠμῶν, καὶ ὀσπρίων βρεκτῶν. Ἔτι δὲ καὶ τοῦ ὕπνου περιγενέσθαι ἠγωνίσατο, καὶ οὐκ εἰσῆλθεν ὑπὸ στέγην, ἐν ὅλοις εἴκοσι νυχθημέροις, τῷ καύματι τῆς ἡμέρας φλεγόμενος, καὶ τῇ τῆς νυκτὸς ψυχρότητι πηγνύμενος. Ὀχληθεὶς δὲ ὑπὸ δαίμονος τῆς πορνείας, ἀπελθὼν ἐν τῇ πανερήμῳ, κατέμεινε μῆνας ἕξ· ἔνθα οἱ κώνωπες μέγιστοι ὄντες, ὡς σφῆκες, αὐτὸν σφοδρῶς κατετίτρωσκον, ὡς καὶ σπονδύλους καθ’ ὅλου τοῦ σώματος ἐξενεγκεῖν. Μετὰ γοῦν τοὺς ἓξ μῆνας, εἰς τὸ κελλίον αὐτοῦ ὑποστρέψας, ἀπὸ μόνης τῆς φωνῆς ἐγνωρίζετο, διὰ τὸ ἠλλοιῶσθαι τὸ σῶμα αὐτοῦ, καὶ ἐλεφαντιῶσι παρεικάζεσθαι.

Τούτου ποτε φρέαρ διορύσσοντος, ἀσπὶς εὑρεθεῖσα, ἤψατο τῆς χειρὸς αὐτοῦ, ἀναιρετικὸν δέ ἐστι τοῦτο τὸ θηρίον. Ὁ δέ, ταῖς χερσὶν ἀμφοτέραις δραξάμενος τῶν χελύων αὐτῆς, διέσχισεν εἰπών· Μὴ ἀποστείλαντός σε τοῦ Θεοῦ, πῶς ἐτόλμησας ἄψασθαί μου; Εἰσῆλθε ποτὲ ἐν τῷ Μοναστηρίῳ τῶν Ταβεννησιωτῶν, θέλων μαθεῖν ἑκάστου τὴν αὐτῶν ἐργασίαν. Καὶ ὡς ἐπέστη ἡ Τεσσαρακοστή, οἶδε διαφόρους ἐν αὐτοῖς πολιτείας. Ὁ μὲν γὰρ ἤσθιεν ἐν ἑκάστῃ ἑσπέρᾳ, ὁ δὲ διὰ δύω, ἄλλος διὰ τριῶν, ἕτερος διὰ πέντε, ἄλλοι διὰ πάσης νυκτὸς ἑστῶτες, τῇ ἠμέρᾳ εἰς τὸ ἔργον ἐκάθηντο. Ὁ δὲ Μακάριος, βρέξας ἑαυτῷ θαλλοὺς ἐκ φοινίκων, ἔστη ἐν μιᾷ γωνίᾳ, μέχρις αἱ τεσσαράκοντα ἡμέραι ἐπληρώθησαν, καὶ τὸ Πάσχα ἔφθασεν, ἐν αἷς οὐκ ἄρτου μετελάμβανεν, οὐχ ὕδατος, οὐ γόνυ ἔκαμψεν, οὐκ ἐκαθέσθη, οὐκ ἀνέπεσεν, οὐ τροφῆς ἑτέρας ἐγεύσατο, ἐκτὸς κράμβης ὠμῆς, καὶ ταύτης κατὰ μόνην Κυριακήν.

Τούτου ποτε καθεζομένου ἐν τῇ αὐλῇ, καὶ τὰ πρὸς ὠφέλειαν ὁμιλοῦντος, ὕαινα συμπαραλαβοῦσα τὸν ἑαυτῆς σκύμνον ὄντα τυφλόν, ἔῤῥιψεν εἰσελθοῦσα εἰς τοὺς πόδας αὐτοῦ. Ὁ δέ, ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοὺς πτύσας, ἐποίησεν αὐτὸ ἀναβλέψαι. Ἡ δέ, λαβοῦσα τὸ ἑαυτῆς γέννημα, ἐξῆλθε. Καὶ τὴν ἕωθεν σπεύσασα, κώδιον μέγα προβάτου ἤνεγκε τῷ Μακαρίῳ. Ὁ δὲ ἔφη πρὸς αὐτήν· Τὰ ἐξ ἀδικίας ἐγὼ οὐ δέχομαι. Ἠ δὲ ὕαινα, κλίνασα τὴν κεφαλήν, ἐξῆλθε τῆς αὐλῆς, Εἶδε καὶ οὗτος τὸν διάβολον, τὰ εἶδη τῆς ἀπάτης ἐπιφερόμενον, διά τινος ἐσθήματος τρωγλωτοῦ καὶ κολοκυνθίων αἰνιττόμενον ταῦτα.

Ἦν δὲ ὁ Ἅγιος τὴν ἡλικίαν ἔχων ὑποκόλοβον, σπανός, ἐπὶ τοῦ χείλους μόνον ἔχων τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος. Τῇ ὑπερβολῇ γὰρ τῶν ἀσκητικῶν πόνων οὐδὲ τρίχες αὐτῷ ἐξεφύησαν. Ὅθεν οὕτως ἀσκήσας, καὶ ἐν βαθεῖ γήρᾳ καταντήσας, πρὸς Κύριον ἐξεδήμησε.

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐφρασίας.

Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.

Αὕτη ἦν ἐκ πόλεως Νικομηδείας, ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, γένους ἐπισήμου, τρόπου σώφρονος καὶ χρηστοῦ. Μὴ πεισθεῖσα δὲ θυσίαν τοῖς δαίμοσι προσενεγκεῖν, τύπτεται σφοδρῶς. Καὶ ἐπιμένουσα τῷ ἐνστάσει, πρὸς ὕβριν ἀνδρὶ βαρβάρῳ ἐκδίδοται, ὑφ’ οὗ τὴν κεφαλὴν ἀπετμήθη ἀπατηθέντος παρ’ αὐτῆς, ὅτι εἰ ταύτης ἀπόσχοιτο, παρασχεῖν αὐτῷ φαρμάκων, ᾧ χρησάμενος, ταῖς ἐπιφοραῖς τῶν ξιφῶν, καὶ ταῖς διακοντίσεσι τῶν πολεμίων, ἄτρωτος ἔσται. Καὶ πεῖραν λαβεῖν ἔλεγε, τὸν ἑαυτῆς αὐχένα προτείνασα. Ὁ δὲ ἀληθεύειν ταύτην οἰηθείς, ἐνεγκὼν κραταιότερον, τὴν αὐτῆς ἀπέτεμε κεφαλήν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὀ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας, καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.

Πῶς οὐκ ἂν ἦρε Βασίλειε τὰς πύλας,

Μέγας ναός σοι τῷ νῷ τῷ ἐμψύχῳ;

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ Γαλλησιώτου καὶ ὁμολογητοῦ, ὅστις ἐχρημάτισεν ἐν ἔτει ᾳσν΄ (1250)

Κτείνει Δαβὶδ μὲν ἀλλόφυλον σφενδόνη,

Κτείνει δὲ Μελέτιος Αὐσόνων πλάνην.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας τῶν Ἀνατολικῶν Γραικῶν μονομάχου καὶ ὑπερμάχου καὶ φύλακος.

Κρατεῖ μὲν Ἄτλας μυθικῶς ὤμοις πόλον,

Κρατεῖ δ’ ἀληθῶς Μάρκος ὀρθοδοξίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἀρχιεπισκόπου Κερκύρας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Χρυσοστομάτου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Ἁγίου Ἰωάννου Χρυσοστόμου Κύπρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου τοῦ Καλογερᾶ.

 

 

 

 

 

 

 

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μακαρίου, ἐπισκόπου Ἱερισσοῦ.

Ἱερισσὸς γάνυται σῇ ποιμανσίᾳ,

Μακάριε, ἀγλαῶν ποιμένων γέρας.

Οὗτος, ἤκμασε κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου καὶ τοῦ Θεοδοσίου. Ἐκοιμήθη ἐν ὁσιότητι ἐπὶ τῆς βασιλείας τοῦ Ἀρκαδίου. Ἐχρημάτισε, κατὰ πᾶσαν πιθανότητα ὁ πρῶτος, ἐπίσκοπος Ἱερισσοῦ τῆς Χαλκιδικῆς καὶ θεωρεῖται ὁ κτήτωρ τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγ. Στεφάνου τῆς Ἱερᾶς Μονῆς Κωνσταμονίτου τοῦ Ἁγίου Ὄρους.

Κατὰ τὰ πρῶτα ἔτη τῆς ἐπισκοπικῆς αὐτοῦ διακονίας συνηντήθη μετὰ τοῦ Μεγάλου Κωνσταντίνου, ἐπιζητοῦντος ἐκείνου κρῖσαι τὴν Νέαν Ῥώμην παρὰ τὸν Ἀκάνθιον ἰσθμόν, τὸν πλησίον τῆς Ἱερισσοῦ καὶ τοῦ Ἁγιωνύμου Ὄρους κείμενον. Οὗτος διὰ τῆς σοφίας τῶν αὐτοῦ λόγων κατέπιθε τὸν θεόστεπτον ἄνακτα ἀπομακρυνθῆναι τῶν αὐτοῦ σχεδίων καὶ διασῶσαι τὸ φιλήσυχον τῆς περιοχῆς καὶ δὴ τὸν μοναχοτρόφον Ἄθωνα.

Ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου, ὁ Μακάριος κατεδιώχθη καὶ ἠναγκάσθη ἐλθεῖν εἰς Ἄθωνα, ἔνθα ἐνεδόμησε τὸν ὑπ’ ἐκείνου ἐρημωθέντα ναὸν τοῦ Πρωτομάρτυρος Στεφάνου, τῆς Ἱερᾶς τοῦ Κωνσταμονίτου Μονῆς. Ἐν αὐτῇ καλῶς ἀγωνισάμενος ὁ ἀοίδιμος ἐκοιμήθη ἐν Κυρίῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Νηστευτοῦ, τῆς Μονῆς τοῦ Ἁγίου Ἀντωνίου τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ διακόνου, τῆς Μονῆς τοῦ Ἁγίου Θεοδόσιου τῶν Σπηλαίων τοῦ Κιέβου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Νόβγκοροντ, τοῦ διὰ Χριστοῦ σαλλοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ῥωμαίου, τοῦ ἐν Νόβγκοροντ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἐπαναφορᾶς τοῦ Σταυροῦ τοῦ μαρτυρίου τοῦ Ἀποστόλου Ἀνδρέου ἐν Πάτραις, ἐν ἔτει 1980 μ. Χ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Σὲ νοητήν, Θεοτόκε, κάμινον.

Φῶς αἰσθητόν, τοῦ ἡλίου σήμερον, οὐχ ὑπερήλαμψεν ἡμῖν, ἐβόων Ναζιανζηνο΄θ, ὅτι ὁ Γρηγόριος, τάφῳ ἐξανέτειλε, καὶ τοῦ σεπτοῦ περιήστραψε, λειψάνου του ὡς ἀκτῖνες, ἡ λάρναξ μύροις εὔοσμος.

Χαῖρε σοφέ, ἀπολαύων θρ΄΄ονον σου, τοῖς σοῖς λειψάνοις οἱ πιστοί, Βασιλευούσης τῇ φωνῇ, σὲ ὑπερεδόξαζον, Πάτερ καὶ διδάσκαλε, ἐν τῷ ναῷ καταθέτοντες, τῶν Ἀποστόλων τὴν θήκην, τοῦ σοῦ θείου σκηνώματος.

Ψυχοφελής, Θεολόγε, δέδειξαι, θεολογίας τοῖς κρουνοῖς, καταρδεύσας νοῦν τῶν βροτῶν, νῦν λειψάνων χάριτι, θαύματα ἰάσεων, τοῖς ἀσθενοῦσι καὶ κάμνουσιν, ἐπιδαψιλεύεις Πάτερ, καὶ ῥύει πάντας θλίψεων.

Θεοτοκίον.

ἀληθῆ, τῆς τρυφῆς Παράδεισε, ἀποκυήσασα ζωῆς, ἐνυποστάτου ἀρχηγόν, Μῆτερ προαιώνιον, Λόγον τὸν συνάναρχον, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.

Γρηγορίου σκῆνος ἐκ χθονός, ἀνατείλαντος χάριν, ἐβραβεύσατο ἀνθρώποις, διὸ μνείαν ἑορτῆς, τελοῦντες κραυγάσωμεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ν καμίνῳ παῖδας εὐσεβεῖς, ὦ Θεὲ ἐλυτρώσω, τὴν φλόγαν τρέπων εἰς δρόσον, καὶ ἐν τάφῳ ὡς χρυσοῦν, κατέκρυψας σκήνωμα, Θεολόγου χάριν μετατιθεμένου, τοῖς πᾶσι δωρουμένου, καὶ νῦν τιμωμένου, μερίσι μερισθέντος.

ς κατεῖδε λείψανον Πατρός, λαὸς μετ’ εὐφροσύνης, ἠγαλλιάσατο πάνυ, καὶ χαρᾶς πεπληρωθείς, ἐβόησε λέγων σοι· θεοῤῥῆμον χάριν, παράσχου τοῖς πίστει, σὰ λείψανα ὑμνοῦντας, καὶ ἀσπαζομένους, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

υσαμένη γένος τῶν βροτῶν, Σὲ ὑμνοῦμεν Παρθένε, καὶ Τόκον Σου προσκυνοῦμεν, Ὃν ἀσπόρως ἐν γαστρί, ἐδέξω καὶ τέτοκας, Βασιλέα πάσης της κτίσεως μόνον, λυτρούμενον τοὺς πίστει, ἀνυμνολογοῦντας Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Τῦπον τῆς ἁγνῆς λοχείας σου.

Γλῶσσα ἐξειπεῖν οὐ δύναται, τοῦ Γρηγορίου πάντα, θαύματα ἄμετρα, ὑπὲρ τὴν πληθύν, ψάμμου τῆς θαλάσσης καὶ ἄστρων τε, ἃ λειψάνων μερίδες ἐκβλύζουσι, ταῦτα τοῦ Θεολόγου, χαρμονικῶς λαοὶ ἀσπάζονται.

λεως γενοῦ Γρηγόριε, δυσωπῶν μεθ’ Ἁγίων, τὸν πολυεύσπλαγχνον, τῶν παναληθῶς, περιχαρῶς ἀνυμνούντων σε, καὶ τὰ λείψανα πίστει τιμώντων σου, μνήμην δὲ σεβασμίαν, μακαριζόντων παναοίδιμε.

λην πρὸς Θεὸν διάνοιαν, σοφὲ ἐν βίῳ ἔχων, Πλάστην ἐδόξασας, ἀντιδοξασθείς, καὶ δαψιλῶς ἐπιβράβευσον, δωρεὰς σῶν λειψάνων νῦν ἔνδοξε, χάριτος καὶ εἰρήνης, τοῖς ὀρθοδόξως ἀνυμνοῦσί σε.

Θεοτοκίον.

ψωσον Υἱῷ τὰς χεῖράς Σου, ὑπὲρ ἡμῶν Παρθένε, Ὃν ἀπεκύησας ὡς Μήτηρ Αὐτοῦ, τὴν σωτηρίαν δωρήσασθαι, μετανοίας τὰς τρίβους δεικνύουσα, σὺν θείαις Γρηγορίου, θερμαῖς πρεσβείαις καὶ ἐντεύξεσι.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῆς ἀνακομιδῆς σου, ἄγομεν μνήμην ἱεράν, λειψάνου Ὅσιε Πάτερ, κατασπαζόμενοι πιστῶς, καὶ σαῖς λιταῖς ἐκζητοῦμεν, Γρηγόριε πρὸς Σωτήρα.

Ἕτερον.

Ἐν τῷ ναῷ Ἀποστόλων, Βασιλευούσης εὐκλεοῦς, Πόλεως μετεκομίσθη, λείψανον σὸν Πάτερ σοφέ, καὶ νῦν ἑόρτιον μνείαν, Γρηγόριε σοὶ τελοῦμεν.

Ἕτερον.

Ἀγαλλιάσθω Ἄθως, Βατοπεδίου ἡ Μονή, Ὄρος τὸ Ἅγιον τέρπου, τιμῶν τὴν κάραν τὴν σεπτήν, τοῦ ἱεροῦ Γρηγορίου, σὺν πόλεσι τῆς Ἑλλάδος.

 Θεοτοκίον.

Μετὰ σοφοῦ Θεολόγου, καὶ Ἀρσενίου εὐκλεοῦς, τὸν Σὸν Υἱὸν ἐκδυσώπει, Θεοκυῆτορ Μαριάμ, δοῦναι πταισμάτων τὴν λύσιν, ἅμα ψυχῶν σωτηρίαν.

Ἕτερον.

Σὺν Μακαρίων δυάδι, Μάρκῳ τε τῷ Εὐγενικῷ, Ἱεραρχῶν καὶ Ὁσίων, Μῆτερ δυσώπει Σὸν Υἱόν, δοῦναι μετάνοιαν πᾶσι, καὶ ὀφλημάτων τὴν λύσιν.

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸ αἰσθητὸν κρύπτει φῶς του, σήμερον ἥλιος, καὶ ἀνατέλλει ὄρθρος, λαμπροτάτης ἡμέρας, λειψάνου ἡ φανέρωσις ὑπὸ γῆν, Γρηγορίου τοῦ μάκαρος, ὅθεν αὐτὸ ἀσπασώμεθα ἀδελφοί, ἵνα θείαν χάριν λάβωμεν. (Δίς)

 

Δῆμος Ἑλλάδος προσπίπτει, θείοις λειψάνοις σου, Γρηγόριε παμμάκαρ, Ἄθῳ Νέᾳ Καρβάλῃ, Ἀθήνησι καὶ πόλεων τοῖς ναοῖς, ὑμνωδίαις τιμήσασθαι, καὶ ἀσπαζόμενος πίστει σὲ εὐφημεῖ, Ἱεράρχα πανσεβάσμιε.

 

Δεῦτε λαὸς τῶν Ἑλλήνων, κατασπασώμεθα, τοῦ θείου Γρηγορίου, τῶν λειψάνων τὴν θήκην, αἰτούμενοι ἐκθύμως, χάριν αὐτῶν, καὶ εἰρήνην τὴν ἄνωθεν, καὶ σωτηρίαν ψυχῶν παρὰ τοῦ Χριστοῦ, τοῦ Ἁγίου ταῖς δεήσεσι.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε Πάτερ, Ναζιανζοῦ θεῖον βλάστημα, καὶ Καππαδόκων κλέος, εἰς πᾶσαν ἀληθῶς τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου. Ἱεραρχίας κεκοσμημένος στολήν, σοφῇ ποιμαντορίᾳ, Βασιλεύουσαν ἐποίμανας, αἱρέσεων σκότη ἀπομειώσσας, ταῖς θεηγόροις σου εἰσηγήσεσι. Τὰ δόγματα καλῶς κηρύξας, καὶ τὴν πίστιν ὀρθῶς τηρήσας, τὸν βίον οὐρανομῦστα ἔλιπες, ἀρεταῖς ἠγλαϊσμένος. Περιπολεύων νῦν ἐν οὐρανοῖς, Ἁγίοις συναυλιζόμενος, τὴν χάριν τῶν λειψάνων σου, ἡμῖν πλουσίως καταπέμπεις. Ἀλλ’ ὦ παμμακάριστε Γρηγόριε, μὴ ἐλλίπῃς ἱκετεύειν Χριστῷ, ὑπὲρ τῶν τιμώντων πιστῶς, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

 

 

 

 

Μεγαλυνάρια.

Μνήμης τῆς σεπτῆς ἀνακομιδῆς, θείου σου λειψάνου, νῦν τελοῦμεν περιχαρῶς, Γρηγόριε μάκαρ, καὶ χάριν σὴν ἐν πίστει, αἰτούμεθα σωθῆναι, πάντες πρεσβείαις σου.

Κάραν σου τιμῶμεν τὴν ἱεράν, ἐν Βατοπεδίου, παλαιφάτῳ θείᾳ Μονῇ, Πάτερ Ἱεράρχα, Γρηγόριε θεόφρον, καταφιλοῦντες πίστει, τὴν θαυματόβρυτον.

Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, θήκην τῶν λειψάνων, ἁγιάζοντα τοὺς πιστούς, θείου Γρηγορίου, πανσόφου μυστολέκτου, καὶ ὕμνοις ἑορτίοις, τοῦτον τιμήσωμεν.

Δὸς ἐκ τῶν λειψάνων σου τοῖς πιστοῖς, εὐλογίας χάριν, καὶ τοῦ Πνεύματος δωρεάς, ἄμφω τὴν ὑγείαν, ψυχῆς τὴν σωτηρίαν, καὶ τῆς φιλαδελφείας, καρπὸν Γρηγόριε.

Χαίροις Ἱεράρχα θαυματουργέ, χώρας Καππαδόκων, θεοφύτευτον ῥιζοθέν, δένδρον καρποὺς φέρον, εὐχύμους ἡδυτάτους, ἡμῖν δὲ θείαν χάριν, δὸς ἐκ λειψάνων σου.

Πάσας γεωργήσας τὰς ἀρετάς, κάτοπτρον ἐδείχθης, Θεολόγε ἡλιακῶν, φαεινῶν ἀκτίνων, παρὰ τοῦ Φωτοδότου, διὸ ἡμῖν μετάφος, Φῶς τὸ Τρισήλιον.

Χαίροις Ἐκκλησίας λαμπρὸς ἀστήρ, νοῦς οὐρανοφλέκτης, οἰκουμένης ὁ πυρσευτής, τῆς θεολογίας, τοῦ Πνεύματος ἡ λύρα, ὁ μύστης τῆς Τριάδος, σοφὲ Γρηγόριε.

Μετὰ Βασιλείου τοῦ ἱεροῦ, θείου Ἰωάννου, Χρυσοστόμου ὡς ποταμός, πάντας καταρδεύεις, τῇ σῇ θεολογίᾳ, σοφὲ οὐρανομύστα, Πάτερ Γρηγόριε.

Σὺν τοῖς Γρηγορίοις Νύσσης πατρί, Νεοκαισαρείας, Δεκαπόλεως Παλαμᾶ, Ἄθῳ Διαλόγῳ, Σινᾷ τε Ἀρμενίας, καὶ ἄλλοις Θεολόγε, εὖ γρηγορήσατε.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου