ΦΕΒΡΟΥΑΡΙΟΣ Γ-Θ!!
ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΠΑΠΑΝΤΗ
ΤΩΝ ΑΓΙΩΝ ΜΗΤΕΡΩΝ ΤΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ
ΝΟΝΑΣ, ΕΜΜΕΛΕΙΑΣ & ΑΝΘΟΥΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεωργίου Γαλανόπουλου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐμμέλειαν ἔνδοξον πιστοί, χαίροντες τιμήσωμεν, ὅ,τι Βασίλειον ἔτεκε, καὶ Νόνναν ἔνθεον, τὴν τῶ Γρηγορίῳ, τεκούσῃ ὑμνήσωμεν, Ἀνθούσαν δ’ Ἰωάννην Χρυσόστομον, ἀναβλαστήσασαν, ἐν ᾠδαῖς ἀνευφημήσωμεν, τὰς ἁγίας καὶ σεμνὰς μητέρας ἅπαντες.
Νηστείας τὸ στάδιον καλῶς, χαίροντες ἀνύσωμεν, καὶ τὸ λοιπὸν μιμησώμεθα, πρὸς θείαν μέθεξιν, τὰς σεμνὰς μητέρας, τῶν σοφῶν τῆς πίστεως, φωστήρων Βασιλείου τρισμάκαρος, καὶ Γρηγορίου τε, Ἰωάννου χρυσοῤῥήμονος, ἐν δεησει περάνασας βίου θάλασσαν.
Ἁπάσας τὰς θείας ἀρετάς, ἐκκαλιεργήσατε, καὶ τοῖς υἱοῖς μετεδώκατε, μητέρες πάνσεπτοι, πρὸς παιδαγωγίαν, καὶ Χριστοῦ μορφώσεως, καρδίαις διανοίαις αἰσθήσεσι, πίστιν εὐσέβειαν, καὶ ἀγάπην ἀνυπόκριτον, σὺν ἐλπίδι προσευχῇ καὶ ταπεινώσει τε.
Ἐν πόνοις ἀσκήσεως πολλοῖς, καὶ ἱδρῶσιν αἵματος, καὶ δακρυῤῥόοις δεήσεσιν, υἱοῖς ἐκθρέψατε, ἀρετῶν τὸν σπόρον, τούτοις ἐμφυτεύσασαι, ψυχῶν τὴν εὐκαρπίαν βραβεύσασαι, σοφὴ Ἐμμέλεια, καὶ Ὁσία Νόννα ἔνθεε, σὺν Ἀνθούσῃ διὸ μακαρίζεσθε.
Δόξα. Τριαδικόν.
Τριάδα ἀχώριστον πιστοί, πάντες προσκυνήσωμεν, Πατέρα Λόγον σὺν Πνεύματι, καὶ ταύτης ᾄσμασι, σὺν ψαλμοῖς τὸ κράτος, ἀνυμνολογήσωμεν, καὶ δόξαν ἣν οἱ Ἄγγελοι ᾄδουσι, λύσιν αἰτούμενοι, ὀφλημάτων καὶ τὸ ἄμετρον, θεῖον ταύτης καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Τὸ Δογματικὸν τοῦ ἤχου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὕμνοις Νόνναν σεμνήν, Ἐμμέλειαν τ’ Ἀνθούσαν, ὑμνήσωμεν τιμῶντες, τὴν τούτων θείαν μνήμην, λαοὶ ἐπαγαλλόμενοι.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἅπασαν ἀρετήν, ἐκτήσασθε ἱδρῶσι, δακρύοις τε καὶ πόνοις, μητέρες ἐπὶ τέκνοις, ὑμῶν Θεὸν δοξάζουσαι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Φάλαγγας τοῦ ἐχθροῦ, ἐλάσατε ἀγῶσι, νηστείαις καὶ εὐχαῖς τε, καὶ στέφη ὦ μητέρες, παρὰ Χριστοῦ ἐδέξασθε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἄνασσα Μαριάμ, ὁ γλυκασμὸς Ἀγγέλων, ὁ ἔπαινος Ὁσίων, ὑπὲρ τῶν σὲ ὑμνούντων, Υἱῷ Σου παρακλήθητι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ ἤχου.
Δόξα. Τῶν Ἁγίων. Τοὺς τρεῖς μεγίστους φωστήρας.
Τὰς τρεῖς Ἁγίας Μητέρας τῶν Διδασκάλων τιμήσωμεν, τὰς τοὺς Ἱεράρχας τεκούσας, καὶ τοῦ Χριστοῦ θεοκήρυκας, τὰς ποτισάσας εὐσεβείας τὸ γάλα, καὶ τὴν πίστιν ἔνδον τῇ ἐκθρεψάσῃ, τούτους ὡς δένδρα θάλλοντας, Ἐμμέλειαν τὴν θείαν, καὶ τὴν Νόνναν τὴν τρισμακάριστον, σὺν τῇ σεμνῇ τῇ Ἀνθούσῃ, τὴν ἐκπλήξασαν Λιβάνιον. Δεῦτε οἱ τῶν ἄθλων αὐτῶν μιμηταί, συνελθόντες ᾄσμασι μέλψωμεν, καὶ γὰρ αὐταὶ Τριάδι, ὑπὲρ ἡμῶν καθικετεύουσι.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ α΄ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια· δ΄ Ἀναστάσιμα τοῦ ἤχου, γ΄ τῆς Ὑπαπαντῆς, καὶ γ΄ τῶν Ἁγίων. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σὲ ὦ Ἐμμέλεια εἴπωμεν; Τὴν φιλότεκνον μητέραν, ἐπὶ τέκνοις θαυμαστοῖς, ἢ φιλόστοργον γυναίκαν, ἐπὶ ἔργοις ἱεροῖς; Τὸν Μέγαν γὰρ Βασίλειον ἐκύησας, σὺν Πέτρῳ καὶ Ναυκράτιον ἐθήλασας, Νύσσης Γρηγόριον πρόεδρον, Μακρίναν τε θεοφώτιστον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Πῶς σὲ θεία Νόννα καλέσωμεν; Προσευχῆς θερμῆς μητέραν, ὡς Προφήτου Σαμουήλ, ἢ συμβίαν γλυκυτάτην, ὡς μηνύει Γαβριήλ; Τὸν πάνσοφον Γρηγόριον ἐβλάστησας, Καισάριον καὶ Γοργονίαν ἔθρεψας, τῆς εὐσεβείας τοῖς νάμασι, καὶ τοῖς τῆς πίστεως ὕδασιν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Πῶς σὲ νῦν Ἀνθοῦσα ὑμνήσωμεν; Ὡς Σεκούνδου τὴν συμβίαν, ἄρχοντος χριστιανοῦ, ἢ μητέραν Ἰωάννου, Χρυσοστόμου τοῦ σοφοῦ. Ὡς στήλην σωφροσύνης καὶ σεμνότητος, ὑπόδειγμα μητέρων καθαρότητος, ἀγάπης ἄνθος μυρίπνοον, καὶ στέφος δόξης ἀμάραντον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Ἡμέρα εὐφρόσυνος ἐπέλαμψε, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, καὶ κοινὴ ὁερτὴ αὕτη συνεστήσατο, πρὸς ἀγαλλίασιν τοῦ Χριστωνύμου λαοῦ. Δεῦτε οὖν τῶν Ὀρθοδόξων τὸ σύστημα, τιμήσωμεν ἐν ὕμνοις καὶ θεοτερπέσι μελῳδήμασι, τὴν μνήμην τῶν Ἁγίων Μητέρων, τῶν Τριῶν ἐνδόξων Ἱεραρχῶν. Ἰδοὺ γὰρ ἡ Θεοκυήτωρ Μαριάμ, προσέφερε τῷ Ἱερεῖ ἐν τῷ ἱερῷ, τὸν ἱερὸν αὐτῆς καρπόν, ἱεροπρεπεστάτως, γενομένη τῶν μητέρων τὸ πρότυπον. Ἀλλὰ καὶ αἱ εὐκλεεῖς Μητέρες, Ἐμμέλεια, Νόνα καὶ Ἀνθοῦσα, καρπογονήσασαι τῇ προσευχῇ, καὶ τοῖς δακρύοις προσήγαγον ἀσμένως τῷ Θεῷ, τὰ πιστὰ αὐτῶν τέκνα, τεθραμμένα τῆς εὐσεβείας τῷ γάλακτι, ὡς θυσίαν καθαράν, ἀμίαντον καὶ εὐπρόσδεκτον, πρὸς ἃς χαρμονικῶς ἐκβοήσωμεν· χαίρετε, Μητέρες σεμναί, τὰ θεόθεν παραδείγματα ἐπὶ τέκνοις, υἱοῖς καὶ θυγατράσι, τοῖς συμβίοις εὐπειθεῖς, καὶ τῶν πιστῶν πρέσβεις θερμαί, καὶ ταχυναὶ ἀντιλήπτορες. Διὸ ἱκετεύσατε, δεόμεθα Χριστόν, ὑπὲρ τῶν τιμώντων πανευλαβῶς, τὴν ἀειμακάριστον ὑμῶν μνήμην, καταπέμψαι πᾶσιν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον τοῦ ἤχου.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ θείᾳ μνήμῃ σήμερον, τῶν εὐκλεῶν Μητέρων, Ἐμμελείας, Νόννης καὶ Ἀνθούσης, τῶν Τριῶν Ἱεραρχῶν. Αὗται γὰρ αἱ τρισμακάριαι, ἐβλάστησαν θεόφυτα τέκνα, ἀναθρέψασαι πιστῶς αὐτά, ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ ὁσιακῶς βιώσασαι, ἔλιπον τὴν πρόσκαιρον ἐπίπονον ζωήν, πορευθῆσαι εἰς τὴν οὐράνιον πατρίδαν, ἔνθα πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε τῶν Χριστιανῶν ἡ ὁμήγυρις, καταστέψωμεν θείοις ὕμνοις, τῶν σεμνῶν Μητέρων τὸν χορόν, ἃς ἔστεψεν ὁ πολυέλεος Θεός, ἀμαραντίνῳ στεφάνῳ. Ὅ,τι ἐν νηστείαις καὶ δεήσεσι, πολιτευσάμεναι εὐσεβῶς, ἐξιλέωσαν τὸν Κτίστην καὶ Δεσπότην, καὶ τῇ Ἐκκλησίᾳ ἔδωκαν καρποὺς πανευκλεεῖς, τοὺς γεωργηθέντας βότρυας, ἐν τῷ μυστικῷ τοῦ Χριστοῦ ἀμπελῶνι, πανσόφους Οἰκουμενικοὺς Διδασκάλους, καὶ Ἱεράρχας ἀγλαοφανεῖς, τὸν Μέγαν Βασίλειον, τὸν Θεολόγον Γρηγόριον, καὶ τὸν Χρυσόστομον Ἰωάννην. Ὅθεν αὐταῖς μακαρίζοντες σήμερον, ἐξαιτούμεθα πιστῶς, τὰς θεοπειθεῖς πρὸς τὸν Σωτῆρα τούτων παρακλήσεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστῶν ἡ λαμπρὰ ὁμήγυρις, καὶ τῶν φιλεόρτων τὰ συστήματα, συνελθόντες ἐν πίστει, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, τὰς τοῦ Χριστοῦ γνησίας θεραπαινίδας, τὰς Μητέρας τῶν Τριῶν Ἱεραρχῶν, Ἐμμέλειαν, Νόνναν καὶ Ἀνθοῦσαν. Καὶ πρὸς αὐτὰς ἐκβοήσωμεν χαρμονικῶς, κοινὴν ἑορτὴν ἐπιτελοῦντες καὶ φωτοφόρον πανήγυριν, τῆς πανενδόξου μνήμης αὐτῶν. Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ Σου, ἱκεσίαις τῶν Ἁγίων Μητέρων, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Εἰς τὸν Στίχον, τὰ Ἀναστάσιμα τοῦ ἤχου.
Δόξα. Ἦχος β΄.
Σήμερον συνήγαγεν ἡμᾶς, εἰς ἑστίασιν πνευματικῆς εὐφροσύνης, ἡ κοινὴ φωτοφόρος καὶ πανένδοξος μνήμη, τῶν Ὁσίων Μητέρων τῶν Τριῶν Ἱεραρχῶν, Ἐμμελείας, Νόννης καὶ Ἀνθούσης. Δεῦτε οὖν φιλέορτοι, τούτων ἀνυμνοῦντες τὰς θείας ἀρετάς, μιμησώμεθα ἀκριβῶς τὸν τρόπον, τὴν συζυγικὴν πίστιν, τῶν τέκνων τὸ φιλόστοργον, καὶ τὴν θεοφιλῆ αὐτῶν διαγωγήν, ἵνα γέννηται καὶ ἡμῖν ἵλεως, ὁ πολυεύσπλαγχνος Θεός, ἐν τῇ φοβερᾷ καὶ φρικτῇ ἡμέρᾳ, τῆς δικαίας Αὐτοῦ ἀνταποδόσεως.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Ὄνπερ οἱ ἄνω Λειτουργοὶ τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ὑλικαῖς ἀγκάλαις δεχόμενος, τὸ θεῖον τοῖς ἀνθρώποις ἑνοῦσθαι ἐκήρυττε, καὶ βροτὸν τὸν οὐράνιον Θεὸν ὀπτανόμενος, ἀναχωρῶν τῶν ἐπὶ γῆς, χαρμονικῶς ἀνέκραζεν, ὁ τοῖς ἐν σκότει τὸ ἀνέσπερον φῶς ἀποκαλύπτων, Κύριε δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ ἤχου.
Δόξα. Τῶν Ἁγίων. Τοὺς τρεῖς μεγίστους φωστήρας.
Τὰς τρεῖς Ἁγίας Μητέρας τῶν Διδασκάλων τιμήσωμεν, τὰς τοὺς Ἱεράρχας τεκούσας, καὶ τοῦ Χριστοῦ θεοκήρυκας, τὰς ποτισάσας εὐσεβείας τὸ γάλα, καὶ τὴν πίστιν ἔνδον τῇ ἐκθρεψάσῃ, τούτους ὡς δένδρα θάλλοντας, Ἐμμέλειαν τὴν θείαν, καὶ τὴν Νόνναν τὴν τρισμακάριστον, σὺν τῇ σεμνῇ τῇ Ἀνθούσῃ, τὴν ἐκπλήξασαν Λιβάνιον. Δεῦτε οἱ τῶν ἄθλων αὐτῶν μιμηταί, συνελθόντες ᾄσμασι μέλψωμεν, καὶ γὰρ αὐταὶ Τριάδι, ὑπὲρ ἡμῶν καθικετεύουσι.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, τὸ Ἀναστάσιμον Κάθισμα.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα τῶν Ἁγίων. Ἦχ. δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὰς μητέρας τὰς σεπτάς, τῶν εὐκλεῶν Ἱεραρχῶν, ἀνυμνήσωμεν πιστῶς, δοξολογοῦντες τὸν Χριστόν, ὃς ἀντεδόξασε ταύτας, μετὰ τῶν τέκνων, ὁσίως ἐν εὐχῇ, καὶ εὐλαβείᾳ πολλῇ, ἐκάθηραν ψυχήν, ταῖς ἀρεταῖς δεκτικήν, πολιτευσάμεναι καλῶς ἐν βίῳ, καὶ νουθετοῦσαι τὰ τέκνα, σωφρόνως εὖ ζῆν, Χριστὸν δ’ ἀπαύστως νῦν δυσωποῦσιν, ὑπὲρ τῶν τιμώντων αὐτάς.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Εἰς τοὺς Κανόνες· ὁ Ἀναστάσιμος, τῆς Ὑπαπαντῆς, καὶ τῶν Ἁγίων Μητέρων, οὗ ἡ ἀκροστιχίς: Μητέρας Τριῶν Ἱεραρχῶν ὑμνῶ. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Μέγας οὐρανοφάντωρ μύστης ἔλαμψεν, ὁ Βασίλειος ἐκ σοῦ, ὦ Ἐμμέλεια Ὁσία, καταυγάσας τὰ πλήθη, λαοὺς πανσόφως τ’ ὁδηγήσας, πρὸς θείαν γνῶσιν μέλποντα· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
Ἤθη τὰ ψυχοφθόρα καὶ ἀλλόδοξα, καταπράϋνε ταχύ, ὁ ἐκ Νόννης ἐξανθήσας, ὡς πολύφορον κλῆμα, σοφὸς θαυμαστὸς Θεολόγος, ὃν ὕμνοις μεγαλύνομεν· τοῦτον ταῖς νουθεσίαις Κυρίου, μήτηρ ἔθρεψεν.
Τόκος ἐκ τῆς Ἀνθούσης θεῖος ἔφανεν, ὁ Χρυσόστομος Πατήρ, Ἰωάννης χρυσοῤῥήμων, τοῦ Σεκούνδου ὁ σπόρος, λαοῖς πιστεύειν ἐκδιδάσκων, Θεὸν τὸν πολυεύσπλαγχνον· μέλψωμεν οὖν μητέρα, τὴν τούτου τρισμακάριστον.
Θεοτοκίον.
Εὔας προγονικὴν κατάραν ἔλυσας, Θεοτόκε Μαριάμ, Θεὸς Λόγος γὰρ ἀῤῥήτως, ἐν γαστρί Σου σκηνώσας, ἑκὼν ἡμῖν συνανεστράφη, καὶ σωτηρίας ἤνοιξε, Πύλην Σε κεκλεισμένην, ὡς Ἡσαΐας προὔφησεν.
ᾨδὴ γ΄. Τὸ στερέωμα.
Ῥόδον εὔοσμον, μήτηρ τῇ τέκνων δεκάδι, Ἐμμέλεια ἤνθησας ἐν Καισαρείᾳ, καὶ ὁσίως, τὸν σὸν βίον ἐτέλεσας.
Ἀνεβλάστησας, καρπὸν εὐχῆς θεία Νόννα, Γρηγόριον μέγιστον ἀρχιεράρχην, ἀναθρέψας, εὐσεβείας τῷ γάλακτι.
Στήλη γέγονας, σωφροσύνης, ὦ Ἀνθοῦσα, σεμνότητος, ἔνδυμα στολισαμένη, τὴν χηρείαν, καρτερῶς ὑπομείνασα.
Θεοτοκίον.
Τῆς ἁγνότητος, Περιστερὰν ἐν συμβόλοις, Θεὸν Λόγον τέξασαν, ἀπειρογάμως Θεοτόκον, οἱ πιστοὶ μεγαλύνομεν.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐμμέλειαν πιστοί, Βασιλείου μητέραν, ἐκλάμψασαν λαμπρῶς, καὶ ὁσίως τὸν βίον, νηστείαις δεήσεσιν, ἀρεταῖς καλλωπίσασαν, σὺν τῇ Νόννῃ τε, καὶ τῇ σεμνῇ τῇ Ἀνθούσῃ, δεῦτε μέλεσιν, ἀνευφημήσωμεν πάντες, χορείαν στησάμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανοῖς.
Ῥαπίσματα ἠχηρά, τοῖς ἀτακτοῦσι παισί, πρὸς νουθεσίας ὁρισμόν, δίδωσιν αἱ μητέρες, ἀλλ’ Ἐμμέλεια οὐ, παισί τε καὶ θυγατρᾶσιν, ὅτι τῇ πίστει, ταῦτα ἐγαλούχησε, καὶ τὴν εὐσέβειαν τέκνοις, οῤθῶς ἐδίδαξε.
Ἱλέωσας προσευχαῖς, καὶ ἀγρυπνίαις πολλαῖς, Θεὸν εὐΐλατον κλαυθμῷ, Νόννα ἱερωτάτῃ, Γρηγορίου γυνή, καὶ ἀγαθαῖς σου πράξεσιν, μήτηρ τοῖς πᾶσιν, ἀντίληψιν γέγονας, τοῖς δεομένοις καὶ τέκνα, πιστῶς ἐξέθρεψας.
Ὡράϊσμα ἐκλεκτὸν τῆς σωφροσύνης σεμνή, καὶ παιδοτρίβις ἐκλεκτή, τῆς εὐσεβείας ὤφθης, Ἰωάννου υἱοῦ, μονογενοῦς ὑπάρχοντος, μῆτερ Ἀνθοῦσα, ὅνπερ εἰς Λιβάνιον, παραδοθέντα, τῇ γλώττῃ χρυσοῦς ἐξέλαμψε.
Θεοτοκίον.
Νενέκρωται ἀληθῶς, τῶν Πρωτοπλάστων δορά, τῇ παραβάσει τοῦ Θεοῦ, τρυφῆς ἀποικισθέντων, σὺν τῇ Εὔᾳ Ἀδάμ, σὺ δὲ Ἀδὰμ τὸν δεύτερον, Κόρη τεκοῦσα, γένος ἐπανήγαγες, εἰς Παραδείσου τὸν οἶκον· διὸ ὑμνοῦμέν Σε.
ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς.
Ἱέρευσαν υἱοί σου θεοπρεπῶς, καὶ θρόνοις Ἱεράρχαι Χριστοῦ, γεγονότες δόξης κατακοσμούμενοι, τῇ γλώττῃ καὶ ἔργοις γραπτοῖς, Ἐκκλησίαν κατεπύρσευσαν φωτί, Ἐμμέλεια μῆτερ· διό σε μακαρίζομεν.
Ἐπέλαμψε Γρηγόριος σὸς υἱός, ὦ Νόννα οἰκουμένης ἀστήρ, ἐν σοφίᾳ πλήρῃ θεοειδέστατος, διδάσκων, φωτίζων πιστούς, καὶ αἱρέσεις τῇ μαχαίρᾳ ἐκτεμών, πιστὴ Γοργονία, ἰατρός τε Καισάριος.
Ῥητόρων διδασκάλων γνῶσιν λαβών, παιδείαν Ἰωάννη μητρός, εὐσεβείας λόγοις καταρδευόμενος, τὰ κρείττω ἐδέξω σοφέ, ὑπ’ Ἀνθούσης γυναικὸς χριστιανῆς, σεμνῆς ἡρωΐδος, τὴν χηρείαν βαστάσασα.
Θεοτοκίον.
Ἀφράστως ὑποδέχει Κόρη ἁγνή, γαστρί Σου παναφθόρῳ Υἱόν, τοῦ Ἀγγέλου λέξαντος τὰ παράδοξα, πῶς μήτηρ, ἀνδρὸς οὐ σπορά, ἀποκρίνει, γενήσεσθαι ἀπορῶ, ἡ δούλη Κυρίου, γενηθήτω ἀλλ’ ὡς εἴρηκας.
ᾨδὴ στ΄. Ἐβόησέ σοι ἰδὼν ὁ Πρέσβυς.
Ῥαθυμοτόκος, οὐδ’ ἀνεδείχθης, ἐπὶ τοῖς υἱοῖς ὦ Ἐμμέλεια, ἀλλ’ οὐδὲ Μακρίνῃ, ἃ ψυχαῖς Χριστὸν ἐμορφώσω.
Χειροτονίαν, ἰδοῦσα Νόννα, τοῦ Γρηγορίου ἠγάλλετο, ὅτι ὁ καρπὸς τῆς ἐκ Θεοῦ, Θεῷ ἀνετέθη.
Ὡραιοτάτη, Ἀνθοῦσα σώφρων, τὴν παρθενίαν ἐφύλαξε, καὶ τῷ Ἰωάννῃ, μητρικῇ στοργῇ συνεδέθη.
Θεοτοκίον.
Νενεκρωμένας, ψυχῆς μου Κόρη, τοὺς ὀφθαλμοὺς νῦν διάνοιξον, ἡ ἀποτεκοῦσα, τὸ ἀνέσπερον Φῶς ἀῤῥήτως.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν Μητέρων σήμερον, λάμπει ἡ μνήμη, δεῦτε οὖν φιλέορτοι, ἐγκωμιάσωμεν αὐτάς, χαίροις Ἐμμέλεια κράζοντες, σὺν θείᾳ Νόννῃ, Ἀνθοῦσα πανεύφημε.
Ὁ Οἶκος.
Ἰδοὺ νῦν, φωτοφόρος ἡμέρα ἀνατέταλκεν, ἡ τῶν Ὁσίων Μητέρων ἡμῶν, θεία μνήμη. Δεῦτε οὖν θεόφρονες, ἀγαλλομένῳ ποδί, σπεύσωμεν, ἵνα ἐνθέοις ὕμνοις, ταύτας ἀξίως τιμήσωμεν, ἐκμιμούμενοι αὐτῶν τὴν ἀκατάγνωστον πολιτείαν, καὶ θεοφιλῆ διαγωγήν, τὰς ἀρετὰς καὶ τὰ παλαίσματα, πόνους καὶ ἱδρῶτας, ὅτι ἐξιλέωσαν Θεὸν ἐν νηστείαις, καὶ δεήσεσι, ταπεινώσει, καὶ ἀγάπῃ, ὑπακοῇ καὶ σεμνότητι, καὶ πάσῃ τε ἄλλῃ ἀρετῇ, ἐξαιρέτως δὲ τῇ σωφροσύνῃ καὶ φιλαδελφείᾳ. Ὅθεν, πόθῳ, χαίροις Ἐμμέλεια κράξωμεν, σὺν θείᾳ Νόννῃ, Ἀνθοῦσα πανεύφημε.
Συναξάριον.
Τὸ Συναξάριον τῆς ἡμέρας ἐκ τοῦ Μηναίου, καὶ εἶτα τὸ ἑξῆς:
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Ὑπαπαντὴν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Θεού, Μνήμη τῶν Ἁγίων Μητέρων τῶν Τριῶν Ἱεραρχῶν· Ἐμμελείας, Νόννης καὶ Ἀνθούσης.
Μητέρων Ἁγίων τιμῶμεν μνήμην,
Ἐμμελείας, Νόννης τε καὶ Ἀνθούσης.
Τεσσαρακονθήμερον Βρέφος, σὺν Θεομήτορι, ἱλεοῦσιν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.
Ὕμνοις τὴν σεμνὴν Ἐμμέλειαν, στέψωμεν φιλομήτορες, τὴν Μακρίναν τὴν Ὁσίαν ἐξανθήσασαν, νουθετοῦσαν εὐτάκτως, τῷ σοφῷ Βασιλείῳ, τοῦ μὴ κατόκνει καιρόν, ἀφιεροῦσθαι Θεῷ.
Μήτηρ Γοργονίας γέγονας, Νόννα καὶ Καισαρίου τε, σὺν φωστήρι Γρηγορίῳ θεοῤῥήμονι, τῆς Τριάδος τῷ μύστῃ· διό σοι μελῳδοῦμεν· ἡγιασμένη γαστήρ, ὡς τῆς μητρὸς Σαμουήλ.
Νίκης τροπαιοῦχα σύμβολα, ἔστησεν ὁ Χρυσόστομος, ὃν αἱρέσεων τὰ στίφη ἐξωστράκησαν, ἐπεὶ ἤλεγχε πάντας, ὁ υἱὸς τῆς Ἀνθούσης· διὸ πιστοὶ ἐν ᾠδαῖς, ἀνευφημοῦμεν αὐτήν.
Θεοτοκίον.
Ὤ τῆς Μαριὰμ Θεόπαιδος, Τόκος σαρκωθησόμενος, ὡς Προφῆται θεοπνεύστως, προὐχαράξαντες, γραφίδι ἐκβοῶντες, ὡς ἐν καμίνῳ Παῖδες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρὶ ἑνωθέντες.
Γυναίκαν ἀνδρεῖα τὶς εἶδε, Σολομὼν προέφη, σὲ Ἐμμέλεια δεικνύων, τοῖς υἱοῖς τε καὶ θυγατρᾶσι, πίστει ἀναθρέψασα, εὐσεβείας τρόποις, καὶ ἤθη διδάξασα, ἔλαμψας ἐν οἴκῳ, ὡς στήλη τῶν μητέρων.
Ἐφάνης πιστὴ θεία Νόννα, καὶ τοῦ Γρηγορίου ἱερέως ἡ συμβία, συνωνύμου τε, Γοργονίας, μήτηρ εὐσυμπάθητος, θρηνωδοῦσα τέκνον θανόντα Καισάριον, μητρικῷ τῷ φίλτρῳ, ἐδείχθης ἀνδρειόφρων.
Ὡραῖαν γυναῖκαν ὁρῶντες, οἱ Ἀντιοχείας προεστῶτες ἐν χηρείᾳ, ἐπεζήτουν γάμῳ δευτέρῳ, σὲ Ἀνθοῦσα λήψασθαι, ἀλλ’ ὡς χήρα, τέκνον τὸ σὸν πίστει ἔθρεψας, δοῦσα Ἰωάννην, φωστῆρα Ἐκκλησίας.
Θεοτοκίον.
Ῥιφθέντας εἰς βάραθρα κακίας, μὴ ἐγκαταλείψῃς δίχα σῆς ἐπικουρίας, Θεοτόκε σκέπη τοῦ κόσμου, πύλη ἡ σωτήριος, ἡ ἐλπὶς ἁπάντων ἀνθρώπων, καὶ κλίμαξ γῆς, ὡς Ἰακὼβ εἶδεν, εἰς ὕψος θείας δόξης.
ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.
Γαλήνης Ἐμμέλεια τύπος, ὤφθης κοπάσασα τοῦ βίου, τὸν σάλον θεαρέστῳ πολιτείᾳ, δόξαν τῷ Θεῷ, διδοῦσα ἀκαταπαύστως, συμβία πανευκλεής, ἡ τὸν Βασίλειον υἱόν, εὐσεβείᾳ ἀναθρέψασα.
Ἰάθης ὦ Νόννα ἐν θρήνοις, ὅτι Καισάριος προώρως, τὸ ζῆν ἀπέλιπε, φιλοσοφοῦσα· ὅθεν τοῖς λοιποῖς, δυσὶ τέκνοις προσεκολλήθης, στοργὴν δεικνῦσα αὐτοῖς, καὶ ἐξεπαίδευσας πιστῶς, Γοργονίαν καὶ Γρηγόριον.
Ὀπίσω Χριστοῦ τοῖς ἴχνεσιν, ἐπηκολούθησας ἀληθῶς Ἀνθοῦσα, ὅτε χῆρα ὡς νεάνις, ἔμεινας ἀνδρός, καὶ εἰς Χρυσόστομον πᾶσαν, ἀγάπην τὴν μητρικήν, δείξασα τῷ μονογενῇ, θεῖον κάλλος ἐγκαρδίωσας.
Θεοτοκίον.
Ὑψώθη ἐν Σοὶ Θεόνυμφε, κέρας ἡμῶν τῶν χριστιανῶν, τὸν Λόγον γὰρ Θεοῦ ἀποτεκοῦσα, ἔμεινας ἁγνή, ὡς πρὸ τοῦ Τόκου Παρθένος· διὸ ἐν ὕμνοις τερπνοῖς, ἀειμακάριστε πιστῶς, ἀνυμνοῦμεν καὶ δοξάζομεν.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν ἐν τοῖς ἄστροις.
Ἐν ἱερῷ ὁ Πρεσβύτης, ὑπήντησε Βρέφος Χριστόν, οἴκῳ Θεοῦ ἡμεῖς πάντες, ᾄσωμεν ὕμνοις καὶ ᾠδαῖς, τὰς ἀρετὰς Ἐμμελείας, Νόννης Ἀνθούσης ἀξίως.
Ἕτερον.
Ἐν προσευχαῖς ὦ Μητέρες, νηστείαις καὶ ὑπακοῇ, φιλοτεκνίᾳ ἀρίστῃ, ἐξιλεώσατε Θεόν, Ὃν ἐκτενῶς δυσωπεῖτε, ὑπὲρ τῶν ὑμᾶς ὑμνούντων.
Θεοτοκίον.
Εἶδε Μωσῆς ἐν Σιναίῳ, Βᾶτόν σε ἄφλεκτον ἁγνή, θαῦμα θαυμάτων δηλοῦσα, τὸ ἀειπάρθενον ἐν Σοί, ὡς πρὸ τοῦ Τόκου Παρθένος, ἐν τούτῳ μείνασα αὖθις.
Εἰς τοὺς Αἴνους, ἰστῶμεν στίχους η΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, Ἀναστάσιμα δ΄, τῆς Ὑπαπαντῆς β΄, καὶ τῶν Ἁγίων β΄. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, Ἱεραρχῶν Μεγάλων, τῶν Μητέρων τὴν μνήμην, Ἁγίας Ἐμμελείας περιχαρῶς, τὴν Βασίλειον τέξασαν, τῆς Γρηγορίου τε Νόννης καὶ τῆς σεμνῆς, ἐξανθήσασαν Χρυσόστομον. (Δίς)
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια, καὶ ἀγαλλόμενοι τῷ Πνεύματι ὑμνήσωμεν μέλεσι θεοτέρποις, τὴν φωτοφόρον μνήμην, τῶν Ἁγίων Μητέρων τῶν Τριῶν Ἱεραρχῶν, ἐν ἐγκωμίοις λέγοντες· Χαίροις, ἡ τοῦ ἱερέως Βασιλείου σύνευνος, καὶ φιλόστοργος μήτηρ δέκα τέκων, Ἐμμέλεια πανσεβάσμιε, οἰκογενείας τὸ πρότυπον· χαίροις, ἡ τοῦ ἱεροῦ Γρηγορίου σεμνὴ συμβία, ἡ τέξασα τὸν δεύτερον Θεολόγον, σὺν Καισαρίῳ καὶ Γοργονίᾳ, Νόννα παμμακάριστε· χαίροις, ἡ τοῦ Σεκούνδου σωφρονεστάτη γυνή, ἡ τὸν Ἰωάννην τὸν Χρυσόστομον βλαστήσασα, καὶ Λιβανίῳ τῷ ῥήτορι, πρὸς παίδευσιν ἀγαγοῦσα, Ἀνθοῦσα θεῖον ἐγκαλλώπισμα. Ἀλλ’ ὦ Μητέρες, ἐπὶ υἱοῖς καὶ θυγατρᾶσιν, ὡς κατάκαρπος ἐλαία ἑκάστη εὐφραινομένη, αἱ τῇ συζυγικῇ τηρήσασαι πίστῃ, καὶ ἐργασάμεναι ἀόκνως, τὸ φιλότεκνον καὶ φιλάδελφον, καὶ πασῶν τῶν ἀρετῶν τὸ μέρρον, αἷς καὶ τοῖς τέκνοις πιστῶς μετεδώκατε, πρεσβεύσατε τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς τῶν ἐκτελούντων ὑμῶν τὰ μνημόσυνα.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις Θεοτόκε Παρθένε...
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὰς σεπτὰς Μητέρας, τῶν Μεγάλων Ἱεραρχῶν, Ἐμμέλειαν Νόνναν, καὶ τὴν σεμνὴν Ἀνθοῦσαν, βοῶντες ταύταις πίστει, ἔνθεοι χαίρετε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱεραρχῶν Τριῶν Μητέρας ἐν ὕμνοις, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, ἀνευφημήσωμεν πιστῶς τιμῶντες αὐτάς, τὴν Βασιλείου Ἐμμέλειαν, Γρηγορίου Νόνναν σεμνήν, σὺν τοῦ Ἰωάννου τε, Χρυσοστόμου Ἀνθούσῃ, ὅτι Χριστῷ πρεσβεύουσιν ἀεί, σὺν θείοις τέκνοις, ἡμῖν δοῦναι ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μητέρας Τριῶν Ἱεραρχῶν ἄδων, τιμῶ πόθῳ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Μητέρας τιμῶμεν Ἱεραρχῶν, Τριῶν Διδασκάλων, Οἰκουμένης θείαις ᾠδαῖς, Ἐμμέλειαν Νόνναν καὶ Ἀνθοῦσαν, τὰς πρεσβευούσας Θεῷ σὺν Ἁγίοις τε.
Ἡ Σύναξις ἔφανε τῶν τριῶν, ἐνδόξων Μητέρων, ὥσπερ ὄρθρος ἑωθινός, Χριστοῦ τῇ Ἁγίᾳ Ἐκκλησίᾳ, Ὃν δυσωποῦσιν ἀεὶ ἡμᾶς σώσασθαι.
Τὸν ζόφον διώξατε τῶν παθῶν, καὶ κύματα ῥίζαι, αἱ βλαστήσασαι εὐκλεῆ, Χριστοῦ Ἐκκλησία θεία τέκνα· μεθ’ ὧν Χριστὸν ἐκτενῶς ἱκετεύσατε.
Θεοτοκίον.
Εὐώδης Παράδεισος τῆς τρυφῆς, ἁγνὴ ἀνεδείχθης, ἡ τεκοῦσα ὑπερφυῶς, Χριστὸν Λυτρωτὴν βροτείου γένους, Ὃν μητρικαῖς Σου πρεσβείαις ἱλέωσαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥῶσιν δὸς μεθ’ ὑγείας καὶ λοιμικῆς λύτρωσαι, πάσης ἀσθενείας καὶ βλάβης, τοὺς ἀνυμνοῦντάς σε, καὶ πειρασμῶν ἐξελοῦ, δαιμονικῆς τ’ ἐπηρείας, πάντας ὦ Ἐμμέλεια, μνήμην τιμῶντάς σου.
Ἀλγηδόνας σωμάτων καὶ τῆς ψυχῆς τραύματα, ἴασαι βαλσάμῳ νῦν Νόννα, μόνον Φιλάνθρωπον, ἐκδυσωποῦσα λιταῖς, ὡς Γρηγορίου μητέρα, παῤῥησίαν ἔχουσα, σὺν θείοις τέκνοις σου.
Σωφροσύνης ἀγάπης καὶ ἀρετῶν κτήματα, ἔχουσα καρδίᾳ Ἀνθοῦσα, υἱῷ μετέδωκας, παρισταμένη μεθ’ ᾧ, εἰς τὰς αὐλὰς τοῦ Δεσπότου, τοῦτον δυσωπήσατε, πάντας λυτρώσασθαι.
Θεοτοκίον.
Τὴν ἁγνὴν Θεοτόκον ὡς κιβωτὸν ἔχομεν, θείας σωτηρίας ὁλκάδα, καὶ καταφεύγομεν, ὑπὸ τὴν σκέπην ἀεί, ταύτης ἵνα ὁδηγήσῃ, εἰς λιμένα εὔδιον, Θεοῦ παντάνακτος.
Διάσωσον, ταῖς μητρικαῖς ἱκεσίαις Ἱεραρχῶν Σου, ἡμᾶς Χριστὲ ἐκ κινδύνων καὶ θλίψεων, ῥυσάμενος νόσων τε καὶ γεένης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτιδας θερμάς, καὶ πρέσβεις πρὸς τὸν εὔσπλαγχνον, κεκτήμεθα ὑμᾶς, Μητέρες θεοπόθητοι, οἱ Ὀρθόδοξοι λέγοντες, Ἐμμέλεια Νόννα καὶ Ἀνθοῦσα σεμναί, σπεύσατε καὶ ῥύσασθε δεινῶν, τοὺς ἀνυμνοῦντας ὑμᾶς θείοις ᾄσμασι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥαθυμίαν διώξατε, λύπην ἐκ καρδίας νῦν ἀφανίσατε, ὦ Ἐμμέλεια σὺν Νόννῃ τε, καὶ Ἀνθούσῃ ὄκνον ἴστε πώποτε.
Ἰσχυραὶ τῷ φρονήματι, οὖσαι χαρακτῆρας υἱῶν πρὸς κρείττονα, ἐμορφώσατε πανόλβιαι, ὦ Μητέρων τὸ καλὸν παράδειγμα.
Ὦ σεμναὶ καὶ φιλόστοργοι, τῶν Τριῶν φωστήρων Μητέρες πάνσεπται, τῆς χαρᾶς Χριστοῦ αὐγάσατε, τῷ φωτὶ ἡμᾶς τοὺς ὕμνους ᾄδοντας.
Θεοτοκίον.
Νοσημάτων ἐκλύτρωσαι, Δέσποινα ἡμᾶς τοὺς ὑμνολογοῦντάς Σε, καὶ παθῶν τὸ πῦρ ἀπόσβεσον, ταῖς πρὸς τὸν Υἱόν Σου παρακλήσεσι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἱεροπρεπῶς, σοὺς βιοῦν ἐμάθετε, πίστιν τε Ὀρθόδοξον σαῖς διδαχαῖς· διὸ ἀξίως, ὑμᾶς ἀεὶ μακαρίζομεν.
Εἴθισται καλῶς, βηματίζειν τέκνα ἄωρα, τῇ φροντίδι καὶ ἀγάπῃ μητρικῇ, ὑμῶν δὲ κλάδους, πρὸς θεία ὕψη ὠθήσατε.
Ῥύσασθε ἡμᾶς, πειρασμῶν τοῦ πολεμήτορος, ὦ τριὰς πάντιμε, Μητέρων σοφῶν, καὶ τῇ Τριάδι, σὺν ὑμῶν τέκνοις πρεσβεύσατε.
Θεοτοκίον.
ᾍδου τοῦ πικροῦ, ὁ Υἱός Σου ἡμᾶς ἔσωσεν, Ὃν ἐν γαστρί Σου Κόρη σωματικῶς, ἔτεκες αὖθις, Παρθένος μείνασα ἄφθορος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥαπίσματα, νουθεσίας δέδωκας, παιδιόθεν τοῖς σοῖς τέκνοις ὦ Μήτερ, μὴ ἐκ παθῶν, μολυνθῇ ἡ ψυχή των, καὶ ὁ σατὰν ἀφαρπάσῃ πρὸς ὄλεθρον· διὸ Ἐμμέλεια βοῶ, καὶ ἡμῶν κηδεμὼν σὺ νῦν πάρεσο.
Χαρίτωσον, ἡμᾶς Νόννα χάρισιν, δεδειγμένη Χριστοῦ ταύταις πλουσίως, ὅτι υἱόν, μεμαθήτευκας τρόποις, καὶ ζωηῤῥύτοις κατήρδευσας νάμασι, σοφίας τούτου θεϊκῆς, Γρηγορίου πλησθέντος Τριάδος τε.
Ὦ πάνσεπτε, Ἰωάννην τέξασα, τὸν Χρυσόστομον Ἀνθοῦσα δυσώπει, νόσων ἡμᾶς, τὸν Χριστὸν ὅπως ῥύσῃ, τῶν οἰδημάτων κινδύνων καὶ θλίψεων, καὶ ἔνδον μορφωθῇ Θεός, ὡς υἱῷ σου παγχρύσῳ ταῖς χείλεσι.
Θεοτοκίον.
Νηστεύοντας, ἐκ παθῶν ἀξίωσον, καὶ δυνάμει Σου ἐνίσχυσον Μῆτερ, ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχει ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
Διάσωσον, ταῖς μητρικαῖς ἱκεσίαις Ἱεραρχῶν Σου, ἡμᾶς Χριστὲ ἐκ κινδύνων καὶ θλίψεων, ῥυσάμενος νόσων τε καὶ γεένης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτορες Χριστιανῶν παμμακάριστοι, καὶ προστάται τῶν εὐσεβοφρόνων ὑπάρχετε, ὦ Μητέρες Ἱεραρχῶν Τριῶν οἱ εὐκλεεῖς· διὸ δράμετε, εἰς τὴν ἡμῶν θερμὴν παράκλησιν ταχύ, τῶν βοώντων ἐκ πίστεως· ῥύσασθε δαιμονῶντας, Ἀνθοῦσα σὺν Ἐμμελείᾳ, καὶ Νόννῃ βλάβης καὶ δεινῶν, σαῖς πρὸς Κύριον ἐντεύξεσι.
Οἱ ἀναβαθμοί· τὸ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τῶν θεοφρόνων Μητέρων ἱκεσίαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποπέμψητε, ἡμᾶς τοὺς μεμολυσμένους, καὶ φρενῶν ἀστάτους τε, πρὸς ὑμᾶς προσφεύγοντας ὦ πανσέβαστοι, Νόννα Ἐμμέλεια, καὶ Ἀνθοῦσα ῥύσασθε, ἐκ κινδύνων καὶ τῶν θλίψεων, ῥῶσιν βραβεύσατε, ἄμφῳ καὶ ὑγείαν δωρήσασθε, δαίμονας φυγαδεύουσαι, καὶ τὰς χαλεπὰς συμφορὰς τοῦ βίου, ὅπως ἀνυμνοῦμεν, ὑμᾶς σὺν τοῖς υἰοῖς περιχαρῶς, καὶ ἐκζητοῦμεν δεήσεσι, πρὸς τὸν ὑπεράγαθον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀγγέλοις καὶ Ἁγίοις αὐλιζόμενοι πόλῳ παρακαλεῖτε Χριστόν, ὑπὲρ ἡμῶν Μητέρες, ῥυσθῆναι τῆς γεένης, τοὺς βοῶντας σεβάσμιαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δαιμόνων ἐπιθέσεις σὺν αἱρέσεων θράση ἐπαναστάσεις τ’ ἐχθρῶν, μακρύνατε Μητέρες, Σωτῆρι δυσωποῦσαι, ἵνα χαίροντες μέλπωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ δόξα τῶν Μητέρων ἀνυμνοῦμεν ἐνθέοις ψαλμοῖς ὑμᾶς καὶ ᾠδαῖς, Ἐμμέλεια καὶ Νόνα, Ἀνθοῦσα θεῖαι ῥίζαι, τῆς τρυφῆς ἀξιώσασθαι, τῆς Βασιλείας Θεοῦ, πρεσβείαις ὑμῶν πάντας.
Θεοτοκίον.
Νυμφίον τῶν ὡραῖον τὸν παρὰ πάντας κάλλει βροτοὺς τὸν Λόγον Θεοῦ, ἐκύησας Παρθένε, καὶ τέτοκας ἀφθόρως, παρθενίαν τηρήσασαν· διὸ ἡμῶν τῶν παθῶν, τὴν φλόγαν σβέσον Κόρη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὰς φιλοστόργους, Ἱεραρχῶν Τρεῖς Μητέρας, ἀνυμνοῦμεν πιστῶς ἐκβοῶντες· πάντας ἐκ κινδύνων, τηρήσατε ἀτρώτους.
Ἱεραρχίας, πανευκλεοῦς τὰ σὰ τέκνα, κοσμουμένης ὁρᾶτε Μητέρες, καὶ δοξολογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μέλεσι θείοις, σὺν Ἐμμελείᾳ τῇ Νόννῃ, καὶ Ἀνθούσῃ πιστῶς ἀνυμνοῦμεν, καὶ πρὸς τὸν Σωτῆρα, λιταῖς αὐτῶν ποθοῦμεν.
Θεοτοκίον.
Ὤφθη ἀνθρώποις, ἐκ Σοῦ Θεοῦ ἀποῤῥήτως, τῶν βροτῶν Ἁγνὴ ἁγιωτέρα· ὅθεν πάσης βλάβης, σκέπε τοὺς Σὲ ὑμνοῦντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πιστῶς ὑμνολογοῦμεν, τὰς εὐεργεσίας, ὑμῶν καὶ θείων τέκνων, Μητέρες σεμναί, σὺν γυναικῶν ταῖς χορείαις καὶ Θεομήτορι.
Ὀφρὺν τοῦ παγκακίστου, ταπεινοφρονοῦσαι, Μητέρες τῇ δυνάμει, Σταυροῦ ἐκποδῶν, ἀποδιώξατε πόῤῥῳ, ἀειμακάρισται.
Θεὸν καὶ Βασιλέα, ἵνα ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ, Μητέρες ἡμᾶς, καθικετεύσατε μνήμην, ὑμῶν γεραίροντας.
Θεοτοκίον.
Ὦ Μῆτερ τοῦ Ὑψίστου, πέλεις θεῖος θρόνος· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Γνῶσιν μεμαθήκατε τοῦ Θεοῦ, πίστεως τῷ τρόπῳ, εὐσεβείας τῷ λογισμῷ, ἥνπερ ἔνδον τέκνοις, Ἐμμέλεια καὶ Νόννα, σὺν τῇ σεμνῇ Ἀνθούσῃ, κατεφυτεύσατε.
Ἔλεος Δεσπότου ἐπιποθῶν, μῆτερ τὸ σὸν τέκνον, ἠγωνίσθη ὑπερφυῶς, καὶ πληθὺν δαιμόνων, κατήσχυνε τῷ ὅπλῳ, Σταυροῦ καὶ τῆς Τριάδος, φωστὴρ γενόμενος.
Ὦ κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, ἅπερ ἐκ Μητέρων, ἐμάθετε Πατέρες· διὸ ἀνευφημοῦμεν, ὑμᾶς γεραίροντες.
Ῥύσασθαι παγίδων τοῦ πονηροῦ, Μητέρες τοὺς πίστει, ἐξυμνοῦντας ἆθλα ὑμῶν, ἐνάρετον βίον, καὶ διδαχῶν τὸ πλῆθος· δι’ ὧν τοὺς τρισμεγίστους, υἱοὺς ἐκθρέψατε.
Γέγραπται Μητέρες βίβλῳ Δαβίδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλεῶν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φῶς ἀρετῶν ἐκλάμπων, ἃ μετεδώκατε.
Ἱκεσίας δέξασθε εὐμενῶς, τῶν πιστῶς τιμώντων, ὑμῶν ἔνδοξον ἑορτήν, ὦ σεμναὶ Μητέρες, Ἐμμέλεια καὶ Νόννα, καὶ δότε σὺν Ἀνθούσῃ, πᾶσι τὰ κρείττονα.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρει, ἡ Ἐμμέλεια ἐν σοί, Ἅγιε Βασίλειε μάκαρ, ἀλλὰ καὶ Νόννα σκιρτά, ὦ σοφὲ Γρηγόριε, θεολογίας κρουνέ, ἡ δ’ Ἀνθοῦσα ἀγάλλεται, ἐν σοὶ Ἰωάννη, πάγχρυσε Χρυσόστομε· ὅθεν ἡμᾶς μητρικῷ, γάλακτι νῦν θρέψατε πάντας, ὥσπερ τοῖς υἱοῖς εὐσεβείας, καὶ Θεοῦ τὴν χάριν καταπέμψατε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου