ΜΑΡΤΙΟΣ Δ΄!!
ΠΑΥΛΟΣ & ΙΟΥΛΙΑΝΗ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ’ τῆς Ὀκτωήχου καὶ γ’ τῶν Μαρτύρων. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τρισηλίου Θεότητος, ἡ δυὰς ἡ πανάριστος, τῶν βασάνων πέλαγος διαπλεύσασα, πρὸς τοὺς λιμένας ἐσκήνωσεν, τοὺς θείους ἐν χάριτι, τὸν τοῦ σκότους ἀρχηγόν, τῇ πλημμύρᾳ τοῦ αἵματος ἀποπνίξασα, ὑπὸ πάντων ἀνθρώπων κατὰ χρέος· ὅθεν σήμερον τιμᾶται, καὶ εὐσεβῶς μακαρίζεται.
Καὶ ἐν ξύλῳ τεινόμενοι, καὶ πυρὶ φλογιζόμενοι, καὶ θηρίοις ἔνδοξοι προσριπτόμενοι, καὶ τοῖς κλυοῖς βαρυνόμενοι, καὶ βόθρῳ βαλλόμενοι, καὶ εἱρκτῇ ἐφ’ ἱκανόν, συγκλειόμενοι Μάρτυρες, καὶ ξεόμενοι καὶ τυπτόμενοι μάτην, τὸν τῶν ὅλων οὐκ ἠρνήσασθε Δεσπότην, οὐδὲ ξοάνοις ἐθύσατε.
Ὡς ἀστέρες πολύφωτοι, ἀναλάμψαντες Ἅγιοι, σελασφόροις λάμψεσι καταυγάζετε, τῆς οἰκουμένης τὸ πλήρωμα, καὶ πάντας φωτίζετε καὶ τῆς πλάνης τὴν ἀχλύν, παντελῶς ἐκδιώκετε· ὅθεν σήμερον, τὴν σεπτὴν ὑμῶν μνήμην καὶ φωσφόρον, ἑορτάζομεν συμφώνως μεγαλομάρτυρες ἔνδοξοι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον ὅμοιον
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.
Ἢ Σταυροθεοτοκίον. Ὡς γενναῖον ἐν Μάρτυσι
Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀῤῥήτῳ σου καὶ θείᾳ, συγκαταβάσει Φιλάνθρωπε.
Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ ἀκροστιχίς: Τὴν αὐτάδελφον αἰνέσω ξυνωρίδα. Ἰωσήφ.
ᾨδὴ α᾿ Ἦχος δ’. Τριστάτας κραταιούς.
Τοὺς Μάρτυρας Χριστοῦ, τὴν τερπνὴν ξυνωρίδα, τῆς Τριάδος τῆς σεπτῆς ἀστέρας τοὺς φαιδροὺς εὐφημήσωμεν σήμερον ἅπαντες μεγαλοφώνως, ταῖς αὐτῶν παρακλήσεσιν, ὅπως λάβωμεν χάριν καὶ ἔλεος.
Ἠθλήσατε στεῤῥῶς παραδόντες τὸ σῶμα, αἰκισμοῖς παντοδαποῖς, καὶ νῦν τοὺς οὐρανοὺς κατοικεῖτε γηθόμενοι, Μάρτυρες στεφανηφόροι, τῶν Ἀγγέλων συνόμιλοι· διὰ τοῦτο ὑμᾶς μακαρίζομεν.
Νυττόμενος σαφῶς μαρτυρίου τῷ φίλτρῳ, τὸν σωτήριον Σταυρὸν ἐπόψεσι σοφὲ τοῦ τυράννου, ἐτύπωσας Παῦλε ὡς καταμηνύων, σε αὐτὸν ἀγνοούμενον, καὶ βασάνων πρὸς πεῖραν ἐχώρησας.
Θεοτοκίον.
Αἰνέσωμεν πιστῶς τοῦ Θεοῦ τὴν Μητέρα, καὶ βοήσωμεν αὐτῇ ἐξ ὅλης τῆς ψυχῆς· παναμώμητε Δέσποινα, ἴασαι ἡμῶν τὰ πάθη καὶ τὸν νοῦν φωταγώγησον, καὶ πρὸς ἔνθεον κίνησον ἔρωτα.
ᾨδὴ γ’. Ὅτι στεῖρα ἔτεκεν.
Ὑψωθέντα ἐν ξύλῳ, καὶ αἰκισμοῖς ὁμιλοῦντα, τὸν ἀδελφὸν ἰδοῦσα ἡ Μάρτυς Ἰουλιανή, πρὸς τοὺς ἀγῶνας ζέουσα τῷ πνεύματι, αὖθις προεχώρησεν.
Τεταμένη ἐν ξύλῳ, τας ἀνυποίστους βασάνους, γενναιοτάτῃ γνώμῃ ἡ Μάρτυς Ἰουλιανή, δυναμουμένη πνεύματι, καὶ ζέουσα Μάρτυς ἐκαρτέρησας.
Ἀναφθέντες Μάρτυρες, τῇ τοῦ Κυρίου ἀγάπῃ, τὸ τῶν λεβήτων βράσμα καταπατεῖτε ἀνδρικῶς, καὶ ἀβλαβεῖς φυλάττεσθε, δεχόμενοι δρόσον ἐπουράνιον.
Θεοτοκίον.
Διὰ σπλάγχνα Κύριε ἐλέους, ἄνθρωπος ὤφθης ἐκ τῆς ἁγνῆς Παρθένου, καὶ ἀνεκαίνισας ἡμᾶς καταφθαρέντας πάθεσιν, καὶ τὸ πρῶτον κάλλος ἀπολέσαντας.
Ὁ Εἱρμός.
Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τοὺς πολυτρόπους αἰκισμοὺς ἐνεγκόντες, τὸν πολυμήχανον ἐχθρὸν καθελόντες, οἱ Ἀθλοφόροι Κύριε, ἀγάλλονται ἐν Σοί, στέφος κομισάμενοι παρὰ Σοῦ ἀφθαρσίας, ὧν ταῖς παρακλήσεσιν, ῥῦσαι πάντας κινδύνων, τοὺς ἐκτελοῦντας τούτων, τὴν σεπτὴν μνήμην ἐκ πόθου, Χριστὲ πολυέλεε.
Δόξα. Καὶ νῦν ... Θεοτοκίον
Τῇ ἀνατραφείσῃ ἐν τῷ Ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε. Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.
Ἢ Σταυροθεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἐπὶ Σταυροῦ σε δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἡ ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τίς σου ἡ ἀπόῤῥητος συγκατάβασις Λόγε; πῶς σε νῦν κατέκρινεν, ὁ κατάκριτος δῆμος, τὸν πάντας κρῖναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.
ᾨδὴ δ΄. Δι’ ἀγάπησιν οἰκτίρμων.
Ἐπετέθης ἐν κλίναις πυρακτωθείσαις, καὶ μὴ φλεχθέντες ὅλως, τοὺς δημίους εἰς πίστιν Μάρτυρες εἱλκύσατε, στεῤῥῶς ἐναθλήσαντες.
Λαμπρυνόμενοι τῇ χάριτι τοῦ Σωτῆρος, τοῖς τῶν αἱμάτων ὄμβροις, ἀσεβείας τὴν φλόγαν, Μάρτυρες ἐσβέσατε, πιστῶς θαυμαζόμενοι.
Φρυαττόμενος ὁ ἅνομος, βαρυτάτοις ὑμᾶς κλοιοῖς βαρύνει, καὶ δεσμεύσει ἁλύσει, Μάρτυρες τοὺς λύσαντας τῆς πλάνης τὸν σύνδεσμον.
Θεοτοκίον.
Ὁ τὴν σύμπασαν, τῷ νεύματι πλαστουργήσας, ἐκ Σοῦ σαρκὶ γεννᾶται, Παναγία Παρθένε, ξένην ἀναγέννησιν ἡμῖν παρεχόμενος.
ᾨδὴ ε’. Τὸν φωτισμόν Σου Κύριε.
Νόμον Θεοῦ φυλάττοντες, συγκλείεσθε φρουρᾷ, χειρὶ δὲ θείου Ἀγγέλου λυθέντες, ἀναυπαστικῶς διετελεῖτε, Ἀθληταὶ γενναιότατοι.
Ἀγαλλομένῳ πνεύματι μετείχετε τροφῆς, χειρὶ Ἀγγέλου ἐπικομισθείσης, Ἰουλιανὴ καὶ θεῖε Παῦλε, Ἀθληταὶ γενναιότατοι.
Ἰδὼν ὑμῶν τὸ πρόσωπον λαμπόμενον φαιδρῶς, τὸ σκότος φεύγει καὶ γίνεται υἱὸς χαίρων τοῦ φωτός, στεῤῥῶς ἀθλήσας, ὁ θεόφρων Στρατόνικος.
Θεοτοκίον.
Νενεκρωμένον πάθεσιν, Παρθένε τὴν ψυχήν, ζωὴν τεκοῦσα τὴν ἀληθεστάτην, ζώωσον ἁγνὴ καὶ φώτισόν με, λογισμοῖς ἀμαυρούμενον.
ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.
Ἐξέοντο ἀφειδῶς οἱ καλλίνικοι Μάρτυρες, ἀφαιρέσει τῆς δορᾶς τὴν δορὰν ἐκδυόμενοι, καὶ τὴν ἀφθαρσίαν στολιζόμενοι θείῳ πνεύματι.
Συνείχετε ἀπορίᾳ ὁ πλάνος καὶ ὄφεσιν, καὶ ἀσπίσιν καὶ θηρσὶν ἀνημέροις συνέκλεισεν, τοῦ Χριστοῦ ὁπλῖτας, οὓς ὁρῶν ἀβλαβεῖς διεπρίετο.
Ὡς ἔσωσεν Ἰωνᾶν τοῦ θηρὸς ὁ φιλάνθρωπος, οὕπως σώζει ἰοβόλων δηγμάτων ἀπήνονας, καὶ ὑμᾶς ἀθλοῦντας, τοῦ σταδίου ἐν μέσῳ μακάριοι.
Θεοτοκίον.
Ξενίζεται ἀκοῇ τὸ παράδοξον ἄχραντε, τοῦ Σοῦ τόκου, πῶς Παρθένος τεκοῦσα διέμεινας· καὶ τροφὴν τῷ πάντας ἐχορήγησας, τρέφοντι νεύματι.
Ὁ Εἱρμός.
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.
Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς ἀδελφῆς αὐτοῦ, καὶ τῶν σὺν αὐτῶν Κοδράτου, Ἀκακίου καὶ Στρατονίκου τῶν δημίων.
Ὁ κείμενος μὲν Παῦλος, ἡ δὲ κειμένη
Ἰουλιανή, σύγγονοι τετμημένοι.
Τρεῖς ἐκχέαντες αἷμα πολλῶν ὡς ὕδωρ,
σοφῶν αἷμα, Χριστὲ σοὶ χέουσιν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ Ἰορδανίτου
Ὑπηρέτης θὴρ τῷ Γερασίμῳ γέρας,
θῆρας παθῶν κτείναντι πρὶν λῆξαι βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου καὶ Ἀδριανοῦ
Ἔλαφος ὥσπερ ἐκ βρόχου ῥυσθεὶς βίου,
ἄνεισι Γρηγόριος, ἔνθα ζῶν ὕδωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου ἐπισκόπου Ἄσσου
Ἐκ τοῦ τάφου σου Γρηγόριε ἐκρέει,
ὕδωρ γλύκιστον δόξαν εἰς Θεοῦ μάκαρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερασίμου Βολογκντὰ Ῥώσσου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου, βασιλέως Ῥοστὼβ τῆς Ῥωσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Βασιλείου καὶ Ἰωάσαφ Πσκὼφ τῆς Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δανιὴλ Πρίγκιπος τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου, Μητροπολίτου Τομπὸλσκ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς μετακομιδῆς τῶν Λειψάνων τοῦ Ἁγίου Βιασεσλάβου, Πρίγκιπα τῆς Τσεχίας
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἀβραμιαῖοί ποτέ.
Ὑπὸ ἀνδρῶν πονηρῶν χεῖρας δεθεὶς καὶ πόδας, πεπυρωμέναις ῥάβδοις, τύπτεται ὁ Παῦλος ὁ πάνσοφος, ὑπομονῇ ἀμέτρῳ τὸν πονηρὸν νικήσας.
Νέοις δοθεῖσαν σεμνή, καθυβρισθῆναι κόρη, χειρὶ Ἀγγέλου σὲ διέσωσεν ἀλώβητον, ἄφθορον, ὁ καθαρὸς Νυμφίος Χριστὸς ὁ ζωοδότης.
Ὤφθησαν ἄμφω τυφλοί, οἱ ἐπελθόντες Μάρτυς σε ἐνυβρῖσαι, καὶ πιστεύσαντες τὸν νοῦν καταυγάζονται, ἀπολαβόντες πάλιν ταῖς σαῖς εὐχαῖς τὸ βλέπειν.
Θεοτοκίον.
Ῥῆξον Παρθένε ἁγνή, τῇ τοῦ Υἱοῦ Σου λόγχῃ, ἐμῶν πταισμάτων τὸ χειρόγραφον, καὶ σῶσόν με ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.
Ἱερώτατον ζεῦγος αὐτάδελφοι ἐμβληθέντες εἰς βόθρον πυρούμενον, συγκαταβάσει ὤφθητε ἀκατάφλεκτοι, ὄντως θείου Ἀγγέλου, ἀνυμνοῦντες Χριστὸν τὸν Θεὸν ἡμῶν.
Δεδομένους καὶ μέσον ὑπάρχοντας τῆς φλογὸς τοὺς Ἁγίους, ὁ τύραννος λίθοις προστάσσει βάλλεσθαι· ἀστραπαὶ δὲ κινούμεναι οὐρανόθεν, τὸ ἐγχείρημα τάχος διέλυαν.
Ἀληθέσι σου λόγοις κατέπληξας τοὺς τυράννους, Θεοῦ τὰ παράδοξα διεξελθὼν λαμπρότατα παναοίδιμε Παῦλε, καὶ ἀναμέλπων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Ἱεραῖς ἐν φωναῖς μακαρίσωμεν, τοῦ Θεοῦ τὸ ἀμόλυντον σκήνωμα, τὴν χώραν τὴν ἀνήροτον, τὴν βλαστήσασαν στάχυν ἀθανασίας, τὰς ψυχὰς τῶν πιστῶν διατρέφοντα.
Ὁ Εἱρμός.
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδοξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
ᾨδὴ θ’. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Ὤφθητε Παράδεισος τερπνὸς πανόλβιοι, ζωῆς ξύλον μέσον ἔχοντες, τὸν τοὺς γενάρχας διὰ ξύλου τεθνήξαντας, ἐν ξύλῳ ζωώσαντα, καὶ θαύμασιν ὡς ἄνθεσιν, ἅπασαν εὐωδιάζετε διάνοιαν.
Σύμψυχοι φρονήσαντες τὸ ἕν, ὁμαίμονες γνωρισθέντες θείᾳ χάριτι, ξίφει ἐτμήθητε τὰς κάρας, Χριστῷ τῇ κεφαλῇ καθαρώτερον πανεύφημοι ἑνούμενοι Μάρτυρες, καὶ τοῖς Ἀγγέλοις ὁμοιούμενοι.
Ἡ πάνσεμνος Ἰουλιανὴ καὶ ἔνδοξος, καὶ ὁ Παῦλος ὁ θαυμάσιος, δύο ὡς μέγιστοι φωστῆρες, Χριστοῦ τὴν Ἐκκλησίαν φωτίζουσιν, αὐτῶν ταῖς ἱεραῖς παρακλήσεσιν λάμπρυνον Λόγε τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Φιλάνθρωπον τέξασα Θεόν, φιλάγαθε Θεοτόκε, τῆς φιλίας με τῆς πρὸς τὴν σάρκα τῆς δολίας, ἐν τάχει ἐλευθέρωσον δέομαι· καὶ δούλωσον τῷ θείῳ θελήματι, τὸν ἁμαρτίαις σκοτιζόμενον.
Ὁ Εἱρμός.
Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου