ΙΑΝΟΥΑΡΙΟΣ ΚΕ΄.
ΓΡΗΓΟΡΙΟΣ ΘΕΟΛΟΓΟΣ
ΠΑΡΑΚΛΗΣΙΣ
(Γαλανόπουλος Γεώργιος)
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καὶ εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῖς ἱεροῖς τοῦ Γρηγορίου λειψάνοις, νῦν ἀσπασώμεθα πιστοὶ ἐκ καρδίας, ὀρθόδοξοι φιλέορτοι, βοῶντες τρανῶς· σπεῦσον εἰς βοήθειαν, τῶν τιμώντων σε Πάτερ, ῥῦσαι πάσης θλίψεως, σὸν ἐπικαλουμένους, ὦ Θεολόγε ὄνομα σεπτόν, φρικτῇ τε δ’ ὥρᾳ, γενοῦ ἡμῖν ἵλεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πόθῳ τῷ σοφῷ Γρηγορίῳ ἀνυμνῶ. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν μὲ ἀπάλλαξον καὶ δεινῶν, καὶ δός μοι σὴν χάριν, ἀνυμνεῖν σε ἀεὶ πιστῶς, Γρηγόριε θεῖε ἱεράρχα, καὶ ἀθυμίας τὰ νέφη διάλυσον.
Ὀδῦναι τοῦ σώματος καὶ ψυχῆς, παθῶν ἀνιάτων, καὶ χρονίων ἀσθενειῶν, κυκλοῦσί με Πάτερ Θεολόγε· διὸ προστρέχοντα δέξαι καὶ σῶσόν με.
Θεράπευσον τάχυ ἡμᾶς σοφέ, ἐξ ἀῤῥωστημάτων, πειρασμῶν τε δαιμονικῶν, καὶ ῥῦσαι ἐκ βλάβης ἱεράρχα, τοὺς σὴν εἰκόνα φιλοῦντας καὶ λείψανα.
Θεοτοκίον.
Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχῇ καὶ καρδίᾳ, ἀειπάρθενε Μαριάμ, καὶ κάθαρον πάντων μετανοίᾳ, τὸν λογισμὸν πρὸς ἐγκράτειαν σώματος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραιότητος οἶκον ἐμὴν ψυχὴν ποίησον, πρὸς ὑποδοχὴν τοῦ Δεσπότου, Πάτερ Γρηγόριε, ἁμαρτημάτων παθῶν, καὶ λογισμῶν ψυχολέθρων, ἐξομολογούμενον, κάθαρον πάνσοφε.
Τῇ μορφῇ σου προστρέχω περιχαρῶς Ἅγιε, καὶ τοῖς σοῖς λειψάνοις ἐν πίστει, κατασπαζόμενος, καὶ πόθῳ δέομαι, ὦ Ἱεράρχα Κυρίου, τῶν δεινῶν ἐκλύτρωσαι, καὶ τῆς κολάσεως.
Ὢ σοφὲ Θεολόγε ὡς Σιλωὰμ νάματα, τοῖς σὲ ἀνυμνοῦσιν ἀπαύστως, βλύζει σὰ λείψανα· ὅθεν τὰ σκάνδαλα, καὶ πειρασμοὺς κακοδόξων, καὶ ἀθέων δόγματα, πόῤῥῳ ἀφάνισον.
Θεοτοκίον.
Εὐλογία ὑπάρχεις τῶν ἀγαθῶν πρόξενον, ἡ ἐλπὶς ἁπάντων καὶ σκέπη, Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων σου, τοῖς εὐλαβῶς Σῇ εἰκόνι, μετὰ πόθου σπεύδουσι, πίστει ἀσπάσασθαι.
Διάσωσον, ὦ Ἱεράρχα Γρηγόριε ἐκ κινδύνων, πάντας τοὺς σὲ ὑμνοῦντας, καὶ πίστει προσπίπτοντας, ἀσπαζομένους εἰκόναν καὶ λείψανά σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πιστῶν στηριγμός, καὶ πάντων καταφύγιον, ὑπάρχεις σοφέ, Γρηγόριε πανόλβιε, τῶν ἀεὶ βοώντων σοι· Θεολόγε πρόφθασον τάχιστα, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς θήκην προσπίπτοντας λειψάνων σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Στηριγμὸς καὶ ὀχύρωμα, πέλεις Ἱεράρχα· διὸ δυσώπησον, τὸν Χριστὸν γεέννης ῥύσασθαι, καὶ πυρὸς ἀσβέστου τοὺς ὑμνοῦντάς σε.
Ὁλοφύρομαι Ἅγιε, καὶ θρηνῶν στενάζω ὅ,τι ἡμάρτηκα, καὶ τὸν εὔσπλαγχνον ἐλύπησα, ἀλλὰ πρέσβυς πάρεσο λυτρούμενον.
Φῶς ὁρῶν τὸ ἀθέατον, μῦστα τῶν ἀῤῥήτων σοφὲ Γρηγόριε, πάντας ἔμπλησον τοὺς μέλποντας, μνήμην σου φωσφόρον θείας χάριτος.
Θεοτοκίον.
Ὢ ἁγνὴ Μητροπάρθενε, πάντων τῆς Ἑλλάδος τὸ καταφύγιον, τοὺς πιστῶς ἀσπαζομένους σε, θλίψεων καὶ νόσων ἐλευθέρωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης φαεινόν, Ἐκκλησίας μάκαρ κάτοπτρον, ἀκτίνων δόξης Ἡλίου νοητοῦ, Φῶς προσλαμβάνων, καὶ ἡμᾶς φωτὸς καταύγασον.
Γράφεις καὶ λαλεῖς, Θεολόγε θεῖα ῥήματα, τρανῶς Τριάδος τὰ δόγματα σαφῶν, σοῖς δὲ λειψάνοις, ἁγιάζεις τοὺς τιμῶντάς σε.
Ῥῦσαι πειρασμῶν, ἀλγηδόνων τοὺς ὑμνοῦντάς σε, ὦ θεοῤῥῆμον ἱερώτατε ποιμήν, καὶ τὴν ὑγείαν, τοῖς νοσοῦσιν ἄμφω βράβευσον.
Θεοτοκίον.
Ῥᾶνον δωρεῶν, καὶ χαρίτων Σου Θεόνυμφε, τοὺς Σὴν εἰκόνα ῥαίνοντας τοῖς ἄνθεσι, καὶ μελιῤῥύτοις, ᾠδαῖς Σε νῦν μεγαλύνοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠμαύρωσα, τῆς ψυχῆς Γρηγόριε, τὸν πρωτόκτιστον Φωτὸς θεῖον κάλλος, ταῖς ἡδοναῖς, βιοτεύσας ἀσώτως, καὶ κατεσπίλωσα ῥύποις καὶ πάθεσιν, ἁγνότητος αὐτῆς λευκόν· διὸ χάριτι σῇ ἀποκάθαρον.
Γρηγόρησον, καὶ λιταῖς σου Σωτῆρα, ἐξευμένισον Πάτερ ὑπὲρ πάντων, τῶν πειρασμῶν, λογισμῶν τε κινήσεις, καὶ τῶν παθῶν τὰς ὁρμὰς καταπράϋνον, καὶ ῥώμην χάρισαι ψυχῆς, καὶ νοὸς ὀλισθήματα στήριξον.
Ὀφρὺν σατάν, Θεολόγε ἐλαύνων, θαυμαστῇ ἐνεργείᾳ σῶν λειψάνων, τοῖς ἀσθενοῦσι δωρεῖ τὰς ἰάσεις, τοῖς παρὰ σοὶ αἰτουμένοις ἐκ πίστεως· διὸ βοῶμεν ἐκ ψυχῆς· ῥῦσαι πάντας κινδύνων καὶ θλίψεων.
Θεοτοκίον.
Γλυκύτητος, πλημμυροῖ τὴν ψυχήν μου, τῆς εἰκόνος Σου ἡ θέα καὶ μόνον, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίᾳ χαρίζεται, καὶ ταῖς αἰσθήσεσι χαρά, νῦν δωρεῖ τοῖς πιστοῖς Θεονύμφευτε.
Διάσωσον, ὦ Ἱεράρχα Γρηγόριε ἐκ κινδύνων, πάντας τοὺς σὲ ὑμνοῦντας, καὶ πίστει προσπίπτοντας, ἀσπαζομένους εἰκόναν καὶ λείψανά σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία πέλεις εὐσεβῶν ὦ Γρηγόριε, Ὀρθοδόξων φύλαξ τε φρουρὸς καὶ ὑπέρμαχος, πάντας σκέπεις τοὺς ἀνυμνοῦντάς σε περιχαρῶς, εἰκόναν καὶ λείψανα πιστῶς, ἀσπαζομένους σου σοφέ, καὶ βοώντων πανεύφημε· χαῖρε θερμὴ πρεσβεία, καὶ πρὸς Θεὸν ἱκεσία, Πάτερ ἡ ἄγουσα ὁδός, σωτηρίας πρὸς Παράδεισον.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ φρενῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα ὦ Γρηγόριε, Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ Εἰκόνι καὶ λειψάνοις σου, ἴασιν χάρισαι, ἄμφω καὶ κινδύνων ἀπάλλαξον, θλίψεων ἐξαιρούμενον, καὶ τῶν συμφορῶν καὶ κακῶν τοῦ βίου, ὅπως ἀνυμνῶ σου, ἀμέτρων θαυμασίων τὴν πληθύν, καὶ μεγαλύνω ἐν ᾄσμασιν, Ἱεράρχα μνήμην σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥᾶνον πιστοῖς σὴν χάριν καὶ θεόφροσι πόθῳ τοὺς ἀνυμνοῦντας πιστῶς, εἰκόνα σου τὴν θείαν, καὶ θήκην τῶν λειψάνων, Θεολόγε καὶ λέγοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱκεσίαις Σωτῆρι ἱερώτατε δίδου ὑπὲρ ἡμῶν ἐκτενῶς, τιμώντων τὴν σὴν μνήμην, καὶ ἐν ᾠδαῖς μελπώντων, Ἱεράρχα καὶ ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡς χρυσὸν ἐν καμίνῳ δεδοκίμακε Πάτερ Χριστὸς ἐν θλίψει πολλῇ, ἀλλὰ σῆς καρτερίας, μανίας τῶν ἀθέων, καὶ σατὰν ὑπερίσχυσας, καὶ νῦν ἡμᾶς ἐξελοῦ, τῆς τούτων κακουργίας.
Θεοτοκίον.
Ἱλασμὸς πρὸς Δεσπότην Ὃν ἐγέννησας Μῆτερ γενοῦ πρεσβεύουσα, ἁμαρτιῶν ῥυσθῆναι, τοὺς σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, καὶ πάσης θλίψεως ῥῦσαι, τοὺς πιστῶς τιμῶντας σὴν εἰκόναν, καὶ ἀσπαζομένους, τὰ λείψανά σου Πάτερ.
Νενοσηκότας, σῇ θαυμαστῇ ἐνεργείᾳ, πᾶσιν ἴασιν παράσχου τάχυ, καὶ ὑγείαν ἄμφω, δώρησαι Θεολόγε.
Ὑπερυψοῦμεν, τὸν Βασιλέα τῆς δόξης, σὺν Ἀγγέλων χοροῖς μυστολέκτα, σὲ παρακαλοῦντες, κινδύνων λυτρωθῆναι.
Θεοτοκίον.
Ὄλισθον πάντα, νοὸς ψυχῆς Θεοτόκε, εὐθυγράμμισον χάρισι θείοις, καὶ ἀνόρθωσόν με, ἐκ φαύλης συνηθείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μνημόνευσον ἐν ὥρᾳ, κρίσεως τὸν Κτίστην, ὑπὲρ ἡμῶν Θεολόγε Γρηγόριε, ὅπως πταισμάτων τὴν λύσιν δῶ ὁ Φιλάνθρωπος.
Νοσοῦσι δὸς ὑγείαν, πλεόυσί τε σῶσον, πεινῶσι Μάννα σὸν θρέψον οὐράνιον, τῆς σωτηρίας τὸ νέκταρ κιρνῶν Γρηγόριε.
Ὢ θεοφόρε Πάτερ, πόλιν κεκτημένη, σεπτά σου λείψανα φρούρει ἀλώβητον, καὶ πάντας σκέπε καὶ φρούρει ἀπήμονας.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου Παρθένε, χάριτας θαυμάτων, σὺν μεγαλείοις καὶ πρόνοιαν ἄφραστον, ταῖς Σαῖς πρεσβείαις αἰτοῦντες ἀειμακάριστε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τῆς θεολογίας ὕψη πετῶν, δόγματα Τριάδος, διεσάφησας εὐκρινῶς, Πάτερ Ἱεράρχα, Ναζιανζοῦ τὸ ἄνθος, Βασιλευούσης κλέος, πιστῶν διάσωσμα.
Ῥῦσαι τοὺς ὑμνοῦντάς σε ἱερῶς, λοιμικῶν κινδύνων, καὶ παράσχου σὴν δαψιλῆ, χάριν σωτηρίας, τοῖς πίστει αἰτουμένοις, ἄμαχον προστασίαν, Πάτερ Γρηγόριε.
Ἴασαι νοσοῦντας Πάτερ ταχύ, σῶσον ἐκ κινδύνων, τοὺς προσπίπτοντας εὐλαβῶς, σῇ ἱερωτάτῃ, εἰκόνι Θεολόγε, καὶ ἀγαθῶν τοὺς οἴκους, ἔμπλησον ἔνδοξε.
ᾌσμασιν ὑμνήσωμεν καὶ ᾠδαῖς, ψαλμοῖς τε καὶ ὕμνοις, τὸν Γρηγόριον οἱ πιστοί, θείαν του δ’ εἰκόναν, καὶ θήκην τῶν λειψάνων, δακρύοις καταβρέξομεν, ὦ φιλέορτοι.
Δίδου δωρεῶν σου πλοῦτον ἡμῖν, εἰρήνην καὶ χάριν, καὶ ἀπάλλαξον χαλεπῶν, ψυχῆς μολυσμάτων, παθῶν καὶ ἀλγηδόνων, Γρηγόριε παρέχων, ὑγείαν ἄμισθον.
Ὢ πῶς εὐφημήσωμεν εὐκλεῶς, σὲ νῦν ἀποροῦμεν, ἀλλὰ δέχου Πάτερ θερμήν, ἡμῶν ἱκεσίαν, βοώντων σοι ἐκ πόθου· χαίροις ὦ θεοῤῥῆμον, μῦστα Γρηγόριε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, Θεολόγε ἱερόν, ὕμνον σὺν ψαλμοῖς καὶ ᾠδαῖς τε, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν εἰκόναν, κατασπαζομένων σου, σὺν τοῖς λειψάνοις ὁμοῦ, Πάτερ, σκέπε πάντας βοῶντας· ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζων καὶ φρουρῶν ἡμᾶς ἐκ θλίψεων.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου