Πέμπτη 28 Ιανουαρίου 2021

ΑΠΡΙΛΙΟΣ 1. ΟΣΙΑ ΜΑΡΙΑ ΑΙΓΥΠΤΙΑ ΠΑΡΑΚΛΗΣΙΣ ΚΙ ΕΤΕΡΟΙ ΕΞΙ ΚΑΝΟΝΕΣ

ΑΠΡΙΛΙΟΣ Α.

ΜΑΡΙΑ ΟΣΙΑ ΑΙΓΥΠΤΙΑ

ΠΑΡΑΚΛΗΣΙΣ

(Γεωργίου Γαλανοπούλου)

 


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ σεβασμίᾳ τῆς Μαρίας εἰκόνι, τῆς Αἰγυπτίας καὶ Χριστοῦ πανοσίας, δακρυῤῥοῶς προσπέσωμεν τιμῶντες αὐτῆς, μνήμην καὶ κατασπαζόμενοι, ἀρετὰς τὰς θεοειδεῖς, ἆθλα τὰ ἀσκητικά, μιμησώμεθα βίον· καὶ γὰρ πρεσβεύει ἅπασι Χριστῷ, ἡ μακαρία, ἡμῖν δοῦναι ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μαρίας Αἰγυπτίας μέλπω ἆθλα. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Μαρία Ὁσία Μῆτερ Θεοῦ, ἡ ἄσωτος πόρνη, ἐκφυγοῦσα τὴν γῆν παθῶν, σταυρὸν τοῦ Κυρίου ἁραμένη, τὸν θεῖον πόθον ἡμῖν ἐγκαρδίωσον.

Ἀσκήσει διέπρεψας θαυμαστῶς, ἀγῶσι καμάτοις, μεταγνοῦσα δι’ ὅσας πρίν, εἰργάσω αἰσχρὰς ἐπιθυμίας· διὸ μετάνοιαν σὴν ἡμῖν βράβευσον.

Ῥοαῖς δακρυῤῥόοις καὶ στεναγμοῖς, ἱλέωσας Μῆτερ, τὸν εὐΐλατον Ἰησοῦν, Ὃν σὺ ἱκετεύομεν δυσώπει, ὅπως παράσχη πταισμάτων τὴν ἄφεσιν.

Θεοτοκίον.

Ἱκέται προστρέχομεν ταπεινῶς, ὑπὸ τὴν Σὴν σκέπην, θεονύμφευτε Μαριάμ, αἰτούμενοι θείαις Σου πρεσβείαις, τῷ Σῷ Υἱῷ λυτρωθῆναι κολάσεως.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἁμαρτίας φυγοῦσα καὶ τῆς σαρκὸς πρόνοιαν, φαύλους λογισμοὺς ἐνηδόνους, καὶ ἔργα ἄσεμνα, τῷ σῷ Νυμφίῳ πιστῶς, κατηκολούθησας Μῆτερ, Οὗ ἡμᾶς ἀξίωσον, ἔπεσθαι ἴχνεσιν.

Σπιλωθέντας Ὁσία ἁμαρτωλαῖς πράξεσι, νόσων καὶ παθῶν ψυχοφθόρων, ἰῷ τοῦ δράκοντος, ἡμᾶς τοὺς δούλους Χριστοῦ, ταῖς σαῖς λιταῖς πρὸς Δεσπότην, τάχει ἐλευθέρωσον, τούτου τοῖς δήγμασιν.

Ἀπημαύρωσας ἔργοις τὸ τῆς ψυχῆς κάτοπτρον, τῷ λουτρῷ δακρύων Μαρία, καὶ καθαρότητος, ἐγένου σκεῦος Χριστοῦ, χάριτι Πνεύματος θείου· ὅθεν σὴν μετάνοιαν, δὸς ἐκμιμήσασθαι.

Θεοτοκίον.

Ἱκεσίαις προσδέχου ἁμαρτωλῶν ἄχραντε, πάντων ποθητῶς προσπιπτόντων, σεπτῇ εἰκόνι Σου, ἐκδυσωποῦσα Υἱόν, ὥσπερ Μαρίας κατέστης, Κόρη ἐγγυήτρια, σωθῆναι ἅπαντας.

Διάσωσον, παντὸς κινδύνου Ὁσία Μῆτερ Μαρία, βλάβης νόσων τοὺς τῇ σῇ σεπτῇ εἰκόνι προστρέχοντας, ἐν πίστει δέ, ταύτῃ ἀσπαζομένους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Παθῶν τῆς ψυχῆς νοός τε καὶ τοῦ σώματος, Ὁσία Θεοῦ, ἀπάλλαξον τοὺς μέλποντας, βιοτὴν καὶ ἄθλους σου, τῶν κινδύνων λύτρωσαι ἅπαντας, καὶ σαῖς πρεσβείαις πρὸς Χριστὸν ἡμᾶς, τρυφῆς αἰωνίου καταξίωσον.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Γαληνόμορφον ποίησον, τὴν τρικυμιώδη ψυχήν μου πάθεσιν, ὦ Μαρία σαῖς δεήσεσι, πρὸς τὸν Λυτρωτὴν καὶ πολυεύσπλαγχνον.

Ὑψηλόφρονα ἔχοντα, νοῦν τὸν ἡγεμόνα ταῖς παραγγέλμασιν, ἀγαγόντα εἰς ἀπώλειαν, Μῆτερ ταπεινώσει εὐθυγράμμισον.

Πεπτωκότα ἀνόρθωσον, τοῖς τῆς Μετανοίας Μαρία τρόποις σου, καὶ δαιμόνων μηχανήματα, τῇ σῇ ἐπεμβάσει διασκόρπισον.

Θεοτοκίον.

Τὴν ψυχήν μου θεόνυμφε, Μῆτερ τοῦ Ὑψίστου παθῶν καθάρισον, ἡ τεκοῦσα δόξης Ἥλιον, ὑπὲρ αἰσθητοῦ ἡλίου Κύριον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἴασαι παθῶν, καὶ κινδύνων ῥῦσαι τάχιστα, ὦ πανοσία Μαρία τοῦ Θεοῦ, τοὺς τὴν σὴν μνήμην, μελίσμασι μεγαλύνοντας.

Ἄρασα Σταυρόν, τὸν Χριστὸν κατηκολούθησας, Μῆτερ Μαρία ἐρημίαις πιστῶς, ἐνασκηθεῖσα· διὸ κὰμᾶς ὅπλῳ τείχισον.

Σπούδασον ταχύ, καὶ Ἑλλάδος τὴν χώραν, ἣν σὲ Μαρία Αἰγυπτία τιμᾷ, ἀπαύστως φρούρει, καὶ τοὺς πιστοὺς διαφύλαττε.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, μεγαλύνομέν Σε Δέσποινα, ἡ ἀχώρητον χωρήσασα γαστρί, Ὃν ἐκδυσώπει ἡμᾶς, τρυφῆς ἀξιώσασθαι.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ σατᾶν μὲ ἐζώγρησε, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· πανοσίας εὐχαῖς Σῶτερ σῶσόν με.

Λευκόχροον, τὴν ψυχὴν ἀνάδειξον, ἀποκάθαρον παθῶν προσευχαῖς σου, νόσων δεινῶν, πειρασμῶν με ὀδύνης, Μαρία ῥῦσαι κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, λυτρουμένη κακίας τοῦ ὄφεως.

Περίζωσον, τοὺς πιστῶς ὑμνοῦντάς σε, τῇ σῇ χάριτι Ὁσία Μαρία, καὶ πρὸς ὁδόν, μετανοίας Κυρίου, σωτηριώδη ἡμᾶς Μῆτερ ἴθυνον, τοὺς ἄδοντας περιχαρῶς, ἀρετάς σου καὶ θεῖα παλαίσματα.

Θεοτοκίον.

Ὦ Δέσποινα, ἐκ παθῶν με νήστευσον, καὶ δυνάμει Σου ἐνίσχυσον θείᾳ· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμεν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.

Διάσωσον, παντὸς κινδύνου Ὁσία Μῆτερ Μαρία, βλάβης νόσων τοὺς τῇ σῇ σεπτῇ εἰκόνι προστρέχοντας, ἐν πίστει δέ, ταύτῃ ἀσπαζομένους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Μετανοίας ὁ ὑπογραμμὸς παναοίδιμε, καὶ μεσίτις πέλεις τῶν πιστῶν πρὸς τὸν εὔσπλαγχνον· σὺ Μαρία τὴν Ἐκκλησίαν πίστιν τε φρουρεῖς· διὸ πρόφθασον Μῆτερ σεπτή, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, ἐκλύτρωσαι δαιμονῶντας, ἡμᾶς δ’ ἐκ βλάβης ἐξελοῦ, πειρασμῶν καὶ περιστάσεων.

 

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον. Ὁσιακόν

Δόξα: Ταῖς τῆς πανοσίας...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μῆτερ παναοίδιμε, σαρκὸς τὸν μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα μὴ ἐάσης με· δέομαι σῶσόν με, λιταῖς πρὸς Κύριον, εὐπροσδέκτοις ὦ πανθαύμαστη, ἴασιν βράβευσον, ἄμφω πειρασμῶν δ’ ἐλευθέρωσον, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἀνυμνῶ σου, Μαρία μετανοίας βιοτήν, καὶ μεγαλύνω ἐν ᾄσμασιν, ἄθλους καὶ καμάτους σου.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀσκήσει θεαρέστῳ ἐξιλέως Πλάστην καὶ μετανοίας ὁδῷ, ἐπέστρεψας Μαρία, σατᾶν καταβαλοῦσα, γηθοσύνως κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεραπαίνις Κυρίου καὶ συναυλιζομένη σὺν τοῖς Ὁσίοις Χριστόν, ἱλέωσε λιταῖς σου, κολάσεως ῥυσθῆναι, ὦ Μαρία τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λαὸν Ὁσία Μῆτερ ἀνυμνοῦντά σε ὕμνοις τῶν Ὀρθοδόξων πιστῶν, σαῖς πρὸς Χριστὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ εὐκλείας ἀξίωσον, τῆς Βασιλείας Θεοῦ, ὁδὸν ὀρθὴν δεικνῦσα.

Θεοτοκίον.

Ἁγνὴ νῦν καθορῶμεν ἀπειρόγαμον Νύμφην Σὲ ὡς κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βάτον, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν· διὸ τὴν φλόγα παθῶν, ἡμῶν σβέσον παρθένε

 

 

 

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γῆθεν ἀνῆλθες, πρὸς τὴν Σιὼν πανοσία, τοῦ ποθεῖν ὁρᾶν Χριστὸν Νυμφίον· ὅθεν προσευχαῖς σου, κἀμῖν σὸν πόθον δίδου.

Ἐλέους θείου, καὶ δωρεῶν πλῆσον πάντας, καὶ λαὸν Ἑλλάδος γῆς τιμῶσαν, σὲ ὦ Αἰγυπτία, προστάτευε Μαρία.

Ὦ πανοικτῖρμον, σῶσον λιταῖς Σῆς Ὁσίας, τοὺς πιστῶς ἀπαύστως Σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, Σὸν κράτος εἰς αἰῶνας.

Θεοτοκίον.

Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα, Μῆτερ Σὲ τιμῶντας, καὶ σκέπε πάσης βλάβης.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον δὸς βίον, φύλαττέ μοι Σῶτερ, τῆς θεοφόρου εὐχαῖς τὸν προσφέροντα, τόνδε τὸν ὕμνον καὶ πάντας περίσωζε.

Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξη ἡμᾶς ὦ σεμνή, τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.

Ὀρδὰς τῶν ἀλλοπίστων, τρέψον Μῆτερ πόῤῥω, ἡμᾶς τοὺς ἐπαπειλοῦντας δουλῶσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήων ἀεὶ τιμώντων σε.

Θεοτοκίον.

Ὑψίστου ἡ καθέδρα, ὑπάρχεις Παρθένε· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τίς σου τὰ παλαίσματα ἀρετάς, τεράστια ξένα, διηγήσασθαι εὐχερῶς, δύναται Μαρία, ἃ σὺ εἰργάσω πόθῳ, καὶ μετανοίας τρόποις, πρὸς βίον ἔνθεον;

Ὦ κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς ἐγκρατείας, καὶ αὐστηρὰς νηστείας, δι’ ὧν σὸν βίον Μῆτερ, ὄντως ἐκόσμησας.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, Ὁσίαν Μητέρα, ἐνασκήσασαν ἀνδρικῷ, φρονήματι σθένει, ἐν Ἰορδάνου τόποις, πανερημικοτάτοις, ὕμνοις γεραίροντες.

Μῆτερ πανοσία διηνεκῶς, σὲ παρακαλοῦμεν, καθικέτευε Λυτρωτήν, δοῦναι πᾶσι τρίβον, ἀνῦσαι μετανοίᾳ, καὶ πάθη ἀφιέναι, ὡς πολυέλεος.

Λύτρωσαι κινδύνων καὶ συμφορῶν, θλίψεως ἀνάγκης, πειρασμῶν τε δαιμονικῶν, τοὺς πιστῶς τιμῶντας, τὴν μνήμην σου Μαρία, καὶ ἱερὰ εἰκόνα, ἀσπαζομένους σου.

Ὦ Μαρία Μῆτερ σὺν Ζωσιμᾷ, Πατρὶ θεοφόρῳ, σὲ ἰδόντι πρὸ τελευτῆς, καὶ Τιμίοις Δώροις, προσφέροντι Σωτῆρος, ἡμᾶς πάσης ἀνάγκης, ἀπολυτρώσασθε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πρόσδεξαι Ὁσία τοῦ Θεοῦ, ὕμνον ἱερὸν ᾆσμα θεῖον, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν εἰκόνα, κατασπαζομένων σου, καὶ ἐκβοώντων τρανῶς· Μῆτερ σκέπε Ἑλλάδα χώραν, ῥῦσαι πειρασμῶν καὶ κινδύνων, καὶ λαὸν συντήρησον ἀπήμονα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

ΑΠΡΙΛΙΟΣ Α΄.

ΟΣΙΑ ΜΑΡΙΑ ΑΙΓΥΠΤΙΑ

ΚΑΝΟΝΕΣ ΕΞΙ

 

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Δέχου ἀνάγνων χειλέων Μῆτερ ὕμνον.

ᾨδὴ α . Ἦχος β΄. Ὁ Εἱρμός.

ᾌσωμεν τῷ Κυρίῳ, τῷ ἐν θαλάσσῃ πάλαι, λαὸν καθοδηγήσαντι, καὶ ἐν αὐτῇ τὸν Φαραώ, πανστρατὶ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Δέχου χειλέων Μῆτερ, ἐξ ἀκαθάρτων ὕμνον, Μαρία παναοίδιμε, καὶ ἀντιπέμποις μοι παθῶν, λύσιν ταῖς πρεσβείαις σου, καὶ λόγον ὑμνῆσαί σου, τὴν μνήμην σήμερον.

Ἔτεινεν ἐπὶ ξύλου, Σταυροῦ Χριστὸς παλάμας, διὰ βροτῶν τὴν λύτρωσιν· καὶ νῦν Σταυροῦ μαρμαρυγαῖς, παθῶν σε συγχύσεως, φωτίσας ἐῤῥύσατο, Μῆτερ ὡς εὔσπλαγχνος.

Χρόνῳ με τυραννοῦσα, ἡ πονηρὰ θεόφρον, συνήθεια βιάζεται, καὶ παρὰ γνώμην τὰ δεινά, πράττειν με τὸν δείλαιον· ταῖς θείαις πρεσβείαις σου, ταύτης με λύτρωσαι.

Θεοτοκίον.

Ὅλος ἐπιθυμία, ὁ ἐξ γαστρός Σου Κόρη, τεχθεὶς υπάρχει Κύριος, Ὃν ὁλοψύχως σεμνή, Μαρία ποθήσασα, παθῶν σκότος ἔλυσε, φωτί Σου Δέσποινα.

 

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας.

Υψούμενον τὸ ξύλον τὸ ἀνυψῶσαν, τὴν φύσιν τῶν ἀνθρώπων τῇ συνεργίᾳ, τῆς μόνης Θεοτόκου ἀξιωθεῖσα, Μῆτερ θεάσασθαι, καὶ περιπτύξασθαι, τῶν παθῶν τὴν θάλασσαν, διεπέρασας.

Ἀκράδαντον ὡς ὅπλον τὴν προστασίαν, κατέχουσα τῆς μόνης ἀπειρογάμου, δαιμόνων πονηρίας καὶ μεθοδείας, στεῤῥῶς νενίκηκας, ἐν πίστει κράζουσα· ὡς οὐκ ἔστιν ἄλλος, πλήν Σου Κύριε.

Νεκρόν με γεγονότα τῇ ἁμαρτίᾳ, καὶ κείμενον εἰς βάραθρον ἀσωτίας, ταῖς θείαις ἱκεσίαις σου μὴ παρίδῃς, ἀλλ’ ἀνακάλεσαι, Μαρία πάνσεμνε, ὡς ἐκ πείρας ἔχουσα, τὴν συμπάθειαν.

Θεοτοκίον.

Ἁγία Θεοτόκε ἡ προστασία, τοῦ κόσμου ἡ Μαρία τὴν Αἰγυπτίαν, θαλάσσης ἁμαρτίας λυτρωσαμένη, αὐτῆς δεήσεσι, κἀμὲ ἐλέησον, καὶ παθῶν συγχύσεως, ἐλευθέρωσον.

 

 

 

 

 

 

ᾨδὴ δ΄. Τὴν ἐκ Παρθένου Σου γέννησιν.

Γῆν τῶν παθῶν καταλείψασα, τὴν πατρώαν ὡς πάλαι, Ἀβραὰμ ὁ θαυμαστός, τῆς ἀπαθείας κατέλαβες θεῖον λιμένα, ἔνθα τὸν ποτέ σε, ἀπατήσαντα Μῆτερ, θείῳ σθένει, κατεπάτησας ἐχθρόν.

Νεύματι πάλαι τὴν θάλασσαν, θεϊκῷ ὁ θεόπτης, διαῤῥήξας Μωϋσῆς, ἐπαγγελίας εἰς πέφθακεν τὴν γῆν· αὐτὴ δε, τῶν παθῶν Μαρία, διελθοῦσα πελάγη, εἰσῳκίσθης, εἰς λιμένα τῆς ζωῆς.

Ὡραϊσμένη πανόλβιε, τῷ ὠραίῳ Νυμφίῳ, σὺν Ἀγγέλων στρατιαῖς, παρισταμένη ἱκέτευε τὸν σὲ τιμῶντα, πάσης ἁμαρτίας, καὶ παθῶν λυτρωθῆναι, καὶ παγίδων πολυτρόπων τοῦ ἐχθροῦ.

Θεοτοκίον.

Νύξ με βαθεῖα τὸν δείλαιον, τῶν παθῶν περιέχει, Μητροπάρθενε ἁγνή, ἀλλ’ ὡς τὸ ἄδυτον τέξασα φῶς Θεοτόκε, πρόφθασον καὶ σῶσον, καὶ φωτὶ ἀπαθείας, καταυγάσασα, οἶκον δεῖξόν με φωτός.

 

ᾨδὴ ε΄. Ὅτι νὺξ τῶν παθῶν.

Χαλεπὸν νοητῶς, τῆς ἁμαρτίας χείμαῤῥον, τὸ ῥεῦμα δὲ αἰσθητῶς, τὸ ἰορδάνιον, σὺ διελθοῦσα ἀβλαβῶς, ὄρος ἔφθασας τῆς ἀπαθείας.

Ἐν ἐρήμῳ σπουδῇ, πανόλβιε χωρήσασα, ἠρήμωσας τῶν παθῶν, τὴν ἐπανάστασιν, πῦρ περιφέρουσα σαφῶς, θείου ἔρωτος ἐν τῇ καρδίᾳ.

Θεοτοκίον.

Ἰσχυρόν σε ἁγνή, ὅπλον Μαρία ἔχουσα, ἡ Αἰγυπτία ἐχθρούς, ἀσάρκους ᾔσχυνε· ταύτης δεήσεσι κἀμέ, περιφύλαττε Θεογεννῆτορ.

 

ᾨδὴ στ΄. Τύπος, τῆς τριημέρου Σου ταφῆς.

Λάκκῳ, ἐν κατωτάτῳ τῶν παθῶν, πάλαι ἐμπεσοῦσα ἀοίδιμε, ἀπάτῃ τοῦ πονηροῦ, εἰς ὕψος ἀπαθείας, Θεοῦ τῇ εὐσπλαγχνίᾳ, ἀνηνέχθης καὶ φωτός, ἀϊδίου κατηξίωσαι.

Ἔχουσα, ἐν καρδίᾳ θεϊκῆς, πῦρ ἀγάπης Μῆτερ κατέφλεξας, ἀπάτης τοὺς λογισμούς, καὶ πάθη τὰ δυσώδη, τὴν μόνην Θεοτόκον, βοηθὸν καὶ συνεργόν, κεκτημένη παναοίδιμε.

Ὤσας, εἰς ἁμαρτίας με βυθόν, ὁ ἐχθρὸς δολίως ἀπέῤῤιψεν· καὶ κεῖμαι πτῶμα δεινόν, γελώμενος πρὸς τούτου· Μαρία φωτοφόρε, ἀνακάλεσαι πρὸς φῶς, ἀπαθείας ταῖς πρεσβείαις σου.

Θεοτοκίον.

Νέον, ὁ πρὸ αἰώνων ἐκ Πατρός, γεννηθεὶς παιδίον ἐξέλαμψας, Παρθένου Λόγε Θεοῦ· διὸ τοὺς τῷ ἁγίῳ, προσελθόντα ζυγῷ Σου, παρθενίᾳ λυτρωτά, καὶ ἁγνείᾳ περιφύλαττε.

 

 

 

 

 

ᾨδὴ ζ΄. Ἐν τῇ φλογοφόρῳ καμίνῳ.

Μύρων αἰσθητῶν δυσωδίαν, καὶ ᾠδῶν ἀσέμνων λαγνείαν, φυγοῦσα τῷ μύρῳ τῷ κενωθέντι, ἐκ παρθένου ἠκολούθησας, καὶ εὐωδίας νοητῆς, ἐνεπλήσθης Μῆτερ.

Ἥλιος ὁ ἄδυτος πάλαι, ἔγνω τὴν αὐτοῦ ἐν σοὶ δύσιν, καὶ σκότους θηρία ἐν σοὶ συνήχθη· ἐξανέτειλε δὲ αὖθίς σοι, καὶ διεσκέδασε παθῶν, τὴν ζοφώδη νύχτα.

Τοὺς τὴν φωτοφόρον σου μνήμην, νῦν ἐπιτελοῦντας εν πόθῳ, Μαρία θεόφρον ταῖς σαῖς πρεσβείαις, περιφύλαττε καὶ λύτρωσαι, παθῶν αἰσχρῶν καὶ λόγισμῶν, καὶ ἐχθροῦ παγίδων.

Θεοτοκίον.

Ἔχων Σε θερμὴν προστασίαν, πλῆθος μυριάδων κυκλούντων, αἰσχρῶν λογισμῶν μου καταδιώξω, καὶ φωτὶ καταυγασθήσομαι, τοῦ ἀνατείλαντος ἐκ Σοῦ, ὑπὲρ νοῦν Παρθένε.

 

ᾨδὴ η΄. Παῖδες ἅγιοι, καμίνῳ βεβλημένοι ποτέ.

Ῥύπον ἅπαντα, καὶ βάρος ἁμαρτίας σεμνή, ἐκ σοῦ ἀποθεμένη διεπέρασας, ὡς ἡ πάλαι Θεοῦ, διὰ ξηρᾶς κιβωτός, τὸν ῥοῦν τὸν ἰορδάνιον· καὶ γὰρ προδιελήλυθας, τὸ ἀνυπόστατον ὕδωρ, θεόφρον τῶν παθῶν θείᾳ χάριτι.

Ὕψος φθάσασα, τῆς θείας ἀπαθείας σεμνή, ὑψοῦσαι ἀπὸ γῆς καὶ ὡς ἀσώματος, ἐν ἀέρι φρικτῶς, ἐπιτελεῖς τὰς εὐχάς· ὃ νενευκὼς εἰς τοὔδαφος, κατανοῶν ἐξίσταται, καὶ λογισμοῖς συγκλονεῖται, ὁ γέρων Ζωσιμᾶς ὁ θαυμάσιος.

Μύστης ἅγιος, τῶν θείων μυστηρίων Χριστοῦ, μυστήρια ἰδὼν ἐν σοὶ πανάγαστα, μυστηρίων φρικτῶν, σοὶ προσκομίζει σεμνή, μερίδα τῇ κελεύσει σου, ἧς μετασχοῦσα ὥδευσας, μιᾷ ῥοπῇ τὴν εἰκάδι, πρὸς τούτου ἡμερῶν ἀνυσθεῖσαν ὁδόν.

Θεοτοκίον.

Νέοι πάλαι Σε, Τρεῖς Παῖδες ἐν καμίνῳ ἁγνή, ἐτύπουν μυστικῶς· καὶ γὰρ ὡς ἄφλεκτος, τέξασα θεϊκόν, διεφυλάχθης τὸ πῦρ, οὕτω παρθένοις σώμασιν, τὴν φλόγα κατεπάτησαν· διὸ βοῶ Σοι· σαρκός μου, τὰ πάθη Θεοτόκε κατάφλεξον.

 

ᾨδὴ θ΄. Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον.

Ὅνπερ τὸ πρὶν παρώργισας Δεσπότην, τῇ ἐνεργείᾳ τῶν κακῶν, τῇ τῶν καλῶν ἐργασίᾳ, ὕστερον ἔνδοξε, καὶ θεραπεύεις καὶ τέρπεις καὶ κατευφραίνεις· διό σε καὶ δοξάζων, θῆρας κινεῖ, ἐνταφιάσαι σου σῶμα, τὸ ἁγνότατον.

Νῦν τριφεγγοῦς φωτὸς ἐν τοῖς ὑψίστοις, ἐμφορουμένη δαψιλῶς, καὶ τὴν ἁγίαν Παρθένον, καὶ Θεομήτορα, μετὰ παρθένων Μαρία δορυφοροῦσα, τοὺς πόθῳ σε ὑμνοῦντας, σαῖς προσευχαῖς, ἐν παρθενίᾳ στηρίζεις, καὶ ἁγνότητι.

Νόμοις σεμνὴ ἐπαίνων ὑποκύπτει, ἡ ἀρετή σου οὐδαμῶς, ἀλλὰ τολμήσαντι πόθῳ, ἀνευφημῆσαί σε, νέμοις συγγνώμην καὶ λύσιν μοι ὀφλημάτων, καὶ πάθη κατευνάζεις, τὰ τῆς σαρκός, ὅπως ἁγνῶς βιοτεύων, μακαρίζω σε.

Θεοτοκίον.

Σὲ τὸν ἁγνῆς Παρθένου Θεοῦ Λόγε, ἐξανατείλαντα θερμῶς, ἐπιθυμοῦμεν· Θεὸν γάρ, πλήν Σου οὐκ οἴδαμεν, καὶ σοὶ συνθήκας ἐθέμεθα τοῦ ἁγνεύειν· αὐτὸς οὖν ταῖς πρεσβείαις, τῆς Σῆς Μητρός, ταύτας ἡμᾶς ἐπληρῶσαι, καταξίωσον.

***

 

Ἕτερος (β΄) Κανών, οὗ ἡ ἀκροστιχίς: Μαρίαν ὑμνῶ τὴν κυρίως Ὁσίαν.

ᾨδὴ α΄. Ἦχος β΄. Ὁ Εἱρμός.

Συνεπάγη πρὸς ἑαυτὴν συσταλεῖσα, ὑδάτων φύσις διάῤῥοος, ἐρυθραῖον δὲ κῦτος, ὁ Ἰσραὴλ ἀβρόχοις, ἴχνεσι διεβιβάζετο, ἔπαινον τῷ Σωτῆρι, θεηγόροις προσάδων ἐν ᾄσμασιν.

Μαρτυρίων τῆς τοῦ Θεοῦ Βασιλείας, μεγίστων θείων πεπλήρωται, ὁ ἱερός σου βίος, οἷα δὴ φῶς τὴν χάριν, ἅπασι λάμπον τοῦ Πνεύματις, ἣν ἐδέξω Μαρία, ἐκποδὼν κρουσαμένη τὰ μάταια.

Ἀραμένη τὸν τοῦ Χριστοῦ ῥωμαλέως, σταυρὸν ἐπ’ ὤμων ἀοίδιμε, ἠκολούθησας τούτῳ, ἔξω σαρκὸς καὶ κόσμῳ, μάλιστα οὐ χρηματίσασα· ὅθεν σε ὑμνοῦμεν, οἱ πιστοὶ καταχρέως ἐν ᾄσμασιν.

Ῥυπωθεῖσα ταῖς ἡδοναῖς ἀκολάστοις, καὶ πλημμελείαις τὸ πρότερον, τῇ ψυχῇ ἐλευκάνθης, δαυϊτικοῖς ῥιφθεῖσα, δάκρυσι νῦν σὺν τῷ σώματι, ὄντως ὑπὲρ χιόνα, ὥσπερ ἥλιος λάμψασα πνεύματι.

Τριαδικόν.

Διαιροῦντες προσωπικῶς τὴν ἁγίαν, πιστοὶ Τριάδα δοξάσωμεν, τὸν Πατέρα τῆς δόξης, καὶ τὸν Υἱὸν καὶ θεῖον, Πνεῦμα πατρόθεν χωρούμενον, ἄναρχον τὴν οὐσίᾳ, ἀδιαίρετον φύσει Θεὸν ἡμῶν.

Θεοτοκίον.

Παρθενεύεις ὑπερφυῶς καὶ τεκοῦσα, μετὰ τὸν τόκον ἀνύμφευτε, Θεοτόκε Μαρία, πεῖραν ἀνδρὸς μὴ γνοῦσα· Σὺ γὰρ τοὺς νόμους τῆς φύσεως, μόνη ὤφθης λαθοῦσα, ἡ Θεὸν ἐν σαρκὶ γαλουχήσασα.

 

ᾨδὴ γ΄. Φρουρὸς ἀσφαλής.

Ἰδοὺ τὴν ὀσφύν, ἐν χάριτι ζώσασα, δυνάμει Θεοῦ, ἀνδρισαμένη στεῤῥῶς, ἐξῆλθες εἰς πάλην τοῦ ἐχθροῦ, καὶ παράταξιν ἐν τῇ ἐρήμῳ, τὰ τρόπαια τῆς νίκης ἐγείρουσα.

Ἀεὶ ἐμπαθῶς, τὸν βίον διάγουσα, καὶ μόνον αἰσχρῶς, κρίνασα πάντοτε ζῆν, συνεισῆλθες εἰς Ἱερουσαλήμ, καταλείψασα τὴν ἐν Αἰγύπτῳ, ἀσέλγειαν τῆς πλάνης τοῦ ὄφεως.

Νέου ἱεροῦ, τὴν εἴσοδον φθάσασα, τοῦ θείου Σταυροῦ, ἐφιεμένης τυχεῖν, ἀθρόως κεκώλυσαι ὁρμᾶν, τῆς ἐλεύσεως ἀλλ’ ἐν αἰσθήσει, καρδίας γεναμένη ἐδάκρυσας.

Τριαδικόν.

Πατέρα ὑμνῶ, Υἱὸν ὁμοούσιον, καὶ Πνεῦμα ὁμοῦ, τὸν ἐπὶ πάντων Θεόν, προσώποις τεμνόμενον τρισίν, διαιρούμενον ἀδιαιρέτως· ὑπάρχει γὰρ τῇ φύσει ἀμέριστος.

Θεοτοκίον.

Θηλάζεις ἁγνή, τῷ θείῳ Σου γάλακτι, τὸν κτίστην Θεόν, ἐκ Σοῦ τεχθέντα σαρκί, καὶ τρέφεις τὸν πλάστην τῆς ζωῆς, τὸν ἐκτρέφοντα πᾶσαν τὴν κτίσιν· μεθ’ οὗ σε ἀνυμνοῦντες γεραίρομεν.

 

ᾨδὴ δ΄. Προβλεπτικῶς ὁ Προφήτης.

Ὑπὸ πολλῶν ὠθουμένη, τῶν ἀντωθουμένων ἐκ σοῦ, ἐν τῷ ναῷ εἰσιοῦσα, οὗ ὁ Σταυρὸς τιμᾶται ὁ θεῖος, καὶ ἀποκαμοῦσα ἐν τούτοις τὴν ἰσχύν, πρὸς τὴν εἰκόνα, τῆς πανενδόξου Δεσποίνης, ἀτενίσασα ἔνδον γεγένησαι.

Μετὰ χαρᾶς εὐχαρίστως, αὖθις παρεγένου τομῶς, σεμνὴ πρὸς τὴν ἀνάδοχον, ἣν Θεοτόκον εἶδεν ὁ Λόγος, δέσποινα βοῶσα τὸ σὸν Σὺ ἐπ’ ἐμοί, ὡς ἐπὶ πᾶσιν, φιλάνθρωπον ἐπεδείξω, ἀλλὰ μὴν ὅπου θέλεις ὁδήγησον.

Νοῦν ἀκοὴν καθαρθεῖσα, ἤκουσας ἐνθέου φωνῆς, χρησμόν τινα δηλοῦσάν σοι, ἀλλ’ ἂν τὸν Ἰορδάνη διέλθῃς, καὶ κατασκηνώσῃς ἐπέκεινα αὐτοῦ, καλὴν εὑρήσεις, τὸν εὐεργέτην ζητοῦσα, μετὰ πίστεως πόθου ἀνάπαυσιν.

Τριαδικόν.

Τὴν τρισυπόστατον φύσιν, τῆς μιᾶς ἀνάρχου ἀρχῆς, Θεότητος τιμήσωμεν, φῶς εὐσεβῶς Πατέρα ὑμνοῦντες, φῶς τὸν γεννηθέντα Υἱὸν ἐκ τοῦ Πατρός, καὶ φῶς τὸ θεῖον, καὶ ὁμοούσιον Πνεῦμα, ἀδιαίρετον μίαν θεότητα.

Θεοτοκίον.

Ἁγνὴ τὸ κλέος τὸ θεῖον, Σὺ τὸν τοῦ ἀνάρχου Πατρός, Υἱὸν ἐν χρόνῳ τέτοκας, ᾧ ὅλως οὐ τολμᾷ ἀτενίσαι, αἱ ταξιαρχίαι τῶν ἄνω στρατιῶν· καὶ τῆς κατάρας, ἠλευθερώθημεν πάντες, διὰ τῆς τοῦ Υἱοῦ Σου ἐλλάμψεως.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός.

Ζωὴ πεφυκὼς καὶ φῶς ἀπρόσιτον, ὑπάρχων Χριστὲ ὁ Θεός, τῆς ζοφερᾶς ἀχλύος, διασκεδάσας τὴν ἀχλύν, φωταγώγησον ἡμῶν, τὰς διανοίας, τὰς νοερὰς αἰσθήσεις, τῷ ἀδύτῳ Σου φέγγει τῆς γνώσεως.

Ὡς πῦρ ἐξαφθεῖσα θείῳ ἔρωτι, τῆς ὁδοῦ ἐφόδιον, λαβοῦσα νῦν τρεῖς ἄρτους, χαίρειν τε πᾶσιν εἰποῦσα, τοῖς μακροῖς καὶ τοῖς ἐγγύς, τὸν Ἰορδάνην, καταλαβοῦσα ἐν τούτῳ, λουσαμένη μετέσχες τῆς χάριτος.

Τῷ θείῳ νεῷ αὐτόθι τρίβουσα, τοῦ Προδρόμου ἔλαβες, καὶ ἐν αὐτῷ ἀξίως, τῶν τοῦ Χριστοῦ μυστηρίων, μετασχοῦσα τῶν φρικτῶν, καὶ ἀθανάτων, τὸν Ἰορδάνην τότε, ἐν ἐρήμῳ εἰσῆλθες περάσασα.

Ἡ γῆ τῆς ἐρήμου ἀναβόησον, Μαρίας τὰ ἔπαθλα, ὁ Ζωσιμᾶς παρίτω, καὶ εἰς τὸ μέσον ἀχθήτω, διηγείσθω δὲ αὐτός, ἐκεῖνα πάντα, ἅπερ ἰδὼν ἐξέστη, ἐν ἐρήμῳ εὑρὼν τὴν ἀοίδιμον.

Τριαδικόν.

Τὸν ἕνα Θεὸν σὲ πάντες μέλπομεν, ὡς κτίστην καὶ κύριον, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ τρισυπόστατος φύσις, διαιροῦντες εὐσεβῶς, τὰς ὑποστάσεις, καὶ ἐν ταὐτῷ ἑνοῦντες, τῆς μιᾶς ὁλοκλήρου θεότητος.

Θεοτοκίον.

Σκηνὴ τοῦ Θεοῦ ἐδείχθης ἄχραντε, καὶ θρόνος οὐράνιος, τοῦ πάντων Βασιλέως· τῶν Σεραφὶμ γὰρ ἐπάνω, ὑπερέβης ἀληθῶς, Αὐτὸν ἐν μήτρᾳ, πανάμωμε δεξαμένη, Ὃν τεκοῦσα παρθένος διέμεινας.

 

ᾨδὴ στ΄. Τὴν ἐκ βάθους καρδίας.

Ναζωραίων τὸ κλέος, μοναζόντων καύχημα Μαρίας τὸ διήγημα, Ζωσιμᾶ μακάριε σπουδῇ, φράσον λέγε μὴ κρύψῃς τὸ τάλαντον· θησαυρὸς γὰρ ἀφανής, καὶ γνῶσις κεκτημένη ἀνώφελος.

Κατὰ νόμον ἐξ ἔθους, δηλαδὴ φησὶν ἐγὼ τὴν ἔρημον διήνυον, καὶ ταύτην ὁδεύων ἀκλινῶς, ἐν καιρῷ προσευχῆς ἀπεσκόπησα, ἀποσκίασμα φανέν, ὡς ἀνθρωπίνου σκήνους καὶ ἔσκαλον.

Ὑποπτεύων ὡς ἆρα, μὴ φάσμα δαιμόνιον ὑπάρχῃ τὸ ὁρώμενον, τῷ τύπῳ σφραγίσας ἑαυτόν, τοῦ τιμίου Σταυροῦ ἀντεώρακα, κατ’ ἀλήθειαν τινά, τῷ σώματι ὡς μέλαν ὑπάρχοντα.

Ῥοπῇ τῆς προθυμίας, εὐτόνως τῷ σώματι χαροποιὸς τῷ πνεύματι, ἐντεῦθεν γενόμενος δραμών, ἐπ’ ἐκεῖνο τὸ μέρος ἐδίωκον, ἐφ’ ὃ ἔσπευδεν λαβεῖν, ὁ φεύγων τοῦ λαθεῖν με τὸν γέροντα.

Τριαδικόν.

Τὴν ἐν τρισὶ προσώποις, ὑμνουμένην ἄναρχον ἁπλῆν μίαν θεότητα, Πατέρα ὑμνῶ σὺν τῷ Υἱῷ, καὶ τὸ Πνεῦμα ὡσαύτως τὸ Ἅγιον, προσκυνῶν δοξολογῶ, Τριάδα ἐν μονάδι Θεότητος.

Θεοτοκίον.

Ἡ σύλληψίς Σου ξένη, καὶ ὁ τρόπος ἄληπτος τῆς Σῆς ἁγνὴ κυήσεως· οἷος νοῦς ἐφίκοιτο βροτῶν, οἵα γλῶσσα ἐξείποι πῶς τίκτουσα, πῶς λοχεύουσα Υἱόν, κρατοῦσα παρθενεύεις πανάχραντε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Εἰς κακίας ἄβυσσον κατενεχθεῖσα, ἀρετῶν ἀνέδραμες, πρὸς ἀκροτάτην κορυφήν, πολλοῖς ἱδρῶσι καὶ πόνοις σου, τῆς ὁμωνύμου, Μαρίας ἐντεύξεσιν.

 

ᾨδὴ ζ΄. Ὑπερκειμένῳ θαύματι.

Ἰδοῦσα ἡ πανόλβιος, τοῦ Ζωσιμᾶ τὸν κόπον, τῆς ἀγάπης τοῦ Θεοῦ, ὅρκοις φρικτοῖς αὐτὴν ἐνορκοῦντος, τί με φεύγεις τὸν ἀνάξιον, δοῦλε πιστὲ Κυρίου, τὸν Θεὸν αὐτόν, Ὃν σέβῃ περίμεινον, ἔστη προσήκατο τούτοις ὡς ἀγαθή, καὶτῷ γέροντι ἔφησεν ἐν εἰρήνῃ.

Ὦ Ζωσιμᾶ συγχώρησιν, διὰ Θεὸν ἀββᾶ μοι· οὐ γὰρ δύναμαι γυνή, οὖσα εἰς πρόσωπόν σου ὀφθῆναι, τὴν ἐμὴν σὺ βλέπεις γύμνωσιν, τῆς πάλαι ἁμαρτίας, ἀλλὰ ῥῖψόν μοι, ὀπισθοφανῶς αὐτό, ὃ περιβέβλησαι ῥάκος ἵνα στραφῶ· τὰς ἁγίας δέξομαι προσευχάς σου.

Τριαδικόν.

Ὢ θεωρίας πέλαγος, τῆς ὑπὲρ νοῦν οὐσίας· ὢ ἀπλέτου ἀληθῶς, θείου φωτὸς ἐκπληροῦντος πάντα, καὶ φωτίζοντος τὰ πέρατα, ὑμνεῖ Υἱὸν Πατέρα, Πνεῦμα ἅγιον, Τριάδα ὁμόθεον, διαιρετὴν ἀδιαίρετον συμφυῆ, ὁμοούσιον ἄτρεπτον τῇ φύσει.

Θεοτοκίον.

Σὲ πᾶσα κτίσις ἄχραντε, ἀξίως μακαρίζει, ὡς κυήσασαν παντός, ὅλου τοῦ κόσμου τὴν σωτηρίαν· διὰ Σοῦ γὰρ ἐλυτρώθημεν, ἀρᾶς θανατηφόρου, καὶ τῷ τόκῳ Σου, ζωῆς ἠξιώθημεν, τῆς ἀθανάτου· οἴχεται δὲ φθορά, τὴν ἀρχαίαν τρυφὴν ἀπολαβόντες.

 

ᾨδὴ η΄. Ὁ Εἱρμός.

Γενῶν μουσικῶν τὴν ἀντίθεον, εν Βαβυλῶνι ἁρμονίαν πάλαι, τῶν εὐσεβῶν νέων ἐν φλογί, ἀντηχοῦσα, ἐν καμίνῳ γὰρ ἀνέμπελπον, ἔλυσεν ἡ συμφωνία· δροσιζόμενοι παγκόσμιον ὕμνον· τὸν δημιουργὸν εὐλογεῖτε, τὰ ἔργα πάντα εἰς τοὺς αἰῶνας.

Ὁρᾷ τὴν σεμνὴν ὁ μακάριος, πρὸ τοῦ εἰπεῖν τὰ ἑαυτῆς ἐκείνῳ, χρονίζουσαν ἐν τῇ προσευχῇ, κρεμαμένην, ἔτι δὲ καὶ ἐν ἀέρι, ἀπὸ γῆς πρὸς τὸ αἰθέριον, ὡς ἕνα πῆχυν ὕψος φερομένην· ὅθεν κατεπλάγη ἐν τούτῳ, ἰδὼν ἐξέστη μετὰ τῶν ἄλλων.

Συντόνως τὸ πᾶν ἐρωτήσαντι, τῷ Ζωσιμᾷ ἡ θαυμαστὴν ἐξεῖπεν· οὐκ ἔκρυψέν τι τῶν ἐξ αὐτῆς, ἀλλ’ εἰς μέσον, προὔθηκεν αὐτῷ τὰ πάντα, ἐστηλίτευσε τὸν δράκοντα, τὸν ἀρχέκακον καὶ ἤσχυνεν ὄφιν· ὅθεν κατεπλάγη ἀκούσας, ἰδὼν ἐξέστη μετὰ τῶν ἄλλων.

 Ἰορδάνῃ μένει ὁ ὅσιος, δῶρ ακομίζων τῇ ὄντως ὁσίᾳ· ἐν τῇ νυκτὶ ὅτε ὁ Χριστός, παρεδόθη, βλέπει τὴν αὐτὴν ὁσίαν, ἐν τοῖς ὔδασι πεζεύουσαν, μετασχεῖν τε πόθῳ θείας κοινωνίας· ὅθεν κατεπλάγη ἐν τούτοις, ἰδὼν ἐξέστη μετὰ τῶν ἄλλων.

Τριαδικόν.

Θεὸν τὸν Πατέρα Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα εὐσεβῶς ὑμνοῦμεν, ἕνα οὐ τρεῖς ὄντα τὸν αὐτόν, τῇ οὐσίᾳ· οὕπω δὲ καὶ τοῖς προσώποις, ἀδιαίρετον ἀσύγχυτον· ᾧ λατρεύοντες πιστῶς ἐκβοῶμεν, ᾆσμα τὸ τρισάγιον θεῖον, ὥσπερ αἱ ἄνω ταξιαρχίαι.

Θεοτοκίον.

Τὰ χείλη τὸ στόμα τὰ ὦτά μου, τῆς διανοίας καὶ τοὺς ὀφθαλμούς μου, ἐκ τῶν παθῶν ταῦτα τῆς σαρκός, κολλημένα, ἄνοιξον ἁγνὴ Παρθένε, ὅπως ἴδω Σε τρανότερον, καὶ φωνῆς τῆς Σῆς αἰσθήσει ἀκούσω· Σὲ γὰρ ὁ Θεὸς τοῖς ἐν κόσμῳ, θνητοῖς παρέσχεν ζωῆς ἐλπίδα.

 

ᾨδὴ θ.  Ὁ Εἱρμός.

Ἐποίησε μετὰ Σοῦ, μεγαλεῖα ἄχραντε, ὁ τῶν ἁπάντων ποιητής, τεχθεὶς γὰρ ἐκ Σοῦ, πάλιν σώαν ἐφύλαξεν, τὴν Σὴν γαστέρα πανάμωμε· διό Σε ἅπαντες Θεοτόκε, βροτῶν τὸ γένος μεγαλύνομεν.

Ἀπέλυσεν Ζωσιμᾶν, προειποῦσα τούτῳ γε, τοῦ πορευθῦναι ἐν χαρᾷ, καὶ αὖθις ἐλθεῖν, εἰς τὸ μέλλον θεάσασθαι, ἐν τῷ χειμάῤῥῳ τὴν σώφρονα, ἐν ᾧ μετάρσιος γεναμένη, αὐτίκα ἐκδημεῖ πρὸς τὸν Κύριον.

Νευρούμενος Ζωσιμᾶ, τῇ ἐλπίδι ἔχαιρεν, τὸ μέλλον ποῦ καταλαβεῖν, καὶ τούτου τυχών, τὴν Ὁσίαν ἐπώπτευσεν, ἐν τῷ χειμαῤῥῷ ὡς ἔφησεν· ἧστινος ὄνομα παραδόξως, μαθὼν κηδεύει σὺν τῷ λέοντι.

Γενέσθω σοι τῶν ἐμῶν, ο φυεὶς πενέστατος, καρπὸς χειλέων προσηνής, ἡδὺς κᾂν βραχύς, ἐν συγκρίσει ὀφθήτω σοι, Μαρία σῶφρον θεάρεστε, καὶ ὡς Θεῷ ἀεὶ παρεστῶσα, μνημόνευέ μου πρὸς τὸν Κύριον.

Τριαδικόν.

Πεπλήρωται ἐν Πατρί, καὶ Υἱῷ καὶ Πνρύματι, τῷ ἐν Τριάδι καὶ Θεῷ, ἡ κτίσις φωτός, εὐσεβείας καὶ γνώσεως, ἐνθεώς πᾶσα γεραίρουσα, τὸν μόνον Κύριον καὶ Δεσπότην, Θεὸν ἁπάντων βασιλεύοντα.

Θεοτοκίον.

Σὺν τῷ Ἀγγέλῳ ἁγνή, καὶ ἡμεῖς τὸ χαῖρέ Σοι, προσάδομεν τοῦ Γαβριήλ· χαῖρε ἡ τὸ φῶς, τὸ ἀνέσπερον λάμψασα, καὶ τοὺς ἐν σκότει φωτίσασα· χαῖρε τὸ καύχημα ὀρθοδόξων· χαῖρε πιστῶν τὸ καταφύγιον.

***

 

 

 

 

 

 

 

 

 

 

 

Ἕτερος (γ) Κανών. Γερμανοῦ.

ᾨδὴ α΄. Ἦχος γ΄. Τῷ ῥυσαμένῳ τὸν Ἰσραὴλ ἐκ δουλείας.

Τῆς μετανοίας ὑπογραμμὸν τὴν Ὁσίαν, εὑρηκότες δράμωμεν, τῇ ἐκμιμήσει, κράζοντες τῷ Σωτῆρι Χριστῷ· σῶσον φιλάνθρωπε τοὺς σοὺς οἰκέτας.

Ἠλεημένην Νινευϊτῶν ἡ Ὁσία, μιμουμένη ταπείνωσιν, ἐξαγορεύει, κλέουσα κατανύξει ψυχῆς, τῷ πανοικτίρμονι καὶ φιλανθρώπῳ.

Τραυματισθεῖσα τῆς ἡδονῆς τῇ ῥομφαίᾳ, τὸ τῶν πόνων φάρμακον, τῆς ἐγκρατείας, προθύμως ἐπιτιθεῖσα σεμνή, σαφῶς ἐπέτυχες τῆς θεραπείας.

Κωλυομένη τῆς τῶν σεπτῶν ἐποπτείας, ὑπερβολῇ φαυλότητος, ἐν συναισθήσει, γέγονας καὶ εἰκόνι σεπτῇ, τῆς Θεομήτορος πιστῶς προστρέχεις.

Θεοτοκίον.

Τὴν Μητέρα Σου Χριστὲ Θεοτόκον, οἱ πιστοὶ δοξάζομεν, ἀκαταπαύστως, ὡς πρεσβεύουσαν ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ κινδύνων.

 

ᾨδὴ β΄. Πρόσεχε οὐρανὲ καὶ λαλήσω.

Αἴγυπτον τῶν παθῶν ἐκφυγοῦσα, τῆς ἀπαθείας τὴν γῆν κατεκληρώθης.

Βάπτισμα κατεῤῥύπωσα θεῖον, ἀλλὰ δακρύων πηγαῖς σου ἐβαπτίσθης.

Πάθει τῆς σαρκὸς μολυνθεῖσα, τῆς ἐγκρατείας ἱδρῶσιν ἀπέπλυνας.

Θεοτοκίον.

Σέσωσται προσφυγοῦσα Παρθένε, τῇ Σῇ εἰκόνι Μαρία ἡ Ὁσία.

 

ᾨδὴ γ΄. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ.

Ὅπου ὡς λόγος ἐπλεόνασεν ἁμαρτία, ἡ θεία χάρις σου εὐεργέτα, δι’ εὐσπλαγχνίαν ἄφατον, ἐπερίσσευσεν.

Φιλανθρωπίαν σου τὸ πέλαγος ἐπεδείξω, τὴν πόρνην Δέσποτα δεδεγμένος, ἣν καὶ ἁγνείας χάριτι, κατελάμπρυνας.

Βεβαιωθεῖσα τῆς Ὁσίας σου ἡ καρδία, ἀγάπῃ πίστει τε καὶ ἐλπίδι, σοὶ τῷ Δεσπότῃ χαίρουσα, ἠκολούθησεν.

Θεοτοκίον.

Βδελυξαμένη ἡ Ὁσία τὴν ἁμαρτίαν, ἁγνείας εἵλκυσεν εὐωδίαν, τῇ Σῇ εἰκόνι ἄχραντε, ἀτενίσασα.

 

 

 

 

 

 

ᾨδὴ δ΄. Τὴν ἀκοήν Σου Κύριε.

Τῆς ἡδονῆς τὸ δέλεαρ, δεξαμένη δεινῶς ἐβδελύχθης· προσώζεσε τῶν μωλώπων γάρ σου τὸ τραῦμα, ἀλλ’ ἀρετῆς ἀντελάβου καὶ σκεῦος, εὐωδίας ἐγένου, Μαρία πανένδοξε.

Τῆς ἀρετῆς τὸ σύντονον, προτιμήσασα ἀνεκαλέσω, τὴν ἥττάν σου ἐν τοῖς πάθεσι θεοφόρε·  τὴν γὰρ ὁδὸν τὴν στενὴν διοδεύειν, ᾑρετίσω προθύμως, Μαρία πανεύφημε.

Τὰ τῆς σαρκὸς σκιρτήματα, καθυπέταξας δι’ ἐγκρατείας, τῷ πνεύματι δαπανήσασά σου τὸ σῶμα, τὴν δὲ ψυχὴν θεωρίαις ἐκλάμπειν, καταστήσασα θείαις, Μαρία πανεύφημε.

Θεοτοκίον.

Τὴν Σὴν εἰκόνα Δέσποινα, θεωρήσασα ἡ Μαρία, λαμπρότητι τῆς ἁγνείας Σου κατηυγάσθη, πρὸς τὸν ἐκ Σοῦ σαρκωθέντα Δεσπότην, Σὲ μεσίτην εὑροῦσα, καὶ πρέσβιν εὐπρόσδεκτον.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες ἀνυμνοῦμέν Σε Λόγε.

Μετέστησας σοῦ τὴν ἔφεσιν πᾶσαν, πρὸς τὸν Δεσπότην καὶ Θεόν, καταφρονήσασα σαρκός, τῇ δυνάμει τοῦ Σταυροῦ, Ὃν ἀνυψούμενον, προσεκύνησας πίστει.

Περάσασα Ἰορδάνου τὰ ῥεῖθρα, συνεφελκύσω τὴν ἰσχύν, τοῦ βαπτισθέντος ἐν αὐτῷ, καὶ δαιμόνων τὰς ὁρμάς, καταπατήσασα, νικηφόρος ἐδείχθης

Ἐνίκησε τῶν παθῶν τὴν μανίαν, τῆς διανοίας τὸ στεῤῥόν· ταῖς γὰρ ἀσκήσεσι σαφῶς, καὶ δακρύων ταῖς πηγαῖς, τῶν πρὶν μωλώπων σου, τὰς οὐλὰς ἐξαλείφεις.

Θεοτοκίον.

Ὁρμήσασαν καθορῶν τὴν καρδίαν, πρὸς ἀγαθὴν μεταβολήν, ὁ ἐκ Παρθένου σαρκωθείς, οὐρανίᾳ Σε φωνῇ, προσεκαλέσατο, πρὸς μονὰς οὐρανίους.

 

ᾨδὴ στ΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.

Τῆς ἁμαρτίας πρὸς τὸ βάθος, καταντήσασα ἀνένευσας, καὶ δι’ εὐτόνου προσευχῆς, τῷ Δεσπότῃ ἐξηγόρευσας, βοῶσα ἀνενδότως· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

Τῆς ἐγκρατείας οἱ ἱδρῶτες, πρὸς ἀπάθειαν ὁδεύσαντες, ἀθανασίας γλυκασμόν, τῇ ψυχῇ σου προεξένησεν, ἐν οἷς σὺ ἀνεβόας· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

Θεοτοκίον.

Τῆς Θεοτόκου τῇ εἰκόνι, ἀπορήσασα ἠτένισας, καὶ γλυκυτάτου φωτισμοῦ, ἐνεπλήσθη ἡ καρδία Σου, πρὸς ἣν καὶ ἀνεβόας· σῶσον ἁγνή, Παρθένε ἡ τὸν Θεὸν συλλαβοῦσα.

 

 

ᾨδὴ ζ΄. Τὴν ἐν καμίνῳ φλόγα.

Τὰς ἐπιγείους φροντίδας, γενναίως ἀπεσείσω, τὰς οὐρανίους ἐλπίδας, τῇ πίστει θεωροῦσα.

Τὴν τεθλιμμένην τρίβον, βαδίσασα θεόφρον, τοῦ τῆς τρυφῆς Παραδείσου, κατήντησας εἰς πλάτος.

Τῆς ἀρετῆς τῷ κάλλει, κοσμίως ὡραιώθης· τῆς ἁμαρτίας γὰρ αἶσχος, τελείως ἐβδελύξω.

Θεοτοκίον.

Τοῦ σεβασμίου ξύλου, τῆς θέας ἠξιώθης, τῆς Θεοτόκου γὰρ εἶχες, συμπράττουσαν τὴν χάριν.

 

ᾨδὴ η΄. Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός.

Δι’ ἐγκρατείας ἀκριβοῦς, καθαρθεῖσα μολυσμάτων τῶν πρίν, πρὸς ὕψος ἤρθης Θεῷ ὁμιλοῦσα· σάρκα γὰρ ἐλέπτυνες, τὰ πάθη νεκρώσασα, λογισμῷ πανευσεβεῖ, Μαρία εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν ἀναβοῶσα.

Τὴν ἐφ’ ἑκατέρα ῥοπήν, τῆς ἀνθρώπων διανοίας ὁ σός, διδάσκει βίος· τῆς γὰρ ἁμαρτίας, ἔφθασας τὴν ἄβυσσον, καὶ πάλιν ἀνέδραμες, ἀρετῶν πρὸς κορυφήν, Μαρία εὐλογοῦσα, καὶ ὑπερυψοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τειχιζομένη τῷ Σταυρῷ, καὶ σφραγίδι τοῦ βαπτίσματος, ἐπὶ ὑδάτων ποσὶ διοδεύεις, ἄρτον τὸν οὐράνιον, καὶ αἷμα τὸ ἄχραντον, δεξαμένη τοῦ Χριστοῦ, Μαρία εὐλογοῦσα καὶ ὑπερυψοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ταῖς τρικυμίαις τῶν παθῶν, καὶ δαιμόνων ὀχλουμένην δεινῶς, ἡ φιλάνθρωπος ἐγγυησαμένη, σὲ τρανῶς ἐῤῥώνυεν, Παρθένος ἡ ἄχραντος, ἡ κυήσασα Θεόν, Ὃν πάντες εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Σὲ τὴν ἀκατάφλεκτον βάτον.

Μύστης ἱερεὺς θεωρήσας, Ἰορδάνου τὰ ῥεῖθρα, διαβαίνουσαν ποσίν, σὲ τὴν Ὁσίαν, τὸν Δεσπότην πάντων Χριστόν, ἐμεγάλυνεν.

Θῆρας λογισμοὺς τοὺς ἀγρίους, εἰρηνεύσασαν πάθει, καὶ βουλήσει τοῦ Θεοῦ, ὦ θεοφόρε, μεταστᾶσαν θήρ σε ἐν γῇ, κατεκάλυψεν.

Ἐν ἐπουρανίοις θαλάμοις, θεοφόρε Μαρία, ἐντρυφῶσα τοῦ Χριστοῦ, τῇ θεωρίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, καθικέτευε.

Θεοτοκίον.

Σὲ τὴν Θεομήτορα Κόρην, ἡ θεόφρων Μαρία, κεκτημένη βοηθόν, ἐν τῇ ἀσκήσει, νικηφόρος ὤφθη σαφῶς, Μητροπάρθενε.

***

 

 

 

Ἕτερος (δ΄) Κανών. Συμεὼν τοῦ Μεταφραστοῦ καὶ Λογοθέτου.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Τῷ μακαρίῳ καὶ πρώτῳ, καὶ νοερῷ, φωτὶ πλησιάζουσα, ὡς ἡμέρας καὶ φωτός, γεγονυῖα τέκνον καθαρᾷ, διανοίᾳ με τὰ σά, μέλψειν ἀξίωσον.

Καὶ τοὺς τῆς φύσεως νόμους, ἀσκητικοῖς, ἀγῶσιν ἐνίκησας, καὶ τῶν λόγων τὴν ἰσχύν, ὑπερέβης ἅπασαν· διό, ταῖς πρεσβείαις με ταῖς σαῖς, Μῆτερ ἐνίσχυσον.

Τῇ προσβολῇ μὲν ἡττήθης, τῶν ἡδονῶν, θεόφρον ὡς ἄνθρωπος, τῇ δὲ πράξει τῶν καλῶν, ἤρθης ὑπὲρ ἄνθρωπον πολλοῖς, τὸν ἀντίπαλον τὸν σόν, ἄθλοις ἐνισχύσασα.

Θεοτοκίον.

Ἡ τὸν Θεὸν τετοκυῖα, καὶ τῆς ἡμῶν, ἀσθενείας πάναγνε, προνοοῦσα συμπαθῶς, βοηθὸς γενοῦ μοι καὶ ψυχήν, ἐλευθέρωσον πολλοῖς, πταίσμασιν ἔνοχον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Βολίσιν ὥσπερ τοῦ Σταυροῦ, ταῖς ἀκτῖσι Μαρία, τοξευθέντας εὐστόχως, τοὺς ἔρωτας τῆς σαρκός, ἀπήλασας καὶ Χριστοῦ, θειοτάτους, ἔρωτας ἀντέπνευσας.

Εἶργεν ὁ θεῖός σε Σταυρός, τῆς εἰσόδου Μαρία, διανοίγων εὐθύς σοι, τῆς μετανοίας ὁδόν, δι’ ἧς Θεὸν ἐν αὐτῷ, προσπαγέντα, πόνοις ἐθεράπευσας.

Καλὴν ἐφεῦρες βοηθόν, τὴν ὁμώνυμον κόρην, τῆς ἁγνείας τὸ ἄνθος, τὸ σκήνωμα τοῦ φωτός, προϊσταμένην θερμῶς, τῷ Υἱῷ σε, ταύτης καταλλάττουσαν.

Θεοτοκίον.

Ὁ παρὰ πάντας τοὺς βροτούς, ἐν τῷ κάλλει ὡραῖος, ἐφεύρων Σε Θεόπαις, κατ’ ἄμφω περικαλλῆ, τὴν μήτραν Σου τὴν ἁγνήν, κατοικήσας, κόσμον ἀνεκτήσατο.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Παθῶν τὴν Αἴγυπτον, πληγαῖς ἐκόλασας, ἐγκρατείας θεόφρον, οἷα πηλοῦ, καὶ πλινθείας ἄριστα, τῆς τῶν κακῶν ἐργασίας, σεαυτὴν ἐλευθερώσασα.

Πρωτεύειν ᾤετο, πάσης ἀσκήσεως, Ζωσιμᾶς ὁ θεόφρων, τῶν ἀρετῶν, ἀλλ’ ἰδὼν ὑπεῖξέ σοι, καὶ τοὺς ἀγῶνάς σου σεμνή, διδασκόμενος ἐξίστατο.

Τρυφὴν εὐπάθειαν, ἀσέμνους γέλωτας, καὶ λειότητα πᾶσαν, ὑφ’ ὧν τὸν νοῦν, ἠπατήθης πρότερον, καλῶς ἠμείψω τὸ τραχύ, κατ’ αὐτῶν ἀντιστρατεύσασα.

Θεοτοκίον.

Θεὸν ἐγέννησας, ἐν δύο φύσεσιν, γνωριζόμενον Κόρη, ποιητικῇ, Ποιητῇ τε πάναγνε· διὸ καὶ φύσις νοερά, καὶ βροτεία μεγαλύνει Σε.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.

Ἐρώτων πάλαι τῶν σαρκικῶν, οὕσπερ δριμυτάτους ὑπέστης, οἱ θεϊκοί τε καὶ σώφρονες, ἐγκατακαυχῶνται· καὶ γὰρ θερμότερον, τὸ πρὸς Θεόν σου φίλτρον, ὄντως ἐξέκαυσας.

Ἀγάλλου ἔρημος ἐν Χριστῷ· σὺ γὰρ ἀντὶ πάντων ὡς δῶρον, Θεῷ Μαρίαν προσήνεγκας, ἧς καὶ πιανθεῖσα, τοῖς θείοις δάκρυσιν, πνευματικὴν ἐξήνθησας, ἀγαλλίασιν.

Τῶν ἔργων πάλαι καταφανῶν, σοῦ τῶν μοχθηρῶν γενομένων, τῶν ἀγαθῶν οὐκ ηὐδόκησεν, τοὺς μακροὺς ἐκείνους, ἄθλους ἡ πρόνοια, λαθεῖν ἐν ταῖς ἐρήμοις, ἀλλ’ ἐφανέρωσεν.

Θεοτοκίον.

Τῷ θείῳ φέγγει Σου ἀγαθή, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἁμαρτίαις καταύγασον, τὴν ἐπικείμενην, τοῖς νοεροῖς ὀφθαλμοῖς, ὁμίχλην τῶν κακῶν μου, διασκεδάσασα.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Χειμῶνος καὶ κλύδωνος, ἀναδῦσα σῶν κακῶν, ὡς ἐκ θαλάττης ἔδραμες, πρὸς μετανοίας ὅρμον τὸν γαληνόν, Μαρία τὴν ἔρημον, ὡς στρουθίον μονάζον, κατοικήσασα.

Τὰς φρένας ἠλλοίωται, Ζωσιμᾶς κατανοῶν, ἠμελημένον γύναιον, ἡδυπαθείᾳ πρότερον ἐκτραφέν, τοσαύτης σκληρότητος, βιοτῆς τε βιαίας, ἀνασχόμενον.

Εὐάλωτον γύναιον, ἀπατῶν ὁ δυσμενής, ἀλόγως ἐφριάττετο, ἀλλὰ διπλοῦν ὑπέστη μυκτηρισμόν, νικώμενος ὕστερον, ἀπ’ αὐτῆς ἐγκρατείᾳ, καὶ παιζόμενος.

Θεοτοκίον.

Ὠδίνησας πάναγνε, σωτηρίαν τοῖς βροτοῖς, καὶ βρέφος ἀπεκύησας, ἐν ᾧ ζωὴ καὶ χάρις καὶ ἱλασμός· δι’ οὗ πάντα γέγονεν, καὶ τῷ Λόγῳ κινεῖται, καὶ συνέχεται.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ἡ ὑπὲρ πάντας χαλεπῶς ἐξαμαρτήσασα, ὡς λυτρωθῆναι τῶν δεινῶν πρὸς σὲ κατέφυγον, ἀλλὰ δέξαι με φιλάνθρωπε Ἰησοῦ μου, ὅτι ἐλήλυθας καλέσαι Σωτὴρ ἡμῶν, τοὺς πλανωμένους ἁμαρτίας, καὶ θέλοντας τοῦ κράζειν Σοι, ἰατρὲ τῶν ψυχῶν ἡμῶν.

Ὁ Οἶκος.

Ἀρχὴν τῆς μετανοίας ποθήσασα, ἀσφαλεῖ προστασίᾳ προσέρχεται, ἀγραμμάτως προσφέρουσα δέησιν, ἀντὶ χάρτου καὶ μέλανος ἔχουσα, ἀπὸ καρδίας ἔνδον δάκρυα, καὶ θερμῶς ἐκβοῶσα· ἀπάλειψαι, ὦ καρδιογνῶστα τὰς οὐλὰς τῶν πολλῶν παραπτώσεων. Ταῦτά σοι ἐκ θερμῆς διανοίας, προσῆξεν ἡ πόρνη Χριστέ, ἰατρὲ τῶν ψυχῶν ἡμῶν.

 

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Δροσοβόλον σου τὴν κάμινον εἰργάσατο, πάλαι τῆς φλεγμαινούσης σαρκός, ἐπιθυμίαις, ταῖς ἀλόγοις κύριος σεμνή· ἀλλοίωσις αὕτη γάρ ἐστιν, τῆς τοῦ Ὑψίστου δεξιᾶς, Ὃν εὐλογοῦμεν ἀεί.

Ἁμαρτία μὲν ἐκδύει τοὺς Προπάτορας, ζῶντας ἐν Παραδείσῳ γυμνούς, ἡ Μαρία δε, γυμνητεύειν εἵλετο· καὶ γάρ, αἰσχύνην ἐκδῦσα τῶν παθῶν, χάριτι θείᾳ νοερῶς, κατεκαλύπτετο.

Τῷ Σῷ κράτει Κύριε θαῤῥήσασα, τῦ πάντα δυναμένου Θεοῦ, ἡ ποθοῦσά Σε, περαιοῦται ῥεῖθρα ποταμοῦ, ἀβρόχῳ βαδίζουσα ποδί, καὶ τὴν σὴν ἄφατον ἰσχύν, ἔργῳ κηρύττουσα.

Θεοτοκίον.

Τὴν ψυχήν μου Παναγία Μητροπάρθενε, δεδουλωμένην πάθεσιν, ἐλευθέρωσον, ἠ τεκοῦσα Κύριον παντός, καὶ πεῖσόν με πείθεσθαι ζυγῷ, Χριστοῦ τῶν θείων ἐντολῶν, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Ὢ δριμείας ἀγάπης, Χριστὲ τῶν σῶν ἐραστῶν· ὢ ψυχῶν ἀχειρώτων, δεσμοῖς τοῦ σώματος, ἤλιε καὶ γῆ, τοῦ Θεοῦ τὴν ἀνείκαστον, δόξαν ἐπαινεῖτε, τῷ Λόγῳ θαμβηθέντες.

Ἀστικὸν ἐν ἐρήμῳ, κατώκει γύναιον, οὐκ ὀφθὲν χρόνοις πλείστοις, οὐ θεασάμενον, ἄγευστον τροφῆς, ἀνθρωπίνης ἀνάλωτον, ὕδατι πυρί τε, παγετῷ καὶ ἡλίῳ.

Ἐνικᾶτο καὶ κτίσις, οἷα καὶ φύσις σοι, διεπέρας ἀβρόχως, ῥεῖθρα ποτάμια, ἔφερεν ἀήρ, σῶμα σου τὸ λεπτότατον, εἷλκε πρὸ τοῦ τέλους, ἐκ γῆς καὶ ὁ αἰθήρ σε.

Ὑπὲρ νοῦν ὑπὲρ λόγον, ἡ καρτερία σου· διὰ τοῦτο καὶ μείζους ἀντικομίζει μισθούς· λήψεται γὰρ πᾶς, ὡς ὁ θεῖος Ἀπόστολος, τὸν μισθὸν ἀξίως, τῶν ἑαυτοῦ καμάτων.

Θεοτοκίον.

Ἡ πικρά με τοῦ ξύλου, γεῦσις ἐνέκρωσε, τὸ τεχθὲν ἐκ Σοῦ Κόρη, φυτὸν ἐζώωσε· τόκος γὰρ ὁ Σός, τῶν νεκρῶν ἐξανάστασις, λύσις αἰχμαλώτων, ἀνόρθωσις κειμένων.

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Νεκρὰ καὶ ζῶσα τῷ κόσμῳ γέγονας· νῦν δὲ δεσμῶν, λυθεῖσα τῆς σαρκὸς εἰς οὐράνια, τοῦ Θεοῦ σκηνώματα κατέπαυσας, κάλλος ἐκεῖ τὸ θεῖον, κάλλος τὸ ἄφραστον, ὄμμασι ψυχῆς τοῖς καθαροῖς, ἀμέσως βλέπουσα.

Ταφῆς ἠπόρει σῶμα τὸ τίμιον, ἀλλὰ θηρσί, Χριστέ μου νεκροστόλοις ἐκέχρητο, κεκλημένοις νεύματι τῷ Σῷ Βασιλεῦ· πείθεται γὰρ ἀῤῥήτως, πάντα τῷ κράτει Σου, μόνον Σ εΔεσπότην ἀψευδῆ, σαφῶς γινώσκοντα.

Βροτῶν τῷ γένει πάντα ὑπέταξας, κᾂν ἡττηθείς, Χριστὲ τῆς ἁμαρτίας ὁ ἄνθρωπος, φοβερὸς οὐκ ἔτι τῶν θηρίων ὁρμαῖς· μάρτυς ἡ θεοφόρος, ἣν ἀξιότιμον, λεοντία φύσις μαρτυρεῖ, καὶ μετὰ θάνατον.

Θεοτοκίον.

Υἱὸν ἱλέου τὸν Σὸν πανάμωμε, τοῖς ἐκ ψυχῆς, Μητέρα τοῦ Θεοῦ Σε πρεσβεύουσιν, ἁμαρτίαις γὰρ ἀλλεπαλλήλοις Αὐτοῦ, τὰ φιλάνθρωπα σπλάγχνα, παραπικραίνομεν, καὶ τοὺς οἰκτιρμοὺς τῇ καθ’ ἡμῶν, ὀργῇ συνέχομεν.

***

 

Ἕτερος (ε΄) Κανών. Ἰωσὴφ Στουδίτου.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Ὁ Ἰσραὴλ μὲν ὁ πάλαι, δημαγωγόν, τὸν Μωσῆν εὑράμενος, τῆς Αἰγύπτου ἐξῆλθεν· σὺ δὲ τὴν κυήσασαν Θεόν, κτησαμένη βοηθόν, σκότους λυτροῦσαι παθῶν.

Ἡ τὴν ψυχὴν μολυνθεῖσα, ταῖς τῶν παθῶν, ἡδοναῖς καὶ σπήλαιον, χρηματίσασα λῃστῶν, ἀσωμάτων τάξεων νυνί, ὁμοδίαιτος ὑπάρχει, ὢ τοῦ θαύματος.

Ἐν ταῖς ἐρήμοις μολοῦσα, τὸν δυσμενῆ, ὁλικῶς κατέβαλες, χρησαμένη βοηθόν, τῇ Θεογεννήτορι δι’ ἧς, ὡδηγήθης πρὸς ζωήν, τὴν ἀτελεύτητον.

Θεοτοκίον.

Ὢ Παναγία Παρθένε, ἁμαρτωλῶν, κραταιὰ βοήθεια, τὴν ἀθλίαν μου ψυχήν, ῥυπωθεῖσα πάθεσι πολλοῖς, ἐκκαθάρασα τομῶς, πρόφθασον σῶσόν με.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Σὺ τὸν τρισόλβιον Σταυρόν, κατιδέσθαι ποθοῦσα, παρετήρεις ἀσμένως, σεαυτὴν τῷ ευκλεεῖ, λαῷ ἀλλ’ ἄνθη σεμνή, εἰς τὰ ὀπίσω, πάλιν ἀποφέρεσθαι.

ᾜδεις Ὁσία ἀτρεκῶς, ὡς ἀνάξιος πέλει, τῶν σεπτῶν ἀνακτόρων, ὁ τὴν σάρκα ἑαυτοῦ, ῥυπώσας καὶ ἐκτενῶς, ἱκετεύειν, τὸν Θεὸν οὐκ ἔληξας.

Ὁ δυσμενέστατος ἐχθρός, σοῦ τῆς θέας ὡς εἶδεν, τὴν ἀλλοίωσιν αὖθις, ἐξεπλήττετο σφοδρῶς· πῶς ἡ τὸ πρὶν τὴν αὐτοῦ, μελετῶσα, νῦν ἐκδυσώπει τὸν Θεόν;

Θεοτοκίον.

Δεινῶς με Δέσποινα ἁγνή, ὁ παγκάκιστος ὄφις, εἷλεν αἰχμαλωτεύσας, τῶν παθῶν τῇ προσβολῇ, ἀλλὰ μὲ θᾶττον αὐτή, τῆς δουλείας, τῆς αὐτοῦ ἐφάρπασον.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Χριστὸς ὁ Κύριος, ὁ ἐν ἐρήμῳ ποτέ, τὸν λαὸ διαθρέψας, τοῦ Ἰσραήλ, καὶ διαβιβάσας αὐτόν, νῦν ἐπωδήγησε καὶ σέ, ἐν ἐρήμῳ κατοικεῖν ὦ σεμνή.

Κρυμοῖς τὸ σῶμά σου, ἐκπιαζόμενον, καὶ τῷ καύσωνι πάλιν, μήτηρ ἡμῶν, τληπαθῶς υπέφερες· διὸ Ἀγγέλων τοῖς χοροῖς, ἀγελάζῃ παναοίδιμε.

Σὺ τὰ τοῦ σώματος, πάθη νεκρώσασα, τὴν ποτὲ νεκρωθεῖσαν, διὰ παθῶν, σοῦ ψυχὴν ἐζώωσας, τῆς ἀπαθείας ἀπλανῶς, δραξαμένη παναοίδιμε.

Θεοτοκίον.

Ἡ πᾶσι νέμουσα, ἁγνὴ τὰ πρόσφορα, ἀπωσθέντα Θεοῦ με, διὰ παθῶν, τῶν ἐμῶν οἰκείωσον, ταῖς εὐπροσδέκτοις Σου λιταῖς, τῷ Υἱῷ Σου πρὸς οἰκείωσιν.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.

Ὁ θεῖος πρέσβυς τῶν ἀρετῶν, κλίμακα δραμεῖν ἐπιζητῶν, Θεὸν ἱκέτευεν ἄπαυστα, τοῦ ἀξιωθῆναι, τοῦ ποθουμένου τυχεῖν· διόπερ ἠξιώθη, σὲ κατιδέσθαι σεμνή.

Τί Πάτερ ξένον με ἀρετῆς, πέλοντα ἁπάσης πρακτικῆς, ἦλθες θεάσασθαι γύναιον; ἔφη ἡ Ὁσία, πρὸς τὸν πρεσβύτατον, εὐχὴν ἐξαιτουμένη, τοῦτον ποιήσασθαι.

Νῦν ἐξαιτῶ σε ὦ Ζωσιμᾶ, φράσον μοι τὸ πῶς μέχρι τοῦ νῦν, λαὸς χριστώνυμος σέσωσται· Ἐκκλησίας θεῖον, δὲ πῶς σεμνύνεται, τὸ κλέος ἀνακτόρων, δὲ πῶς κρατύνεται;

Ἔφη πρὸς ταῦτα ὁ γηραιός· ὦ Μῆτερ Ὁσία ἱεραῖς, καὶ εὐπροσδέκτοις πρεσβείαις σου, πάντες τῇ ἀμώμῳ, πίστει κρατύνονται, ἀλλ’ εὖξαι ὑπὲρ πάντων, τῶν λατρευόντων Θεῷ.

Θεοτοκίον.

Ἐζοφωμένην μου ἡ ψυχή, γέγονεν ἐξ ἔργων μου δεινῶν· οἴμοι τί πάθω ὁ ἄσωτος, ὅτε κριτηρίῳ, μέλλω παρίστασθαι· ἁγία Θεοτόκε, τότε βοήθει μοι.

 

 

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Νόμοις ἀγαπήσεως, τῆς ἀμύμονος εὐθύς, πρὸς ἱκεσίαν τέτραπτο, ἡ πανολβία· ὅπερ καὶ κατιδών, ὁ πρέσβυς ἐξίστατο, ὡς ἀσυνήθης πέλων, τῆς ὁράσεως.

Λογισμοῖς βαλλόμενος, Ζωσιμᾶς ο θαυμαστός, τοῖς ἀμφιβόλοις ἤκουσεν, πρὸς τῆς Ὁσίας· τί σε ὦ Ζωσιμᾶ, λογισμοὶ τὰ ἄμετρα, ἐκταράσσοντες πείθουν, παρ’ ἀξίαν φρονεῖν;

Τῶν Ἀγγέλων τάγματα, ἐξεπλήσσοντο ἐν σοί, ὁρῶντα ὑπεράνθρπον, σὲ πανολβία μήτηρ τῶν ἡδονῶν, βεβηκυῖαν ἄνωθεν, ἀρετῶν τῇ πληθύϊ, καταλάμπουσαν.

Θεοτοκίον.

Παρειμένον ὄντα με, τῇ ψυχῇ ὡς ἰατρόν, καὶ Λυτρωτὴν κυήσασα, Παναγία Παρθένε Μήτηρ Χριστοῦ, αὐτὴ ἐξανάστησον· Σὺ γὰρ ἁμαρτανόντων, ἡ βοήθεια.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Ὁ ἐχθρὸς ὡς ἑώρα τὴν καρτερίαν σου, ἣν ἐν ἐρήμῳ ἔσχηκας, ἐξεπλήττετο· πῶς ἡ πρώην πάντα τὰ αὐτοῦ, ἐπάδουσα νῦν μαρτυρικῶς, τῷ εὐεργέτῃ τοῦ παντός, προσῆλθες χαίρουσα;

Τῶν παθῶν πυρκαϊὰν σεμνὴ σὺ ἔσβεσας, συλλήπτορα ὡς ἔχουσα, τὴν κυήσασαν, τὸν Θεὸν καὶ κτίστην τοῦ παντός, Ὅνπερ ἀνυμνοῦσα ἐβόας· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν;

Νῦν θρηνῶν ὁ νοῦς ὁ μέγας ὁ Ἀσσύριος, βοᾶ· οἴμοι νενίκημαι, ὑπὸ τῆς πρώην, κραταιῶς βληθείσης ὑπ’ ἐμοῦ· ἰδοὺ γὰρ βοᾷ μελῳδικῶς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν,.

Θεοτοκίον.

Ἐξ ἁγνῶν Σου αἱμάτων ὡς ἐσωμάτωσας, τὸν πλάσαντα ἐκ γῆς τὸν Ἀδάμ, αἱμαγμένον με, τῇ ψυχῇ ὑπάρχοντα σεμνή, καὶ κείμενον ἄπνουν καὶ νεκρόν, ἐξαναστήσασα τῇ Σῇ, πρεσβείᾳ ζώωσον.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Ψυχικὴν θυμηδίαν, Πάτερ ἐκπλήρωσον, τῷ πρεσβύτῃ ἐβόᾳ, ἡ παμμακάριστος, τῶν ζωοποιῶν, μυστηρίων ποιήσας με, κοινωνὸν γενέσθαι, ὑμνοῦσα τὸν Σωτῆρα.

Ἀσμενέστατα αὖθις, ὁ παναοίδιμος, Ζωσιμᾶς ὑπονεύσας, θᾶττον ὑπέσχετο, πᾶσαν ἐκπληρῶν, εἰς τὸ μέλλον τὴν αἴτησιν, τοῖς ὑμνολογοῦσιν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ξένον θέαμα Μήτηρ, ἐν σοὶ θεώμενος, ὁ πρεσβύτης τῷ μόνῳ, Θεῷ ἀνέπεμπεν, δόξαν ὁ κλεινός, τὴν πορείαν ὡς ἔβλεπεν, ἥνπερ ἐποιήσω, σεμνὴ ἐπὶ ὑδάτων.

Θεοτοκίον.

Ὢ ψυχή μου ἀθλία, πῶς τὸν χιτῶνά Σου, δι’ ἀπροσεξίας, ἐκατεσπίλωσας; Σπεῦσον οὖν τὰ νῦν, καὶ τῇ Παρθένῳ βόησον· Δέσποινα ἁγία, οἰκτείρισον καὶ σῶσον.

 

ᾨδὴ θ΄. Θεόν, ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Τῇ σῇ, ἀφάτῳ δόξᾳ χρηστότητι, ὦ Ἰησοῦ· παρθένου γὰρ σεμνοτέραν ἀνέδειξας, τὴν ποτὲ σπιλώσασαν ταῖς πράξεσιν, ταῖς αἰσχίστοις τὸ σῶμα, σὲ τὴν κυήσασαν, ταύτῃ δωρησάμενον Σωτήρ, ἐγγυητὴν συμπαθῆ.

Φρικτῆς, θυσίας σὺ ὡς ἀπήλαυσας, Μήτηρ ἡμῶν, Θεῷ χαριστηρίους ἀνέπεμψας,  ὑμνῳδίας· αὖθίς τε τὴν ἔρημον, πάλιν καταλαβοῦσα, ὕπνον τρισόλβιον, τὸν δικαίοις πρέποντα σεμνή, ἐπαναδέδεξαι.

Φρικτόν, τεράστιον ἐθεάσατο, ὁ γεραιός, ὑπτίαν σε ὀλβίαν ὡς ᾔσθετο, τὴν ἐμφερομένην ἐπὶ γῆς σου γραφήν, θᾶττον ἀναγινώσκων· ὦ ἱερώτατε, σῶμα τὸ ἐμὸν τῇ γῇ διδούς, μνείαν ποιοῦ μου ἀεί.

Θεοτοκίον.

Φωνήν, προσάγει σοι χαριστήριον, πᾶσα πνοή, βοῶσα χαρμοσύνως καὶ λέγουσα· χαῖρε θρόνε ὑψίστου πυρίμορφε· χαῖρε Θεοῦ χωρίον, εὐρυχωρότατον· χαῖρε τῆς ὁσίας εὐπρεπές, ἁγνὴ στεφάνωμα.

***

 

Ἕτερος (στ΄) Κανών. Θεοφάνους.

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Τὸν ῥύπον τὸν τῶν πταισμάτων κάθαρον, τῆς ταπεινῆς μου ψυχῆς, τῷ σῷ ἐλέει δέομαι Χριστέ, τὴν ἀχλὺν καὶ τὴν ζόφωσιν, τὴν τῶν παθῶν ἀπέλασον, ταῖς ἱκεσίαις τῆς Ὁσίας Σου.

Πάθεσι τοῖς τῆς σαρκὸς ῥυπώσασα, τὸ τῆς ψυχῆς εὐγενές, δι’ ἐγκρατείας πάλιν δὲ σεμνή, τὸν σὸν νοῦν κατεφαίδρυνας, καὶ μύρῳ τῶν δακρύων σου, τὴν σὴν ψυχὴν καταφωτίζεις ἀεί.

Αἴγυπτον τὴν τῶν παθῶν ἀπέφυγες, ὡς ἁμαρτίας πληγήν, καὶ Φαραὼ ῥυσθεῖσα τοῦ δεινοῦ, μολυσμοῦ ἀπαθείας δε, τὴν γῆν ἐκληρονόμησας, καὶ μετ’ Ἀγγέλων συγχορεύεις ἀεί.

Θεοτοκίον.

Ὁρῶσα τὴν Σὴν εἰκόνα Δέσποινα, Θεοκυῆτορ ἁγνή, τῷ σαρκωθέντι Λόγῳ ἐκ τῆς Σῆς, καὶ ἁγίας Παρθένε γαστρός, ἐγγυητὴν πρὸς τοῦτόν Σε, νῦν ἐξαιτεῖται ἡ ἀοίδιμος.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Προσώζεσαν τῆς ψυχῆς, καὶ κατεσάπησαν οἱ σοὶ μώλωπες, ἀλλὰ πηγῇ δακρύων σου, τούτους ἀποπλύνεις Μαρία θερμῶς.

Νενίκηνται ὑπὸ σοῦ, αἱ τῶν δαιμόνων πονηραὶ φάλαγγες, καὶ τῶν παθῶν σκιρτήματα, διὰ τῶν δακρύων μαστίζονται.

Νεφέλη ὡς πρωϊνή, καὶ ὥσπερ στάζουσα σταγὼν πέφηνας, πᾶσιν ἡμῖν προχέουσα, νάμα μετανοίας σωτήριον.

Θεοτοκίον.

Σὲ προστασίαν σεμνή, καὶ σωτηρίαν καὶ ἰσχὺν ἔχουσα, τὸ τοῦ Σταυροῦ ἅγιον, ξύλον τῆς ζωῆς προσεκύνησεν.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα Σὲ ἰδοῦσα ἡ Ἐκκλησία.

Ἀπεμάκρυνα φυγοῦσα τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἡδέα ἅπαντα, μόνῃ δὲ τῷ μόνῳ, καθαρῷ ὡμίλησας, δι’ ἄκρας ἀσκήσεως, καὶ ὑπομονῆς τῆς τῶν ἔργων σου.

Τὰ τοῦ σώματος κινήματα καὶ πυρώσεις, δι’ ἐγκρατείας ὄντως, ἀπεξήρανας· ὅθεν, τὴν ψυχὴν ἐκόσμησας, Μαρία πανένδοξε, θείαις θεωρίαις καὶ πράξεσιν.

Δι’ ἀρετῆς τε συντόνου διὰ δακρύων, διὰ νηστείας ἄκρας, εὐχῆς τε καὶ καύσους, ψύχους καὶ γυμνότητος, δοχεῖον γεγένησαι, τοῦ Ἁγίου Πνεύματος ἔντιμον.

Θεοτοκίον.

Πρὸς τὴν Σὴ εἰκόνα καταφυγοῦσα, καὶ τῷ ἐκ Σοῦ τεχθέντι, Θεοτόκε Παρθένε, διὰ Σοῦ νῦν εὕρατο, ζωὴν τὴν ἀθάνατον, ἐν τῷ Παραδείσῳ χορεύουσα.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ὀπίσω τοῦ Χριστοῦ, ἠκολούθησας χαίρουσα· βαστάζουσα τὸν σταυρόν Σου, ἐν τοῖς ὤμοις Μαρία, τοὺς δαίμονας ἐμάστιξας.

Ὑπέδειξας ἡμῖν, μετανοίας τὸ φάρμακον, ὑπέδειξας σὺ τὴν τρίβον, τὴν ἀπάγουσαν πάλιν, πρὸς ζωὴν τὴν ἀνώλεθρον.

Σὺ γενοῦ μοι σεμνή, προστασία ἀήττητος, καὶ λύτρωσαι τῶν παθῶν με, ἀσθενείας τε πάσης, πρεσβείαις σαῖς πρὸς Κύριον.

Θεοτοκίον.

Σοῦ Δέσποινα Ἁγνή, τῇ εἰκόνι ἠτένιζεν, Σοῦ πάντοτε δεομένη, τῶν παθῶν τὰς ἐφόδους, καὶ δαίμονας κατήσχυνεν.

 

ᾨδὴ στ΄. Θύσω σοι.

Ἱδρῶσι, ἁμαρτίας τὸν βόρβορον ἔπλυνας, πρὸς τὴν ἀγήρω δὲ δόξαν, σὺ τῇ διανοίᾳ ἀποσκοποῦσα, καὶ γὰρ εὗρες, εὐκαρπίαν τῶν πόνων σου ἔνδοξε.

Ἅπασιν, ἁμαρτωλοῖς Μαρία ὁ βίος σου, ὑπογραμμὸς ἀνεδείχθη, τοῖς ἀμέτρως πταίσμασιν ἐν τῷ βίῳ, ἀναστῆναι, καὶ τὸν ῥύπον καθᾶραι τοῖς δάκρυσιν.

Οἴκτειρον, τὴν ταπεινὴν ψυχήν μου φιλάνθρωπε, ἣν κατεσπίλωσα πράττων, ἀσεβῆ θελήματι τῆς σαρκός μου, ἀλλὰ σύ με, τῆς Ὁσίας πρεσβείαις ἐλεήσον.

Θεοτοκίον.

Ὅλῃ Σου, τῇ ψυχῇ καὶ καρδίᾳ ἠγάπησας, τὸν ἐκ Παρθένου τεχθέντα, Θεὸν Λόγον ζῶντα καὶ σαρκωθέντα, τὸν φωνήν Σοι, οὐρανόθεν Ὁσία κομίσαντα.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Τὴν τεθλιμμένην, καὶ στενὴν καθοδεύσασα τρίβον σοφῶς, κάλλει, ἀρετῶν ἐφαίδρυνας τὴν ψυχήν, εἰς οὐράνιον κατήντησας, ζωὴν ἀδάπανον, ἔνθα φῶς ἀτελεύτητον ἔστιν Χριστός.

Τὰ ἐν τῷ κόσμῳ, καταπατοῦσα πρόσκαιρα ἅπαντα, τὰ νῦν, συγχορεύεις πάσαις ταῖς στρατιαῖς, τῶν Ἀγγέλων ἀναμέλπουσα· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Αἱ μεθοδεῖαι, τοῦ ἐχθροῦ αἱ ῥομφαῖαι ἐξέλιπον, πᾶσαι, τῇ στεῤῥᾷ νηστείᾳ καὶ προσευχῇ, σοῦ Ὁσίᾳ καὶ τοῖς δάκρυσι· νῦν οὖν διώκονται, καὶ παθῶν αἱ ἐνστάσεις, Μαρία σεμνή.

Θεοτοκίον.

Ἀπειρογάμως, ἡ Θεὸν τὸν ἀσώματον τέξασα, ὄντως, καὶ παρθένος μείνασα ἀληθῶς, Σὲ ῥωννύει πανσεβάσμιε, καταδιώκουσα, καὶ παθῶν καὶ δαιμόνων στρατεύματα.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ὅλην λαμπηδόσιν ἀρετῶν, κατεφωτίσθης τὸν νοῦν Μαρία ἔνδοξε, Θεῷ ὡμίλησας σάρκα γάρ, κατελέπτυνας νηστείᾳ πολλῇ, καὶ λογισμῷ πανευσεβεῖ· ἔμελπες χαίρουσα· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σταυροῦ τῇ σφραγῖδι σεαυτήν, περιτειχίσασα τὰ Ἰορδάνια, ποσὶν ἀβρόχοις σου νάματα, διαπλεύσασα Μαρία πιστῶς, καὶ τὸν οὐράνιον Χριστοῦ, ἄρτον καὶ αἷμα Αὐτοῦ, μετασχοῦσα, νῦν ἀπολύεις τὴν δούλην Σου ἔφησας.

Ἱερεὺς ὁ θεῖος Ζωσιμᾶς, μύστης τῆς χάριτος ῥεῖθρα ὡς εἶδέ σε, τὰ Ἰορδάνια ἔνδοξε, διαπλέουσαν ἀβρόχῳ ποδί, φόβῳ καὶ τρόμῳ συσχεθείς, χαίρων ὑπέψάλλες· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Διὰ Σοῦ πανάσπιλε φθοράν, καὶ σπίλον ἅπαντα ἀπετινάξατο, καὶ ἐνεδύσατο Δέσποινα, περιβόλαιον ἀθάνατον, καὶ διὰ Σοῦ τῷ Σῷ Υἱῷ, ἡ Σὴ Ὁσία βοᾷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Νῦν τῆς ἀκηράτου καὶ θείας, ὄντως τρυφῆς ἐμφορουμένη, καὶ φωτὸς τρυφῶσα νοητοῦ, καὶ ἀνεσπέρου ἐν οὐρανίοις σκηναῖς, ἔνθα Ἀγγέλων τάγματα, ὑπὲρ ἡμῶν Θεὸν ἱκέτευε.

Δόξαν τὴν ῥευστὴν καὶ φθαρτήν τε, ἀπεβδελύξω νῦν Μαρία, δόξης καὶ ζωῆς ἐκληρώσω, τῆς ἀθανάτου· Χριστὸν ἱκέτευε, ὑπὲρ τῶν ἐκτελούντων σου, τὴν παναγίαν μνήμην πάντοτε.

Ἴδε μου τὴν θλῖψιν Ὁσία, καὶ στεναγμὸν τὸν τῆς καρδίας, βλέψον τὸ στενὸν τῆς ζωῆς μου, διάσωσόν με τῆς ἁμαρτίας μου, καὶ τὴν ψυχήν μου οἴκτειρον, σαῖς μεσιτείαις πρὸς τὸν Κύριον.

Θεοτοκίον.

Δέσποινα ἁγνὴ Θεοτόκε, ἁμαρτωλῶν ἡ σωτηρία, δέξαι μου τὴν δέησιν ταύτην, καὶ λύτρωσαί με τῶν ἐγκλημάτων μου, τῷ Σῷ Υἱῷ προσφεύγοντα, ταῖς ἱκεσίαις τῆς Ὁσίας Σου.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου