Παρασκευή 29 Ιανουαρίου 2021

ΣΕΠΤΕΜΒΡΙΟΣ 13. ΑΓΙΟΣ ΚΟΡΝΗΛΙΟΣ ΕΚΑΤΟΝΤΑΡΧΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ 13!!

ΚΟΡΝΗΛΙΟΣ ΕΚΑΤΟΝΤΑΡΧΟΣ

ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ ΑΚΟΛΟΥΘΙΑΣ

(Γεωργίου Γαλανοπούλου)

 https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjQqwHa1bKOj7XTkTBGipq4ptRoMZ3pBwFzENPtHC6iUWohzfFlJ5Q_fs2wTbEjblKRoVhnIveK8VEdOoruFsNhiDYpAFsC_neUfJjwblBDQUSXy1mJM9T6cwxEeQF3zsfN2AMoOlB2Hwk/s1600/%25CE%2591%25CE%2593%25CE%2599%25CE%259F%25CE%25A3+%25CE%259A%25CE%259F%25CE%25A1%25CE%259D%25CE%2597%25CE%259B%25CE%2599%25CE%259F%25CE%25A3+%25CE%2595%25CE%259A%25CE%2591%25CE%25A4%25CE%259F%25CE%259D%25CE%25A4%25CE%2591%25CE%25A1%25CE%25A7%25CE%259F%25CE%25A3.jpg

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

Εἰς τὸν Στίχον.

Δόξα. Ἦχος δ΄.

Τὸν πολυκύμαντον βίον καὶ τραχὺν διαπλεύσας Πάτερ ἱερομῦστα Κορνήλιε, ὡς τοῦ Πέτρου φοιτητής, καὶ Ἀποστόλων ὁμόσκηνος, ἔθνη κατείδωλα ἐφώτισας, πρὸς τὸ Φῶς τῆς ἀληθείας ἑλκύσας, ὡς διδάσκαλος ἔνθεος, καὶ ἐπίσκοπος εὐκλεής. Διὸ ἐν οὐρανοῖς νῦν συνοικῶν, καὶ τῷ Τριαδικῷ παριστάμενος Θρόνῳ, μὴ ἐλλίπῃς δυσωπεῖν, τὸν πανοικτίρμονα Θεόν, ὑπὲρ τῶν πιστῶς τελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Τὸ τῶν ἐγκαινίων.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον τῶν Ἐγκαινίων. Ἦχος δ'.

Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις. 

Δόξα. Τοῦ Ἁγίου. Ἦχος γ΄. Θείας πίστεως.

Προσευχόμενος, ὥρᾳ ἐνάτῃ, εἶδες Ἄγγελον, σοὶ παρεστῶτα, καὶ εἰπόντα Κορνήλιε Σίμωνα, ἐκ τῆς Ἰόππης ταχέως προσκάλεσον, ἐλθεῖν καὶ λέξαι ἃ ἐκ Θεοῦ ᾔτησας· ὅθεν ἔνδοξε, ἱεροκῆρυξ ἐπίσκοπε Σκεψέων, Χριστὸν ἱκέτευε, διδόναι τοῖς τιμῶσί σε τὰ κρείττονα.

Καὶ νῦν. Ἀπολυτίκιον τοῦ Σταυροῦ. Ἦχος β'.

Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. 

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετα τὴν α' Στιχολογίαν, Κάθισμα. Τοῦ Ἁγίου. Ἦχ. δ'. Ταχὺ προκατάλαβε .

ᾨδαῖς Ἑκατόνταρχον μέλψωμεν θείαις πιστοί, ὃν Πέτρος ἀνέλκυσεν ἐξ ἀγνωσίας βυθοῦ, εἰς πίστιν σωτήριον. Τοῦτον ποιμένα στήσας, Ἐκκλησίας Σκεψέων, ἵνα ἐκ τῆς ἀπάτης, ἐξαγάγῃ εἰδώλων, καὶ φέρει εἰς τὸ φῶς τοῦ Χριστοῦ, πλῆθος ἀμέτρητον.

Δόξα. Καὶ νῦν. Τῶν Ἐγκαινίων.

Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός, τὸν κόσμον ἀνεκαίνισε Πνεύματι θείῳ αὐτοῦ· ψυχαὶ ἐγκαινίζονται· οἶκος γὰρ ἀνετέθη, νῦν εἰς δόξαν Κυρίου, ἔνθα καὶ ἐγκαινίζει, τῶν πιστῶν τὰς καρδίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς σωτηρίαν βροτῶν.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Κορνηλίου ἔφανεν, ἡ θεία μνήμη, τοὺς πιστοὺς αὐγάζουσα, σὺν Ἐγκαινίων ἑορτῇ, Ναοῦ Χριστοῦ Ἀναστάσεως, Σταυροῦ δ’ ὑψώσει, νῦν προεορτάζοντες.

Δόξα. Καὶ νῦν. Τῶν Ἐγκαινίων. Ταχὺ προκατάλαβε.

Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί, ἡμέρα κατέλαβε, τὴν ἐκλογὴν τοῦ Χριστοῦ, ἡμᾶς καὶ προτρέπεται, πάντας ἐγκαινισθῆναι, καὶ φαιδρῷ τῷ προσώπῳ, ᾄσματα τῷ Δεσπότῃ, ἐκ μυχοῦ τῆς καρδίας, ᾆσαι πιστῶς ὡς λυτρωτῇ, καὶ ἡμᾶς ἐγκαινίζοντι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τὸν Κορνήλιον πιστοί, σοφὸν διδάσκαλον Χριστοῦ, ὑμνολογήσωμεν ψαλμοῖς, καὶ μελῳδίαις ἱεραῖς, Ἑκατοντάρχου γραφαῖς Λουκᾶ, ἔχοντα τάξιν· Πέτρο ὅτ’ ἐλθόντος εἰς Καισαρείας ὁδόν, ὑπήντησεν ὁδόν, ἀσμένως, δεχθεὶς τὸ βάπτισμα, καὶ θεογνωσίᾳ ἔλαμψε, γενόμενος κοινωνὸς εἰς τὸ ἔργον, τῶν Ἀποστόλων εὐαγγελίσας, ἔθνη πολλὰ Μικρᾶς Ἀσίας.

Δόξα. Καὶ νῦν. Τῶν Ἐγκαινίων.

Ἀναστάσεως Ναοῦ, τῶν Ἐγκαινίων ἑορτῆς, μνείαν ποιούμεθα πιστοί, εἰς πόλιν Ἱερουσαλήμ, προεορτίως Ξύλον Σταυροῦ, ἀνευφημοῦντες, ἐν ᾧ ἐφηπλώθη, ἑκὼν ὡς οἶδε Θεός, τοῦ σῶσαι ἐκ θανάτου, γένος ἀνθρώπινον· ὅθεν χαῖρε ἐκβοήσωμεν· πανάγιε, τοῦ Χριστοῦ Σταυροῦ θεῖε, νῖκος ἀνάκτων, καύχημα πάντων, δόξα πιστῶν καὶ ἱερέων.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον Ἦχος δ': Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμέραν.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. 

Εὐαγγέλιον.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἑκατοντάρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος α΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Εὐφραινέσθω νῦν πνευματικῶς ἡ Ἐκκλησία, τῶν ἐγκαινίων τοῦ Ναοῦ τῆς Ἀναστάσεως Χριστοῦ, ἐπιτελοῦσα μνείαν, καὶ προεορτάζουσα Σταυροῦ τὴν παγκόσμιον ὕψωσιν. Ἀλλὰ καὶ τοῦ Κορνηλίου, τοῦ σεπτοῦ Ἑκατοντάρχου, ὃν ὁ Πέτρος ἐφώτισε, τῇ θείᾳ νεύσει, τελοῦσα τὸ μνημόσυνον. Δεῦτε οὖν πιστοί, ἐν οἴκοις Κυρίου συνελθόντες, Θεὸν προσκυνήσωμεν, τὸν δοξάσαντα τὸν δοῦλον Αὐτοῦ, αἰτούμενοι νοὸς τὸν φωτισμόν, τὴν κάθαρσιν ἐκ τῶν παθῶν τῆς καρδίας, ψυχῆς τὸν ἁγιασμόν, τὴν ἄνωθεν εἰρήνην πᾶσι, καὶ τὸ μέγα ἔλεος.

 

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τοῦ Σταυροῦ. Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α’. Τῶν Οὐρανίων Ταγμάτων.

Τὸν ἐν τῇ ὥρᾳ ἐνάτῃ πιστῶς εὐχόμενον, ὅπως Θεὸς φωτίσῃ, νοῦν αὐτοῦ καὶ Ἀγγέλου, δεχθέντα παρουσίαν καὶ προσταγήν, προσκαλέσαι τὸν Σίμωνα, ἐκ τῆς Ἰόππης Κορνήλιον εὐσεβῆ, ὕμνοις ἅπαντες τιμήσωμεν.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαῖρε Κορνήλιε θεῖε ἄνερ θεότιμε, συμμέτοχε τῆς Πέτρου, Ἀποστόλου χορείας, ἐπίσκοπε Σκεψέων κῆρυξ Χριστοῦ, φωτιστὰ καὶ διδάσκαλε, ἐξ ἀγνωσίας γὰρ εἵλκυσας τοῦ βυθοῦ, Ἔθνη πρὸς τὸ φῶς τῆς πίστεως.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριον.

Εἰρηνικῶς ἐκοιμήθης Πάτερ ὑπέργηρως, βαπτίσας μέγα πλῆθος, εἰς τὴν πίστιν Κυρίου, ἐν οἷς τοῦ Δημητρίου οἶκον σεπτόν, διδαχαῖς σου καὶ θαυμασιν· ὅθεν ἀξίως ἀπείληφας, ἐκ Θεοῦ στέφος δόξης ἀμαράντινον.

 

Δόξα. Ἦχος β΄.

Ὁ τοῖς Ἁγίοις ἐν οὐρανοῖς συναυλιζόμενος, ἔνδοξε Κορνήλιε, κῆρυξ τῆς πίστεως Χριστοῦ, τοὺς ᾀσματικῶς ἀνυμνοῦντας, τὴν φωτοφόρον σου μνήμην, δεόμεθά σου περίσωζε· ἡμῶν δὲ τῆς ἀλογίας τῶν παθῶν, τὰς ψυχὰς ἐκλύτρωσαι, ἐπιχέων αὐταῖς δαψιλῶς σὴν χάριν, ἣν παρὰ Σωτῆρος Θεοῦ, πλουσίως ἀπείληφας, τῇ γεωργίᾳ τῶν ἀρετῶν, καὶ τοῖς καμάτοις τῶν ἀγώνων σου, πρεσβεύων ἀκαταπαύστως, δωρηθῆναι τοῖς τιμῶσί σε, τὸ μέγα ἔλεος.

 

 

 

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος γ'. Ἰωάννου Μοναχοῦ

Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἑκούσιόν σου σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ, βαφαῖς ἐρυθραῖς τοὺς σεαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας, καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν· ἀλλ᾿ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου, καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς μόνος παντοδύναμος. 

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Ποίει ποίμνην γαίας ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ τιμᾷ σε, Κορνήλιε ἐν ὕμνοις, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου