ΙΑΝΟΥΑΡΙΟΣ ΙΘ΄!!
ΒΑΣΙΛΕΙΟΥ ΜΕΓΑΛΟΥ ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερμανοῦ μοναχοῦ Μονῆς Τατάρνης Εὐρυτανίας)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Οὐρανοφάντορα μέγαν ἐν γεννητοῖς γυναικῶν, Βασίλειον συμφώνως, δεῦτε πάντες ἐν ὕμνοις, καὶ ᾄσμασιν ἡδίστοις καὶ ἐν ψαλμοῖς, ἐπαξίως τιμήσωμεν, ὅτι τετίμηται οὗτος παρὰ Θεοῦ, ὡς θεράπων γνησιώτατος.
Ἐν Νικαέων τῇ πόλει πιστοὶ ἀπέλθωμεν, καὶ φαῦσιν θαυμασίων, προσβλέψωμεν πραγμάτων, Βασίλειος ὁ μέγας τερατουργεῖ, τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ψυχοφθόρα διδάγματα δυσσεβῶν, καταργεῖ, ταῖς ἔργων λάμψεσι.
Σήμερον θαῦμα δεικνύει περιφανέστατον, τὴν ὅρασιν ἐκπλῆττον, τὴν καρδίαν εὐφραῖνον, λαὸν ἐπιστηρῖζον τὸν τοῦ Θεοῦ, τῶν δογμάτων ἀντέχεσθαι, ὁ ἐν σοφίᾳ ἐκλάμψας ἀρχιερεύς, μεγαλώνυμος Βασίλειος.
Ἐν θυραυλίᾳ ἐθρήνουν οἱ Νικαεῖς γοερῶς, τὰς πύλας κεκλεισμένας, ἐκκλησίας ὁρῶντες, Βασίλειος θαρσεῖτε θεοπρεπῶς, ἐν ἰσχύϊ ἀντέλεγεν, ἰδοὺ τὰς θύρας ἀνοίγω δότε λοιπόν, μεγαλωσύνην τῷ Θεῷ ἡμῶν.
Δόξα. Ἦχος α΄.
Οὐρανοφάντορος μνήμη ἐφέστηκεν, ὁ Καισαρείας ποιμήν, καὶ οἰκουμένης φωστήρ, καταυγάζει τῶν θαυμάτων ταῖς λάμψεσι, τὰς διανοίας τῶν ἀσθενῶν, καὶ ὡς δυνατὸν ἐπιστηρίζει τοὺς κραυγάζοντας· χαίροις Βασίλειε, ἀρχιερέων ἀγλάϊσμα.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέλανα κατηφῆ, τὰ πρόσωπα ὑπάρχει, αἱρετικῶν ταῖς θείαις, Μεγάλου Βασιλείου, πανσόφοις ἀποδείξεσι.
Στ.: Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ· εἰσέλθετε ἐνώπιον Αὐτοῦ ἐν ἀγαλλιάσει.
Γάννυται ὁ χορός, τῶν Ὀρθοδόξων μάλα, τῆς ἐκκλησίας ἔχων, κυρείαν Βασιλείου, μεγίστου ταῖς ἐντεύξεσι.
Στ.: Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις.
Πύλας καθολικῆς, ἀνοίξας ἐκκλησίας, ἐν τῇ Νικαίᾳ πάλαι, τοὺς ὑμνητάς σου Πάτερ, Βασίλειε περίσῳζε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πύλην Σὲ φωτεινήν, τοῦ οὐρανοῦ εὑρόντες, Παρθένε δυσωποῦμεν, τῆς ἁμαρτίας σκότος, ἐκμείωσον πρεσβείαις σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παράδοξον θέαμα ἐν τῇ Νικαίᾳ λαοί, προσβλέψωμεν σήμερον πῶς ὁ θεράπων Χριστοῦ, ὁ Μέγας Βασίλειος, πύλας τῆς ἐκκλησίας, θαυμαστῶς διανοίγει, ἵνα τοὺς Ὀρθοδόξους, ἐν τῇ πίστει κρατύνει· διὸ καὶ γηθοσύνως αὐτοῦ, τὴν μνήμην τιμήσωμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχο δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς τοῦ κόσμου συγχύσεως, παριδὼν ἅπαν φρόνημα, γεηρῶν παρέδραμες τὸ χαμαίζηλον, καὶ θεωρίας τῆς κρείττονος, τὸν νοῦν ἐμφορούμενος, ὁλοτρόπῳ τῷ Θεῷ, ἱερώθης Βασίλειε, πανσεβάσμιε, καὶ θαυμάτων σαγήνῃ τοὺς ἐν σκότει, τοῦ βυθοῦ τῆς ἀγνωσίας, πρὸς φῶς ζωγρήσας ἀνήγαγες.
Εἴ τι δύνασαι ποίησον, βοηθῶν ἡμῖν τάχιστα, κερτομῶν ἀνόμων τὰ πανουργεύματα, ἰδοὺ προσαίται τῆς χάριτος, τοῦ Πνεύματος πέλομεν, ἐνοικούσης ἱερῶς, σοὶ Βασίλειε σπούδασον, τὴν ἀπόδοσιν, παρασχεῖν Ἐκκλησίας Ὀρθοδόξοις, Νικαεῖς μεγαλοφώνως, ἐν ἀπογνώσει ἐδέοντο.
Παραδόσεις Βασίλειος, τοῦ Θεοῦ ἀπεκρίνατο, σθεναρῶς κρατεῖτε καὶ ἐπαυχένιον, ζεύγλην Χριστοῦ ἀναλάβετε, τοὺς γνώμῃ νοσήσαντας, νουθετοῦντες εὐθαρσῶς, μὴ τῷ ψεύδει ἐμμένωσιν· μὴ πτοεῖσθε δέ, ἐκδιῶξαι προσέρχομαι τὴν πλάνην, τὴν χαρὰν ὑμῖν κομίζων, καὶ τὴν ἐλπίδα τῆς πίστεως.
Ἕτερα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Δεῦτε, καὶ χεῖρας πάντες πιστοί, μετ’ εὐφροσύνης νῦν κροτήσωμεν ᾄδοντες, καὶ ψάλλοντες τῷ Κυρίῳ, τῷ ἐν Ἁγίοις Αὐτοῦ, ἐνδοξαζομένῳ θαυμαστότατα· ὁμοῦ δὲ τιμήσωμεν, τὸν Ἱεράρχην Βασίλειον, τοῦ Παρακλήτου, τὸ ἁγνὸν οἰκητήριον, τὸν μελίῤῥυτον, παιδευτὴν καὶ διδάσκαλον· ὅτι ἐν τῇ Νικαίᾳ νῦν, τὰς πύλας ἠνέῳξε, θαυματουργῶν ἐκκλησίας, τοῖς Ὀρθοδόξοις διδοὺς αὐτήν· διὸ καὶ πρεσβεύει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Χαίροις, Ἱεραρχῶν ὁ κανών, ὁ χρυσαυγίζων ἐν δογμάτων ταῖς λάμψεσι, καὶ πάντας ὀφθαλμιῶντας, κακοδοξίᾳ στυγνῇ, καταυγάζων πλήθεσι τῶν σημείων σου· ἰδοὺ γὰρ Βασίλειε, κατὰ τὴν σήμερον ἵστασαι, χεῖρας ἐκτείνεις, καὶ ναοῦ πύλαι αἵρονται, αὐτῶν κλεῖθρα δέ, καὶ μοχλοὶ συνεπαίρονται· δόξα τῷ πανοικτίρμονι, μεγάλῳ Θεῷ ἡμῶν, τῷ σοὶ ἰσχὺν δεδωκότι, τελεῖν ἐξαίσια τέρατα· ᾧ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Χαίροις, ὁ θυρεὸς τῶν πιστῶν, τῆς Ἐκκλησίας τὸ στεῤῥὸν ἀμυντήριον, φλογίνη ὄντως ῥομφαία, κατεμπιπρῶσα ἑσμόν, ληρωδούντων βλάσφημα ἐννοήματα· διδάσκεις Βασίλειε, σέβειν Μονάδα θεότητος, Τριαδικὴν δέ, τοῖς προσώποις ὑπάρχουσα, ἀκατάληπτον, τοῖς ἀνθρώποις τυγχάνουσαν. Κύριον δὲ Θεάνθρωπον, ἐν δύο ταῖς φύσεσι, μιᾷ δὲ τῇ ὑποστάσει, σώζοντα φύραμα βρότειον, Χριστὸν Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Πάλιν καθ’ ἡμῶν τὴν οἰκείαν ὁ ἀλάστωρ ἐπεδείξατο λύσσαν, καὶ ὁπλίσας ἑαυτὸν λόγοις μίσους, καὶ συνεργοῖς χρησάμενος, ἀνδράσι λαλοῦσι διεστραμμένα, τοῖς τοῦ Χριστοῦ πένησιν ἐπεστράτευσεν· ὅμως τὰς ἐπινοίας αὐτοῦ διεσκέδασεν ὁ μέγιστος ἐν Ἱεράρχαις· ἰδὼν γὰρ τὸν τῆς Νικαίας λαόν, ὀλοφυρόμενον στέρησιν κυριότητος τῶν τῆς ἐκκλησίας σηκῶν, ἐκτείνας τὰς χεῖρας πρὸς οὐρανόν, καὶ θερμῶς προσευξάμενος, τὰς κεκλεισμένας θύρας τοῦ ναοῦ ἠνέῳξε, καὶ παρέθεσε αὐτὸν εἰς λατρείαν τοῖς Ὀρθοδόξοις· ὅθεν καὶ ἡμεῖς κραυγάσωμεν· Ἱεράρχα Βασίλειε, πρεσβείαις σου ἄνοιξον ἡμῖν, Παραδείσου τὰς πύλας.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Βασιλειῶν τρίτης τὸ Ἀνάγνωσμα (Κεφ. 10, 22-23, 27-31)
Ἔστη Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διαπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεός Ἰσραήλ, οὐκ ἔστι Θεὸς ὡς σὺ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα ἐν τῷ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου· πρὸς σὲ σήμερον, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον, ὃν εἴπας, ἔσται τὸ ὄνομά σου ἐκεῖ. Τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου, καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύχωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ εἰς τὸν τόπον τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ, καὶ ποιήσεις, καὶ ἵλεως ἔσῃ αὐτοῖς.
Παροιμιῶν τὸ ἀνάγνωσμα (Κεφ. 3, 19-34)
Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύει δρόσον. Υἱέ, μὴ παραρρυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾗ περὶ τῷ τραχήλῳ· ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου· ἵνα πορεύῃ πεποιθώς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἠδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τὶ τέξεται ἡ ἐπιοῦσα. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μήτι εἰς σὲ ἐργάσητε κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζήλου τὰς ὁδούς αὐτῶν· ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδρευει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ὁ ἐν γλώττησι πάλαι πυρὸς τοὺς Ἀποστόλους Αὐτοῦ σοφίσας, οὗτος καὶ νῦν φλεγομένην τὴν καρδίαν σου καθίστησι, καὶ σοφοῖ σε παμμακάριστε Βασίλειε, τρανῶς τοῦ φθέγγεσθαι τὰ μεγαλεῖα τοῦ Θεοῦ. Καὶ γὰρ ἐν σοὶ λόγος καὶ ἔργον συνῆπται, θεωρία καὶ πρᾶξις συνεκράθη· ὅθεν ἐγγλώτως σήμερον, τῆς νοητῆς μάνδρας τὰς πύλας διανοίξας, τὸ ὑπὸ τῶν ῥημάτων σου ἑαλωκὸς εἰς εὐσέβειαν μυρίαμνον ποίμνιον, ἔνδον αὐτῆς εἰσήγαγες, τῇ χλόῃ τῶν διδαγμάτων ἐκτρέφων, καὶ τῷ ὕδατι τῆς ἀληθείας ποτίζων, ἰσάγγελε Βασίλειε.
Ὁ αὐτός.
Ἰδὼν ὁ φιλόψυχος Πλάστης, ὁ κηδόμενος ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων, τὰ πρόβατα Αὐτοῦ μὴ ἔχοντα τόπον καταπαύσεως, ὀργάνῳ χρῆταί σοι Βασίλειε, παραμυθῆσαι τὸν λαὸν αὐτοῦ, καὶ εἰσοδεῦσαι αὐτὸν εἰς σκήνωμα δόξης αὐτοῦ, ἵνα πάντες κραυγάζωσιν· Ἅγιος εἶ Κύριε.
Ἦχος γ΄.
Εἰσέλθετε εἰς τὰς αὐλὰς τοῦ Κυρίου ἐν ὕμνοις, δοξάσατε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ· εβόας Βασίλειε· ὅθεν ὁ θεοσύλλεκτος τῶν Νικαέων δῆμος, προβαίνων τεθηπὼς εἰς ναὸν Θεοῦ Σαβαώθ, ἀφορῶν πρὸς Χριστόν, ἔψαλλεν· Ἀλληλούϊα.
Ἦχος δ΄.
Ὡς τῶν ἐμψύχων πέφηνας ὀρθὸς καθηγητής, οὕτω καὶ τῶν ἀψύχων γέγονας κελευστής. Προτρέπεις βροτοὺς τὰς θύρας τῶν καρδιῶν αὐτῶν ἀνοίγειν τοῖς λόγοις τοῖς χάριτος, καὶ παραγγέλλεις ταῖς πύλαις τοῦ ναοῦ, ἀθρόως αἴρεσθαι. Τρισόλβιε Βασίλειε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. α΄.
Σήμερον Κύριε ἐπεβλέψας ἐπὶ τὴν δέησιν τοῦ Ὁσίου Σου, ἤκουσας τῶν λόγων καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός Σου καὶ μέγας ἐν Ἱεράρχαις, προσηύξατο ἐνώπιόν Σου. Τὴν αἴτησιν αὐτοῦ οὐ παρεῖδες, ἀλλ’ ἤνοιξας τὰς πύλας τῆς καθολικῆς ἐκκλησίας, ἵνα ἔνδοθεν αὐτῆς εἰσακούῃς τῆς δεήσεως τοῦ νέου Ἰσραήλ, καὶ ἵλεως γένῃ αὐτοῖς.
Δόξα. Ἦχος πλ. δ΄.
Ὡς ἀγαπητὰ τὰ σκηνώματά Σου, Κύριε τῶν δυνάμεων· ἐπεπόθησαν καὶ ἐξέλιπον αἱ ψυχαὶ τῶν δούλων Σου εἰς τὰς αὐλάς Σου Κύριε, καὶ ζητοῦσαι τὴν εἴσοδον εἰς τὸ πανάγιον θυσιαστήριόν Σου, εὗρον ὑπερασπιστὴν τὸν Μέγαν Βασίλειον. Τούτου γὰρ ταῖς εὐχαῖς, αἱ θύραι τοῦ ναοῦ Σου ἠνοίχθησαν, ὅπως αἱ ψυχαὶ τῶν πενήτων Σου, ἐπὶ Θεοῦ ζῶντα ἀγαλλιασθῶσιν. Αὐτοῦ πρεσβείαις, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τὰ οὐράνια ὑμνεῖ Σε, Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν Σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Βασίλειος πάρεστι λαοί, δογματίζων ἄριστα, τὰ τῆς Τριάδος ἀπόῤῥητα, καὶ ἀνερμήνευτα, καὶ ποτίζων πάντας, νάματα τῆς γνώσεως, ὡς λύων τῆς Γραφῆς τὰ δυσέφικτα. Αὐτῷ βοήσωμεν· θείᾳ γνώσει τριφεγγοῦς Αὐγῆς, τὰς καρδίας ἡμῶν καταλάμπρυνον.
Στ.: Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ· εἰσέλθετε ἐνώπιον Αὐτοῦ ἐν ἀγαλλιάσει.
Βασίλειος χεῖρας νῦν ὑψοῖ, πρὸς Θεὸν ἱκέτιδας, ἀντιβολῶν καὶ δεόμενος, ὑπὲρ τοῦ Κύριον, τῆς φωνῆς ἀκοῦσαι, δούλων ἀγαθῶν Αὐτοῦ, καὶ δοῦναι εἰσελθεῖν εἰς ναὸν Αὐτοῦ, ὅπως προσεύξωνται, καὶ θυσίαν τὴν ἀναίμακτον, ἐν εἰρήνῃ πάντοτε προσφέρωσιν.
Στ.: Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις.
Βασίλειε ἄκουσμα τερπνόν, Ὀρθοδόξοις γέγονας, ἡδῦνον πᾶσαν διάνοιαν, ὁμοῦ καὶ αἴσθησιν· σήμερον ἐν πόλει, Νικαέων μέγιστον, σημεῖον αὐτουργεῖς θείᾳ χάριτι, ὡς πρὸς ἐπίῤῥωσιν, διδαχῶν τε καὶ φθεγμάτων σου, δι’ ὧν πράττειν, τὴν ἀλήθειαν στέργομεν.
Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον ἡ φίλεργος τῆς Ἐκκλησίας μέλισσα, Ἀρχιερέων τὸ κάλλος, ὁ Καισαρείας προεστώς, ὁ Μέγας Βασίλειος κράξας φωνῇ μεγάλῃ, παραδόξως πύλας ἀνοίγει, τῆς καθολικῆς ἐκκλησίας. Καὶ τὴν κυρείαν τοῦ ναοῦ, τοῖς Ὀρθοδόξοις ἀποδίδει, ποιῶν οὕτω κρῖμα τοῖς ἀδικουμένοις, καὶ ἐμπιπλῶν τροφῆς τοὺς πεινῶντας, τὸν Οὐράνιον Ἄρτον. Αὐτοῦ πρεσβείαις Κύριε, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παράδοξον θέαμα ἐν τῇ Νικαίᾳ λαοί, προσβλέψωμεν σήμερον πῶς ὁ θεράπων Χριστοῦ, ὁ Μέγας Βασίλειος, πύλας τῆς ἐκκλησίας, θαυμαστῶς διανοίγει, ἵνα τοὺς Ὀρθοδόξους, ἐν τῇ πίστει κρατύνει· διὸ καὶ γηθοσύνως αὐτοῦ, τὴν μνήμην τιμήσωμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Αἱ πύλαι οὐρανοῦ, ἀνοιγέσθωσαν δόξῃ, Βασίλειος λαμπρῶς, νῦν προβαίνειν δοξάζων, Τριάδα ἀχώριστον, παντουργὸν ἀκατάληπτον, μίαν Δύναμιν, μίαν Ἀρχὴν καὶ Οὐσίαν, τρισσουμένην δέ, ταῖς ὑποστάσεσι φύσει, ζωὴν πᾶσι πνέουσαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε ἁγνή, Θεοτόκε Μαρία, σεμνὴ καταφυγή, καὶ παράκλησις θεία, τοῦ κόσμου διάσωσμα, οὐρανῶν ἀγαλλίαμα, πύλας ἄνοιξον, τοῦ Παραδείσου ἡ Πύλη, ἣν διώδευσε, Χριστὸς ὁ Κύριος πάλιν, ἀφεὶς κεκλεισμένην σέ.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Πύλας διάνοιξον, τῆς μετανοίας μοι, πύλας ὁ λόγῳ σου, ὥσπερ ναοῦ ποτέ, ἤνοιξας θράσος δυσσεβῶν, Βασίλειε καταισχύνας· ἵνα τοῖς δακρύων μου, ῥείθροις πλύνω ἐγκλήματα, καὶ ἀνόμων ἔργων μου, τὸ δυσώνυμον ἄθροισμα· τῷ σῷ ναῷ παμμάκαρ προσπίπτω, κράζων· μὴ μὲ ἐγκαταλίπῃς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀνερμήνευτον, θαῦμα τοῦ τόκου Σου, καὶ ἀκατάληπτον, ξένον τοῦ τρόπου Σου, οὐδεὶς δυνήσεται ἁγνή, Παρθένε κατανοῆσαι· τὸν ἀπερινόητον, ἐν νηδύϊ Σου ἔσχηκας, νόες ὃν οὐράνιοι, προσεγγῖσαι οὐ δύνανται· διὸ Σὲ μακαρίζομεν πάντες· χαῖρε ἡ κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ δεξιώτατος πιστῶν παραστάτης, Ἁγίου Πνεύματος ἡδεῖα ἡ σάλπιγξ, ὁ μυστογράφος θείων ὑψηλῶν ἐννοιῶν, ἐν Νικαίᾳ σήμερον, καταπλήττει εἰκόως, Ὀρθοδόξων σύλλογον, θαῦμα μέγιστον δείξας· ἀποδεικνύων ὅτι δυνατά, πάντα ὑπάρχει, τῷ οὕτω πιστεύοντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπηλπισμένων τὴν βεβαίαν ἐλπίδα, πολεμουμένων κραταιὰν προστασίαν, βυθιζομένων πόντῳ κελαινῷ τῶν κακῶν, ἄμεσον ἀντίληψιν, ἀκαταίσχυντον ῥῦστιν, δεῦτε πάντες μέλψωμεν, τὴν Μητέρα Κυρίου, καὶ ὁλοθύμως κράξωμεν αὐτῇ· μὴ διαλίπῃς, ἡμᾶς ἐνισχύουσα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ· εἰσέλθετε ἐνώπιον Αὐτοῦ ἐν ἀγαλλιάσει.
Στ.: Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἔφθασεν ἰδοὺ ἡ ἑόρτιος ἡμέρα τοῦ Μεγάλου Βασιλείου, τὸ ἅγιον ἔθνος καταφαιδρύνουσα. Οὐρανόθεν ὁ θεῖος ἀδάμας, δωρεῖται τοῖς εὐλαβῶς τιμῶσιν αὐτόν, θείαν ἐπίγνωσιν, διανοίγων τοὺς τῆς διανοίας ὀφθαλμούς, εἰς διδαγμάτων κατανόησιν, Τριάδος τῆς Ἁγίας. Αὐτῷ βοήσωμεν· ῥῦσαι δεόμεθα Ἅγιε, σκότους ἀγνωσίας καὶ χαυνώσεως χαλεπῆς τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α’. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.
Ὁ βαθύνους πατήρ, καὶ τῆς σοφίας κρατήρ, ὁ μεγαλώνυμος Βασίλειος τιμάσθω σήμερον ἐνθέοις μελουργήμασιν· αὐτὸν ὁ Θεὸς ἡμῶν κλεινῶς ἐδόξασεν.
Τῷ Σωτῆρι Θεῷ, τῷ Βασιλείου λαόν, διὰ θαυμάτων ἐνισχύσαντι, καὶ εἰς νομὰς σωτηριώδεις ὁδηγήσαντι, Αὐτῷ μόνῳ ᾄσωμεν ὅτι δεδόξασται.
Ὁ Τριάδος ναός, ναοῦ τὰς πύλας ὁρῶν, ἐσφραγισμένας ἐξανίσταται, καὶ θαυμασίως διανοίγει τῷ λαῷ βοῶν· Χριστῷ μόνῳ ᾄσωμεν ὅτι δεδόξασται.
Θεοτοκίον.
Ἡ τὰς φύσεις Χριστοῦ, ἐν τῇ νηδύϊ αὐτῆς, μυστικοτρόπως συναρμόσασα, ἡ τὴν ἀρὰν τῶν πρωτοπλάστων ἀφανίσασα, ἀεὶ μακαρίζεται, ὡς προεφήτευσεν.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γερμανοῦ
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας,
Δογμάτων ὁ πλοῦτος ὁ τῶν πιστῶν, τῆς θεολογίας, ὁ ἀκένωτος θησαυρός, ὁ οὐρανοφάντων μεγαλόνους, ὁ παμφαὴς εὐφημείσθω Βασίλειος.
Τὸν θεῖόν σου κάλαμον τοῦ νοός, εἰς πόντον ἐμβάψας, φωταυγείας θεοφαοῦς, γράφεις καὶ διδάσκεις καὶ φωτίζεις, ὡς Ἱεράρχαις ἐμπρέπει Βασίλειε.
Τὰς πύλας διήνοιξας τοῦ ναοῦ, καὶ τοῖς Ὀρθοδόξοις, ἐπανέδωκας τὴν χαράν, τοῦ δοξάζειν ἄναρχον Τριάδα, ἐν ἐκκλησίᾳ ὁσίων Βασίλειε.
Θεοτοκίον.
Γῆ εὔφορε Κόρη ἡ τοῦ παντός, τὸν Δωρεοδότην, γεωργήσασα ἐν γαστρί, παντοίας κολάσεώς με ῥῦσαι, τὸν ὑπὲρ πάντας βροτοὺς ἁμαρτήσαντα.
ᾨδὴ γ’. Δυνάμει τοῦ Σταυροῦ Σου Χριστέ.
Δυνάμει τοῦ Σταυροῦ Σου Χριστέ, ὁ Καισαρείας λύχνος πάμφωτος, πύλας ἀνοίγει Βασίλειος, Σὲ δοξάζων παντοδύναμε.
Τὰς θύρας τοῦ ναοῦ εὑρηκώς, συγκεκλεισμένας πάλιν ἤνοιξε, θαυματουργῶν ὁ Βασίλειος, ὄμμα τείνων πρὸς οὐράνια.
Ἀνάμνησιν ποιούμενοι νῦν, τοῦ θαυμασίου ὅπερ ἔδραμεν, εἰς οἰκουμένης τὰ πέρατα, τὸν Βασίλειον γεραίρομεν,
Θεοτοκίον.
Ἐπέγνωσαν Χριστὸν προσκυνεῖν, τὸν ἐκ Παρθένου ἀναλάμψαντα, τῶν πλανωμένων αἱ φάλαγγες, Βασιλείου ταῖς δυνάμεσι.
Ἕτερος. Οὐρανίας ἁψῖδος.
Ὁ ἀείῤῥους ναμάτων ζωοποιῶν χείμαῤῥος, ὁ τῆς Ἐκκλησίας κατάρδων λόγοις ἁγνότητος, σήμερον πάρεστι, τοὺς Ὀρθοδόξους εὐφραίνων, καὶ δροσίζων ῥήμασι, θείοις Βασίλειος.
Ὥσπερ μέλισσα ἄνθη συλᾷ πολλὰ εὔοσμα, οὕτως ἀρετῶν εὐωδίαις σαυτὸν ἐμύρισας· καπνῷ δὲ Πνεύματος, αἱρετιζόντων χορείας, σίμβλων ἀπεμάκρυνας, θείων Βασίλειε.
Ἰσραὴλ πάλαι τείχη Ἱεριχοῦς ἔῤῥιπτε, ἤχῳ τῶν σαλπίγγων ἑπτάκις περικυκλούμενα· τὴν κυριότητα, νῦν Ἰσραὴλ δὲ ὁ νέος, τοῦ ναοῦ λαμβάνει εὐχαῖς σου Βασίλειε.
Θεοτοκίον.
Ἐκθαμβούνται Ἀγγέλων αἱ στρατιαὶ πάναγνε, πῶς ἐπὶ πτερύγων καθέζῃ αὐτῶν ὡς Ἄνασσα, Σὺ εἶ ἡ βαστάσασα, ἐν ταῖς ἀγκάλαις ὡς βρέφος, τὸν τὴν κτίσιν ἅπασαν, λόγῳ ποιήσαντα.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὑμνήσωμεν φαιδρῶς, ἀλαλάξωμεν πίστει, Χριστοῦ προασπιστήν, Ὀρθοδόξων τὸ κέρας, ὑψοῦντα Βασίλειον, τὸν ἠρκότα ἐν Πνεύματι, πύλην ἄῤῥηκτον, καθολικῆς ἐκκλησίας, καὶ αἰσχύναντα, αἱρετικῶν φληναφίαν, καὶ μέθην πανώλεθρον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μολύνας τὴν ψυχήν, ἁμαρτίαις παντοίαις, Ἀμόλυντε σκηνή, τοῦ Θεοῦ καὶ Σωτῆρος, ἀπόπλυνον κάθαρον, τῇ θερμῇ μεσιτείᾳ Σου, ῥύπον ἅπαντα, ἐκδυσωπῶ Θεοτόκε, μὴ κατάβρωμα, ἐχθροῦ φανῶ ἐν ἡμέρᾳ, φρικτῆς ἀποφάσεως.
ᾨδὴ δ’Ἀκήκοα Κύριε τὴν ἐκ τοῦ τάφου Σου.
Οὐράνια ἔπαινον καὶ γῆ τὸν αἶνον προσάγουσι, τῷ θεράποντί Σου, τῷ γνησίῳ Σου Κύριε.
Χρηστὲ προϊστάμενε τῆς Ἐκκλησίας Βασίλειε, Ὀρθοδόξων γένος, ἐν ἑνότητι φύλαξον.
Ἀκήκοε Κύριε θεόφρων δῆμος τὰ θαύματα, τὰ τοῦ Βασιλείου, καὶ δειλίαν ἀπεβάλετο.
Θεοτοκίον.
Ζωὴν ἐνυπόστατον ἐν τῇ γαστρί Σου συνείληφας, κράτος τοῦ θανάτου, καταλύουσαν Δέσποινα.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Οὐρανόθεν Βασίλειε, σὺν Ἁγίων τάγμασι χάριν ἄφθονον, ἐπιπέμπεις τοῖς τιμῶσί σε, καὶ ὁμολογοῦσί σε πανάριστον.
Τοὺς λοιμώδεις καὶ ἅρπαγας, ἐκδιώκων πλάνους θεοσοφίας σου, ἀκραιφνῆ θεομακάριστε, πίστιν Ὀρθοδόξων συνετήρησας.
Θαυμαστῶς ὁ Βασίλειος, τὸν ναὸν πιστοῖς δούλοις παραδίδωσι, δικαιῶν τοὺς ἀνακράζοντας· δόξα τῇ δυνάμει Σου φιλάνθρωπε.
Θεοτοκίον.
Ῥαθυμοῦντα πανάμωμε, τοῦ μετανοεῖν με ἁγνὴ ἀνάστησον, ἀγαθὰς δὲ πύλας ἄνοιξον, σωτηρίας ὅπως μεγαλύνω Σε.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Παράδοξον τελούμενον ἔβλεπον, οἱ Νικαεῖς, καὶ δοξολογίαν Σοι, Χριστὲ ἐν φόβῳ ἀνέπεμπον.
Τὰς πύλας ὑπανοίξας Βασίλειε, τὰς τοῦ ναοῦ, δεῦτε καὶ λατρεύσωμεν, Χριστῷ ἐβόας θεσπέσιε.
Λαὸν ἀπεγνωσμένον συνήγειρας, κράζειν σοφέ· Σὺ γὰρ εἶ Θεὸς Χριστέ, ἐκτός Σου ἄλλον οὐκ οἴδαμεν.
Θεοτοκίον.
Τὴν φύσιν τῶν βροτῶν ἀνεκάθηρας, καθαρισμόν, ὡς κυοφορήσασα, Χριστὸν Ἁγνὴ τῶν ψυχῶν ἡμῶν.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Φωτισμὸν εὐσεβείας, λάμψον τοῖς ὑμνοῦσί σε Πάτερ Βασίλειε, ἱερολογίαις, ὁ λαμπρύνας καρδίας αἰδήμονας· ἵνα ἃ διδάσκεις, θεοπρεπῶς ἐγκολπωθῶμεν, καὶ ποιῶμεν ἀεὶ κατὰ δύναμιν.
Εὐφροσύνης ἡμέρα, σήμερον ἀνέτειλε κόσμου τοῖς πέρασι· δεῦτε ἀληθείας, τὸν ἀμύντορα πόθῳ αἰνέσωμεν· πτήξας γὰρ μηδόλως, τὸ ἀπηνὲς τοῦ βασιλέως, νικηφόρος ὡράθη Βασίλειος.
Ἐν Νικαίᾳ τῇ πόλει, τοῦ Θεοῦ συνάρσει προσβλέψωμεν θέαμα· πύλαι ἐκκλησίας, παραδόξως ἀνοίγονται νεύματι, τοῦ πνευματεμφόρου, ἐν Ἱεράρχαις Βασιλείου, οὗ τὴν ἄληστον μνήμην γεραίρομεν.
Θεοτοκίον.
Μολυσμάτων ὁ σάλος, πάναγνε βυθῷ ἀπωλείας καθέλκει με, καὶ τῇ τρικυμίᾳ, τῶν παθῶν μου ποντίζομαι ἄπρακτος· Δέσποινα Παρθένε, μὴ ναυτιῶντα ὑπερίδῃς, ἀλλ’ εἰρήνην τῷ δούλῳ Σου χάρισαι.
ᾨδὴ στ’. Μαινομένην κλύδωνι.
Ἐκκλησίας ἅπασα, ἐνεργεῖται ἡ διαγωγή, θεοσόφως ἔγραφες Βασίλειε, πάνυ σαφῶς, διὰ τοῦ Πνεύματος ἄριστα.
Γνῶσιν ὁ Βασίλειος, Ὀρθοδόξοις πίστεως ὀρθῆς, τῆς ἀγούσης πάντας ἐχαρίσατο, πρὸς τὴν ζωήν, καὶ σωτηρίαν αἰώνιον.
Νικαέων χώματα, ἡγιάσθη βήμασι σεπτοῖς, Βασιλείου θαῦμα ἐμποιήσαντος, οὗ ταῖ εὐχαῖς, ἄνωθεν πίστιν φυλάξωμεν.
Θεοτοκίον.
Ἐρευνῆσαι Δέσποινα, οὐ τολμῶμεν βάθος τὸ φρικτόν, μυστηρίου τῆς κυοφορίας Σου, μόνον ἀεί, Σὲ μακαρίζειν ἐτάχθημεν.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Βλεφάροις σου νυσταγμόν, ἀνάπαυσιν τοῖς κροτάφοις δέ, οὐκ ἔδωκας ἕως οὗ, παμμάκαρ Βασίλειε, τοὺς λύκους ἀπήλασας, τοὺς δαιμονιώδεις, ψυχοτρόφοις σου διδάγμασι.
Τριάδα προσωπικῶς, Μονάδα ἐν οὐσιότητι, ἀρχίφωτον παντουργόν, ὑμνεῖτε ἐκραύγαζες, συντόνως Βασίλειε, ὀρθοδόξως ταύτην, ἐννοοῦντες καὶ λατρεύοντες.
Τὰς πύλας τῶν οὐρανῶν, διάνοιξον μεσιτείαις σου, ὡς πύλας τὰς τοῦ ναοῦ, ἠνέῳξας ἔνδοξε, Βασίλειε Ὅσιε, Καισαρείας κλέος, Ὀρθοδόξων τὸ στερέωμα.
Θεοτοκίον.
Ἁπάντων Χριστιανῶν, τὸ καύχημα πέλεις ἄχραντε· Χριστὸς γὰρ ἐν Σῇ γαστρί, τὴν σάρκα δανείζεται, καὶ τίκτεις Θεάνθρωπον, τοῦ Πατρὸς τὸν Λόγον, ὑπὲρ λόγον τε καὶ ἔννοιαν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῶν Ὀρθοδόξων τὰ συστήματα ὑμνείτωσαν, τὸν ἀντιλήπτορα αὐτῶν καὶ εὐφημείσθωσαν, ὅτι θαῦμα ἐνεδείξατο ἐν Νικαίᾳ· θύρας ἤνοιξε ναοῦ καὶ τοῦτον ἔθετο, εἰς λατρείαν τοῖς πιστοῖς ἵνα κραυγάζωσι· Χαίροις μέγιστε, Ἱεράρχα Βασίλειε.
Ὁ Οἶκος.
Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν, καὶ πρὸ τῆς πολιᾶς; τίς οὕτω πλήρης παιδεύσεως ὡς ἐφικτὸν τῇ ἀνθρωπίνῃ φύσει; Τίς ἑαυτὸν ἐκάθηρε τῷ Πνεύματι, καὶ ἄξιον τοῦ διηγεῖσθαι τὰ θεῖα παρεσκεύασεν; Τίς δὲ μᾶλλον ἐφωτίσθη φῶς γνώσεως, καὶ διέκυψεν εἰς τὰ βάθη τοῦ Πνεύματος, καὶ μετὰ Θεοῦ τὰ περὶ Θεοῦ διεσκέψατο; Πάντως ὁ σήμερον ἐνδοξαζόμενος· ὁ τὴν διάνοιαν πεπυκνωμένος καὶ πεφραγμένος, ὁ πολλὰ τοῖς θείοις λόγοις ἐμμελετήσας, πολλὰ δὲ τῇ σαρκὶ νομοθετήσας εἰς ὑποταγὴν πνεύματος, ὁ λαμπτὴρ τῆς Ἐκκλησίας ὁ περιφανὴς καὶ περιβόητος, ὁ μεγαλώνυμος ἐν ἀρχιερεῦσι. Διὸ πᾶντες εὐφραινόμενοι κραυγάσωμεν· Χαίροις, μέγιστε Ἱεράρχα Βασίλειε.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὀ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας, καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Πῶς οὐκ ἂν ἦρε Βασίλειε τὰς πύλας,
Μέγας ναός σοι τῷ νῷ τῷ ἐμψύχῳ;
Τῇ δ’ ἐνάτῃ δεκάτῃ Βασίλειος θαῦμα ἔῤῥεξεν.
Οὐάλεντος (364-378) τὰ σκῆπτρα τῆς τῶν Ῥωμαίων βασιλείας κρατοῦντος, ἀρχιερεῖς τινες τὰ τοῦ Ἀρείου βλάσφημα ῥήματα πρεσβεύοντες μετὰ καὶ ἱερέων κακογνώμονων, ἐκ Νικαίας τῆς Κωνσταντίνου καταλαμβάνουσι καὶ πρὸς τὸν βασιλέαν γενόμενοι τὴν κυριείαν τοῦ ἐν τῇ Νικαίᾳ μεγίστου μητροπολιτικοῦ ναοῦ αἰτοῦνται. Ὁ δὲ Οὐάλης τὴν αὐτὴν δεινὴν κακοδοξίαν πάσχων, ἐκέλευσε δοθῆναι τὸν ναὸν αὐτοῖς, στρατιώτας πέμψας ἅμα μετ’ αὐτῶν τοῦ ἐκδιώξαι τὸν εὐσεβῆ καὶ ὀρθῶς δοξάζοντα καὶ θεραπεύοντα Θεὸν ἐκεῖσε ἀρχιερέα. Τοῦτο οὖν μαθόντες οἱ τῶν Ὀρθοδόξων ἐν Νικαίᾳ ἀντεχόμενοι παραδόσεων, εὐθὺς τὸν τῆς Καισαρείας πρόεδρον, τὸν Μέγαν δηλονότι Βασίλειον εἰς ἀντίληψιν ἐπικαλοῦνται, ἐκδυσωποῦντες αὐτὸν ἵνα τῷ βασιλεῖ μεσιτεύσῃ, τῆς τοιαύτης ἀποφάσεως αὐτὸν ἀποτρέψῃ, καὶ ὑπὲρ αὐτῶν ἱκετεύσῃ.
Βασίλειος δὲ εἰς τὴν τῶν πόλεων βασιλίδα ἀπελθών, καὶ στὰς κατενώπιον τοῦ βασιλέως, παῤῥησίᾳ ἔφη αὐτῷ: «Ὁ προφήτης Δαυΐδ, λέγει· Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ, ὁ δὲ σοφὸς Σολομών· Κρίσις βασιλέως, δικαιοσύνη. Ὅθεν ἵνα τί, ὦ βασιλεῦ, ἄνευ κρίσεως δικαίας, τοῖς μὲν Ὀρθοδόξοις τὴν εἴσοδον ἐν τῷ πατρώῳ ναῷ κωλύεις, τοῖς δὲ κακοδόξοις ἀρειανοῖς εἰς λατρείαν αὐτὸν παραδιδώς;» Ὑπολαβὼν δὲ καὶ λοξῷ πρὸς αὐτὸν τῷ ὄμματι ἀπιδὼν ἀπεκρίθη ὁ βασιλεύς: «Καὶ πάλιν ὁρῶ σε, ὡς οὐκ εἰκός, εἰς ὕβρεις τραπέντα, ὦ Βασίλειε, ἀλλὰ τὰ νῦν οὐκ ὀρθῶς ἐλέγχεις με». Καὶ ὁ Ἅγιος: «Ὑπὲρ τῆς ἀληθείας προθύμως ἀποθανεῖν βούλομαι». Ἔφη οὖν αὐτῷ ὁ βασιλεύς: «Οὐκοῦν, ὅθεν ἐλήλυθας ἀνέστρεφε καὶ μόνος ὡς ἐπίστασαι κρπινε, πλὴν οὐ πρὸς τὸ τοῦ λαοῦ σου συμφέρον». Ἀντέλεξε δὲ αὐτῷ Βασίλειος πραείᾳ τῇ φωνῇ: «Δός μοι, ὦ βασιλεῦ, τὴν ἐξουσίαν ταύτην καὶ εἰ γνωσθείη σοι, ὅτι καταβράβευσά τινα, μαχαίρας ἔργον με ποίησον».
Χρόνος οὐ μεταξὺ πολὺς μετὰ ταῦτα, καὶ εἰς Νίκαιαν ὁ Μέγας Βασίλειος ἔρχεται. Συναθροίσας οὖν τούς τε τῆς εὐσεβείας λατρευτάς, καὶ τοὺς τὴν δυσσέβειαν νοσοῦντας, πρὸς ἅπαν τὸ πλῆθος τὸν όγον ἀνενεγκὼν εἶπε: «Ἰδοὺ ἐκ Βασιλεούσης πάρειμι καὶ ἔχω ὑμῖν τι εἰπεῖν· δεῦτε καὶ κατασφραγίσαντες τὰς τοῦ ναοῦ θύρας, τοῦ Κυρίου δεηθῶμεν, ὅπως αὐτὸς ἡμῖν τὸ ζητούμενον φανερώσῃ. Προσεύξασθε, ὅθεν, ὑμεῖς οἱ τὰ τοῦ Ἀρείου φρονοῦντες πρῶτον καὶ ἐὰν θεόθεν αἱ θύραι ἀνοιχθήσωνται, λάβετε αὐτόν. Ἐὰν δὲ μή, καὶ ἡμεῖς αὐτοὶ προσευξώμεθα, καὶ εἰ μὲν ταῖς ἡμετέραις ἐπικαμπτόμενος δεήσεσιν ὁ Κύριος τὰς τοῦ ναοῦ πύλας διανοίξῃ, ἡμῖν ἔσται ἡ τοῦ ναοῦ εἰς τοὺς αἰῶνας κυριότης, εἰ δὲ πάλιν οὐδὲν ἐπισυμβῇ, ὑμεῖς ἔσεσθε οἱ τοῦ ναοῦ κύριοι».
Ἤρεσαν οἱ λόγοι οὗτοι ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἀπελθόντες καθὰ συνεφώνησαν κατησφαλίσαντο τὴν ἐκκλησίαν. Ἐπὶ τρισὶν οὖν ἡμέραις εὐχαὶ ἀνεπέμποντο ὑπὸ τῶν ἀρειανοφρόνων πυκναί, ἀλλ’ οὐκ εἰσήκουσεν αὐτοὺς ὁ ὑπ’ αὐτῶν ὑβριζόμενος Χριστός.
Βασίλειος δὲ τότε ἡγούμενος τοῦ τῶν Ὀρθοδόξων δήμου, ἐν τῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Διομήδους ἱερῷ τεμένει μεταβάς, ἀγχοῦ που του μητροπολιτικοῦ ναοῦ κειμένῳ, καὶ δέησιν μετὰ παντὸς τοῦ λαοῦ ὁλονύκτιον ποιήσας, περὶ ὄρθρον αὐγάζοντα ἀπῆλθε μετὰ φώτων καὶ ὕμνων καὶ θυμιαμάτων, τῶν αἱρετικῶν συνακολουθούντων, ἄχρι τῶν κεκλεισμένων τοῦ ναοῦ θυρῶν. Ὡς δὲ τὰς χεῖρας διεπέτασεν καὶ τὸ χριστοφόρον σημεῖον ταῖς τοῦ ναοῦ θύραις τριττῶς διεπέτασεν καὶ τὸ χριστοφόρον σημεῖον ταῖς τοῦ ναοῦ θύραις τριττῶς διεχάραξεν, καὶ ἔκραξεν λεοντιαίᾳ τῇ φωνῇ: «Εὐλογητὸς ὁ Θεὸς τῶν Χριστιανῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων», τότε -ὢ τοῦ θαύματος!- οἱ μοχλοὶ παραχρῆμα ἐθραύσθησαν, τὰ σήμαντρα κατέπεσον καὶ αὐτομάτως αἱ πύλαι ἠνεώχθησαν. Ἅπαντες δὲ χαρᾶς ἀνεκλαλήτου πλησθέντες, ἐνηγκαλισάμενοι καὶ καταφιλήσαντες ἀλλήλους, παραυτίκα ἀκωλύτως εἰσελθόντες ἐν τῷ ναῷ τὴν Θείαν Λειτουργίαν ὑπερβαλλόντως ἐπεπληγμένοι ἐπετέλεσαν μετὰ πάσης εὐλαβείας καὶ σεμνότητος, ᾄδοντες καὶ ψάλλοντες, τῷ ἐν Ἁγίοις θαυμαστῷ Κυρίῳ καὶ Θεῷ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ· καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Θανοῦσα θείων
ἡ δυὰς Μακαρίων,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Τούτων, ὁ μὲν Αἰγύπτιος γέγονε τῆς ἐρήμου θρέμμα καὶ γέννημα. Καὶ ἐξ ἁπαλῶν ὀνύχων τὴν ἀρετὴν μετελθών, καὶ ταύτην ἀγαπήσας, καὶ περιλαβών, θεῖον τοῦ Πνεύματος καταγώγιον ἐγένετο. Τοσαύτην γὰρ καρτερίαν ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσιν ἐκτήσατο, ὡς κατὰ πνευμάτων ἀκαθάρτων λαβεῖν ἐξουσίαν. Ἐπήνθει δὲ αὐτῷ καὶ τὸ διακρίσεως χάρισμα, καὶ τὰ μέλλοντα προὔλεγε, καὶ θαυμάτων ἄλλων αὐτουργὸς γέγονε. Τούτων οὖν ἕνεκεν, πολλῇ παρακλήσει τοῦ τότε ἀρχιερέως, τὴν ἱερωσύνην καταδέχεται, μὴ ἀνασχομένου τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι. Οὗ γενομένου, εἰς σκληροτέραν ἀγωγὴν ἑαυτὸν ὁ Μακάριος δέδωκε. Σύριγγα, γὰρ ποιήσας ὑπόγειον, ἀπὸ τῆς κέλλης αὐτοῦ ὡς ἥμισυ σταδίου διηκούσαν, καὶ σπήλαιον αὐτοχείρως πρὸς τὸ ἄκρον ὀρύξας, εἴποτε πλείονες αὐτῷ παρενέβαλλον, καὶ διηνώχλουν, λάθρα τὴν σύριγγα ὑπερχόμενος, τῷ σπηλαίῳ προσέβαλλε, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Περὶ δὲ βρώσεως καὶ πόσεως, περιττόν ἐστι γράφειν καὶ λέγειν, τοῦ σώματος αὐτοῦ καὶ τῆς θέας τὴν ἄκραν ἐγκράτειαν μαρτυρούντων.
Οὗτος, ἐπεὶ αἱρετικὸς εἰς ὁμιλίαν αὐτῷ προσῆλθεν, ἀρχικὸν δαίμονα ἔχων, καὶ λέγων, μὴ εἶναι ἀνάστασιν νεκρῶν, νεκρὸν ἀνέστησεν, ἵνα πείσῃ αὐτόν. Ἔλεγε δὲ ὁ Ἅγιος, ὅτι τάγματα δαιμόνων εἰσὶ δύω· τὸ μέν, πολεμοῦν τοῖς ἀνθρώποις εἰς πάθη ἀλλόκοτα· τὸ δέ, ἀρχικὸν καλούμενον, καὶ πλάνην ἐμποιοῦν τοῖς ἀνθρώποις· τοὺς δὲ τοιούτους δαίμονας ἀφορίζει ὁ σατανᾶς τοῖς γόησι καὶ τοῖς αἱρεσιάρχαις.
Οὗτος ὁ Ἅγιος, νοσφιζομένῳ τῷ ἰδίῳ μαθητῇ τὰ τῶν πενήτων, καὶ μὴ διορθουμένῳ, ὀργὴν Κυρίου προεῖπεν, ὃ καὶ γέγονεν, ἐλεφαντιάσαντι. Καὶ τὸν ἐπηρείᾳ δαίμονος καθ’ ἑκάστην ἐσθίοντα τρεῖς μοδίους ἄρτων, καὶ κυλικίσιον οἴνου πίνοντα, τρεῖς λίτρας ἄρτου ἐσθίειν ἀποκατέστησε. Καὶ τὸν διάβολον ἑώρακε, καὶ τὰς αὐτοῦ μηχανὰς ἐν ληκυθίοις ἐπιφερόμενον. Καὶ τὸν ἀπατώμενον ὑπ’ αὐτοῦ μοναχόν, Θεόπεμπτον καλούμενον, διωρθώσατο. Καὶ παρὰ κρανίου ἐν τῇ ἐρήμῳ κειμένου, ἱερέως τῶν εἰδώλων γεγονότος, τοῦτο ἀκήκοε. Ταῖς προσευχαῖς αὐτοῦ μικρὸν τοὺς ἐν τῇ κολάσει αὐτῆς ἀνίεσθαι τῆς βασάνου, ὅταν τύχῃ ταύτας, ποιεῖσθαι ὑπὸ αὐτῶν. Προεῖπε δὲ καὶ τὴν ἐρήμωσιν τῆς Σκήτεως. Καὶ ἕτερον νεκρὸν ἀνέστησεν, ὡς ἂν εἴπῃ ποῦ τὴν παρακαταθήκην τῶν ταύτην ζητούντων ἐνέκρυψε, καὶ πάλιν προσέταξε κοιμηθῆναι. Τοιούτοις οὖν θεαρέστοις ἔργοις κοσμούμενος, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.
Ὁ δὲ Ἄγιος Μακάριος ὀ Ἀλεξανδρεύς, πρεσβύτερος ἐχρημάτισε τῶν λεγομένων Κελλίων, ἡσυχίαν ἄκραν καὶ καρτερίαν ἐνδειξάμενος, καὶ ἔργα καὶ σημεῖα πεποιηκώς. Τούτου τὰς ἀρετὰς ὑπεραγασθεὶς ὁ Μέγας Ἀντώνιος, ἔφη· Ἰδοὺ ἐπανεπαύσατο τὸ Πνεύμα τὸ Ἅγιον ἐπὶ σοί, καὶ ἔσῃ τοῦ λοιποῦ τῶν ἐμῶν ἀρετῶν κληρονόμος. Οὗτος ὀ Μακάριος, εἴποτε ἤκουσέ τινα πεποιηκότα ἔργον ἀσκήσεως, αὐτὸν παραζηλώσας, ἐν τῷ ἔργῳ ἐπλήρου, ὅθεν ἀκούσας, ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον ἔκρινεν, ἐπὶ ἔτη ἑπτά, πᾶν τὸ διὰ πυρὸς γινόμενον μὴ φαγεῖν, πλὴν λαχάνων ὠμῶν, καὶ ὀσπρίων βρεκτῶν. Ἔτι δὲ καὶ τοῦ ὕπνου περιγενέσθαι ἠγωνίσατο, καὶ οὐκ εἰσῆλθεν ὑπὸ στέγην, ἐν ὅλοις εἴκοσι νυχθημέροις, τῷ καύματι τῆς ἡμέρας φλεγόμενος, καὶ τῇ τῆς νυκτὸς ψυχρότητι πηγνύμενος. Ὀχληθεὶς δὲ ὑπὸ δαίμονος τῆς πορνείας, ἀπελθὼν ἐν τῇ πανερήμῳ, κατέμεινε μῆνας ἕξ· ἔνθα οἱ κώνωπες μέγιστοι ὄντες, ὡς σφῆκες, αὐτὸν σφοδρῶς κατετίτρωσκον, ὡς καὶ σπονδύλους καθ’ ὅλου τοῦ σώματος ἐξενεγκεῖν. Μετὰ γοῦν τοὺς ἓξ μῆνας, εἰς τὸ κελλίον αὐτοῦ ὑποστρέψας, ἀπὸ μόνης τῆς φωνῆς ἐγνωρίζετο, διὰ τὸ ἠλλοιῶσθαι τὸ σῶμα αὐτοῦ, καὶ ἐλεφαντιῶσι παρεικάζεσθαι.
Τούτου ποτε φρέαρ διορύσσοντος, ἀσπὶς εὑρεθεῖσα, ἤψατο τῆς χειρὸς αὐτοῦ, ἀναιρετικὸν δέ ἐστι τοῦτο τὸ θηρίον. Ὁ δέ, ταῖς χερσὶν ἀμφοτέραις δραξάμενος τῶν χελύων αὐτῆς, διέσχισεν εἰπών· Μὴ ἀποστείλαντός σε τοῦ Θεοῦ, πῶς ἐτόλμησας ἄψασθαί μου; Εἰσῆλθε ποτὲ ἐν τῷ Μοναστηρίῳ τῶν Ταβεννησιωτῶν, θέλων μαθεῖν ἑκάστου τὴν αὐτῶν ἐργασίαν. Καὶ ὡς ἐπέστη ἡ Τεσσαρακοστή, οἶδε διαφόρους ἐν αὐτοῖς πολιτείας. Ὁ μὲν γὰρ ἤσθιεν ἐν ἑκάστῃ ἑσπέρᾳ, ὁ δὲ διὰ δύω, ἄλλος διὰ τριῶν, ἕτερος διὰ πέντε, ἄλλοι διὰ πάσης νυκτὸς ἑστῶτες, τῇ ἠμέρᾳ εἰς τὸ ἔργον ἐκάθηντο. Ὁ δὲ Μακάριος, βρέξας ἑαυτῷ θαλλοὺς ἐκ φοινίκων, ἔστη ἐν μιᾷ γωνίᾳ, μέχρις αἱ τεσσαράκοντα ἡμέραι ἐπληρώθησαν, καὶ τὸ Πάσχα ἔφθασεν, ἐν αἷς οὐκ ἄρτου μετελάμβανεν, οὐχ ὕδατος, οὐ γόνυ ἔκαμψεν, οὐκ ἐκαθέσθη, οὐκ ἀνέπεσεν, οὐ τροφῆς ἑτέρας ἐγεύσατο, ἐκτὸς κράμβης ὠμῆς, καὶ ταύτης κατὰ μόνην Κυριακήν.
Τούτου ποτε καθεζομένου ἐν τῇ αὐλῇ, καὶ τὰ πρὸς ὠφέλειαν ὁμιλοῦντος, ὕαινα συμπαραλαβοῦσα τὸν ἑαυτῆς σκύμνον ὄντα τυφλόν, ἔῤῥιψεν εἰσελθοῦσα εἰς τοὺς πόδας αὐτοῦ. Ὁ δέ, ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοὺς πτύσας, ἐποίησεν αὐτὸ ἀναβλέψαι. Ἡ δέ, λαβοῦσα τὸ ἑαυτῆς γέννημα, ἐξῆλθε. Καὶ τὴν ἕωθεν σπεύσασα, κώδιον μέγα προβάτου ἤνεγκε τῷ Μακαρίῳ. Ὁ δὲ ἔφη πρὸς αὐτήν· Τὰ ἐξ ἀδικίας ἐγὼ οὐ δέχομαι. Ἠ δὲ ὕαινα, κλίνασα τὴν κεφαλήν, ἐξῆλθε τῆς αὐλῆς, Εἶδε καὶ οὗτος τὸν διάβολον, τὰ εἶδη τῆς ἀπάτης ἐπιφερόμενον, διά τινος ἐσθήματος τρωγλωτοῦ καὶ κολοκυνθίων αἰνιττόμενον ταῦτα.
Ἦν δὲ ὁ Ἅγιος τὴν ἡλικίαν ἔχων ὑποκόλοβον, σπανός, ἐπὶ τοῦ χείλους μόνον ἔχων τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος. Τῇ ὑπερβολῇ γὰρ τῶν ἀσκητικῶν πόνων οὐδὲ τρίχες αὐτῷ ἐξεφύησαν. Ὅθεν οὕτως ἀσκήσας, καὶ ἐν βαθεῖ γήρᾳ καταντήσας, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τῶν νεαρῶν Αὐταδέλφων Ὁσίων, τῶν διὰ τῆς εὐχῆς ἁγιασθέντων.
Δι᾿ εὐχῆς ἤρθη εἰς εὔκλειαν μαρτύρων,
ἡ δυὰς νεαρῶν αὐταδέλφων ξένων.
Οἱ ὅσιοι τοῦ Χριστοῦ, νεαροὶ αὐτάδελφοι, ὧν Κύριος μόνον οἷδε τὰ ὀνόματα, ἐξ εὐγενοῦς οἰκογενείας ἕλκοντες τὴν καταγωγὴν ἐγκατέλιπον τὴν τύρβην τοῦ κόσμου καὶ τὰς ἐν αὐτῷ προσκαίρους ἀπολαύσεις, ποθήσαντες ἀνῦσαι βίον ἀσκητικὸν ἐν τῇ ἐρήμῳ. Παριδόντες οὖν τὸ νεαρὸν τῆς ἡλικίας προσῆλθον τῷ Μεγάλῳ Μακαρίῳ καὶ ἀπῄτησαν σὺν αὐτῷ μεῖναι καὶ ἀσκήσασθαι. Οὗτος ἰδὼν τὴν τρυφηλὴν αὐτῶν ὄψιν καὶ γιγνώσκων καλῶς τὸ τραχὺ τῆς ἐρήμου οὐκ ἤθελεν αὐτοὺς δέξασθαι. Καμφθεὶς ὅμως πρὸ τῆς ἐπιμονῆς αὐτῶν ὑπέδειξεν αὐτοῖς τόπον ἀσκήσεως καὶ ἐφοδιάσας αὐτοὺς διὰ πελέκεως πρὸς λατόμησιν πέτρας καὶ πῆξιν καλύβης καὶ νουθετήσας αὐτοὺς καταλλήλως πρὸς οἰκοδομὴν πνευματικὴν καὶ ἐξοικονόμησιν τοῦ ἐπιουσίου ἄρτου ἀφῆκεν αὐτοὺς ἠσύχως ἀσκῆσαι. Μετὰ παρέλευσιν τριῶν ἐνιαυτῶν ἀπεφάσισεν ὁ θεῖος οὖτος πατὴρ ἐπισκέψασθαι αὐτούς, ἵνα θεωρήσῃ τὴν πνευματικὴν αὐτῶν πρόοδον, θαυμάζων ὅτι τὸ ἐν τῷ μεταξὺ διαῤῬεῦσαν διάστημα ἀφανῶς οὗτοι ἐβίων. Μετ᾿ ἐκπλήξεως δὲ διεπίστωσε τὸ μέτρον τῆς αὐτῶν ἀρετῆς πολιτευομένων ἐν ἄκρᾳ σιωπῇ καὶ ἀδιαλείπτῳ εὐχῇ. Ἠξιώθη μάλιστα, παραχωρήσει θείᾳ, ἰδεῖν τὴν κατ᾿ αὐτῶν ἕφοδον τῶν ὡς μυϊῶν δαιμόνων ἐν ὥρᾳ προσευχῆς καὶ τὴν περιχαράκωσιν τῶν ὁσίων αὐταδέλφων ὑπὸ ἀγγέλου τοῦ Θεοῦ. Ἔτι δὲ πλέον τὴν ἐν εἴδῃ πυρίνου σχοινίου ἄνοδον τῆς προσευχῆς αὐτῶν πρὸς τὸν οὐράνιον θρόνον. Νεαροὶ ἔτι ὄντες οἱ θεῖοι οὗτοι αὐτάδελφοι ὅσιοι, ὀλίγον μετὰ τὴν ἀναχώρησιν τοῦ ὁσίου Μακαρίου ἐκ τῆς καλύβης αὐτῶν ἀπῆλθον πρὸς Ὃν ἠγάπησαν Κύριον, ἵνα εὐφραίνωνται καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας τῶν Ἀνατολικῶν Γραικῶν μονομάχου καὶ ὑπερμάχου καὶ φύλακος.
Κρατεῖ μὲν Ἄτλας μυθικῶς ὤμοις πόλον,
Κρατεῖ δ’ ἀληθῶς Μάρκος ὀρθοδοξίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἀρχιεπισκόπου Κερκύρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐφρασίας.
Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Αὕτη ἦν ἐκ πόλεως Νικομηδείας, ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, γένους ἐπισήμου, τρόπου σώφρονος καὶ χρηστοῦ. Μὴ πεισθεῖσα δὲ θυσίαν τοῖς δαίμοσι προσενεγκεῖν, τύπτεται σφοδρῶς. Καὶ ἐπιμένουσα τῷ ἐνστάσει, πρὸς ὕβριν ἀνδρὶ βαρβάρῳ ἐκδίδοται, ὑφ’ οὗ τὴν κεφαλὴν ἀπετμήθη ἀπατηθέντος παρ’ αὐτῆς, ὅτι εἰ ταύτης ἀπόσχοιτο, παρασχεῖν αὐτῷ φαρμάκων, ᾧ χρησάμενος, ταῖς ἐπιφοραῖς τῶν ξιφῶν, καὶ ταῖς διακοντίσεσι τῶν πολεμίων, ἄτρωτος ἔσται. Καὶ πεῖραν λαβεῖν ἔλεγε, τὸν ἑαυτῆς αὐχένα προτείνασα. Ὁ δὲ ἀληθεύειν ταύτην οἰηθείς, ἐνεγκὼν κραταιότερον, τὴν αὐτῆς ἀπέτεμε κεφαλήν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ Γαλλησιώτου καὶ ὁμολογητοῦ, ὅστις ἐχρημάτισεν ἐν ἔτει 1250
Κτείνει Δαβὶδ μὲν ἀλλόφυλον σφενδόνη,
Κτείνει δὲ Μελέτιος Αὐσόνων πλάνην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Χρυσοστομάτου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Ἁγίου Ἰωάννου Χρυσοστόμου Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μακαρίου, ἐπισκόπου Ἱερισσοῦ.
Ἱερισσὸς γάνυται σῇ ποιμανσίᾳ,
Μακάριε, ἀγλαῶν ποιμένων γέρας.
Οὗτος, ἤκμασε κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου καὶ τοῦ Θεοδοσίου. Ἐκοιμήθη ἐν ὁσιότητι ἐπὶ τῆς βασιλείας τοῦ Ἀρκαδίου. Ἐχρημάτισε, κατὰ πᾶσαν πιθανότητα ὁ πρῶτος, ἐπίσκοπος Ἱερισσοῦ τῆς Χαλκιδικῆς καὶ θεωρεῖται ὁ κτήτωρ τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγ. Στεφάνου τῆς Ἱερᾶς Μονῆς Κωνσταμονίτου τοῦ Ἁγίου Ὄρους.
Κατὰ τὰ πρῶτα ἔτη τῆς ἐπισκοπικῆς αὐτοῦ διακονίας συνηντήθη μετὰ τοῦ Μεγάλου Κωνσταντίνου, ἐπιζητοῦντος ἐκείνου κρῖσαι τὴν Νέαν Ῥώμην παρὰ τὸν Ἀκάνθιον ἰσθμόν, τὸν πλησίον τῆς Ἱερισσοῦ καὶ τοῦ Ἁγιωνύμου Ὄρους κείμενον. Οὗτος διὰ τῆς σοφίας τῶν αὐτοῦ λόγων κατέπιθε τὸν θεόστεπτον ἄνακτα ἀπομακρυνθῆναι τῶν αὐτοῦ σχεδίων καὶ διασῶσαι τὸ φιλήσυχον τῆς περιοχῆς καὶ δὴ τὸν μοναχοτρόφον Ἄθωνα.
Ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου, ὁ Μακάριος κατεδιώχθη καὶ ἠναγκάσθη ἐλθεῖν εἰς Ἄθωνα, ἔνθα ἐνεδόμησε τὸν ὑπ’ ἐκείνου ἐρημωθέντα ναὸν τοῦ Πρωτομάρτυρος Στεφάνου, τῆς Ἱερᾶς τοῦ Κωνσταμονίτου Μονῆς. Ἐν αὐτῇ καλῶς ἀγωνισάμενος ὁ ἀοίδιμος ἐκοιμήθη ἐν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου τοῦ Καλογερᾶ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἐπαναφορᾶς τοῦ Σταυροῦ τοῦ μαρτυρίου τοῦ Ἀποστόλου Ἀνδρέου ἐν Πάτραις, ἐν ἔτει 1980 μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Νηστευτοῦ, τῆς Μονῆς τοῦ Ἁγίου Ἀντωνίου τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ διακόνου, τῆς Μονῆς τοῦ Ἁγίου Θεοδόσιου τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου Νόβγκοροντ, τοῦ διὰ Χριστοῦ σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ῥωμαίου, Νόβγκοροντ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Στυλίτου τοῦ Γεωργιανοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικοδήμου τοῦ Μπέλγκοροντ
Τῇ αὐτῇ ἡμέρα, Μνήμην τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, Πατριάρχου Κωνσταντινουπόλεως, μετατεθέντος καὶ κατατεθέντος εὐλαβῶς ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων τῆς Βασιλευούσης.
Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,
Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.
Ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ἁγίου Γρηγορίου, τελευτήσαντος καὶ ταφέντος ἐν τῇ πατρίδι αὐτοῦ Ναζιανζῷ, ἐγένετο ἐπὶ αὐτοκράτορος Κωνσταντινουπόλεως Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, τὸ ἔτος 912 μ.Χ., τὸ δὲ ἅγιον λείψανον μετεκομίσθη εἰς τὴν Βασιλεύουσαν, καὶ κατετέθη ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. Ἡ τιμία κάρα τοῦ Ἱεράρχου εὑρίσκεται ὡς πολύτιμος ὄλβος εἰς τὴν Μονὴν τοῦ Βατοπεδίου τοῦ Ἁγίου Ὄρους, μέρος δὲ τῶν λειψάνων ἐν τῇ Νέᾳ Καρβάλῃ Καβάλας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ὁ ἐν καμίνῳ πυρός.
Ταῖς ἱεραῖς καὶ σεπταῖς, τοῦ Βασιλείου ὑποθήκαις, κατανοοῦμεν κρυπτά, τῶν μυστηρίων Θεοῦ.
Ὁ τὸν Βασίλειον δούς, εἰς στηριγμὸν τῆς Ἐκκλησίας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἐν ἐκκλησίαις λαός, ὁ τοῦ Κυρίου προσφθεγγέσθω, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὁ τὴν Παρθένον ἁγνήν, διαφυλάξας ἀποῤῥήτως, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἕτερος. Παῖδες Ἑβραίων.
Πνεῦμα τὸ Ἅγιον Πατρί τε, ὁμοούσιον καὶ τῷ Υἱῷ ὑπάρχει, ἀναπείθει ἡμᾶς, Βασίλειος κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λόγων σοφίᾳ συνετίζεις, καὶ θαυμάτων σου τοῖς πλήθεσι στηρίζεις, τοὺς ἐν πίστει ὀρθῇ, Βασίλειε βοῶντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Πύλαι ἀνοίγονται φωνῇ σου, ὑπακούουσαι θεράποντι Κυρίου· θαυμαστὰ ὑπὲρ νοῦν, τὰ πάντα σοὶ τυγχάνει, θεόπνευστε Βασίλειε, εὐσεβὲς οὐρανοφοῖτα.
Θεοτοκίον.
Νόμου τεκοῦσα τὸν Δοτῆρα, χαῖρε Μῆτερ τῆς τῶν πάντων σωτηρίας· θεοτίμητε ναῦ, κατάπλεως χαρίτων, εὐλογημένη πάναγνε, χαῖρε ἄσπιλε Κυρία.
ᾨδὴ η’. Τὸν Ποιητὴν τῆς κτίσεως.
Τὸν ἐραστὴν τῆς τάξεως, τῶν ἄνω Δυνάμεων, ὑμνοῦμεν ᾠδαῖς, καὶ φωναῖς αἰσίαις, Βασίλειον τὸν Μέγαν.
Ἀγγελικὴν ἐζήλωσας, ζωὴν καὶ κατάστασιν· διὸ ἐπὶ γῆς, Ἀσωμάτων τρόπους, παμμάκαρ ἐμιμήσω.
Τὸν ἐν Νικαίᾳ μέγιστον, σημεῖον ποιήσαντα, Βασίλειον νῦν, τοῦ ναοῦ τὰς πύλας, ἀνοίξαντα τιμῶμεν.
Θεοτοκίον.
Παρθενομῆτορ πρέσβευε, Θεῷ ἐλεήμονι, ἰσχὺν ἀγαθήν, χορηγῆσαι πάσι, καὶ δύναμιν ἐξ ὕψους.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἀγαλλιάσει σήμερον, ἀγαλλόμεθα σέβοντες, τὸν ἐν Ἱεράρχαις, μέγιστον Βασίλειον, τὸν τερατουργήσαντα, ἐν Νικαέων πόλει λαμπρᾷ, καὶ ναὸν διδόντα τοῖς κραυγάζουσι πόθῳ· οἱ Παῖδες εὐογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐν τῷ ναῷ τῆς δόξης σου, παρεστῶτες νομίζομεν, ἐν ἐπουρανίοις κατοικεῖν σκηνώμασι, Κυρίῳ προσηύχοντο, οἱ Νικαεῖς ἐκτὸς τοῦ ναοῦ· ὅθεν ἐν δυνάμει ὁ Βασίλειος λέγει· τὰ δάκρυα παυσάσθω, λαὸς εἰσοκισάτω, τανῦν εἰς θεῖον δόμον, ἰδοὺ τὰς πύλας αἴρω.
Τριαδικόν.
Δημιουργὸν ἀγέννητον, τὸν Πατέρα τὸν ἄναρχον, καὶ τὸν γεννηθέντα, ἐκ αὐτοῦ Υἱὸν πιστοί, καὶ Πνεῦμα τὸ Ἅγιον, ἐκπορευτὸν καὶ οὐ γεννητόν, φόβῳ προσκυνοῦντες ἐν χαρᾷ ἐκβοῶμεν· Τριφώτῳ τῇ Μονάδι, ὡς τῇ μόνῃ Τριάδι, ἡ πᾶσα πρέπει δόξα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὃν πάντα φρίσσῃ Κύριον, ἐν διτταῖς ταῖς θελήσεσι, καὶ ταῖς ἐνεργείαις, δύο καὶ ταῖς φύσεσι, μιᾷ ὑποστάσει δέ, κυοφορεῖς ἀφράστως ἁγνή· ὅθεν Ἀρχαγγέλου λαλιᾷ συμφωνοῦντες, τὸ Χαῖρε ψαλμῳδοῦμεν, ἀενάως ὑμνοῦμεν, καὶ Σὲ ὑπερυψοῦμεν, τὴν μόνην Θεοτόκον.
ᾨδὴ θ’. Ἡσαΐα χόρευε.
Πύλας ἀνεπέτασεν, οὐρανίοις σοὶ ὁ Λυτρωτής, καὶ πνεῦμά σου εἰσώκισεν ἐν σκηναῖς, ἀΰλων Δυνάμεων, τῶν ἀρετῶν λάμπον καλλοναῖς· ὅθεν Βασίλειε, ὑμνητάς σου περιφρούρησον.
Πᾶσιν ἀνεκήρυξας, στεντορείᾳ μάκαρ τῇ φωνῇ, Υἱὸν Θεοῦ Πατρὸς τὸν Μονογενῆ, Θεόν τε καὶ ἄνθρωπον, ὑπερφυῶς φύσεσι διπλαῖς, καὶ γνωριζόμενον, καὶ ἀπαύστως προσκυνούμενον.
Ὡς ναοῦ διήνοιξας, κεκλεισμένας θύρας θαυμαστῶς, διάνοιξον ἡμῖν πύλας οὐρανοῦ, Βασίλειε πάντιμε, ἐν φωτεινοῖς ὅπως καὶ φαιδροῖς, τόποις ἀνέσεως, καταπαύσωμεν ἀείποτε.
Θεοτοκίον.
Παρθενεύεις τίκτουσα, Παναγία ἄφλεκτε λαμπάς· Θεότητος τὸ πῦρ μήτραν Σου Ἁγνή, οὐδόλως κατέκαυσεν· διὸ φωτὶ ηὔγασας τὴν γῆν, τῆς πανασπίλου τε, καὶ ἀμώμου παρθενίας Σου.
Ἕτερος. Ἀλλότριον τῶν μητέρων.
Προείλετε ἐν τῷ οἰκῳ παραῤῥιπτεῖσθε, Θεοῦ ἡμῶν ἢ μένειν, σκηνώμασιν ἀνόμων· ὅτι χάριν καὶ δόξαν, ὁ Κύριος εἰς τέλος δώσει· ἐμφατικῶς βοᾶ Βασίλειος, τοῖς σέβουσι λαοῖς Χριστόν.
Εἰσέλθετε εἰς Κυρίου αὐλὰς ἐν ὕμνοις, αἰνέσατε Κυρίῳ, σαλπίσατε ἐν δόξῃ· ἀλαλάξατε πάντες, ἐνώπιον τοῦ Βασιλέως, ἐξομολόγησιν ἀπόδοτε, Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Ἀλλότριον ἀσεβέσιν ἐστὶ τὸ βλέπειν, ναοῦ ἀνεῳγμένας, τὰς πύλας παραδόξως· ἐπὶ σὲ Ἱεράρχα, ἡ χάρις τοῦ Θεοῦ ἐγνώσθη, ποιοῦσα θαυμαστὰ ἐξαίσια, Βασίλειε πανθαύμαστε.
Θεοτοκίον.
Υἱὸν Θεοῦ Θεοτόκε ἐν ταῖς ἀγκάλαις, ἀσπόρως σαρκωθέντα, θηλάζεις ξενοτρόπως· Ὃν ἱλέωσαι Μῆτερ, τοῖς Σοὶ κραυγάζουσιν εὐτόνως· εὐλογημένη χαῖρε ἄχραντε, βροτῶν ἡ ἀπολύτρωσις.
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐν τῇ Νικαίᾳ σήμερον, θαῦμα μέγα ὁρᾶται, ὁ Μέγιστος Βασίλειος, τοῦ ναοῦ τὰς εἰσόδους, θαυματουργῶν ἐξαισίως, ἐλευθέρας ποιεῖται, καὶ τοῦτον παραδίδωσιν, εὐλαβέσι τοῖς μύσταις, ὅπως ἀεί, ὄνομα δοξάζωσι τοῦ Ὑψίστου· τὸ ὑπερβάλλον ὄνομα, τοῦ Σωτῆρος Κυρίου.
Ἕτερον. Ὅμοιον.
Βασίλειον αἰνέσωμεν, τὸν κλεινὸν Ἱεράρχην, ἀγαθοδότως δώρημα, τοῖς κλητοῖς Νικαεῦσι, προσφέροντα ἐκκλησίας, τῶν θυρῶν τῶν μεγάλων, διάνοιξιν ἀνέπιστον, πρὸς δὲ καὶ τὴν κυρείαν, χαρμονικῶς, πᾶσαν παραθέμενον Ὀρθοδόξοις, εἰς δόξαν καὶ προσκύνησιν, τῆς Ἁγίας Τριάδος.
Θεοτοκίον.
Χριστιανοὶ χορεύομεν, καὶ σκιρτῶμεν εὐκόσμως, μετὰ Θεὸν θεὸν ἁγνή, Σὲ κατέχοντες δόξῃ, Μαρία ἀπειρόγαμε, παντευλόγητε Κόρη, μὴ παύσῃ προστατεύουσα, τῶν ὑμνούντων Σε πόθῳ, διαπαντός, ἕως οὗ εἰς τόπον τῆς Βασιλείας, Θεοῦ τὴν θείαν εἴσοδον, πᾶσιν ὁμοῦ βραβεύσῃς.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐν Νικαίᾳ συνέλθωμεν, καὶ μυστήριον βλέψωμεν, καὶ Θεὸν δοξάσωμεν ἀγαλλόμενοι, ὅτι ὁ Μέγας Βασίλειος, τὰς θύρας ἠνέῳξε, ἐκκλησίας τῆς σεπτῆς, ἐκτεῶν θαῦμα πάντερπνον, καὶ διέθεσεν, τὸν ναὸν Ὀρθοδόξοις ἵνα πάντες, αἰωνίως εὐφροσύνως, Χριστὸν λατρεύωμεν ἄνακτα.
Ἐν ᾠδαῖς μεγαλύνωμεν, ἐν ψαλμοῖς ἐπαινέσωμεν, ἐγκωμίοις στέψωμεν καὶ κοσμήσωμεν, τὸν Ἱεράρχην Βασίλειον, τὸν μέγιστον κήρυκα, τὸ ὡραῖον τοῦ Χριστοῦ, φεγγοβόλον ἐκτύπωμα, τὸν ποιμαίνοντα, ἐς ἀεὶ ἔθνος ἅγιον ἐν λόγοις, θεοσόφοις καὶ πορείαν, οὐρανοδρόμον δεικνύοντα.
Τῶν αἰσθήσεων ἔκλεισας, πάσας θύρας Βασίλειε, μήποτε ἐπίγειος πόθος μάταιος, τοὺς θησαυροὺς τῆς καρδίας σου, συλήσῃ μακάριε· διὸ θύραι τοῦ ναοῦ, σοῦ τῇ νεύσει ἀνοίγονται· ὅθεν πρέσβευε, τῆς ζωῆς αἰωνίου τὰς εἰσόφους, ὅπως εὕρωμεν εἰς λῆξιν, ποθεινοτάτην οὐράνιον.
Τὴν κινύραν τοῦ Πνεύματος, τὴν κιθάραν τὴν εὔηχον, φιληκόων σύστημα κατατέρπουσαν, καὶ μυστικοῖς μελῳδήμασιν, εὐφραίνουσαν ἅπασαν, ἄμουσον καὶ δὴ κενήν, θείων φθόγγων διάνοιαν, καὶ προτρέπουσαν, πρσκυνεῖν τὸν πατέρα σὺν Υἱῷ τε, καὶ τῷ Πνεύματι ἐν ὕμνοιςε, δεῦτε Βασίλειον μέλψωμεν.
Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία ἑορτάζει καὶ πανηγυρίζει θαύματος τὴν εὐποιΐαν. Σήμερον ἡ τῶν πιστῶν ταχεῖα ἀντίληψις, τὸ στεῤῥὸν τῆς ἀμώμου πίστεως τῶν Ὀρθοδόξων ἕδρασμα, ἡ θυμηδία τοῦ βασιλείου ἱερατεύματος, ἐν Νικαίᾳ θύρας ἱεροῦ τεμένους ἀνοίγει, πρὸ δογμάτων θείων βεβαίωσιν· ὅθεν καὶ νῦν, ὁ τῆς Ὀρθοδοξίας πυρσός, ὁ Μέγας Βασίλειος, ὡς τῶν Ἀγγέλων σύναυλος, πρεσβεύει τῷ τῶν ὅλων Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ Σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν Σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ὀρθοδόξων προασπιστά, καὶ τῶν κακοδόξων, ὁδηγὲ πρὸς μετάνοιαν· χαίροις ὁ τὴν θύραν, τοῦ ναοῦ διανοίξας, Βασίλειε τρισμάκαρ, ἡμῶν τὸ καύχημα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου