Παρασκευή 29 Ιανουαρίου 2021

ΝΟΕΜΒΡΙΟΣ 20. ΑΓΙΟΣ ΠΡΟΚΛΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ



ΝΟΕΜΒΡΙΟΣ Κ΄!!

ΠΡΟΚΛΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γεώργιος Γαλανόπουλος)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Προσόμοια γ’ τῶν Προεορτίων. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται. 

 

Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι. 

Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί. 

Ἕτερα Προσόμοια τοῦ Ἁγίου Πρόκλου. Ἦχος δ'. Ἔδωκας σημείωσιν

Δογμάτων φαιδρότητι, καὶ τῇ τοῦ βίου λαμπρότητι, εὐσεβῶς κατεκόσμησας, Πρόκλε παναοίδιμε, τὴν ἱεραρχίαν, καὶ τῆς Ἐκκλησίας, στῦλος ἐδείχθης ἀληθῶς, καταφωτίζων πάντας τοῖς λόγοις σου. Διό σε μακαρίζομεν, καὶ ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν ἁγίαν καὶ πάνσεπτον, ἑορτάζομεν μνήμην σου.

Λαμπρῶς ἐδογμάτισας, καὶ θεοφρόνως ἐκήρυξας, Θεοτόκον τὴν ἄχραντον, Κόρην ὡς κυήσασαν, τὸν πρὸ τῶν αἰώνων, Κτίστην καὶ Δεσπότην, Υἱὸν καὶ Λόγον τοῦ Πατρός, καὶ ἐπ' ἐσχάτων δι' ἡμᾶς ἄνθρωπον, γενόμενον θελήματι, καὶ μὴ τραπέντα τῆς φύσεως, καὶ Νεστόριον ᾔσχυνας, ἀσεβῆ καὶ παράφρονα.

Ναμάτων ἑξήντλησας, τῶν χρυσαυγῶν παναοίδιμε, τοῦ σοφοῦ θεοκήρυκος, οὗπερ καὶ διάδοχος, καὶ τῆς εὐσεβείας, ὤφθης καὶ καθέδρας, ἐπιστηρίζων διδαχαῖς, τῆς ἀληθείας Χριστοῦ τὸ ποίμνιον, καὶ τούτου τὸ ἁγνότατον, καὶ πανσεβάσμιον λείψανον, ὥσπερ κόσμον τερπνότατον, τῇ Ἐκκλησία ἀπέδωκας. 

Δόξα. Ἦχος πλ. α΄.

Σὲ ὅνπερ ἐχαρίτωσε Θεός, Πρόκλε πανεύφημε, καθορῶντες σαφῶς, ἐν Ναοῖς περιγραπτῶς ταῖς Εἰκόσι, κεκοσμημένον πνευματικαῖς χάρισιν, ἀγγελόφθογγον ὕμνον πανευλαβῶς, ἀγαλλόμενοι μέλπομεν· χαῖρε, σοφὲ ἄνερ καὶ πιστέ, ὃν Ἥλιος ὁ ἄδυτος, ἀληθῶς ἐφώτισεν ἐκ νεότητος, ἀρεταῖς εὐκοσμήσαντα, γενναῖον δ’ ἐν ἀγῶσιν ἀνέδειξε, θεογνωσίας τῷ φωτί, πλάνας ἐλέγξασθαι. Ὅθεν, πάντες σὲ ἴσμεν, ὡς θερμὸν ἡμῶν πρέσβυν, καὶ ἐκ πόθου λέγομεν· πῶς σὲ ὑμνήσωμεν λέξον; ἢ πῶς δοξάσωμεν πόνους; Ποῖα κομίσωμεν γέρα, νικητικά σοι ἀξίως; ἢ ποῖα ᾄσωμεν μέλη, τῇ φωτοφόρῳ σου μνήμῃ; Μεγαλύνομεν τοὺς ἄθλους σου, τιμῶμεν καὶ τὰ θαύματά σου, Πατριάρχα θεῖε, βοῶντες· Κύριε, δόξα Σοι.

 

Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος. 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. 

 

 

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος. 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις, εὐκλεὲς Ἀρχιερεῦ, ἄνθος τῆς ἑώας εὐῶδες, ὄλεθρε αἱρετικῶν, Βασιλίδος Πόλεων, ποιμὴν θεηγόρε, ὁ Σταυρῷ δυναμούμενος, καὶ Πνεύματος ἅμα, χάριτι πληρούμενος, καὶ τελειούμενος, ὁ ἐν τῷ κηρύγματι πλήξας, φρύαγμα δεινοῦ Νεστορίου, τῇ διδασκαλίᾳ καὶ τῇ τόλμῃ σου.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ὅτε, ὦ θεοῤῥῆμον ποιμήν, πνεῦμά σου ἐν πόλῳ ἀνῆλθε, παρὰ τῷ Θρόνῳ Θεοῦ, καὶ σῶμα πολύαθλον, ἡ γῆ ἐδέξατο, τότε οὖν οἱ Ἀσώματοι, οὐράνιοι Νόες, σὺν Ἁγίοις ἅπασιν, ἠγαλλιάσαντο· νῦν δέ, φιλεόρτων τὰ πλήθη, μέλπουσι τὴν θείαν σου μνήμην, σπεύδοντα εἰκόνα σου ἀσπάσασθαι.

 

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Δεῦτε, τὸν πιστὸν Πρόκλον λαοί, Ἕλληνες ψαλμοῖς τοῖς εὐήχοις, καὶ Ὀρθοδόξων χοροί, πέρασι τιμήσωμεν, ὡς ἱερώτατον, τοῦ Κυρίου ποιμάντορα, ἰδόντα παιδῖον, ἁρπαγὲν τῷ θαύματι, εἰς ὕψος ἄμετρον, ἵν’ ὑπὸ τῶν Νόων ἀκούσῃ, καὶ πιστοῖς ἐπιβεβαιώσῃ, ὕμνος ὁ Τρισάγιος πῶς ᾄδεται.

 

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'

Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος. 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὸν λαμπρὸν τοῦ Κυρίου Πατριάρχην τιμήσωμεν, Πρόκλον ἐν τερπναῖς μελῳδίαις, Νεστορίου συντρίψαντα, τὰς πλάνας καὶ θερμῇ αὐτοῦ εὐχῇ, ἡρπάγη παῖς εἰς ὕψους θαυμαστῶς, βεβαιώσας Τρισαγίου ὕμνου ὀρθόν, Παῦλον δ’ ἰδόντα λέγοντα· οὕτω δεῖ ἑρμηνεῦσαι τὰς γραφάς, ἃς πρὸς λαοὺς ἐξαπέστειλα, ἵνα δῷς τὴν ὠφέλειαν ψυχαῖς, θεῖε Χρυσόστομε.

Δόξα. Ὅμοιον.

Τὸν πανεύφημον Πρόκλον Βασιλίδος τῶν πόλεων, θεῖον καὶ σεπτὸν Πατριάρχην, μαθητὴν Χρυσοῤῥήμονος, ὑμνήσωμεν ᾠδαῖς πνευματικαῖς, τελοῦντες μνήμην πάμφωτον αὐτοῦ, οἱ θεόφρονες βοῶντες· σπεῦσον ἡμᾶς, καὶ ἐξελοῦ αἱρέσεων· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πᾶσι τὰ πρόσφορα.

Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος

Ἡμᾶς εἰς ὑμνῳδίαν νῦν συγκαλεῖ ὁ Πρόκλος, ὅπως τὸ μνημόσυνον τούτου, τιμήσωμεν ἀξίως, ὑπῆρξε γὰρ οὗτος μαθητής, τοῦ θείου Χρυσοῤῥήμονος Πατρός, παρ’ οὗ ἔμαθε τὰ δόγματα ἀληθῶς, αἰσχύνας τοὺς πολεμίους· ὅθεν αὐτῷ βοήσωμεν πιστῶς· ἔσο ἡμῶν πρέσβυς ἔνθερμος, καὶ ἐν ἡμέρᾳ δίκης φοβερᾷ, πάντων μνημόνευσον.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων. 

 

 

 

 

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Τὸν Πρόκλον ὑμνήσωμεν Χριστοῦ ποιμένα λαμπρόν, ἐν θείοις μελίσμασι ὡς Πατριάρχην σεπτόν, αὐτοῦ μνήμην ἄγοντες. Οὗτος γὰρ Νεστορίου, τὰς αἱρέσεις καθεῖλε, καὶ ᾔσχυνε πλεκτάνας, τοῦ σατᾶν τῶν ὀργάνων, φωτίσας τῶν εἰδωλολατρῶν, σκότος βαθύτατος.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός. 

Εἶτα, οἱ Κανόνες, ὁ Προεόρτιος, καὶ τοῦ Ἁγίου. Ποίημα Θεοφάνους

ᾨδὴ α'. Ἦχος α' Σοῦ ἡ τροπαιοῦχος δεξιά

Πράξει τε καὶ λόγῳ ἀληθεῖ, τῶν νοερῶν Ἀρχαγγέλων γενόμενος, σύμμορφος θεόληπτε, καὶ σὺν αὐτοῖς, τῷ θρόνῳ παριστάμενος, τῆς σεπτῆς Τριάδος, Πρόκλε δυσώπει σωθῆναι ἡμᾶς.

Ἴχνεσιν ἑπόμενος σοφέ, τοῦ Χρυσοῤῥήμονος Πάτερ ἀοίδιμε, τούτου τὸ σεβάσμιον, ἱερωσύνης θεῖον ἔνδυμα, κλῆρον ὡς πατρῷον, ἀπείληφας ἀξιάγαστε.

Πάλαι τὸν Θεὸν ἐπὶ τῆς γῆς, τοῦ Ἡσαΐου βοῶντος ἐν πνεύματι, ἥξειν ὁ Νεστόριος, φρενοβλαβῶς, διαβάλλων τὴν σάρκωσιν, ὑπὸ σοῦ Τρισμάκαρ, συνοδικῶς καταβέβληται.

Θεοτοκίον.

Λόγοις θεοπνεύστοις τὴν φρικτήν, ἐκ τῆς Παρθένου ἐτράνωσας σάρκωσιν, Πρόκλε τοῦ Θεοῦ ἡμῶν, καὶ Θεοτόκον ταύτην ἐκήρυξας, δόγμασι πανσόφοις, τῶν Ἀποστόλων ἑπόμενος. 

 

ᾨδὴ γ', Ὁ μόνος εἰδώς.

Φῶς τὸ ἐκ φωτὸς θεοπτικῶς, Παμμάκαρ προσλαβόμενος, τῇ Ἐκκλησία φῶς ἐχρημάτισας· διὸ καὶ φῶς σοι θεῖον ἀνέτειλε, νοητῶς ὡς γέγραπται· ᾧ καταλαμπόμενος, τούς ὑμνοῦντας φωτίζεις τὴν μνήμην σου.

Σαλπίσας δογμάτων τῇ βροντῇ, ὡς τείχη καταβέβληκας, Ἱεριχούντια τῶν αἱρέσεων, τὰ θράση πάντα καὶ τὰ στρατεύματα, καὶ νικήσας τρόπαια, ἀνεστήσω σάρκωσιν τοῦ Θεοῦ ἐκ Παρθένου κηρύξας τρανῶς.

Πηγὴ τῆς σοφίας προσβαλών, τὸ στόμα σου θεόληπτε, καὶ τῆς τοῦ Πνεύματος ἀρυσάμενος, σοφίας Πρόκλε τὰ θεῖα νάματα, θολεροὺς κατέκλυσας, ποταμοὺς πανόλβιε, Νεστορίου τὰ ἄθεσμα δόγματα.

Θεοτοκίον.

Ὁ ἄνω Πατρὶ μονογενής, ἀφράστως συννοούμενος, μονογενὴς ἐκ σοῦ κάτω ἄχραντε, ὑπὲρ αἰτίαν καὶ νοῦν γεγέννηται, καὶ θεοὶ τὸν ἄνθρωπον, ἐκ σοῦ παναμώμητε, Θεοτόκε Παρθένε ἀνύμφευτε.

 

 

Κάθισμα. Τοῦ Ἁγίου Πρόκλου. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ

Θεῖον Πρόκλον ἐν ᾠδαῖς, ἀνευφημήσωμεν πιστοί, τὸν Χρυσοστόμου μαθητήν, Βασιλευούσης προεστόν, κράζοντες· χαίροις τούτῳ πιστῶς ὦ Πατριάρχα, ἄνθρωπε Κυρίου καὶ εὐσεβῶν ὁδηγέ, πολύφωτε λυχνία πίστεως πρόμαχε, τῶν ἀδικουμένων στήριγμα Διδάσκαλε καὶ φωστὴρ Ἐκκλησίας· διὸ μὴ παύσῃ, τῶν σοῦ τιμώντων μνήμην Χριστὸν καθικετεύων.

Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.

Ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ πολυτίμητος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μετὰ λαμπάδων φαεινῶν, ἐν εὐφροσύνῃ προέρχεται τοῦ εἰσαχθῆναι, καὶ χαίρει ἐπ' αὐτῇ, ὁ Ζαχαρίας ὁρῶν, τὴν δήλωσιν τρανῶς, τῶν ἱερῶν προφητῶν, ἀπαρχομένην ἤδη περαιοῦσθαι, καὶ γηθοσύνως βοᾷ πρὸς αὐτήν. Χαρὰν μηνύει, ἡ πρόοδος σου, Κόρη παρθενομῆτορ. 

ᾨδὴ δ', Προεόρτιος. Ὄρος σὲ τῇ χάριτι.

Χρυσίον καθάπερ, ἐν πυρὶ Ἱερώτατε, τῆς ἐγκρατείας σου σοφέ, σῶμα καθάρας τὸ σεπτόν, ὡραῖον ἀπέδειξας, τῷ Ποιητῇ· ἱερωσύνης ἐντεῦθέν σοι, καταστολὴ αἰωνίως κεχάρισται.

Ῥημάτων ὁ φθόγγος, καὶ δογμάτων ἡ εὔηχος, τῶν διδαγμάτων σου βροντή, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, σοφῶς καταθέλγουσα, αἱρετικῶν ἀποσοβεῖ τὴν θρασύτητα, ἱεροφάντορ Πρόκλε παναοίδιμε.

Γνώσεως τῆς θείας, ἐν μυήσει γενόμενος, ὡς ἱεράρχης ἱερός, ἀγαθοδότως ἐφεξῆς, τοῖς πᾶσι μετέδωκας, τοῦ φωτισμοῦ, καὶ τῆς ἐνθέου λαμπρότητος, εἰς σωτηρίαν ψυχῶν Ἀξιάγαστε.

Θεοτοκίον.

Ἄνθρακα τὸν θεῖον, ἐν νηδύϊ Πανάμωμε, εἰσδεξαμένη ὑπὲρ νοῦν, οὐ κατεφλέχθης ἀληθῶς· ἡ βάτος γὰρ πόῤῥωθεν, συμβολικῶς, τὴν σὴν λοχείαν εἰκόνιζεν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. 

 

ᾨδὴ ε', Ὁ φωτίσας τῇ ἐλλάμψει.

Φωτοφόρος ὡς λυχνία, παμμάκαρ γενόμενος, τῆς ἁγίας Ἐκκλησίας, ἐφάνης ὑπέρμαχος, καὶ Θεοῦ ἐτράνωσας, τὴν ἐκ Παρθένου Παναγίας, γέννησιν ἄτρεπτον Ἔνδοξε.

Τὴν σάρκωσιν τοῦ Θεοῦ, ἐκ Παρθένου τὴν ἔνδοξον, τῶν δογμάτων ἐν σφενδόνῃ, ἐνθεὶς ὡς ἀλλόφυλον, Γολιὰθ κατέβαλες, τοῦ Νεστορίου τὴν θρασεῖαν, γνώμην ὡς πάλαι ὁ θεῖος Δαυΐδ.

Τῶν τοῦ Παύλου διδαγμάτων, ὑπάρχων ἀνάπλεως, καὶ τὴν τούτου κατιδών, ὀπτασίαν πανάριστε, Ἐλισαῖος δεύτερος, ἐναπεφάνθης χρῖσμα θεῖον, ἱερωσύνης χρισθείς μυστικῶς.

                                               Θεοτοκίον.                  

Οὐ σύγχυσιν, οὐ φυρμὸν ἐν τῇ μήτρᾳ ἐδέξατο, τῆς Παρθένου ὁ Θεός, ἐν σαρκὶ προερχόμενος. Ἀλλ' ὃ ἦν μεμένηκε, Θεὸς καὶ ἄνθρωπος ἀτρέπτως, ταῖς ἐνεργείαις δεικνύμενος. 

ᾨδὴ ς', Ἐκύκλωσεν ἡμᾶς.

Μεγάλης ἐπιβὰς καθέδρας, Ὅσιε, μεγίστοις κατορθώμασι, κατεκόσμησας αὐτὴν θεοπρεπῶς· ὅθεν συνελθόντες εὐφημοῦμέν σε, Ἀρχιερεῦ μεγαλοφώνως Πρόκλε ἀοίδιμε.

Ὡς ἄλλην κιβωτὸν τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὸ σῶμα τοῦ παμμάκαρος, Χρυσοστόμου ἐναπέδωκας ταῖς σαῖς, Πρόκλε παραινέσεσι καὶ εὔφρανας, τῶν εὐσεβῶν, χοροστασίας τῇ παρουσίᾳ αὐτοῦ.

Κυκλώσαντας ὡς θῆρας ἐξεδίωξας, αἱρέσεων τῆς ποίμνης Χριστοῦ, τοὺς προμάχους ἐν τῇ ῥάβδῳ νοητῶς, τῶν σῶν διδαχῶν Πρόκλε μακάριε, πρὸς δὲ νομήν, ὀρθοδοξίας τὴν ποίμνην ἴθυνας.

Θεοτοκίον.

Ὡράθης Χερουβὶμ θεοχαρίτωτε, Παρθένε ὑπερέχουσα· τὸν ἐπ' ὤμων γὰρ ὀχούμενον αὐτῶν, Ἄχραντε ἀγκάλαις σου ἐβάστασας· ὅθεν ἀεί, σὲ Θεοτόκε πάντες δοξάζομεν.

 

Κοντάκιον. Τοῦ Ἁγίου Πρόκλου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐν τῷ ὕψει Κύριος, τῆς Ἐκκλησίας, ἀληθῶς σε ἔθετο, ὥσπερ ἀστέρα φαεινόν, φωταγωγοῦντα τοὺς ψάλλοντας, Πρόκλε τὸ κλέος, Πατέρων ἀοίδιμε.

Κοντάκιον Προεόρτιον. Ὅμοιον

Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος. 

Ὁ Οἶκος

Ὁ τῶν ἁπάντων Ποιητής, ὁ Πλάστης καὶ Δεσπότης, ἀῤῥήτῳ εὐσπλαγχνίᾳ καμπτόμενος, καὶ μόνῃ φιλανθρωπίᾳ τῇ αὐτοῦ, ὅν περ ταῖς οἰκείαις κατεσκεύασε χερσίν, ἰδὼν πεσόντα ᾤκτειρε, καὶ ἀναστῆναι τοῦτον εὐδόκησε, πλάσει θειοτέρᾳ, καὶ κενώσει τῇ ἰδίᾳ, ὡς ἀγαθὸς φύσει καὶ ἐλεήμων. Διὸ τὴν Μαριὰμ μεσίτιν λαμβάνει, ὡς παρθένον καὶ ἁγνήν, τοῦ μυστηρίου, ἐκ ταύτης τὸ ἡμῶν φορέσαι ὡς ἠβουλήθη· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος. 

Συναξάριον.

Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, τὰ Προεόρτια τῶν Εἰσοδίων τῆς Θεοτόκου ἐπιτελοῦμεν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πρόκλου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

ᾨδὴ ζ', Σὲ νοητήν, Θεοτόκε

Σῶμα καὶ νοῦν, καὶ ψυχὴν ἐκάθηρας, τῇ ἀφαιρέσει τῶν παθῶν, Ἱεράρχα Πρόκλε σοφέ· ὅθεν ἐδογμάτισας, σῶμα καὶ ψυχὴν καὶ νοῦν, τὸν ἐκ Παρθένου τεχθέντα Θεόν, δίχα τροπῆς διὰ τὸ σῶσαι, ἡμᾶς ἀναδεξάμενον.

Πῦρ νοητόν, ταῖς φρεσὶν ἀνάψας σου, τὴν φρυγανώδη καὶ σαθράν, Νεστορίου τοῦ δυσσεβοῦς, αἵρεσιν κατέφλεξας· ὅθεν σοῦ δεόμεθα, τὰς φρυγανώδεις ἡμῶν ἡδονάς, ταῖς πρὸς Θεὸν ἱκεσίαις, συμφλέξας ἀποκάθαρον.

Σὺ πρὸς Χριστόν, κεκτημένος Ἅγιε, τὴν παῤῥησίαν τοὺς ἐν γῇ, εὐφημοῦντας μελῳδικῶς, μνήμην σου τὴν ἔνδοξον, πάσης περιστάσεως, ἐκλυτρωθῆναι ἱκέτευε, τόν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν Πρόκλε θεσπέσιε.

Θεοτοκίον

Φέρεις Θεόν, σάρκα περικείμενον, ἐν ταῖς ἀγκάλαις σου Ἁγνή, ὥσπερ θρόνος Χερουβικός, φέροντα τῷ ῥήματι, πάντα τῆς δυνάμεως, ᾧ μελῳδοῦμεν καὶ λέγομεν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. 

ᾨδὴ η', Προεόρτιος. Ἐν καμίνῳ παῖδες, Ἰσραήλ.

Ὡς χωνείᾳ τῇ φωτολαμπεῖ, πανένδοξε ἁγνείᾳ, τὰ πάθη τὰ τῆς σαρκός, ἀποκαθάρας ὡς χρυσός, τοῖς πάσιν ἐξήστραψας ἀναμέλπων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς ὀργάνῳ Μάκαρ τῆς σεπτῆς, σοῦ γλώττης θελγομένη, τῷ φθόγγῳ ἡ Ἐκκλησία, τοῦ Θεοῦ τὴν ἐπὶ γῆς, σωτήριον κάθοδον ἀναμέλπει, πᾶσι φωνοῦσα τρανῶς καὶ ἐκβοῶσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Λύρα θεία ὤφθης ἀληθῶς, τὸν φθόγγον ἐνηχοῦσα, τοῖς πίστει προσδεχομένοις, τοῦ Θεοῦ τὴν πρὸς ἡμᾶς, σωτήριον σάρκωσιν, θεῖε Πρόκλε, Πάτερ παμμάκαρ, καὶ τὴν τοῦ Νεστορίου, δυσσεβῆ ματαίαν, φωνὴν ἀποσοβοῦσα.

Θεοτοκίον

Συντηρήσας σήμαντρα τῆς σῆς, Παρθένε παρθενίας, ἀλώβητα ὁ Δεσπότης, προελήλυθε Χριστός, ἐκ σοῦ ὑπὲρ ἔννοιαν εἰς τὸ σῶσαι, τους βοῶντας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ', Τύπον τῆς ἁγνῆς.

Τύπους καὶ σκιὰς παρέδραμες, καὶ τὴν ἀλήθειαν Χριστὸν κατενόησας, ἀναγεννηθείς, διὰ λουτροῦ τοῦ Βαπτίσματος, Ἱερεύς τε χρισθεὶς ἱερώτατος· ὅθεν καὶ Θεοτόκον, τὴν τοῦτον τέξασαν ἐκήρυξας.

Τρόπους ἱεροὺς καὶ δόγματα, τοῦ Χρυσοστόμου μάκαρ ἐνστερνισάμενος, ζῆλον τε αὐτοῦ, τὸν ἱερὸν τὸν τῆς πίστεως, ἐξηρεύξω δογμάτων σου πέλαγος, αἱρέσεως χειμάῤῥους, ἀποξηραίνοντας ἐν χάριτι.

Στῆσον ἱεραῖς πρεσβείαις σου, τὸ καθ' ἡμῶν κλυδώνιον ἐγειρόμενον, καὶ ἀπέλασον, τὸν πειρασμὸν καὶ σκοτόμαιναν, καὶ ἀνθρώπων παντοίων τὴν κάκωσιν, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Σωτῆρα καὶ Θεὸν ἡμῶν.

Θεοτοκίον

Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! τὸν τοῦ Θεοῦ γὰρ Λόγον σάρκα γενόμενον, μόνη τέτοκας, ὑπερφυῶς Μητροπάρθενε, τὸν τὰ σύμπαντα θείῳ βουλήματι, σοφῶς διακρατοῦντα, καὶ κυβερνῶντα καὶ συνέχοντα.

Ἐξαποστειλάριον τοῦ Ἁγίου Πρόκλου. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν

Ὡς ἀρετῶν ὁμότροπος, τοῦ σοφοῦ Χρυσοστόμου, καὶ τοῦ ἐκείνου γέγονας, θρόνου ἔνδοξε Πρόκλε, διάδοχος θεοκήρυξ· καθελὼν Νεστορίου, τοῦ δυσσεβοῦς τὴν αἵρεσιν, Θεοτόκον κυρίως καὶ ἀληθῶς, τὴν Ἁγνὴν ἐκήρυξας καὶ Παρθένον, μεθ' ἧς ὑπὲρ τῆς Ποίμνης σου, τὸν Χριστὸν ἐκδυσώπει. 

Προεόρτιον. Ὅμοιον.

Θεοῦ σοφίας τέμενος, καὶ ὑπέρτερον θρόνον, τῶν Χερουβὶμ ὑπάρχουσαν, τὴν ἁγνὴν Θεοτόκον, εὐτρέπισον Ζαχαρία, τοῦ ναοῦ τὰς εἰσόδους, τὰ τῶν Ἁγίων Ἅγια, ὑποδέξασθαι ταύτην, καὶ σὺν ἡμῖν, ᾄδε προεόρτιον τῇ Παρθένῳ, ἐξ ἧς Χριστὸς ὁ Κύριος, σαρκωθεὶς κόσμον σῴζει. 

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν φωναῖς ἀλαλάξωμεν, καὶ ᾀσμάτων ἄνθεσιν στεφανώσωμεν, Βασιλευούσης τὸν πρόεδρον, Χριστοῦ τὸν σεβάσμιον, Πατριάρχην καὶ λαοῦ, φωτιστὴν πρὸς ὃν εἴπωμεν· κῆρυξ ἔνθε, τοὺς πιστῶς σὲ τιμῶντας ῥῦσαι τάχει, ὡς ἀντιλήπτωρ πανάριστος.

 

Μελῳδήμασιν ᾄδομεν, ἑορτὴν πανσεβάσμιον, τῆς ἐνδόξου μνήμης τοῦ θεοῤῥήμονος, Εὐαγγελίου τε κήρυκος, πιστῶς μεγαλύνοντες, Χρυσοστόμου μαθητήν, καὶ τὸν μύστην τῆς χάριτος, τὸν συντρίψαντα, Νεστορίου τὰς πλάνας θείοις λόγοις, καὶ διδάξαντα τὸν ὕμνον, ὡς τὸ παιδίον ἀκήκοε.

 

Ψαλμικῶς εὐφημήσωμεν, τὸν ἰδόντα Ἀπόστολον, τὸν οὐρανοβάμονα θεοκήρυκα, εἰς οὖς Πατρὸς ἑρμηνεύοντα, γραφὰς πρὸς ὠφέλειαν, ψυχικὴν τῶν εὐσεβῶν, καὶ οὗ σκῆνος μετήνεγκε, παρακλήσεσιν, ἐκ Κομάνων ἐν Κωνσταντινουπόλει, τιμὴν δοῦναι ἐπαξίως, τῷ διδασκάλῳ τῆς πίστεως.

 

 

 

 

Χαῖρε Πάτερ θεόσοφε, Πατριάρχα πανεύφημε, πάσης οἰκουμένης σεμνὸν ἀγλάϊσμα, Πρόκλε Πατὴρ ἱερώτατε, δοχεῖον τῆς χάριτος, Ἐκκλησίας ὁδηγέ, καθαιρέτα αἱρέσεων, θεῖον καύχημα, τῶν πιστῶν καὶ ἐντρύφημα Ὁσίων, ὁ σημείοις καταπλήξας, τῶν εὐσεβῶν τὰ συστήματα.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐπέλαμψεν ἡμῖν, ὡς ἀκτὶς νοητοῦ Ἡλίου, ἡ πανέορτος μνήμη, τοῦ ἐνδόξου Πατριάρχου, τὴν Ἐκκλησίαν Χριστοῦ λαμπρύνουσι. Δεῦτε οὖν φιλέορτοι, καταστέψωμεν τοῦτον, τοῖς ἄνθεσιν ἐγκωμίων, καὶ χαρμονικῶς βοήσωμεν· χαίροις, τοῦ Χρυσοστόμου μαθητά, παρ’ οὗ ἠρδεύθης θείοις νάμασιν, Ἀποστολοφανίας ἀξιωθείς, καὶ διάδοχος ἄξιος τούτου ἐγένου· χαίροις, ὁ Νεστορίου καθελὼν φρυάγματα, καὶ αἱρετικῶν τὰς πλάνας, ὁ καταπλήξας τοὺς πιστούς, παραδόξοις θαύμασι· χαίροις, κῆρυξ τῆς πίστεως, Ὁμολογητὰ τῆς ἀληθείας, ὁ τοῦ σοῦ διδασκάλου μετήνεγκας τὸ σκήνωμα καὶ ἀποδοὺς τὴν πρέπουσαν τιμήν. Ἀλλ’ ὦ Πρόκλε παμμακάριστε, αἴτησαι παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὡς παῤῥησίαν κεκτημένος μεγάλην, δοῦναι ἡμῖν τοῖς τιμῶσί σε, ἱλασμὸν ἁμαρτιῶν, καὶ μέγα ἔλεος.

 

Καὶ νῦν. Προεόρτιον. Ἦχος α'. Γεωργίου Νικομηδείας

Ἀγαλλιάσθω σήμερον, ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· Ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται· Ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν· Ἀπενεχθήσονται φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀῤῥεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις τοῦ Κυρίου Ἀρχιερεύς, μύστης τῶν ἀῤῥήτων, γηγενῶν ὁ σαγηνευτής, πλεῖστα ὁ τελέσας, ἐξαίσια σημεῖα, ἵνα λαοὺς φωτίσῃς, Πρόκλε μακάριε.

Δὸς ἀεὶ πρεσβείαν ὑπὲρ ἡμῶν, Πρόκλε Θεῷ Λόγῳ, ἐκρυσθῆναι τῆς ζοφερᾶς, τοῦ πυρὸς γεέννης, τῶν σὲ πιστῶς τιμώντων, ὡς ἔχων παῤῥησίαν, Αὐτῷ πανένδοξε.

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Βασιλευούσης τὸν μακάριον Πρόκλον, πατριαρχεύσαντα σεπτῶς καὶ ἐνθέως, ὡς μαθητὴν πανάριστον τοῦ πανευκλεοῦς, θείου Χρυσοστόμου μέλψωμεν, ὅτι ἔργοις τοῖς ἀγαθοῖς, τὸν Χριστὸν ἐδόξασεν, ἐκ ψυχῆς ἐκβοῶντες· ἐλευθερῶσαι ἅπαντας πιστούς, νόσων κινδύνων, ταχὺ σπεῦσον Ἅγιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πατριάρχα Πρόκλε, δέξαι ᾆσμα. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Παθῶν με ἀπάλλαξον χαλεπῶν, μακάριε Πρόκλε, καὶ εὐχάς σου δὸς τῷ Χριστῷ, ἡμῖν ὅπως δῷ λύσιν πταισμάτων, καὶ φωτισμὸν διανοίας τοῦ μέλψαι σε.

νύσας ἐνθέως βίου ὁδόν, στενὴν τεθλιμμένην, ἐμιμήσω τὸν Λυτρωτήν, ὑπὲρ οὗ ἠσκήθης θεαρέστως, Πρόκλε σεπτέ, πρεσβευτὰ τῶν ὑμνούντων σε.

Τοῦ σοῦ διδασκάλου τὰς ἀρετάς, Πατρὸς Χρυσοστόμου, ἐμιμήσω Πρόκλε πιστῶς, μεθ’ οὗ συναυλίζῃ τῶν Ἁγίων, θείας χορείας ἧς πάντας κατάταξον.

Θεοτοκίον.

υσθῆναι παθῶν με φθοροποιῶν, δυσώπει Παρθένε, Ὅνπερ ἔτεκες εἰς βροτῶν ἀνάπλασιν, ἥκοντα βουλήσει, καὶ παρακάλει τρυφῆς ἀξιῶσαί με.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

εράρχης Κυρίου πανευκλεὴς δέδειξαι, Πρόκλε καὶ διάδοχος θρόνου, τοῦ Χρυσοῤῥήμονος, μεθ’ οὗ τῶν πιστῶν, ἱκέτευε ἀεννάως, τῶν παγίδων ῥύσασθαι, τοῦ πολεμήτορος.

ρχεκάκου ἐνέδρας καὶ μηχανὰς σκόρπισον, ὦ Ἀρχιερεῦ ταῖς εὐχαῖς σου, ἐπαπειλοῦσας νῦν, ὅλως δουλῶσαι ἡμᾶς, καὶ εἰς ἐρέβους τὰ βάθη, τῆς γεέννης ῥίψασθαι, πρὸς ἐξαφάνισιν.

ώμην δὸς καὶ ὑγείαν τοῖς ἐν ᾠδαῖς ᾄδουσιν, ἆθλά σου καὶ ἔνδοξον μνήμην, Πρόκλε θεότιμε, εἰς ἀρωγὴν δ’ εὐσεβῶν, ἐλθὲ κατὰ τῶν κινδύνων, καὶ ταχὺ ἐκλύτρωσαι, πάσης κακώσεως.

Θεοτοκίον.

Χρέος ἔχομεν Κόρη πρὸ Σὲ βροτοὶ ἅπαντες, ὅτι τὸν Θεὸν ἐν γαστρί Σου, φέρουσα ἔτεκες, Τοῦτον δυσώπει ἀεί, ἁμαρτιῶν ἡμῖν δοῦναι, τὴν ὀφλὴν ὡς εὔσπλαγχνος, καὶ μέγα ἔλεος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεῖε Πρόκλε Πατὴρ ἡμῶν ἡδέσι μελίσμασι, σεπτὲ ποιμᾶντορ τῆς Βασιλευούσης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ὡς τεῖχον στεῤῥὸν σὲ Πρόκλε ἐπιστάμεθα, ἐφ’ ᾧ ἡ ὀφρὺς Νεστορίου συντέτριπται, σαῖς εὐχαῖς πρὸς Κύριον, θεοφόρε Πάτερ καὶ θαύμασιν, ὅτι ἀγῶσιν ἔλλαμψας ἐν γῇ, ὡς θεῖος ποιμήν, ἀνύσας τὸν βίον σου.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

ληθῶς ἐθεώρησας, Παῦλον Χρυσοστόμου ὠσὶ μηνύοντα, ἑρμηνεῦσαι θεῖα γράμματα, Πρόκλε· ὅθεν φῶς Χριστοῦ δὸς ἅπασι.

Πόθον ἔχων πρὸς Κύριον, ἴχνεσιν Αὐτοῦ Πρόκλε ἠκολούθησας· ὅθεν πᾶσιν ἡμῖν δώρησαι, φίλτρον τὸ θερμὸν σοῦ ἐκμιμήσασθαι.

ᾶνον πᾶσι τὴν χάριν σου, ἣν παρὰ Κυρίου Πρόκλε ἀπείληφας, καὶ τὰς νόσους ἡμῶν ἴασαι, ὡς θεραπευτὴν Πάτερ ἀνάργυρος.

Θεοτοκίον.

λαὸς μεγαλύνει Σε, ὡς Θεοῦ Μητέρα τὴν παναμώμητον, γενεαὶ δὲ μακαρίζουσιν, ὄνομα τὸ Σὸν κόσμου διάσωσμα.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Κλίνομεν πρὸς σέ, τὰς καρδίας καὶ τὰ γόνατα, ἐκζητοῦντες πρεσβείαν σου τὴν θερμήν, Πρόκλε Ὑψίστῳ, τοῦ γενέσθαι πᾶσιν ἵλεων.

Λῦσον τὰ δεσμά, τῶν πταισμάτων ἡμῶν Ἅγιε, ὡς εὐσυμπαθὴς πέλων Χριστιανοῖς, καὶ νέμε κρείττω, θερμαῖς λιταῖς σου παντάπασιν.

λασον ταχύ, ἀφ’ ἡμῶν ἐχθροῦ τοξεύματα, ὁ σατᾶν συντρίψας βέλεμναν στεῤῥοῖς, ἐν ὁσιακοῖς ἀγῶσί σου θεότιμε.

Θεοτοκίον.

Δέσποινα ἡμῖν, τὴν Θεοῦ εἰρήνην βράβευσον, καὶ χαρὰν ἣν εἴληφας Μονογενοῦς, ἰδοῦσα πρώτη, τὴν ἐκ τάφου Τούτου Ἔγερσιν.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

πίχαρμα, ἐγενόμην ἄθλιον, τοῦ βελίαρ ἁμαρτίας δουλεύσας, ὅτι κακῶν, ἡ ψυχή μου ἐτρώθη, καὶ ὡς ἀμνὸν πλανηθέντα ἀφήρπασεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· ταῖς τοῦ Πρόκλου λιταῖς Σῶτερ σῶσόν με.

Ξενήκουστα, τὰ ἐν σοὶ παράδοξα, θείᾳ χάριτι ἐστὶ Πάτερ Πρόκλε· ὅθεν ἡμᾶς, ἐν σκηναῖς τῶν Δικαίων, καὶ ἐκλεκτῶν ἀξιῶσαι ὁ Κύριος, ἱκέτευε τῇ φοβερᾷ, τῆς ἐτάσεως ὥρᾳ καὶ μνήσθητι.

Αἱρεσεων, ἐξελοῦ τὸ πλήρωμα, Ὀρθοδόξων θεῖε Πρόκλε εὐχαῖς σου, ἁμαρτιῶν πειρασμῶν νοσημάτων, λύπης ἀνάγκης κινδύνων καὶ θλίψεων, ὀργῆς Θεοῦ καὶ συμφορῶν, ἱεροῖς μεγαλύνειν σε ᾄσμασιν.

Θεοτοκίον.

κέτευε, τὸν Σὸν Τόκον ἄσπιλε, ὡς Μητέρα τοῦ Θεοῦ ὑπὲρ πάντων, Σαῖς εὐπροσδέκτοις πρὸς Τοῦτον πρεσβείαις, ἡγιασμένη Σκηνὴ καὶ εὐρύχωρος, τοῦ Θεοῦ Λόγου ἀληθῶς, ὅπως μέγα δωρήσηται ἔλεος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεῖε Πρόκλε Πατὴρ ἡμῶν ἡδέσι μελίσμασι, σεπτὲ ποιμᾶντορ τῆς Βασιλευούσης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς φρουρόν σε καὶ ἀντιλήπτορα κατέχομεν, Πρόκλε εὐκλεὲς καὶ μορφήν σου ἀσπαζόμεθα, ἐκβοῶντές σοι μετὰ δακρύων καὶ προσευχῶν· Ἅγιε ποιμὴν πρόσχες ἡμῖν, καὶ ἐλευθέρωσον λαόν, ἐκ δεινῶν περιστάσεων, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ μανίας, τὸ Γένος τῶν Χριστιανῶν, ἀεὶ πρεσβεύων πρὸς Κύριον.

 

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).

Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα Πρόκλε ἔνδοξε· Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ εἰκόνι σου ἀσπάσασθαι, ἴασιν ἄμφω δός, τάχιστα καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὴν μνήμην ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ θεότιμε, χαίροις σοι φθεγγόμενος.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

εισέβαστον μνήμην σὴν τελοῦντες ἐν πίστει Ἀρχιεράρχα σεπτέ, αἰτουμεθα λιταῖς σου, κολάσεως ῥυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὸς Πατριάρχης Λόγε ἐπὶ τοῦ Χρυσοστόμου θρόνου ἀνῆλθε λαμπροῦ, ὡς μαθητὴς θεόφρων, δοξάσας Σε ἐν ἄθλοις, ὁ ἀρδεύων νῦν χάρισι, τοὺς εὐφημοῦντας αὐτόν, καὶ Σὲ δοξολογοῦντας.

Μεθύσκεις θείους γλεύκους ὡς εἰληφὼς τὴν χάριν κατὰ παθῶν ἐκ Χριστοῦ, τοὺς σοὶ ἰόντας Πρόκλε, καὶ κράζοντας ἀπαύστως· πειρασμῶν ἐλευθέρωσον, ὀδυνηρῶν συμφορῶν, καὶ νόσων ἀνιάτων

Θεοτοκίον.

γνὴ τὴν τοῦ Τεκόντος ἐκ Σοῦ ἰσχὺν παράσχου τοῖς Σὲ ὑμνοῦσι πιστῶς· ἐλθὲ Φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρίαν, τάχει νῦν καταυγᾶσαί μου, φρενῶν καρδίας ψυχῆς, τὸ ἐρεβῶδες σκότος.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γάννυται μέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ ἐν εὐφροσύνῃ· σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς τοῦ θείου Πρόκλου.

λέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ τὸν τοῦ Δεσπότου, γνήσιον φίλον Πρόκλε.

φθης πολλάκις, Πρόκλε πιστοὺς περισκέπων, ὡς παντάνακτος σημειοφόρος· ὅθεν ἡμᾶς σκέπε, καὶ ἴασαι ἐκ νόσων.

Θεοτοκίον.

ῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γαλήνιον παράσχου, βίον θεῖε Πρόκλε, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.

κέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς, καὶ παθῶν τοὺς θείαν μνήμην σου Πάτερ πανηγυρίζοντας.

δοὺς θεοπασχῖταις, θαῦμα σῇ δεήσει, τὴν ἁρπαγὴν ἐν ἀέρι παιδὸς εἰς ὀρθήν, τοῦ Τρισαγίου τελείωσιν ὕμνου πρόσχες μοι.

Θεοτοκίον.

ψίστου χρυσοῦς Θρόνος, πέλεις Σὺ ἐν πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς Σε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Νόσους ἀποδίωξον λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, Πατριάρχα πανευκλεές, σαῖς θερμαῖς πρεσβείαις, Χριστὸν καθικετεύων, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.

Εὔχου ἐγκλημάτων δοῦναι ὀφλήν, καὶ ἡμῶν πταισμάτων, ὁ δοξάσας σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας καὶ πίστιν, αἱρετικοῖς ἀφόβως, ἐπιβεβαίωσας.

Δὸς ἡμῖν ἀμείνω ταῖς σαῖς λιταῖς, Χριστοῦ τὴν εἰρήνην, ὦ θεόῤῥημον καὶ χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, βίου διόρθωσιν.

Ποίει ποίμνης γαίας Ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ τιμᾷ σε, θεόσοφε ἐν ὕμνοις, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Τῷ ἀπροσμαχήτῳ ὅπλῳ Σταυροῦ, τειχισθεὶς ἐξῆλθες, πολεμῆσαι αἱρετικούς· ὄθεν ἡμᾶς πάντας, περίζωσον ἰσχύϊ, Πρόκλε εὐχῆς νηστείας, φεύγειν τοὺς δαίμονας.

Πάρεσο μεσίτης πρὸς τὸν Θεόν, τῶν σὲ ἀνυμνούντων, Πατριάρχα πανευκλεές, δοῦναι σωτηρίας, ἀπόφασιν ἐν κρίσει, Αὐτοῦ θείῳ ἐλέει, ζωὴν δ’ αἰώνιον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, Πρόκλε πανσεβάσμιε, ἐν Πατριάρχαις σεπτέ, Ἐκκλησίας ὁ πρόμαχος, πιστῶν ὁ προστάτης, κατὰ τῶν αἱρέσεων, Ἱεραρχῶν ἡ τρυφή· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, καὶ δεινῶν τοὺς μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου...

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι...

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου