Παρασκευή 29 Ιανουαρίου 2021

ΙΑΝΟΥΑΡΙΟΣ 30. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΘΕΟΔΩΡΟΣ ΧΑΤΖΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΙΑΝΟΥΑΡΙΟΣ Λ!!

ΘΕΟΔΩΡΟΣ ΝΕΟΜΑΡΤΥΣ ΧΑΤΖΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γεωργίου Γαλανοπούλου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Στεῤῥὲ Νεομάρτυς τοῦ Χριστοῦ, Ἀθλητὰ Θεόδωρε, Πύργων Θερμῆς θεῖον βλάστημα, καὶ ἄνθος εὔοσμον, Μυτιλήνης δόξα, Λέσβου τὸ ἀγλάϊσμα, ἁπάντων Ὀρθοδόξων κραταίωμα, ἀπαύστως πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ἐκ κώμης τῶν Πύργων τῆς Θερμῆς, νήσου Λέσβου ἔθαλε, φυτὸν καὶ ἄνθος ἀμάραντον, ὁ παμμακάριστος, ἀριστεὺς Κυρίου, ὁ πρὶν ἀρνησίθρησκος, ἀλλὰ μετανοῶν διορθώσατο, πλάνης ὀλίσθημα, ὁ πανένδοξος Θεόδωρος, μαρτυρήσας ὑπὲρ θείας πίστεως.

 

Σχολάσας ἐν Ἄθωνι Μοναῖς, καὶ λιπὼν τὰ πρόσκαιρα, θεοπρεπῶς ἐπανόρθωσας, μάκαρ Θεόδωρε, ὃν ἠρνήθη πάλαι· ὅθεν ὁμολόγησας, ἐνώπιον τυράννων τὴν πίστιν σου, καὶ πλεῖστα βάσανα, ὑποστὰς αἷμα ἐξέχεας, τῷ Δεσπότῃ Χριστῷ παριστάμενος.

 

Ἀνέτειλε σήμερον λαμπρά, ἡμέρα ἑόρτιος, ἐν ᾗ πιστῶν σπεύδει ἄθροισμα, ὕμνοις τιμήσασθαι, τοῦ Ἁγίου μνήμην, ἱερὰν ἀστράπτουσαν, ἀκτίνας θεϊκῆς ἀγαθότητος, τοῦ Νεομάρτυρος, ἐκβοώντων παναοίδιμε· μὴ ἐλλίπῃς φρουρεῖν τοὺς τιμῶντάς σε.

 

Δόξα. Ἦχος β΄.

Δεῦτε πιστοὶ ἐν οἴκῳ Κυρίου, συνελθόντες ὕμνοις τιμήσωμεν, τὸν Νεομάρτυρα Χριστοῦ, Χατζῆν τὸν Θεόδωρον, πανηγυρίζοντες αὐτοῦ, τὴν ἐτήσιον μνήμην, καὶ λέγοντες· χαίροις θεότιμε ἄνερ, ὁ παῤῥησίᾳ πίστιν ὁμολογήσας, μὴ πτοηθεὶς ταῖς ἀπειλαῖς, μὴ δειλιάσας τοῖς βασάνοις, ἀλλ’ ἀήττητος μείνας, ὡς ἀδάμας στεῤῥός, ἄχρι τελειώσεως· διὸ Χριστῷ νῦν παριστάμενος, δεόμεθά σου ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου.

Χαῖρε, Θεοτόκε Μαριάμ, τῶν ὑμνολογούντων Σε σκέπη, χειμαζομένων λιμήν, πέλαγος τῆς χάριτος, ἀπηλπισμένων ἐλπίς, ἱερέων ἐντρύφημα, παρθένων ἡ δόξα, τεῖχος ἀπροσμάχητον, Χριστιανῶν εὐσεβῶν· πρόσδεξαι ἡμῶν παρακλήσεις, ὦ Τηνίων καύχημα Κόρη, καὶ παράσχου πᾶσι, χάριν ἄμισθον.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μνήμην τὴν ἱεράν, τιμήσωμεν ἐνθέοις, πιστοὶ τοῦ πανενδόξου, Κυρίου ἀριστέως, ψαλμοῖς τοῦτον γεραίροντες.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Αἷμά σου Ἀθλητά, ὑπὲρ Χριστοῦ ἐκχύσας, εἰς οἶκον θείας δόξης, τῶν οὐρανῶν ἀνῆλθε, Τριάδι παριστάμενος.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Θεόδωρε Χατζῆ, ὑπὲρ τῶν σὲ τιμώντων, πρεσβείαν δὸς Σωτῆρι, λυτρώσασθαι γεέννης, ψυχὰς ἡμῶν καὶ σώματα.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὦ Τριάς, ἡ θεαρχικωτάτη, ἡ ἐν τρισὶ προσώποις, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τὸν κόσμον ἡ συστήσασα.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὸν Σὸν μονογενῆ, ἱκέτευε ἀπαύστως, Παρθένε Θεοτόκε, πυρὸς τοῦ αἰωνίου, ῥυσθῆναι τοὺς ὑμνοῦντάς Σε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄνθος ἐβλάστησας ἐκ κώμης Πύργων Θερμῆς, καὶ ἔλαβες θάνατον καθυπομείνας στεῤῥῶς, βασάνοις Θεόδωρε· ὅθεν σὴν θείαν μνήμην, ἑορτάζομεν πόθῳ, ὕμνοις τὸν στεφοδότην, ἱεροῖς ἀνυμνοῦντες, τὸν σὲ δοξάσαντα θαυμαστῶς, Μάρτυς πολύαθλε.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὦ τοῦ παραδόξου θαύματος.

Σήμερον πιστοὶ χορεύσομεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίῳ ᾄδοντες, τιμῶντες θεοπρεπῶς, Θεόδωρον τὸν Χατζῆν, θεράποντα τοῦ Χριστοῦ, Πύργων Θερμῆς νήσου Λέσβου ἐκβλάστημα, τὴν δόξαν τῶν Ἀθλητῶν, Νεομαρτύρων σεβάσμιον καύχημα, ὅτι ἐν ὁμολογίᾳ, Ὃν ἤρνηται πρότερον, μεταγνοὺς ἀληθείᾳ, μαρτυρίῳ ὁμολόγησε.

 

Σήμερον λαμπρὰ ἀνέτειλεν, ἑορτῆς ἡμέρα, καὶ φαιδρὰ πανήγυρις, καὶ σπεύδουσιν εὐσεβεῖς, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὑμνήσασθαι ποθητῶς, τὸν Νεομάρτυρα Τούτου τὸν ἔνδοξον, Θεόδωρον τὸν Χατζῆν, ἐν Μυτιλήνῃ τὸ αἷμα ἐκχύσαντα, ὑπὲρ τῆς Χριστοῦ ἀγάπης, ὡς θεράπων γνήσιος, χρυσὸν πίστιν εἰπόντα, εἰς οὐδὲν ἀνταλλαξάμενον.

 

Σήμερον ἡ μνήμη ἔλαμψεν, ὡς ἀκτὶς ἡλίου, τοὺς πιστοὺς φαιδρύνουσα, χειμῶνος μέσῳ καιρῷ, τοῦ Θεοδώρου Χατζῆ, Χριστοῦ τοῦ πρωταθλητοῦ, καὶ ἀριστέως σταδίῳ δοξάσαντος, ἐν ἄθλοις μαρτυρικοῖς, ὁμολογίᾳ στεῥᾷ τοῦ Παντάνακτα· ὅθεν εὐχαρίστῳ γνώμῃ, τούτῳ ἀνακράξομεν· μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ πάντων τῶν τιμώντων σε.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἐν φωναῖς ἀλαλάξομεν, ἐν ᾠδαῖς μεγαλύνομεν, καὶ ἐν θείοις ᾄσμασι εὐφημήσωμεν, Χριστοῦ πιστὸν Νεομάρτυρα, τῆς Λέσβου τὸ σέμνωμα, Πύργων τῆς Θερμῆς βλαστόν, εὐσεβῶν ἀντιλήπτορα, τὸν ὑπέρτιμον, ἐναθλήσαντα πόθῳ ἐν βασάνοις, καρτερῶς καὶ ἀηττήτως, μείναντα ἄχρι θάνατου του.

 

Ἀθλητὴν γενναιότατον, τοῦ Χριστοῦ Νεομάρτυρα, τοῖς ᾀσμάτων ἄνθεσι στεφανώσομεν, πιστοὶ τελοῦντες πανήγυριν, αὐτοῦ τὴν χαρμόσυνον, εὐφροσύνῃ ψυχικῇ, καὶ τὸ χαῖρε κραυγάζοντες, ὦ Θεόδωρε, ῥῦσαι πάντας κινδύνων τοὺς τιμῶντας, σεβασμίαν ἄθλησίν σου, καὶ ὑπερένδοξον μνήμην σου.

 

Θαυμασίων πεπλούτηκας, σὴν γενέτειρα Ἅγιε, καὶ τῇ θείᾳ χάριτι ᾗ ἀπείληφας, παρὰ Θεοῦ πανοικτίρμονος, ἀφθόνως μετέδωκας, τοῖς τιμῶσιν εὐλαβῶς, ἐν ψαλμοῖς τὸ μνημόσυνον, Μάρτυς ἔνδοξε· διὸ πρέσβευε πάντοτε Κυρίῳ, ἱλασμὸν δοῦναι πταισμάτων, τοῖς σὲ ὑμνοῦσι Θεόδωρε.

 

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐπέλαμψεν ἡμῖν, ὡς ὄρθρου φαεινὴ Ἀνατολή, τοῦ νοητοῦ Ἡλίου, ἡ πανέορτος μνήμη, τοῦ Νεομάρτυρος Θεοδώρου. Δεῦτε οὖν θεόφρονες, τοῦτον ἐπαξίως τιμήσωμεν, ᾀσματικοῖς ἄνθεσι καὶ ἐγκωμίοις, ὡς ὁπλίτην στεῤῥόν, καὶ μάρτυρα τῆς ἀληθείας, δι’ ἀγάπην καὶ πίστιν Χριστοῦ, τῷ αἵματι τοῦ ἐκχύσαντα. Χαίροις, θεόφυτον βλάστημα, ἐκ κώμης τῶν Πύργων Θερμῆς, ὁ συνεργείᾳ τοῦ πονηροῦ, ἀρνηθεὶς πίστιν τὴν Ὀρθόδοξον· χαίροις, ὁ τὰ πάντα λιπών, καὶ ἐν τῷ Ἄθωνι οἰκήσας, ὅπως εἰς μετανοίας ἐπανέλθῃς ὁδόν, τῷ λουτρῷ βαπτισθεὶς τοῦ αἵματος· χαίροις, ὁμολογίας ὁπλίτης, ὁ ὑπομείνας καρτερῶς τοῖς βασάνοις, Δεσπότου πόθῳ πυρούμενος, καὶ τῇ ἀγχόνῃ τελειούμενος, Μυτιλήνης λαοῦ δόξα, μετὰ τοῦ συνωνύμου σου. Ἀλλ’ ὦ θεομακάριστε, ὁ Ἁγίοις συναυλιζόμενος, μὴ παύσῃ ἱκετεύειν, τὸν Οἰκτίρμονα Θεόν, ὑπὲρ τῶν πιστῶς τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

 

 

 

 

                                             

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Ἀγαλλιάσθω σήμερον ἐν Κυρίῳ, καὶ χορευέτω ἡ ἁγιοτόκος Λέσβος, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ Νεομάρτυρος Χριστοῦ, Θεοδώρου τοῦ Χατζῆ. Οὗτος γὰρ πλανηθείς, ἀρνήθη τὴν Ὀρθόδοξον πίστιν, ἣν ὡς χρυσὸν ἐλογίσατο, καὶ ἠσπάσατο τὴν τῶν Ἀγαρηνῶν, ἣν ὡς χαλκοῦν ὠνόμασεν, ὅτε μεταμεληθείς, ὡμολόγησε ταύτην, πρὸ τῶν τυράννων, ἐν Μυτιλήνῃ ἑκουσίως προσελθών, ἄχρι τελειώσεως. Διὸ μετ’ εὐφροσύνης, συνελθόντες ἀδελφοί, ᾀσματικῶς ὑμνήσωμεν τοῦτον, ἐν μελιῤῥύτοις ὕμνοις, καὶ ἱεροῖς ἐγκωμίοις, λέγοντες· χαίροις, ἀήττητε ὁπλῖτα, τοῦ οὐρανίου Βασιλέως, ὁ τοῖς βασάνοις καρτερικῶς ὑπομείνας, ὡς στεῤῥὸς ἀδάμας, καὶ ἐν τῇ γενναίᾳ σου ἀθλήσει, κατακοσμήσας τῇ πορφυρίδι τοῦ αἵματος, τὴν ἀμώμητον καὶ ἁγίαν, τοῦ Σωτῆρος Ἐκκλησίαν· διὸ πρέσβευε Θεῷ, δεόμεθά σου ἐκτενῶς, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος β΄.

Δεῦτε φιλέορτοι πόθῳ, ναοῖς Κυρίου σπουδάζοντες, τοῖς ᾀσματικοῖς ἄνθεσι, καταστέψομεν τὴν ἐτήσιον μνήμην, τοῦ Νεομάρτυρος Θεοδώρου, πανηγυρίζοντες αὐτοῦ, τὴν ὑπέρλαμπρον ἄθλησιν. Καὶ μιμησώμεθα τούτου, τὸ καρτερικὸν φρόνημα, τὸ ἀπτόητον ταῖς ἀπειλαῖς, τὸ στεῤῥὸν ταῖς αἰκισμοῖς, τὸ εὔψυχον καὶ γενναῖον τῆς ὑπομονῆς, καὶ τὸ ἀδούλωτον τῆς ψυχῆς, ὑπὲρ τῆς Ὀρθοδόξου πίστεως, ἵνα ταῖς εὐπροσδέκτοις αὐτοῦ πρεσβείαις, ἀναδησώμεθα ἀξίως κἀμεῖς, ἀφθάρτῳ δόξης στεφάνῳ, ὁμολογίας παρὰ τοῦ Οἰκτίρμονος, καὶ τῆς ἀϊδίου τρυφῆς, τῆς οὐρανίου μακαριότητος, τῷ ἀπείρῳ θείῳ ἐλέει, μετασχεῖν ἀξιωθῶμεν ἅπαντες.

 

 

 

 

 

Ἦχος γ΄.

Χριστοῦ Νεομάρτυς, Ἀθλοφόρε Ἅγιε, ὁ μηδαμῶς πτοηθεὶς ταῖς ἀπειλαῖς, μηδὲ ταῖς τιμωρίαις, τῶν ἀλλοπίστων δειλιάσας, ἐνήθλησας χαίρων σοῖς παθήμασιν, ἄχρι τῇ τοῦ θανάτου ἀγχόνῃ, ὑπὲρ πίστεως Θεοῦ. ᾯ παρεστὼς μακάριε, πρέσβευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος δ΄.

Τῇ πνευματικῇ τραπέζῃ ἀδελφοί, σπουδάσομεν προθύμως, καὶ μετάσχομεν τοῦ Δείπνου, κοινωνοῦντες ἐν καθαρότητι ψυχῆς, τὸ ἄχραντον Σῶμα, καὶ τὸ τίμιον Αἷμα τοῦ Σωτῆρος Χριστοῦ, ὑπὲρ οὗ καὶ ἐνήθλησεν ἀνδρείως, ὁ σήμερον τιμώμενος, Νεομάρτυς Θεόδωρος ἑκουσίᾳ γνώμῃ· διὸ κἀμεῖς γευσάμενοι τῶν δώρων τούτων, ἀθανάτου βρώσεως συγκοινωνοὶ γενώμεθα, τοῦ Πάθους τοῦ Σταυροῦ, καὶ τῆς τριημέρου Ἀναστάσεως, προσκυνοῦντες Τριαδικῆς Θεαρχίας τὸ κράτος· Ἧς αἰτησώμεθα πταισμάτων ἱλασμόν, αὐτοῦ θερμαῖς ἱκεσίαις, καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος βαρύς.

Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσομεν, Νεομάρτυρος ὕμνοις, Θεοδώρου τοῦ εὐκλεοῦς, τὴν ἐτήσιον μνήμην, θείοις δ’ ᾄσμασιν αὐτόν, ἀξίως τιμήσομεν· τὸν ἐν Μυτιλήνῃ δρόμον, τοῦ βίου του, μαρτυρικῶς λιπόντα, ἵνα χοροῖς Ἁγίων, ἐν οὐρανοῖς συναριθμήσηται, καὶ ἀπολαύων γλυκείας, τοῦ Θεοῦ μεθέξεως· διὸ νῦν συνελθόντες, Ναῷ Κυρίου βοήσομεν· στεῤῥὲ Ἀθλοφόρε, ἐκτενῶς πρέσβευε, Χριστῷ τῷ Βασιλεῖ, ὅπως δεξιᾶς μερίδος, κατατάξῃ ἡμᾶς.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς χωρήσασα ἐν μήτρᾳ σου· χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, δι’ ἧς ἔλαμψεν ὁ Ἐμμανουήλ· χαῖρε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, ἄνθος εὐῶδες νήσου Λέσβου μυρίπνοον, ἐκ Πύργων Θερμῆς ἐνθέως, ἀναφυὲν ἐν καιροῖς, χαλεπῆς δουλείας ψευδοῦς πίστεως, καὶ πιστῶς ὁμολόγησας, τὴν ὀρθόδοξον, ἣν συνεργείᾳ τοῦ σατᾶν ἀρνησάμενος, μετενόησας, καὶ πιστῶς ὁμολόγησας· ὅθεν λαμπράν σου ἄθλησιν, φαιδρῶς ἑορτάζοντες, καὶ σεβασμίαν σου μνήμην, τελοῦντες νῦν ἐξαιτούμεθα, λιταῖς σου πλουσίου, πανοικτίρμον ἐλέους, τυχεῖν Θεόδωρε.

 

 

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Δεῦτε, ὕμνοις ἐνθέοις πιστοί, τὸν Νεομάρτυρα Χριστοῦ ἀνυμνήσωμεν, Θεόδωρον τὸν γενναῖον, Πύργων Θερμῆς τὸν βλαστόν, χαίροις πάντες τούτῳ ἀνακράζοντες· θεράποντα γνήσιε, ὁ ἀνδρείῳ φρονήματι, ἐν Μυτιλήνῃ, διὰ πίστιν τὸ αἷμά σου, τοῦ Σωτῆρος πόθῳ, ἀπεστράγγισας· γνώμῃ προθυμοτάτῃ σου, στεῤῥᾷ ἐναθλήσει σου, διακηρύξας τυράννοις, ὅτι τὸ ζῆν οὐκ ἦν ἄξιον, ἐν βίῳ παρόντι, ἢ μὴ μόνον ἐν Κυρίῳ, μισθὸν τῷ δίδοντι.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ἅπασα χριστωνύμων πληθύς, ᾀσμάτων ἄνθεσι πιστῶς εὐκοσμήσομεν, τὴν μνήμην ἐπιτελοῦντες, τοῦ Θεοδώρου Χατζῆ, τὴν ἡμέραν ταύτην τὴν πανίερον· τιμῶντες ἐν μέλεσιν, Ἀθλοφόρων ἀγλάϊσμα, ὁμολογίας, ἀδιάσειστον ἔρεισμα, εὐσεβῶν προστάτην ἀπροσμάχητον· χαίροις αὐτῷ κραυγάζοντες, ἀλείπτα ἐν Ἄθωνι, ὁ ἀπειλαῖς ἀπτοήτως, μείνας στεῤῥὸς μέχρις αἵματος, θερμὲ ἡμῶν πρέσβυ, ἐν τῇ φοβερᾷ ἡμέρᾳ, Θεοῦ ἐτάσεως.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε λαοί, τὸν Νεομάρτυρα Κυρίου, πιστῶς τιμήσομεν, ὁπλίτην εὐκλεῆ, τὸν Χατζῆ Θεόδωρον· ῥοαῖς γὰρ δακρύων, κατήρδευσε τὴν γῆν, καὶ ὃν πλάνῃ πάλαι ἤρνηται, νῦν ὁμολόγησε, γνώμῃ σταθηρᾷ, μετανοίᾳ ὀρθούμενος· ἕνα Κύριον, τὸν Ζωοδότην, πάντων ἀνθρώπων· Ὃν παῤῥησίᾳ διεκήρυξε πίστει εἰλικρινῇ, ἀνανήψας θείᾳ σοφίᾳ, εὐθαρσῶς μείνας ἄτμητος, δαρμοῖς τυπτόμενος· ἤθλησε δ’ εὐσθενῶς, χρυσὸν τὴν Χριστοῦ πίστιν λέξαντα, καὶ χαλκὸν τὴν ψευδώνυμον, ἀναρτώμενος ἀγχόνῃ· διὸ ἐπουράνιον, ἀνεδέξατο στέφος, μετὰ τῶν Ἁγίων αὐλιζόμενος, καὶ Βασιλεῖ συναγαλλόμενος· Ὃν Αὐτῷ, πρέσβυν ἔχομεν.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ὡς πανεύοσμον ἄνθος ὑψικόρμου βλαστήματος, ἐκ Πύργων Θερμῆς ἀνεφύης, Νεομάρτυς πανεύφημε, Θεόδωρε Χατζῆ παναληθῶς, πιστῶς ἐν Μυτιλήνῃ ζῆν λιπών, ἐκβοῶντες, ᾯ ἠρνήθης και ὑπὲρ οὗ μετανοῶν ἐνήθλησας· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ δεδωκότι σε ἡμῖν, πρέσβυν εὐπρόσδεκτον.

Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄνθος ἐβλάστησας ἐκ κώμης Πύργων Θερμῆς, καὶ ἔλαβες θάνατον καθυπομείνας στεῤῥῶς, βασάνοις Θεόδωρε· ὅθεν σὴν θείαν μνήμην, ἑορτάζομεν πόθῳ, ὕμνοις τὸν στεφοδότην, ἱεροῖς ἀνυμνοῦντες, τὸν σὲ δοξάσαντα θαυμαστῶς, Μάρτυς πολύαθλε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὁπλῖτα τοῦ Χριστοῦ, καὶ στεῤῥὲ Ἀθλοφόρε, τιμῶμέν σου ᾠδαῖς, τὴν πανέορτον μνήμην, Τριάδα δοξάζοντες, ἐπαξίως ἐδόξασαν, σὲ τὸν πάντιμον, καὶ διαπρύσιον ἄνδρα, τὸν κηρύξαντα, πρὸ τῶν τυράννων τὴν πίστιν, καὶ αἷμα ἐκχύσαντα.

Δόξα.

Ἐκ Πύργων τῆς Θερμῆς, ἀνεβλάστησας Μάρτυς, καὶ πίστιν τοῦ Χριστοῦ, ὁμολόγησας θείαν, ὁ πρὶν ἀρνησίθρησκος, ὦ Θεόδωρε ἔνδοξε· διὸ πρέσβευε, τῷ Ποιητῇ τῶν ἁπάντων, τοῦ δωρήσασθαι, ψυχαῖς ἡμῶν σωτηρίαν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Ἐξάρπασον ἡμᾶς, ἐκ παγίδων βελίαρ, Παρθένε Μαριάμ, ἡ κυήσασα Λόγον, Θεοῦ τὸν παντέλειον, τῇ γαστρί σου καὶ τέτοκας, Τοῦτον ἄχραντε, εἰς σωτηρίαν ἀνθρώπων, Ὃν δοξάζομεν, οἱ γηγενεῖς μετ’ Ἀγγέλων, καὶ Σὲ μεγαλύνομεν.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Καθίσματα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἡ μνήμη ἐπέλαμψε τοῦ Θεοδώρου Χατζῆ· διὸ νῦν θεόφρονες ᾄσωμεν ὕμνοις φαιδρῶς, αὐτοῦ τὴν ἑόρτιον, χαίροις τῷ Ἀθλοφόρῳ, τοῦ Χριστοῦ ἐκβοῶντες, ὅτι ὅνπερ ἠρνήθη, πονηρᾷ συμβουλίᾳ, στεῤῥῶς ἐνώπιον ἐχθρῶν, πίστει ἐκήρυξεν.

Δόξα.

Τὴν χάριν τοῦ Πνεύματος καὶ τῶν Θεοῦ δωρεῶν, ἐδέξω μακάριε ὡς μεταγνοὺς ἀληθῶς, καὶ ζήλῳ πυρούμενος, ὅταν πρὸ τῶν τυράννων, εὐσθενῶς καὶ γενναίως, ἤθλησας ἐν αἰκίαις, καὶ φρικταῖς τιμωρίαις, ἐκχύσας ἑκὼν ὑπὲρ Χριστοῦ, αἷμά σου τίμιον.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν μόνην ἀκήρατον καὶ Θεοτόκον ἁγνήν, Μητέρα πανάχραντον τοῦ Ποιητοῦ καὶ Θεοῦ, ἀξίως ὑμνήσωμεν, ὕμνοις θεοτερπέσι, καὶ ψαλμοῖς ἡδυλάλοις, χαῖρε ταύτῃ βοῶντες· ἀειπάρθενε Κόρη, ἀπαύστως δυσωποῦσα Υἱόν, σῶσαι τὸ πλάσμα του.

 

Μετὰ τὸν Πολυέλεον, Καθίσματα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε ἴδωμεν πιστοί, πῶς ὁ βλαστὸς Πύργων Θερμῆς, ὁ ἀνταλλάξας τὸν χρυσοῦν, πίστεως ἕνεκεν χαλκοῦ, ἀπάτῃ Ἄγαρ καὶ μεταγνούς, θνήσκει ἀγχόνῃ· δοὺς ὁμολογίαν, ἐφυλακίσθη εὐθύς, ἀντέστης κολακείαις, Χατζῆ Θεόδωρε, θάνατον Χριστῷ προὐτίμησας, τὸν ἔνδοξον ἑκουσίᾳ βουλήσει, ἐν Μυτιλήνῃ, ᾧ νῦν πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν σὲ τιμώντων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μεγαλύνομεν πιστοί, τὴν Θεοτόκον ψαλμικῶς, χαῖρε βοῶντες ἀληθῶς, Μήτηρ Θεοῦ ἐλπὶς πιστῶν, ἐν νήσῳ Τήνῳ πανευλαβῶς ἡ τιμωμένη· σήμερον γὰρ ὤφθη, Εἰκών Σου θαυματουργός, ἐκ γῆς ἀναφανεῖσα θείῳ ὁράματι, ἣν καταφιλοῦμεν χαίροντες καὶ λέγοντες, Σοὶ ὡς ἡ Πελαγία· αἰνεῖτε πάντες, Θεοῦ τὴν δόξαν, οἱ οὐρανοὶ σὺν τοῖς ἀνθρώποις.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος, πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους... (Ζήτει τῇ Τετάρτῃ τῆς ΙΑ΄ ἑβδομάδος)

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δεῦτε πιστοί, συνελθόντες ἐν οἴκῳ Θεοῦ, ὑμνήσωμεν σήμερον, τοῦ Νεομάρτυρος Χριστοῦ, τὴν πανένδοξον ἄθλησιν, καὶ θείαν μνήμην ψαλμοῖς· καὶ γάρ, πᾶσι τοῖς τιμῶσιν αὐτὸν παρέχει, δαψιλῶς τὴν χάριν, ἣν παρὰ Κυρίου ἀπείληφε, διώκειν τὰς νόσους, καὶ πόῤῥω φυγαδεύειν, τὰ τῆς πονηρίας πνεύματα· ὅθεν πιστῶς κράξομεν τῷ ἀγωνοθέτῃ, καὶ καλλινίκῳ στεφηφόρῳ Ἀθλητῇ· ῥῦσαι ἡμᾶς Ἅγιε Θεόδωρε, πάσης τοῦ ἐχθροῦ ἐπηρείας, καὶ πρέσβευε θερμῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Τὸν Ἀθλοφόρον Θεόδωρον ὑμνῶ. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.

Τόκος ἐκ γυναικὸς ἐνθέου ἔφανεν, ἐν τοῖς Πύργοις τῆς Θερμῆς, ὁ λαμπρὸς Χριστοῦ ὁπλίτης, ὃν ὑμνοῦμεν ἀσμένως, ὡς πρέσβυν πάντων φιλεόρτων, κἀγὼ δὲ χάριν δέομαι· πέμψον μοι Ἀθλοφόρε, ἀξίως ἀνυμνῆσαί σε.

Οὗτος οἰκογενείας κατηξίωται, ὡς ἐνήλιξ γεγονώς, ἀλλ’ ἐχθροῦ τῇ συνεργείᾳ, ἀπηρνήθη τὴν πίστιν, Χριστοῦ Ὀρθοδοξίαν θείαν, καὶ Ἄγαρ κατησπάσατο· μὴ ᾄδων τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασαι.

Νόσῳ ψυχοβλαβῇ καταφθειρόμενος, καὶ νικώμενος θυμῷ, ὦ Θεόδωρε ἠρνήθης, τὸ σὸν βάπτισμα θεῖον, καὶ πίστιν ἀφρόνως Κυρίου, λιπὼν δὲ πάντα ᾤκησας, Ἄθωνος μέγα ὄρος, σοφοῖς Πατρᾶσι θρέψασθαι.

Θεοτοκίον.

σω πιστῶς, ἀρὰν τῆς Εὔας λύσασαν, Θεοτόκον Μαριάμ, Θεὸς Λόγος γὰρ ἀῤῥήτως, ἐν γαστρί Σου σκηνώσας, ἑκὼν ἡμῖν συνανεστράφη, καὶ σωτηρίας ἤνοιξε, Πύλην Σὲ κεκλεισμένην, ὡς Ἡσαΐας προὔφησεν.

 

ᾨδὴ γ΄. Τὸ στερέωμα.

Θεοφόρητος, οὖν γενόμενος ἀσκήσει Θεόδωρε, χρίσματι κατεμυρώθης, μετανοίας τῇ ὁδῷ ἀνορθούμενος.

Λαμπρὸν ἔνδυμα, τῆς στολῆς νῦν ἐπενδύθης, τῇ πίστει στερεούμενος ἀκραδάντως, σωτηρίας νουθεσίαις δεξάμενος.

λως γέγονας, εὐσεβὴς ὡς νεανίας Θεόδωρε, καὶ εἰς πόλιν Μυτιλήνης ἐπανῆγες, πρὸς μαρτύριον πρόθυμος.

Θεοτοκίον.

Φωτοστέφανον, παρ’ Υἱοῦ Σου θείας δόξης, πανάγιον Ἄχραντε, εἰληφυΐα ἐκδυσώπει, παρασχεῖν ἡμῖν ἔλεος.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει σήμερον, λαμπρῶς ἡ κώμη, Πύργων τῆς Θέρμης, ἐπ’ ἀληθείᾳ, ἐγκωμίοις τιμῶσα Θεόδωρον· ὅτι τὸν βίον ἀγχόνῃ κατέλιπεν, ὁ τοῦ Χριστοῦ Νεομάρτυς πυρούμενος, ζήλῳ πίστεως, Ὃν ἠρνήθεις γὰρ ἐκήρυξε, Θεὸν ἀψευδῆ, φιλάνθρωπον, δωρούμενον πιστοῖς τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Βάτον ἄφλεκτον, ἑώρακέ Σε, Κόρη ἄσπιλε, Παρθενομῆτορ, ἐν Σιναίῳ θεόπτης καὶ ἤκουσε, θείας φωνῆς τὸ ὑπόδημα λῦσόν σου, καὶ τόπον κύψας πιστῶς προσεκύνησεν· ὅθεν Δέσποινα, Σαῖς πρὸς Θεὸν παρακλήσεσιν, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι πταισμάτων πᾶσιν ἄφεσιν.



ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανούς.

ἔνδοξος Ἀθλητής, Σταυρῷ περιτειχισθείς, ἐν Μυτιλήνῃ δ’ ἀφιχθείς, ἔσπευσε μαρτυρῆσαι, Χριστοῦ πίστιν ὀρθήν, καὶ τὴν Μωάμεθ ὑβρίζων μιαιροτάτην, ἔχων σώας φρένας του, πρὸ τοῦ κριτοῦ, Τούρκων γένους, σοφίᾳ Πνεύματος.

απίσματα ἠχηρά, παρὰ τοῦ ὄχλου δεχθείς, ὦ Νεομάρτυς τοῦ Χριστοῦ, ἔμεινας περὶ πίστιν, ἀσαλεύτως στεῤῥός, οὐδὲ μικρὸν δειλιάσας, οὔτε βασάνοις, βάκλοις τιμωρούμενος, οὐδ’ ἀπειλῶν φόβῳ φέρων, πικρὸν πολύαθλε.

δεύσας ἀθλητικῶς, τὴν μαρτυρίου ὁδόν, πρὸ τῶν τυράννων ἀριστεῦ, ἔδωκας παῤῥησίᾳ, πᾶσιν Ἀγαρηνοῖς, ὁμολογίαν πίστεως, μόνον πιστεύειν, τοῦ σύμπαντος Κτίστην τε, Δημιουργὸν ἐκ μὴ ὄντων, Θεὸν καὶ ἄνθρωπον.

Θεοτοκίον.

Νενέκρωται ἀληθῶς, τῶν Πρωτοπλάστων δορά, τῇ παραβάσει τοῦ Θεοῦ, τρυφῆς ἀποικισθέντων, σὺν τῇ Εὔᾳ Ἀδάμ· Σὺ δὲ Ἀδὰμ τὸν δεύτερον, Κόρη τεκοῦσα, γένος ἐπανήγαγες, εἰς Παραδείσου τὸν οἶκον· διὸ ὑμνοῦμέν Σε.

 

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς.

Θανάτου καταδίκην παρὰ Κριτοῦ, ἀκούσας Νεομάρτυς Χριστοῦ, εἰς ναζίρην Τούρκων, εὐθὺς ἀπέστειλαν· καὶ τούτῳ, ἐβόας τρανῶς· πίστιν ἄλλην, οὐ γινώσκω ἀληθῆ, ἢ μὴ Ναζωραίου, τὴν χρυσὴν καὶ ὀρθόδοξον.

πέλαμψεν Θεόδωρος φαεινῶς, ἁπάσης οἰκουμένης ἀτήρ, τῶν χαρίτων τοῦ Πνεύματος κοσμούμενος, κηρύξας Θεὸν ἀληθῆ, καταισχύνας τὴν ἀπάτην πτερνιστοῦ, μηρῷ δὲ μαχαίρᾳ, τρυπηθεὶς χαίρων ἔτρεχεν.

Οὐδὲν Ὀμὲρ ἀγᾶς κολακευτικῶς, ἐπὶ σοὶ κατορθώσας στεῤῥέ, τοῖς ἀνόμοις ἔδωκε τιμωρήσασθαι· καὶ βίον, ἀγχόνῃ λιπὼν οὐρανίοις, συνηρίθμησαι χοροῖς, λαβὼν δόξης στέφος· διὸ σὲ μακαρίζομεν.

Θεοτοκίον.

Δεχθεῖσα ταπεινώσει, Κόρη ἁγνή, γαστρί Σου τῇ ἀφθόρῳ Υἱόν, Ἀρχαγγέλου λέξαντος τὰ παράδοξα, πῶς Μήτηρ, ἀνδρὸς οὐ σπορά, ἀποκρίνει γενήσεσθαι ἀπορῷ, ἡ δούλη Κυρίου, γενηθήτω ἀλλ’ ὡς εἴρηκας.

 

ᾨδὴ στ΄. Ἐβόησέ σοι.

ραιοτάτως, Νυμφίῳ Μάρτυς, ἐν οὐρανοῖς νῦν παρίστασαι, καὶ θερμῶς πρεσβεύεις, ὑπὲρ πάντων τῶν σὲ ὑμνούντων.

αθύμως βίον, οὐδ’ ἀπεδέχθης, ἑλὼν ἀθλήσεως στάδιον, στεῤῥὲ Νεομάρτυς, ὅπως τάχει, Χριστῷ ἀνέλθῃς.

δεύσας τρίβον, τοῦ μαρτυρίου, ἐν Μυτιλήνῃ κατέλιπες, ἐκ πηλοῦ σαρκίον, τὸ σχοινίον μόνος φορέσας.

Θεοτοκίον.

Νενεκρωμένας, ψυχῆς μου κόρη, τοὺς ὀφθαλμοὺς νῦν διάνοιξον, ἡ ἀποτεκοῦσα, τὸ ἀνέσπερον Φῶς ἀῤῥήτως.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Θεοδώρου σήμερον, ἐκλάμπει μνήμη, δεῦτε οὖν φιλέορτοι, ἐγκωμιάσομεν αὐτόν, χαίροις πανένδοξε κράζοντες, Χριστοῦ θερᾶπον, ὁπλῖτα ἀήττητε.

Ὁ Οἶκος.

Ἰδοὺ νῦν, φωτοφόρος ἡμέρα ἀνατέταλκεν, ἡ τοῦ Νεομάρτυρος Χριστοῦ θεία μνήμη, τοῦ ἐκ κώμης Πύργων Θερμῆς τῆς Λέσβου, Θεοδώρου τοῦ Χατζῆ, τοῦ ἐν Μυτιλήνῃ ἀγχόνῃ τελειωθέντος· δεῦτε οὖν θεόφρονες, ἀγαλλομένῳ ποδί, σπεύσομεν οἴκοις Θεοῦ, ἵνα ἐνθέοις ὕμνοις, τοῦτον ἀξίως τιμήσομεν, ἐκμιμούμενοι αὐτοῦ τὴν εὐπαῤῥησίαστον στεῤῥὰν ὁμολογίαν, τὰς ἀρετὰς καὶ τὰ παλαίσματα, πόνους καὶ ἀγῶνας, ὅτι ἐξιλέωσεν, Ὃν πρότερον ἤρνηται, ἀθλήσει γενναίᾳ καὶ ἐθελοθύτῳ μαρτυρίῳ· ὅθεν πόθῳ, αὐτῷ ἀνακράξομεν· Χαίροις Χριστοῦ θερᾶπον, ὁπλῖτα ἀήττητε.

 

Συναξάριον.

Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, ἡ Σύναξις τῶν Ἁγίων Τριῶν Ἱεραρχῶν· Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,
Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ.
Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,
Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.
Ἔαρ χελιδὼν οὐ καθίστησι μία·
Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.
Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,
Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.
Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,
Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως·
Κὰλλoς γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος,
Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.
Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,
Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,
Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων,
Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.
Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην,
Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις.
Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν,
Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν
Στοιχειακῆς φέρουσι Τριάδος τύπον.
Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων,
Καὶ γήϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.
Ὁ Γρηγόριος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον,
Πρὸς ὕψος αὖ πείθοντα πάντα ἐκτρέχειν.
Τοῖς λιποθυμήσασι δ᾿ ἐκ παθῶν πάλιν,
Ἀναπνοὴ τις οἱ Βασιλείου λόγοι.
Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,
Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,
Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.
Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,
Ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις.
Λάμψεν ἑνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη.

 

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἄγιος Νεομάρτυς Θεόδωρος ὁ Χατζής ὁ Μυτιληναίος, ἐν ἔτει 784, ἀγχόνῃ τελειοῦται.

Ὁ Θεόδωρος μαρτυρήσας προφρόνως,
καὶ προφρόνως δέδεκται ἄφθαρτον στέφος.

Τριακοστῇ ἀγχόνῃ, Θεόδωρος ἤρθη πόλῳ δόξης Θεοῖο.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου Πάπας Ῥώμης καὶ τῶν σὺν αὐτῷ.

Τόλμῃ θάλασσαν Ἱππόλυτος εἰσδύνει,
Οἷα κροαίνων ἵππος ἐν λείῳ πέδῳ.

 

Τῇ αὐτῇ ἡμέρα, ἡ Ἁγία Μάρτυς Χρυσῆ, εἰς βυθὸν βληθεῖσα τελειοῦται.

Χρυσῆ βυθῷ βληθεῖσα, παστῷ τοῦ πόλου,
Νύμφη πρόσεισι προσφάτως λελουμένη.

 

 

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἄγιος Μάρτυς Σαβαΐνος, λαμπᾶσι πυρὸς τελειοῦται.

Σπλάγχνα φλέγουσι Σαβαΐνου λαμπάσι,
Τὰ παμπόνηρα τέκνα τῆς ἀσπλαγχνίας.

 

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἄγιος Μάρτυς Κενσουρῖνος, ξίφει τελειοῦται.

Τείνων τράχηλον τῷ ξίφει Κενσουρῖνος,
Ἣν οἷα ξυρῶ τοῖς συνάθλοις ἀκόνη.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου 

Ὁ Θεόφιλος τὴν φίλην τμᾶται κάραν,
Θεοὺς φιλῆσαι μὴ θελήσας βαρβάρων.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Βουλγάρου

 

Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις θαύματος τοῦ Μεγαλομάρτυρος Γεωργίου ἐν Ζακύνθῳ, ἐν ἔτει 1669

 

Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς εὑρέσεως ἐν Τήνῳ τῆς Εἰκόνος τῆς Εὐαγγελιστρίας ἐν ἔτει 1823

Ἐκ γῆς προφαίνει Θεοτόκου σεπτὴν εἰκόνα,

Εὐαγγελίσασα Ἑλλάδος ἐλευθερίαν.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Πέτρου βασιλέως τῶν Βουλγάρων

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ζήνωνος τοῦ Νηστευτοῦ ἐκ Κιέβου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.

μνοις τὸν στεῤῥὸν Θεόδωρον, στέψωμεν φιλομάρτυρες, ὅτι πόθῳ τοῦ Νυμφίου ὑπερήθλησε, παῤῥησίᾳ κηρύξας, ὡς χρυσὸν Αὐτοῦ πίστιν, καὶ ὡς χαλκὸν τοῦ Ἰσλάμ, τὴν μιαρὰν καὶ ψευδῆ.

Μένος τῶν τῆς Ἄγαρ πίστεως, ἔπληξε σὲ Θεόδωρε, τιμωρίαις πολυτρόποις μαστιγούμενον, αὐχμηρῶς τῇ μαχαίρᾳ, τῷ μηρῷ τρυπηθέντα· καὶ σῶν αἱμάτων κρουνοί, ὡς ὄμβρος ἔῤῥευσαν γῇ.

Νίκης τροπαιοῦχον σύμβολον, ἔστησε τὸ ἑκούσιον, σὸν μαρτύριον, ὁπλῖτα γενναιότατε, κατὰ τῆς δολοπλόκου, τοῦ ἐχθροῦ μεθοδείας· διὸ στεῤῥὲ Ἀθλητά, σὲ ἀνυμνοῦμεν ἀεί.

Θεοτοκίον.

τῆς Μαριὰμ Θεόπαιδος, τόκος σαρκωθησόμενος, ὡς Προφῆται θεοπνεύστως προὐχαράξαντες, γραφίδι ἐκβοῶντες, ὡς ἐκ καμίνῳ Παῖδες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Ἀστέκτῳ πυρὶ ἑνωθέντες.

Γενναίως Θεόδωρε Μάρτυς, τῇ Χριστοῦ ἰσχύϊ, τὸ μαρτύριον ἀνύσας, καὶ λαοῦ τὴν πίστιν τονώσας, ᾔρθης εἰς τὰ οὐράνια· εὐλογῶν καὶ ᾄδων ἀπαύστως τὸν Κύριον, σὺν χοροστασίαις, Ἀγγέλων καὶ Ἁγίων.

δείχθης πιστὸς στρατιώτης, ὑπηνεγκὼν πάσας τιμωρίας ἀγογγύστως, καὶ Χριστῷ νῦν συμβασιλεύεις, ψάλλον ὕμνον ἔνδοξε· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ράϊσμα εἶ νήσου Λέσβου, Πύργων Θερμῆς δόξα, Νεομάρτυς Ἀθλοφόρε, καὶ πιστῶν ταχὺς ἀντιλήπτωρ, σκέπων κινδυνεύοντας· διὸ ῥῦσαι, πάντας ἐκ νόσων Θεόδωρε, σὲ παρακαλοῦμεν, οἱ μνήμην σου τιμῶντες.

Θεοτοκίον.

ιφθέντας εἰς βάραθρα κακίας, μὴ ἐγκαταλείψῃς δίχα Σῆς ἐπικουρίας Θεοτόκε, σκέπη τοῦ κόσμου, Πύλη ἡ σωτήριος· ἡ ἐλπὶς ἁπάντων ἀνθρώπων, καὶ κλίμαξ γῆς, ὡς Ἰακὼβ εἶδεν, εἰς ὕψος θείας δόξης.

 

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.

Γαλήνης λιμένι πνεῦμά σου, Μάρτυς ὑψώθη δόξης Θεοῦ, τὸ ζῆν γὰρ ἔλιπες καρτεροψύχως, εἰς Παρμὰκ Καπί, θανὼν ἀγχόνης τῷ βρόγχῳ, σχοινίον φέρων ἑκών, περὶ τὸν τράχηλον τὸν σόν, ἀγαλλόμενος πολύαθλε.

άσεις σοφέ Θεόδωρε, νόσων λειψάνοις σου θαυμαστῶς, παρέχεις τοῖς ἀεὶ πιστῶς τιμῶσι, μνήμην σου σεπτήν· διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν ἐκτενῶς, τῷ ἐλεήμονι Θεῷ, τοῦ σωθῆναι τοὺς ὑμνοῦντάς σε.

πίσω Χριστοῦ παθήμασιν, ἐπηκολούθησας ἀληθῶς γενναῖε, ὅτε πρὸ τῶν ἀλλοπίστων, εἶπας τοῦ Χριστοῦ, εἰμὶ ἐκ μητρὸς κοιλίας, αὐτοῦ θεράπων πιστός, καὶ ὑπερήθλησας στεῤῥῶς, ἄχρις αἵματος Θεόδωρε.

Θεοτοκίον.

ψώθη ἐν Σοὶ Θεόνυμφε, κέρας ἡμῶν τῶν Χριστιανῶν, τὸν Λόγον γὰρ Θεοῦ ἀποτεκοῦσα, ἔμεινας ἁγνή, ὡς πρὸ τοῦ Τόκου παρθένος· διὸ συμφώνως ᾠδαῖς, ἀειμακάριστε πιστῶς, Σὲ ὑμνοῦμεν καὶ δοξάζομεν.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.

Παρμὰκ Καπὶ Μυτιλήνης, ἐτελειώθης ἀγχόνῃ, Πύργων Θερμῆς θεῖον ἄνθος, Θεόδωρε Νεομάρτυς· διὸ Χριστῷ συνεδρεύων, μνήσθητι τῶν σὲ τιμώντων.

Ἕτερον. Τῶν Τριῶν Ἱεραρχῶν.

Ἐν συμφωνίαις ᾀσμάτων, ᾄδομεν νῦν τρεῖς φωστῆρας, Σύναξιν τούτων τελοῦντες, Βασίλειον Καισαρείας, Γρηγόριον Θεολόγον, Χρυσόστομον τ’ Ἰωάννην.

Θεοτοκίον.

Ἡ νῆσος Τῆνος χορεύει, εὑροῦσα θείαν Εἰκόνα, Σὴν Μεγαλόχαρη Κόρη, ἧς μνείαν νῦν ἑορτάζει, καὶ Σὲ δοξάζει ἀσμένως, ὅτι αὐτὴν περισκέπεις.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσομεν, Θεόδωρον ὑμνοῦντες, τὸν Χριστοῦ Ἀθλοφόρον, ἐκβλάστημα τὸ θεῖον Πύργων Θερμῆς, νήσου Λέσβου ἀγλάϊσμα, ἐν Μυτιλήνῃ λιπόντα ἀγχόνῃ ζῆν, εὐσεβῶν τὸν ἀντιλήπτορα.

 

Τὸν ἐν τῷ Ἄθωνι ὄρει μετανοήσαντα, τιμήσωμεν ἐν ὕμνοις, ὅτι βίον μετῆλθεν, ἀγάπῃ ταπεινώσει ὑπακοῇ, ἀρετὰς δ’ ἐγεώργησε, καὶ μαρτυρίῳ ἐξήστραψε φαεινῶς, εἰληφότα στέφος ἄφθαρτον.

 

Τίς σου τοὺς ἄθλους ἐξείπει μάκαρ Θεόδωρε, οὓς Ἄθωνι εἰργάσω, σκληροτάτῃ ἀσκήσει, ἐπεὶ Χριστὸν ἠρνήθης δακρύων ῥοαῖς, μετανοίας ἐπίπονον, ἐπιποθῶν τοῦ κηρῦξαι πίστιν ἐχθροῖς, καὶ ἀθλῆσαι ἄχρις αἵματος.

 

Ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε, Θεόδωρε καὶ μνήμην, νῦν τελούντων σου θείαν, τὸν Πλάστην καθικέτευε ἐκτενῶς, τοῦ δωρήσασθαι ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων ἵνα τὸ πῦρ, τῆς κολάσεως ἐκφύγομεν.

 

Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσομεν ἑόρτια, καὶ σκιρτήσομεν ἀγαλλόμενοι τῷ Πνεύματι, ἐπὶ τῇ φωτοφόρῳ πανηγύρει, τοῦ Νεομάρτυρος Χριστοῦ· ἱερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν πανένδοξον ὁπλίτην, ἐν ὕμνοις ἀνυμνείτωσαν. Διὸ καὶ νῦν θεόφρονες πιστοί, ἐν ναῷ Κυρίου συνελθόντες, τὸν πανεύφημον Ἀθλοφόρον, καὶ ὁμολογία ςκήρυκα, ᾠδαῖς ἐγκωμιάσομεν· ὅτι τοῦτον κέκτηνται, οἱ πένητες θησαυρόν, οἱ ἐν αἰχμαλωσίᾳ ῥύστην, οἱ ἀδικούμενοι προστάτην, οἱ κατατρεγμένοι βοηθόν, οἱ ὁδοιπόροι συνοδίτην, οἰ φυλακισμένοι ἐλευθερωτήν, καὶ οἱ νοσοῦντες ἰατῆρα· οἱ πάντες τὸν πανταχοῦ ταχὺ προφθάνοντα, ἄριστον κυβερνῆτιν, πρὸς ὃν βοήσομεν· ὦ Θεόδωρε μακάριε, φύλαττε, φρούρει καὶ σκέπε ἡμᾶς, ἀτρώτους ἐκ πάσης ἀνάγκης καὶ βλάβης, καὶ σῷζε Ἑλλήνων τὸ γένος, τῆς ἐνεστώσης ἀπειλῆς, σὺν τῇ κώμῃ ᾗ ἐκβλάστησας, καὶ τῇ ἁγιοτόκῳ νήσῳ Ἑλλήνων, ταῖς πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, εὐπροσδέκτοις ἱκεσίαις σου.

 

Καὶ νῦν. Θεοτοκίον.

ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, ᾄσατε. Σήμερον γάρ, τὴν εὕρεσιν τῆς Εἰκόνος αὐτῆς ἐν Τήνῳ ἑορτάζομεν περιχαρῶς, τὴν ἐν τῷ ἀγρῷ τοῦ Δοξαρᾶ, ὑπὸ τὴν γῆν χρόνοις κεκρυμμένην, καὶ τῇ διαπορουμένῃ Πελαγίᾳ, τὶ ἐστὶν ἄραγε, τὸ ὅραμα τοῦτο, ὀφθεῖσαν καὶ λέξασαν· Εὐαγγελίζου γῆ, χαρὰν μεγάλην, τὸ ἐμὸν ὄνομα ἐστίν. Ἡ δ’ ἀντέφησεν ἀγαλλομένη· Αἰνεῖτει οὐρανοὶ Θεοῦ τὴν δόξαν. Ταύτην οὖν κατασπασώμεθα πιστῶς οἱ φιλέορτοι, ὅτι πᾶσι δωρεῖται, θαυμάτων χάριν ἀείῤῥοον, καὶ παρέχει τὰ εὐφρόσυνα.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Θεόδωρε θεῖε, ὁ βλαστὸς Πύργων τῆς Θερμῆς, ὁ ὁμολογίᾳ, καὶ καρτερᾷ ἀθλήσει, δοξάσας θεαρέστως, τὸν σὲ δοξάσαντα.

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ ἀριστέως Θεοδώρου τὴν μνήμην, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, ᾀσματικῶς τιμήσομεν, ὑμνοῦντες πιστῶς, τῆς ἀθλήσεως ἀήττητον, ὑπὲρ πίστεως τοῦ Χριστοῦ, παῤῥησίαν εὐσθενῆ, καρτερὲς τοῖς βασάνοις, καὶ δῶμεν τοῖς λειψάνοις ἀσπασμόν, ὅπως τὴν χάριν, αὐτοῦ κομισώμεθα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἁγίου Θεοδώρου ἔνθεον μέλος. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

σκήσει διέπραψας ἀριστεῦ, ἀγώνων ἀθλήσει, μεταγνοὺς ἀληθῶς κλαυθμοῖς, δι’ ἄρνησιν πίστεως ἁγίας· διὸ μετάνοιαν σὴν ἡμῖν βράβευσον.

Γιγνώσκεις σαρκός μου τὰς ἐκτροπάς, καὶ πάθη ψυχῆς μου, παντογνῶστα Χριστὲ Σωτήρ· διὸ ἱκεσίαις Σοῦ ὁπλίτου, μεταβολὴν δὸς καὶ τούτων τὴν ἄφεσιν.

κέτευε Πλάστην καὶ Λυτρωτήν, ἀοίδιμε Μάρτυς, κώμης Πύργων Θερμῆς βλαστέ, κινδύνων καὶ θλίψεν ῥυσθῆναι, τοὺς σὲ τιμῶντας καὶ πάσης κακώσεως.

Θεοτοκίον.

δύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

ψηλόφρονος γνώμης παρ’ ὁ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐνήθλησας σύ, καὶ καθυπέμεινας πάντα, ἵνα δόξης μέτοχον, Κύριος δείξῃς με.

Θεραπείαν παράσχου ἡμῶν ψυχαῖς σώμασιν, ἐξ ἀσθενειῶν δυσεφίκτων, ἄλγους κακώσεων, ὡς ἰατρὸς τῶν πιστῶν, τῇ τῶν λειψάνων σου θήκῃ, Νεομάρτυς ἔνδοξε, Λέσβου τὸ καύχημα.

χθρῶν ῥῦσαί με Μάρτυς καὶ ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τήρει ἀπήμονας, σὲ δὲ τιμώντων ᾠδαῖς, ὡς ταπεινὸς ἦσθα δοῦλος, μνήσθητι δεόμεθα, ἐν ὥρᾳ κρίσεως.

Θεοτοκίον.

δυνῶμαι Παρθένε, ὅτι ἐχθρὸς δόλιος, βέλεσι τοξεύει ψυχήν μου, τοῦ τραυματίσασθαι, φίλτρῳ βαλσάμου δὲ Σῷ, δὸς ταχινὴν ἰατρείαν, καὶ Υἱῷ Σου πρέσβευε, γεέννης ῥύσασθαι.

Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε ἐκ κινδύνων, τοὺς ἐν οἴκοις Θεοῦ ἡμῶν, πιστῶς ἀεὶ σπεύδοντας, ἵνα τὰ σὰ λείψανα ἀσπασθῶσιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν μεσίτην πρὸς Φιλάνθρωπον, πτωχῶν ἀρωγόν, πασχόντων ἀντιλήπτορα, βοηθὸν κεκτήμεθα, σὲ μάκαρ τῶν πιστῶν χοροί, κράζοντες· σπεῦσον ταχέως, ῥῦσαι συμφορῶν, τοὺς ἀνυμνοῦντας πιστῶς, θείαν μνήμην σου.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Δέξαι Μάρτυς Θεόδωρε, τῶν πιστῶν αἰτήματα καὶ καταύγασον, δαψιλῶς θείᾳ σου χάριτι, τὰς καρδίας πάντων πανσεβάσμιε.

εὐώδη μυρίπνοα, Ἀθλητοῦ σεβάσμια θεῖα λείψανα, τὰ πλουσίως χάριν βλύζοντα, καὶ πληθὺν δαιμόνων φυγαδεύοντα.

αθυμότοκαι μέριμναι, νοῦν ἀπὸ προσώπου Θεοῦ ἐξάγουσιν, ἀλλ’ εἰρήνην θείαν αὔγασον, ἐφ’ ἡμᾶς τοὺς σὲ Μάρτυς δοξάζοντας.

Θεοτοκίον.

φθαλμοὺς ἡμῖν φώτισον, Σὲ παρακαλοῦμεν Φωτὸς κυήσασα, τὴν πηγὴν Παρθένε ἄχραντε, καὶ Υἱὸν δυσώπει σῶσαι πλᾶσμά του.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

ψος ἀναβάς, οὐρανῶν τῆς δόξης πάντιμε, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, καθάπερ βίον, ἧν ὁ σὸς καὶ ἀξιΰμνητος.

λασον μακράν, τοῦ ἐχθροῦ παγίδας Ἅγιε, καὶ πανουργεύματά του τὰ σκοτεινά, παρέχων πᾶσιν, εἰρήνην ψυχοσωτήριον.

Νόσων χαλεπῶν, ἐλευθέρωσον Θεόδωρε, ἀσπρομαχήτῳ τε δυνάμει Σταυροῦ, τείχισον πάντας, κατὰ Θεὸν πολιτεύεσθαι.

Θεοτοκίον.

Θέλων τῆς φθορᾶς, ἵνα σώσῃ ἡμᾶς ᾤκησε, Θεὸς γαστρί Σου Κόρη σωματικῶς, Ὃν ἐκδυσώπει, εἰσᾶξαι εἰς τὸν Παράδεισον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

πίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Θεοδώρου λιταῖς Σῶτερ σῶσόν με.

δήγησον, πρὸς καλὴν μετάνοιαν, καὶ πρὸς τρίβους τοῦ Θεοῦ σωτηρίους, ὦ Ῥωμανέ, ἱερώτατε Πάτερ, τὸ ἀκραιφνὲς ὑμνωδῶν ἐγκαλλώπισμα, τοὺς μέλποντας περιχαρῶς, βιοτῆς σου λαμπρὰ κατορθώματα,

Νοσοῦσάν μου, τὴν ψυχὴν θεράπευσον, σῇ πρεσβείᾳ πρὸς Χριστὸν θεῖε Μάρτυς, ἄλγους δεινῶν, καὶ ὀδύνης με ῥῦσαι, τῶν οἰδημάτων κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.

Θεοτοκίον.

Μητρόθεε, ἐκ παθῶν ἀπάλλαξον, καὶ δυνάμει Σου μετάδος μοι ῥώμην· σὺ γὰρ τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμέν Σε ἁγνή, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.

Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε ἐκ κινδύνων, τοὺς ἐν οἴκοις Θεοῦ ἡμῶν, πιστῶς ἀεὶ σπεύδοντας, ἵνα τὰ σὰ λείψανα ἀσπασθῶσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ τῶν χριστιανῶν πέλεις ἔνδοξε, καὶ μεσίτης πάντων εὐσεβῶν πρὸς τὸν Κύριον· σὺ ἐκ κώμης Πύργων Θερμῆς ἐκλάμψας ὡς ἀστήρ, τὸ ζῆν ἔλιπες μαρτυρικῶς, ἐν τοῖς λειψάνοις σου δ’ ἡμῖν, ἐπανῆγες τοῖς κράζουσιν· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, πάντας ἐκ βλάβης ἐξελοῦ, Νεομάρτυς τοὺς σὲ μέλποντας.

 

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴν οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα ὦ Θεόδωρε· Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, σοῖς λειψάνοις ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων ἐκλύτρωσαθαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν καὶ νόσων· ὅπως ἀνυμνῶ σου, τὴν ἄθλησιν καὶ μνήμην τὴν σεπτήν, καὶ μεγαλύνω σε ᾄσμασι, Νεομάρτυς ἔνδοξε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

χθρῶν ἐπαναστάσεις τῶν αἱρέσεων θράση καὶ δαιμονίων ὀφρύν, σῇ μάκαρ ἀντιλήψει, κατάβαλε ταχέως, ἵνα χαίροντες ᾄδωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λαὸν εὐσεβοφρόνως εὐφημοῦντα ἀξίως σὲ Ῥωμανὲ Μελωδέ, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ τρυφῆς καταξίωσον, τῆς Βασιλείας Αὐτοῦ, διάκονε Κυρίου.

Οἰκτῖρμον δὸς εἰρήνην Θεοδώρου πρεσβείαις πάσῃ τῇ γῇ καὶ ἡμῖν, εὐσέβειαν ἀγάπην, πρὸς σὲ καὶ πολεμίους, πολιτείαν εὐσχήμονα, ἵν’ ἀνυμνοῦμεν ἀεί, Τριάδα τὴν Ἁγίαν.

Θεοτοκίον.

Σὲ καθορῶμεν Βᾶτον ἀπειρόγαμε Νύμφη ὥσπερ κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ πάλαι, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἅφλεκτον μείνασαν· ὅθεν τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Γλύκανον Πάτερ, ἐξ οὐρανοῦ καταπέμπων, ταῖς ἡμῶν καρδίαις τὴν σὴν χάριν, ὥσπερ θείαν δρόσον, ἡδέων μελισμάτων.

λέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνῶ σε, ὦ Ῥωμανὲ μάκαρ, καὶ ῥῦσαι ἐκ κινδύνων.

φθης νῦν Μάρτυς, γυνὴ κατ’ ὄναρ καὶ εἶπας, ὅπως κόπτῃ τοὺς καρποὺς ἐκ δένδρων κήπου, πατρικῆς οἰκίας, ὡς εὐμενὴς ὑπαρχῶν.

Θεοτοκίον.

ῦσαι Παρθένε, τῶν οὐρανῶν πλατυτέρα, τοὺς πιστοὺς κινδύνων καὶ ἀνάγκης, τοὺς μονογενῆ Σου, ἀπαύστως προσκυνοῦντας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γεώργησον καρδίας, πίστεως ἀρότρῳ, ὁμολογίας καὶ πόθῳ Χριστοῦ ἀριστεῦ, καὶ τῇ σεμνότητι βίου ᾗ σὺ κεκόσμησαι.

κέτευε Δεσπότην, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς ζοφερῶν, τοὺς σὴν Θεόδωρε μνήμην πανηγυρίζοντας.

ρδὰς ἐχθρῶν ἀπίστων, στίφη κακοδόξων, ἐπαπειλοῦντας Ἑλλάδα ἐκδίωξον σύ, καὶ ὑπερμάχει τῶν πίστει ἀνευφημούντων σε.

Θεοτοκίον.

ψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις κώμης Πύργων Θερμῆς βλαστός, Μυτιλήνης κλέος, νήσου Λέσβου λαμπρὸς πυρσός, εὐσεβῶν προστάτης, ὁμολογίας στῦλος, καὶ τῶν Νεομαρτύρων θεῖον ἀγλάϊσμα.

Ὦ κατορθωμάτων ἀσκητικῶν, καμάτων νηστείας, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς μετανοίας, στεῤῥᾶς ὁμολογίας, ἀθλήσεως ὧν βίον Μάρτυς ἐκόσμησας.

Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, πάντας τοὺς τιμῶντας, τοὺς σοὺς ἄθλους Μάρτυς σεπτέ, βίον μετανοίας, θαυμάσια καὶ μνήμην, πιστῶς δ’ ἀσπαζομένους, θεῖά σου λείψανα.

Πρόσδεξαι δεήσεις πάντων ἡμῶν, τῶν πιστῶς ὑμνούντων, σὴν πανένδοξον ἑορτήν, θεῖε Νεομάρτυς, Θεόδωρε τρισμάκαρ, καὶ σὴν πατρίδα Λέσβον, τήρει ἀσάλευτον.

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, θεόληπτε Μάρτυς, τῶν ἀνυμνολογούντων, σοῦ φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.

Ὕβριν ἀποδίωξον ἀφ’ ἡμῶν, πάθη ψυχοκτόνα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος καρπὸν Θεόδωρε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Σὺ εἶ ὁ προστάτης εὐσεβῶν, καὶ τῶν Ὀρθοδόξων ὁ φύλαξ, πασχόντων ὁ ἰατρός, Ἀθλοφόρε ἔνδοξε, καὶ βοηθὲ τῶν πτωχῶν, καταπλήττεις δὲ τέρασι, τοῖς πίστει δραμοῦσι, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦσι θερμῶς· ὅθεν, σαῖς λιταῖς ἡμῖν κρείττω, δὸς φθορᾶς ῥυόμενος νόσων, τοὺς σὴν θείαν μνήμην μεγαλύνοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου