Παρασκευή 29 Ιανουαρίου 2021

ΟΚΤΩΒΡΙΟΣ 12. ΑΓΙΟΣ ΕΥΓΝΩΜΩΝ ΛΗΣΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΟΚΤΩΒΡΙΟΣ ΙΒ΄!!

ΕΥΓΝΩΜΩΝ ΛΗΣΤΗΣ ΔΗΜΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γεωργίου Γαλανοπούλου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Χριστῷ συσταυρούμενος Δημᾶς, δεξιόθεν ἔσπευσας, ἐπιτημῆσαι τὸν ἕτερον, κακοῦργον βλάσφημον, τὸν ἐξ εὐωνύμων, λέξας ὅτι ἄξια, ἡμεῖς ἰδοὺ πρακτέα καὶ ἄδικα, ἀπολαμβάνομεν, ἀλλὰ Τοῦτος, Σὲ δεικνύοντα, κακῶς πάσχει, Θεὸς ὢν Φιλάνθρωπος.

 

Ἐβόησας μνήσθητι κἀμοῦ, τῷ Χριστῷ ἐκ πίστεως, ληστὰ Δημᾶ τρισμακάριστε, Σταυρῷ κρεμάμενος, ἐν Σῇ Βασιλείᾳ, ὅταν ἔλθῃς Δίκαιε, καὶ μόνε ἀναμάρτητε Κύριε, ὁ δὲ ἀντέφησεν· Ἀμὴν λέγων σοι, νῦν ἔσῃ μοι, ἐν τῇ δόξῃ, ᾗ ἔχω ὡς ἄχρονος.

 

Εὐγνώμων ἐδείχθης τῷ Χριστῷ· ὅθεν σε τετίμηκεν, ἐν Παραδείσῳ δ’ εἰσήγαγε, τρυφᾶν αἰώνια, ἀγαθὰ θεόφρον, καὶ ὑπερουράνια, πολίτην πρῶτος μετὰ τὴν ἔξωσιν, Ἀδὰμ γενόμενον, καὶ τῆς Εὔας παραβάσεως· διὸ μνήμην τὴν σὴν μακαρίζομεν.

 

Μετάνοιαν ἔδειξας Δημᾶ, ξύλῳ ἀναρτώμενος, καὶ κτίσιν βλέπων συμπάσχουσαν, Θεῷ παντάνακτι, τῷ ἀθωωτάτῳ, εἶπας Σῶτερ μνήσθητι, καὶ ἄφες τὰ ἐμὰ κακουργήματα, ὡς μόνος εὔσπλαγχνος, ἀγαπῶν γένος ὃ ἔπλασας, καὶ μὴ θέλων ἀνθρώπων ἀπώλειαν.

 

Δόξα. Ἦχος β΄.

Ὦ εὐγνώμον Δημᾶ, μετανοίας κῆρυξ Ἐκκλησίας χαρά, καὶ λύχνε πιστῶν Χριστιανῶν, ἐν σοὶ ἐβεβαιώθη θαυμαστῶς, ὅτι μεγάλα τὰ τῆς πίστεως κατοθρώματα εἰσίν· ὅτι Θεὸν σαρκωθέντα δι’ ἡμᾶς, εἰλικρινῶς ὡμολόγησας, ἐν Σταυρῷ ἀδίκως ἀναρτηθέντα, καὶ τὰ σὰ θρηνήσας ἐγκλήματα, ἐπετίμησας τὸν βλάσφημον, καὶ ἐθεολόγησας πιστῶς, τὸ τῆς τῶν ἀνθρώπων σωτηρίας μυστήριον. Διὸ οἱ τελοῦντες νῦν, τὴν φωτοφόρον σου μνήμην, δοξολογοῦμεν Ἰησοῦν, τὸν καταργήσαντα θανάτου τὸ κράτος, σὲ ταῖς ᾀσματικαῖς φωναῖς μεγαλύνοντες, καὶ λέγοντες οὐ τοῖς χείλεσιν, ἀλλ’ ἐκ καρδίας· Μνήσθητι Κύριε, ἁπάντων ἐν τῇ Βασιλείᾳ Σου, πρεσβείαις τοῦ δεξιόθεν Σου ληστοῦ, τῷ ἀπείρῳ Σου ἐλέει, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

 

Καὶ νῦν. Θεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου.

Χαῖρε, Θεοτόκε Μαριάμ, τῶν πολεμουμένων ἡ σκέπη, ἁμαρτωλῶν ὁ λιμήν, τεῖχος καὶ προπύργιον, τῶν προστρεχόντων εἰς Σέ, Ἀποστόλων τὸ κήρυγμα, Ἀγγέλων ἡ δόξα, τῶν Μαρτύρων καύχημα, ἀπηλπισμένων ἐλπίς· ὅθεν, ἐξαιτούμεθα πίστει, τὴν Σὴν πρὸς Υἱὸν μεσιτείαν, ὅπως ἐκρυσθῶμεν τῆς κολάσεως.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε πανευλαβῶς, τιμήσωμεν τὴν μνήμην, Δημᾶ ἐνθέοις ὕμνοις, ληστοῦ συσταυρωθέντος, Κυρίῳ τοῦ εὐγνώμονος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίρει ἐν σοὶ ληστά, Χριστοῦ ἡ Ἐκκλησία, τῆς μετανοίας κῆρυξ, καὶ μνήμην σου γεραίρει, ᾄσμασι δῆμος σήμερον.

 

Στ.: Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ Σου.

Ἔφανε νῦν πιστοί, ἑόρτιος ἡμέρα, ληστοῦ τῆς θείας μνήμης· διὸ Κυρίου οἴκοις, σπεύσωμεν τοῦτον μέλψασθαι.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πρέσβευε μητρικῶς, Υἱῷ Σου Θεοτόκε, ὑπὲρ ἡμῶν παθόντι, κολάσεως ῥυσθῆναι, τοὺς ψαλμικῶς ὑμνοῦντάς Σε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ληστήν Σου ἠξίωσας τῆς ἀθανάτου ζωῆς, εἰπόντα τὸ Μνήσθητι ἐπὶ Σταυροῦ ἀγαθέ, τῇ μακροθυμίᾳ Σου· ὅθεν τοὺς προσκυνοῦντας, τὸ Σὸν Ἅγιον Ξύλον, δώρησαι ἐγκλημάτων, τὴν ὀφλὴν ἐλεῆμον, καὶ σῶσον ἁπάντων τὰς ψυχάς, μόνε φιλάνθρωπε.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τοὺς ἀνθρώπους ἐλήστευες, ὡς ληστοῦ τέκνον ἄριστον, ἐν σῷ βίῳ πλεῖστα κὰ ποιήσαντα, ἀλλ’ ἐπὶ ξύλου ὑψούμενος, τὰ πταίσματα ἔλεξας, τῷ Χριστῷ, ἐκ γενετῆς, ἅπερ ἔργοις σου πέπραχας, τὴν μετάνοιαν, ἐνδεικνύμενον χρόνον πρὸ τοῦ τέλος, κἂν μικρὸν Δημᾶ θεόφρον· διό σε νῦν μακαρίζομεν.

 

Θαυμαστὰ καὶ παράδοξα, ληστὰ εἶδες σοῖς ὄμμασιν, ὅταν πνεῦμα ἔνθεον ὁ ἀθάνατος, ἀφῆκε ξύλῳ σταυρούμενος, τὸν ἥλιον κρύψαντα, τὸ φῶς κλόνον πάσης γῆς, σειομένης ἐνδείξαντα, καὶ τὴν ἔγερσιν, τῶν νεκρῶν ἐκ τῶν τάφων καὶ ὀφθέντων, ἀχαρίστοις Ἰουδαίοις, πρὶν παραδώσῃς τὸ πνεῦμά σου.

 

Ἐπὶ ξύλου κρεμάμενος, Ἰησοῦν τὸν φιλάνθρωπον, σὺ ὡμολογήσας ἐθεολόγησας, καὶ δεξιόθεν ἱστάμενος, κακοῦργον τὸν ἕτερον, βλασφημοῦντα δολερῶς, ἐπετίμησας φθόγγοις σου, θεοῤῥήμοσι, Δημᾶ ἔνδοξε· διὸ δόξης ἐγένου κληρόνομος, εἰπὼν Μνήσθητι Κυρίῳ, οὐρανοῦ καὶ γῆς δεσπόζοντος.

 

Ἕτερα. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.

Ποίαις σὲ ᾠδαῖς ἀνυμνήσωμεν, δεξιόθεν ἐπὶ ξύλου, ὄντα εὔγνωμον ληστά, συσταυρούμενον δικαίως, εἰς τὸν λόφον Γολογθᾶ; ἀξίως, ὧν ἐπράξαμεν ἐφωνησας, τῷ ἄλλῳ σταυρωθέντι, ᾧ ἐπέπληξας, ἀπολαμβάνομεν σήμερον, ὁ δ’ ἀναμάρτητος εἶπέ σοι· Ἀμὴν ἀμήν, μετ’ ἐμοῦ ἔσῃ ἐν δόξῃ μου.

 

Ὦ ληστὰ πῶς σὲ ὀνομάσωμεν, ὡς κακοῦργον ἐν βίαιοις, τρόποις βλάψαντα βροτούς, ἢ ὡς δοῦλον μετὰ μόρον, ὠφελήσαντα πιστούς; Τὰ σὰ γάρ, ἐπὶ ξύλου δῆλα ἔφησας ἐγκλήματα, Χριστὸν δ’ ἐθεολόγησας, καὶ Παραδείσου ἡνέῳξας, πρῶτος τὴν θύραν τὸ μνήσθητι, βοήσαντα, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

 

Ἐφ’ ἡμᾶς Δημᾶ βλέψον τάχιστα, οὐρανόθεν ὡς πολίτης Βασιλείας τοῦ Θεοῦ, καὶ ἀντίδος δῶρα κρείττω, ὡς ἀντάλλαγμα χρυσοῦ, ὃ πάλαι, ὡς ληστὴς ἀνθρώπων ἥρπασας, καὶ ξύλῳ τοῦ Σταυροῦ, πιστῶς ἐσύλησας, σαῖς εὐπροσδέκτοις δεήσεσι, πρὸς τὸν οἰκτίρμονα πάντοτε, λυτρώσασθαι, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Σήμερον ἐπέλαμψεν ἡμῖν, ὡς ὄρθρος νοητῆς ἀνατολῆς, ἡ πανέορτος μνήμη τοῦ εὐγνώμονος ληστοῦ, τὴν Ἐκκλησίαν Χριστοῦ λαμπρύνουσα. Δεῦτε οὖν φιλέορτοι, τοῦτον ἐπαξίως τιμήσωμεν, ᾀσματικοῖς ἄνθεσι καὶ ἐγκωμίοις, ὡς θεολογήσαντα Δεσπότην ἐν Σταυρῷ, καὶ τὸν βλάσφημον κακοῦργον ἐπιτιμήσαντα λέγοντες· χαίροις, ὁ τοῦ ληστοῦ υἰὸς γεγονώς, κακόφημος ληστής, καὶ τῶν ἀνθρώπων ἅρπαξ· διὸ δικαίως κατακέκρισαι· χαίροις, ὁ ἐπὶ ξύλου τιμωρούμενος, καὶ τὰ ἐγκλήματά σου δήλας ποιήσας, εἰπὼν εἰλικρινῶς τὸ μνήσθητι, μετανοίας ἐδρέψω τὸν καρπόν· χαίροις, τῆς ὁμολογίας ἀνήρ, στῦλος πίστεως καὶ ἔρεισμα, κῆρυξ πρὸς ἐπιστροφὴν ἐπταικότων, ἁμαρτωλῶν ἐγγυητής, καὶ θεῖος Παραδείσου ὁδοδείκτης. Ἀλλ’ ὦ Δημᾶ παμμακάριστε, ὁ τῆς Τρισηλίου Δόξης Θρόνῳ παριστάμενος, μὴ παύσῃ διηνεκῶς ἱκετεύειν, τὸν ἐλεήμονα Θεόν, ὑπὲρ τῶν εὐλαβῶς τελούντων, τὴν ἀεισέβαστον μνήμην σου, δοῦναι τὰ εὐφρόσυνα.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β’, 1-11)

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως. 

 

Λιτή. Ἦχος α΄.

Ὁ αὐθημερὸν πολίτης τῆς Βασιλείας Σου, ἀξιώσας τὸν εὐγνώμονα Ληστήν, Σὲ ἐπὶ Ξύλου θεολογήσαντα Κύριε, προσδέχου τῶν ἁμαρτωλῶν τὸν ὕμνον, δυνάμει τοῦ Σταυροῦ Σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

Δεῦτε πιστοί, τὰς ἐντολὰς τοῦ Θεοῦ ἐργασώμεθα, μετὰ προθυμίας καὶ εὐλαβείας, ἵνα τὸν μισθὸν ἀπολαύσωμεν, τῆς αἰωνίου Τούτου δόξης, ὅτι ὁ μὲν Σταυρὸς βαρὺς ἐστίν, ἀλλὰ τὸ φορτίον ἐλαφρόν, καὶ ὁ ἐπὶ Ξύλου ὡς ἀμνὸς ἀναρτηθείς, ἁπάντων Κυρηναῖος πέλει. Διὸ σὺν τῷ εὐγνώμονι Ληστῇ, πιστῶς βοήσωμεν· Μνήσθητι Κύριε, καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ Σου.

 

Ἦχος γ΄.

Ἰδών Σε ἀδίκως πάσχοντα, ἐπὶ Σταυροῦ ὡς κακοῦργον, καὶ τὸν ἥλιον κρύψαντα τὸ φῶς, ὁ Ληστὴς πιστῶς, τὸ Μνήσθητι ἐβόησέ Σοι εὔσπλαγχνε· Σὺ δὲ τούτῳ ἔφησας ἀθάνατε· Ἀμὴν σοὶ λέγω, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῇ δόξῃ μου. Οὗ ταῖς ἱκεσίαις, καὶ ἡμᾶς ἀξίωσον Χριστέ, Παραδείσου τῆς εἰσόδου, κεκλεισμένης ἄχρι νῦν, τῇ τοῦ ξύλου παραβάσει.

 

Ἦχος δ΄.

Διὰ ξύλου κατήργησας Χριστέ, τὴν τοῦ ξύλου πάλαι κατάραν· καὶ διὰ τοῦ εὐγνώμονος Ληστοῦ, τοῦ Σὲ πιστῶς θεολογήσαντος, τὸν Παράδεισον ἀνθρώποις ἠνέῳξας· ὅθεν ἐν μετανοίας δάκρυσι Ζωοδότα, Σοὶ κραυγάζομεν· Μνήσθητι Κύριε καὶ ἡμῶν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, ὅταν ἔλθῃς κρῖναι ἅπαντας, πρεσβείαις τῶν Ἁγίων Σου.

 

Ἦχος πλ. α΄.

Ἠλλοιωμένην βλέπων τὴν κτίσιν, καὶ Σὲ ὡς κακοῦργον κρεμάμενον, τὸν ἀναμάρτητον Θεόν, ὑπὸ ἀνδρῶν παρανόμων, ὁ Ληστὴς ἐν τῷ Σταυρῷ τὸ Μνήσθητι παντάναξ, ἐξ ἰσχύος αὐτοῦ ἐβόησεν· τῆς μετανοίας οὖν τούτου, καὶ ἡμᾶς ἀξίωσον, ὁ πάντων συγχωρῶν ἐγκλημάτων τὸ πλῆθος, μόνε πολυέλεε.

 

Ἦχος πλ. β΄.

Ἡ Μήτηρ Σου Λόγε, καὶ ὁ πιστός Σου Μαθητής, ὑπὸ Σταυρὸν παρεστῶτες, ἑώρων τὸ Πάθος Σου, ὃ οὐχ’ ὁ ἥλιος καὶ οἱ ἀστέρες, ἐξίσχυσαν βλέποντες, τῷ φωτὶ σκοτασθέντες· ὁ δὲ Ληστής, τὴν κτίσιν στενάζουσαν ὁρῶν, καὶ φόβῳ κλονουμένην, Θεόν Σε ὡμολόγησε. Ταῖς αὐτοῦ παρακλήσεσι, παράσχου ἡμῖν Κύριε, ἱλασμὸν ἁμαρτιῶν, καὶ ζωὴν τὴν αἰώνιον.

 

Ἦχος βαρύς.

Ἐξέστησαν Ἄγελοι, καὶ τρόμῳ ᾍδης ἔδειξεν, ὀδυνώμενον βλέποντες ἀθάνατε, τὸν τοῦ παντὸς Ποιητήν· ὁ δὲ Ληστὴς εὐγνωμόνως, οὐχ’ ὡς ὁ ἀχάριστος ὄχλος, τὸ Μνήσθητι ἐπὶ Σταυροῦ ἐβόησε, Σοὶ τῷ τῶν βροτῶν Δημιουργῷ, ἐπιτιμήσας δικαίως τὸν βλάσφημον· ὁ τὸν Παράδεισον πρῶτον ἀνοίξας, ἱκέτευε τῷ ἐλεήμονι Θεῷ, καὶ ἡμᾶς ἀξιῶσαι τῆς Αὐτοῦ μακαριότητος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Σὺν τῷ πιστῷ εὐγνώμονι Ληστῇ, Θεοτόκε θρηνῳδοῦσα, Μῆτερ ἀπειρόγαμε, ἡ ὑπὸ Σταυρὸν παρισταμένη, δυσώπει ἀπαύστως τὸν μονογενῆ Σου Υἱόν, ἑκουσίως ἐν ἰκριώματι ξύλου προσπαγέντα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Ὅτε σὺν Ἰωσὴφ Μαριάμ, δικαίῳ Μνήστορι καὶ Βρέφος εἰς Αἴγυπτον, κατήρχοντο τοῦ Ἡρώδου, φυγεῖν φρικώδη σφαγήν, ἐν ληστοῦ οἰκίᾳ κατεκλίθησαν· καὶ ξένον θηλάσασα, υἱὸν Μῆτερ ἀνύμφευτε, τούτῳ γαλήνην, τῆς μορφῆς σου μετέδωκας, ἀλλ’ ὡς ὁ πατήρ, ληστὴς χοὗτος ἐγένετο· ὅθεν αὐτὸν συνέλαβον, καὶ ξύλῳ ἀνήρτησαν, ὥσπερ κακοῦργον ἐκπνεῦσαι, ἰδὼν δὲ Σὲ πίστει ἔκραξεν· Χριστὲ μνήσθητί μου, ὅταν ἔλθῃς μετὰ δόξης, σῶσαι οὓς ἔπλασας.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, τῆς μετανοίας ὁδός, ἡ ἄνω ἄγουσα πιστοὺς πρὸς Βασίλεια, Κυρίου τῆς θείας δόξης, ὁ μόνῳ λόγῳ ἑνί, τῇ τοῦ ξύλου γεύσει τὸν Παράδεισον, συλήσας τὸ μνήσθητι, ἐν ὀδύνη ὡς ἔλεξας, δείξας εὐτόνως, εἰλικρίνειαν ἅπασαν, ληστὰ εὔγνωμον· διὸ πίστει ἐκήρυξας, Ὅνπερ ἐθεολόγησας, ἀδίκως ὡς πάσχοντα, ἐπὶ Σταυροῦ ὑψωθέντα, Θεὸν ὁμοῦ τε καὶ ἄνθρωπον, Αὐτὸν οὖν δυσώπει, ἡμᾶς δεῖξαι κληρονόμους, Δημᾶ μακάριε.

 

Στ.: Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ Σου.

Δεῦτε, τῶν φιλεόρτων χορός, ἐν μελῳδήμασιν ὠδῶν ἀνυμνήσωμεν, τὴν μνήμην ληστοῦ ἀνθρώπου, φωτιστικαῖς ἀστραπαῖς, μετανοίας λόγοις καταλάμψαντος· καὶ τούτου ἐκτύπωμα, ἀσπασώμεθα χαίροντες, ὅτι ἰάσεις, τοὶς νοσοῦσι χαρίζεται, καὶ μακρύνονται, λυπηρὰ θείᾳ χάριτι, πόθῳ δ’ αὐτῷ βοήσωμεν· ἐκλύτρωσαι Ἅγιε, παντὸς κινδύνου ἀνάγκης καὶ πειρασμῶν τοὺς τιμῶντάς σε, καὶ εὐγνωμοσύνης, καταξίωσον γενέσθαι, ἡμᾶς μορφώματα.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τίς λαλήσει τὰ μεγαλεῖά Σου Χριστέ, ἢ τίς ἐξιχνιάσει τῶν θαυμάτων Σου τὰ πλήθη; Ληστὴν γὰρ Σύ, τὸν εὐγνώμονα τρυφῆς ἠξίωσας ὡς εὔσπλαγχνος, εἰπόντα Μνήσθητί μου, μετὰ Σοῦ συσταυρωθέντα, πιστῶς δ’ ὁμολογήσαντα, ὡς Θεόν τε καὶ ἄνθρωπον, ἀδίκως πάσχοντα Σταυρῷ, μόνε ἀναμάρτητε· τὸν δ’ ἐξ ἀριστερῶν, βλασφημοῦντα δολερῶς, ἀψευδῶς ἐπιτιμήσαντα, Σὲ πιστῶς ἐθεολόγησεν, Ὁμολογητής Σου ἐνδεικνύμενος, καὶ μετανοίας κῆρυξ θεοτίμητος. Ὃν ἐν ᾠδαῖς πνευματικαῖς, καὶ τοῖς ἱεροῖς δόμοις εἰσιέμενοι, ὡς εὐεργέτην τῶν πιστῶν ἀξιοχρέως μακαρίζομεν· εὐχαριστοῦντες οὖν Θεῷ, τῷ σὲ Δημᾶ σώσαντι κράζομεν· Δόξα Σοι Κύριε, ὁ ἐν Ἁγίοις θαυμαστός, καὶ μόνος πολυέλεος.

 

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Εἰπὼν τὸ μνήσθητι, ξύλῳ ὐψούμενος, τρυφῆς ἠξίωσαι, ληστὰ μακάριε, ὑπὸ Χριστοῦ παναληθῶς, Δημᾶ ἐν τῷ Παραδείσῳ· σὺ γὰρ ἀναρμάρτητον, ὡμολόγησας ἄνακτα, οὐρανοῦς καὶ γῆς Θεόν, θεολόγος γενόμενος· διὸ αἰτούμεθά σου πρεσβείαις, ὅπως ἐκφύγωμεν γεέννης.

Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ληστήν Σου ἠξίωσας τῆς ἀθανάτου ζωῆς, εἰπόντα τὸ Μνήσθητι ἐπὶ Σταυροῦ ἀγαθέ, τῇ μακροθυμίᾳ Σου· ὅθεν τοὺς προσκυνοῦντας, τὸ Σὸν Ἅγιον Ξύλον, δώρησαι ἐγκλημάτων, τὴν ὀφλὴν ἐλεῆμον, καὶ σῶσον ἁπάντων τὰς ψυχάς, μόνε φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἄκακος ἀμνός, ἐσταυρώθης ἐν μέσῳ, κακούργων Λυτρωτά, ὡς Προφῆται ἐνθέως, προὐκήρυξαν τὸ Πάθός Σου, ἐπὶ ξύλου κρεμάμενον, προορῶντές Σε, οὐδόλως ἔχοντα εἶδος, τὸν ὑπὲρ βροτούς, πέλοντα κάλλει ὡραῖον, Θεάνθρωπον Κύριον.

Δόξα.

Ὑμνήσωμεν πιστοί, ἐν ψαλμοῖς μελιῤῥύτοις, τὴν θείαν τοῦ Δημᾶ, πανσεβάσμιον μνήμην, Ληστοῦ τοῦ θεόφρονος, εἰρηκότος τό· Μνήσθητι πρὸς φιλάνθρωπον, ἐπὶ Σταυροῦ ὑψωθέντα, γενομένου τε, τοῦ Παραδείσου πολίτης, καὶ δόξης συμμέτοχος.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπῆκοντες ἐχθροῦ, πονηραῖς συμβουλίας, ἐπίχαρμα αὐτοῦ, καθ’ ἑκάστην ἡμέραν, γενώμεθα πράξεσι, φιλαμάρτητοι πέλοντες, ἀλλὰ πάναγνε, πρὸς Σὲ θαῤῥοῦντες βοῶμεν· ἐλευθέρωσον, ἐκ τοῦ σατᾶν ἡμᾶς πάντας, καὶ σῶσον πρεσβείαις Σου.

 

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἡ μνήμη ἐπέφανε τοῦ πανευφήμου Ληστοῦ, εἰπόντος τὸ Μνήσθητι ἐν Γολγοθᾷ πρὸς Χριστόν, καὶ ὡμολογήσαντα, Δίκαιον καὶ ἀθῶον, τὸν ἀχράντους παλάμας, τείναντα ἑκουσίως, ἀγκαλίσασθαι κόσμον, ἐνθέρμοις πρὸς Θεὸν προσευχαῖς, τούτου αἰτούμενοι.

Δόξα.

Ἐν χώρᾳ Αὐσίτιδι λησταὶ οὐσίαν Ἰώβ, ἀφήρπασαν ἅπασαν ἀλλ’ οὗτος οὐ γογγυσμῷ, Θεῷ ἐξεστόμισεν, ἐν δὲ Κρανίου τόπῳ, τῆς τρυφῆς Παραδείσου, ἄλλος Ληστὴς εὐγνώμων, ἠξιώθη Σοὶ φήσας, τὸ Μνήσθητί μου Χριστὲ Σωτήρ, ἐν τῇ Βασιλείᾳ Σου.

Καὶ νῦν. Θεοτοκίον.

Σεισμοῦ πυρὸς θλίψεων ἐχθρῶν τε ἐπιβουλῆς, καὶ πάσης κακώσεως τοὺς Ὀρθοδόξους λαούς, Παρθένε ἐκλύτρωσαι, Σὺ γὰρ κατὰ δαιμόνων, Φοβερὰ Προστασία, πέλουσα ἀπαλάττεις, ἡμᾶς τούτων κακίας· διὸ τοὺς Σὲ ὑμνοῦντας ᾠδαῖς, δίδου τὰ κρείττονα.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τοὺς ἑπτὰ ἐπὶ Σταυροῦ, λόγους ἀκούσωμεν Χριστοῦ, τὸ Ἐλωΐ Σαβαχθανί, τὸ Πάτερ ἄφες οὖν αὐτοῖς, τὴν ἁμαρτίαν καὶ τῷ Ληστῇ ἐν Παραδείσῳ, σήμερον σὺ ἔσῃ, ὁμολογήσαντί Σε, ἰδοὺ νῦν ὁ υἱός σου, ἰδοὺ δ’ ἡ μήτηρ σου, ὡς αὐτοῖς οἰκτῖρμον ἔφησας ἰδὼν Μητρὶ Ἰωάννῃ τε φίλῳ, Διψῶ καὶ πνεῦμα, πρὶν παραδώσεις εἰπὼν τετέλεσται Σωτήρ μου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Πρόσδεξαι ἡμῶν ἁγνή, τὴν προσευχὴν τὴν πενιχράν, ὅτι γιγνώσκομεν θερμήν, καὶ εὐσυμπάθητον βροτοῖς, Σὴν ἱκεσίαν πρὸς τὸν Υἱὸν καὶ ἀρωγήν Σου· ἄκουσον αἰτήσεις καὶ καρδιῶν στεναγμούς, ἀνάγκας τε καὶ θλίψεις, τῶν προσκαλούντων Σε. Τάχει οὖν αὐτὰς ἐκπλήρωσον ὦ Δέσποινα, καὶ ἱλέωσαι Λόγον, ἐκ Σοῦ τεχθέντα, καὶ Σταυρωθέντα, ὦ Δέσποινα καὶ ἱλέωσαι Λόγον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ Σου.

Εὐαγγέλιον, τῶν Ἀχράντων Παθῶν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ληστοῦ...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σήμερον, ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἡμᾶς συνήγαγε, ναοῖς τιμήσασθαι, Ληστὴν τὸν εὐγνώμονα, τὸν ἐπιτιμήσαντα βλάσφημον συσταυρωθέντα, οὐδὲ φοβεῖ σε τὸν Θεον, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ, καὶ πρὸς Ἰησοῦν εἰπόντα, ἐν μεταγνώσει καὶ πίστει, Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ Σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Πόθῳ, Ληστὴν εὐγνώμονα μέλψω. Γεωργίου.

ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.

Πίστει λαοί, ᾄσωμεν ᾆσμα, Χριστῷ τῷ Θεῷ, τῷ δεξιόθεν δείξαντι, Ληστῇ εὐγνώμονι, εἰς ἡμῶν σωτηρίαν, ὡς τύπῳ μετανοίας, μνήσθητι λέξαντι.

βιοτῆς, τρίβον ἀνύσας στενήν, ἐν Σταυρῷ Ληστὴς τῷ πλάστῃ, μνήσθητί μου, θρήνοις ἔκραξεν, ὅταν ἔλθῃς ἀνθρώπων, τὰς πράξεις κατακρῖναι, μόνε φιλάνθρωπε.

Θέλων ζωήν, λήψεσθαι θείαν, ἐν ξύλῳ Δημᾶ, τῷ φιλευσπλάγχνῳ ἔφησας κραυγῇ, τὸ μνήσθητι μεταγνοὺς ἐπὶ πάντα, ἀνθρώποις ἐπεπράχεις, τοῖς κακουργήμασιν.

Θεοτοκίον.

Μαριάμ, ταῖς μητρικαῖς Σου λιταῖς πρὸς Υἱόν, σῶσον ἡμᾶς πανάμωμε, τοὺς παροργίσαντας, τὸν θυμὸν τοῦ Κυρίου, καὶ ὄντας κατακρίτους, ὡς εὐσυμπάθητος.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐμενῶς, Δημᾶ, πρόσδεξαι ᾆσμα, Γεωργίου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Εὐγνώμων ἐδείχθης ληστὰ Δημᾶ, εἰπὼν μνήσθητί μου, τῷ εὐσπλάγχνῳ Παμβασιλεῖ, ὡς εἶδες συμπάσχουσαν τὴν κτίσιν, μετανοήσας τοῖς σοῖς πλημμελλήμασιν.

πῆρξας κακούργος καὶ μοχθηρός, ἐν βίῳ ὡς ἅρπαξ, ἀδικήσας Ληστὰ βροτούς, ἀλλ’ ὅμως μικρὸν χρόνον πρὸ τέλους, τῇ μετανοίᾳ Παράδεισον ᾤκησας.

Μετὰ τοῦ βλασφήμου κακοῦ Ληστοῦ, τοῦ ἐξ εὐωνύμων, συνεσταύρωσαι τῷ Χριστῷ, ᾯ ἔγνως παθόντι ἑκουσίως, ἐν Γολογοθᾷ ὡς Θεὸν ὡμολόγησας.

Θεοτοκίον.

λθὲ εἰς βοήθειαν τῶν πιστῶν, ἁγνὴ Θεοτόκε, ἀνωδίνως ἡ Λυτρωτήν, τεκοῦσα Υἱὸν Πατρὸς ἀνάρχου, καὶ ὡς Παρθένος ἀεὶ διαμείνασα.

 

ᾨδὴ γ’. Στερέωσον ἡμᾶς

Ληστὴς ὡς ὁ πατήρ σου γεγένησαι Δημᾶ, γηγενεῖς πολλῷ ζημιώσας, πορωμένην τὴν συνείδησιν, καὶ τὴν καρδίαν κρατῶν ἀνελέητον.

γλῶττά σου πρὸς Κτίστην ἐφώνησεν, ἐν ξύλῳ τὸ μνήσθητι ἐκ βαθέων, ὅταν εἶδες κτίσιν πάσχουσαν, καὶ Τοῦτον Κύριον ἐθεολόγησας.

Στερέωσον ἡμᾶς, Ληστὰ εὐγνώμον, ἐμφόβως Θεῷ, ἔχειν καθ’ ἑκάστην, φῶς ἡλίου θεασάμενος, ἀφ’ ὥρας ἕκτης κρυβὲν καὶ μετέπειτα.

Θεοτοκίον.

Τεκοῦσα σὺν Θεόν τε καὶ ἄνθρωπον, ἀσπόρως Υἱὸν Πατρὸς προανάρχου, ἐπελεύσει θείου Πνεύματος, ἡμῖν Παρθένε, χαρὰν θείαν ἔδωκας.

 

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.

Νεύσας πρὸς Θεάνθρωπον, εἶπας Ληστὰ Τούτῳ μνήσθητι, ἐπὶ Σταυροῦ τῷ ἀνηρτημένῳ, ἑκοντὶ σῶσαι πλᾶσμά Του.

εὐσυμπαθείας σου Ληστά, πρὸς Κτίστην συμπάσχοντα, ξύλῳ Σταυροῦ, ὑπὸ ἀχαρίστων Ἰουδαίων, ἣν ἔδειξας.

Σκέλεσι κατέαξαν, καὶ σοῖς ὀστέοις συνέτριψαν, ἵνα τὸ ζῆν, πρὸ Σαββάτου λίπῃς, σὺν ἑτέρῳ ληστεύσαντι.

Θεοτοκίον.

Δέσποινα ὀχύρωμα, τῶν Ὀρθοδόξων εἶ πάντοτε, ἐλπὶς χαρά, καὶ παραμυθία· διὸ ὕμνοις Σε μέλπομεν.

 

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἑορτῆς ἐπέλαμψεν, αὖθις ἡμέρα, δεῦτε οὖν φιλέορτοι, Δημᾶ εὐγνώμονος Ληστοῦ, ἐν μελῳδήμασιν ᾄσωμεν, τὴν θείαν μνήμην, αὐτὸν πρέσβυν ἔχοντες.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τῇ Σῇ Σκέπῃ ἄχραντε, καὶ προστασίᾳ, τοὺς πιστοὺς κραταίωσον, εἰς Σὲ ἐλπίζοντας ἀεί, καὶ ἀντιλήπτωρ πανύμνητε, γενοῦ καὶ τεῖχος, αὐτῶν ἀπροσμάχητον.

 

ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοήν.

λίου φῶς ἡμέρας κρύψαντος, ἐθαμβήθη συσταυρούμενος, φόβῳ ὁ πιστὸς Δημᾶς, Κυρίῳ ἑστὼς δεξιόθεν· διὸ ἐπιτιμήσας τὸν βλάσφημον, Ληστὴν ἐξ εὐωνύμων, Σὲ ἐδόξασε.

Νικᾶται ἅπας ὅρος φύσεως, ἃλς σαλεύεται, γῆ κλονεῖται, σύμπαντα τρέμει ἐν Σοί, Σταυρῷ ὁρῶντα ἡπλωμένον· διὸ Ληστής, δέει συνεχόμενος, πιστῶς ἐθεολόγει, Σὲ τὸν Δίκαιον.

λαύνει τοῦ Σταυροῦ ἡ δύναμις, λεγεῶνας ἐχθροῦ δολίου, Ξύλου δ’ ἰσχὺς τῷ πιστῷ Ληστῇ ἐδείκνυ μετανοίας, ὁδὸν Παραδείσου, τὴν σωτήριον εἰπόντι· μνήσθητί μου, πρὸς Σὲ Κύριε.

Θεοτοκίον.

ψίστου, Σὺ λαμπρὸς γεγένησαι Θρόνος, Δέσποινα Θεοτόκε, ὅτι Θεὸν τέτοκας, ζητοῦντα βροτῶν σωτηρίαν· διὸ εὐγνωμοσύνην δεικνῦντές Σε, πᾶσαι φυλαὶ καὶ γλῶσσαι μεγαλύνομεν.

 

Ἕτερος. Εἰσακήκοα Κύριε.

φωνή σου ἀντήχησεν, ὦ Ληστὰ ὠσὶ Θεοῦ παντοκράτορος, ἐπακούσαντός σου τάχιστα, θύραν Βασιλείας ἀνεώξαντος.

Μνήμην ἄγομεν σήμερον, σοῦ ληστᾶ Δημᾶ τὴν σεπτὴν καὶ ἐνδοξον, μελῳδήμασι τιμῶντές σε, ὡς Χριστῷ ὑπὲρ ἡμῶν δεόμενον.

κουσάτωσαν ἅπαντες, ἐν Εὐαγγελίοις ῥήματα ἅγια, τοῦ Κυρίου ἐκδιδάσκοντος, πῶς οἱ μεταγνόντες νῦν σωθήσονται.

Θεοτοκίον.

Πύλη ἄχραντε πέλουσα, τοὺς ὁμολογοῦντάς Σε Θεομήτορα, καθαγίασον πρεσβείαις Σου, καὶ εἰς δόξαν Τόκου Σου εἰσάγαγε.

 

ᾨδὴ ε’. Ὁ τοῦ φωτὸς χορηγός.

Γαληνοτάτως Θεῷ, καὶ μεταγνοὺς Ληστὰ Δημᾶ, ἔργοις σου σὺν λόγοις, σὸν παρέδωκας πνεῦμα, ἀκούσας Ἰησοῦ, τὴν σωτηρίωδη φωνήν· ἔσῃ μετ’ ἐμοῦ.

Νευστάσας κάραν ληστήν, οὐχ ὡς ἐν Δείπνῳ ὁ προδούς, ἔφησε Μνήσθητί μου, Χριστὲ τῷ ἀθλίῳ, καὶ πταίσαντι πολλά, ὁδὸν μετανοίας, ἡμῖν ἐνδεικνύμενος.

ς ὁ τελώνης βοῶ ἥμαρτον, Σοὶ τῷ Λυτρωτῇ κράζω δέ, μετὰ Ληστοῦ, Σοὶ τὸ μνήσθητί μου, πανάγαθε Σωτήρ, ἐκτός σου γὰρ ἄλλον Θεόν, οὐ πεπίστευκα.

Θεοτοκίον.

Μαρία ἐκ Σοῦ τεχθεὶς Θεός, τοῦ σῶσαι γηγενεῖς, ἁγνὴν μήτραν Σου, ἐποίησε θεῖον θρόνον, ὡς οἷδε βουληθείς, ἐν ᾗ ἐχώρησε, παντὶ ὁ ἀχώρητος.

 

Ἕτερος. Φώτισον ἡμᾶς.

ίψασπις Δημᾶ, οὐκ ἐγένου ἐν τῷ βίῳ σου πάντοτε ἀμερίμνως ἔχων τὸν νοῦν, ἀλλὰ πρὸ τέλους, τὸ μνήσθητι πίστει ἔκραξας.

κακοποιός, Σὲ ὁρῶν ἀδίκως πάσχοντα, ἐβλασφήμει Σωτήρ μου ἐπὶ Σταυροῦ, ἀλλ’ ὁ πιστός Σου Ληστής, Σὲ ἐθεολόγησε.

Σῶσον ταῖς Ληστοῦ, τοῦ εὐγνώμονος δεήσεσιν, ἡμᾶς Θεὲ παντάναξ, ἐπὶ Σταυροῦ, ὁ συγχωρήσας, αὐτοῦ τὰ πολλὰ ἐγκλήματα.

Θεοτοκίον.

Δέξαι τὰς ᾠδάς, νῦν πρὸς Σὲ ἡμῶν Θεόνυμφε, καὶ δὸς πρεσβείαις Σαῖς, πρὸς Μονογενῆ, εἰς σωτηρίαν τῶν πόθῳ μακαριζόντων Σε.

 

ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων.

Οἱ ἐν σκότει ῥαθύμως καθεύδοντες, καὶ ταῖς φρεσὶ ζάλης τὸν τάραχον ἔχοντες, ὑπὸ σοῦ Δημᾶ ἔμαθον, μετανοίας ὁδόν, τὴν σωτήριον.

Νικητὰς παθημάτων ἀνάδειξον, κατ’ ἐχθροῦ πτερνίσαντος Ἀδάμ, ἡμᾶς πάντας, πίστει βοῶντας· Μνήσθητι τῷ Θεῷ ὦ Ληστά, ὡς σὺ ἔκραξας.

ειζώου τρυφῆς καταπλούτησον, ἡμᾶς σαῖς δεήσεσι Δημᾶ πρὸς εὔσπλαγχνον, ὡς Παραδείσου πρώτιστος, οἰκιστὴς μετ’ Ἀδάμ, θείᾳ χάριτι.

Θεοτοκίον.

Μαριὰμ ὡς ὀλκὰς συνεισάγαγε, πάντας πρὸς λιμένα γαλήνης σωτήριον, ἡ τὸν Σωτῆρα τέξασα, τοὺς βροτοὺς ἐξ ᾍδου ἀφαρπάσαντα.

 

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.

πὶ Σταυροῦ θεωρῶν Ληστὴς Χριστέ, Σὲ τὸν Δίκαιον τῆς μετανοίας καρποὺς δεικνύς, εἶπε μνήσθητι ἐμοῦ, πλείστους βλάψαντος, ἀδικίας ἔργοις, καὶ συγχώρησιν παράσχου μοι.

Ξενίζει πάντας βροτοὺς Ληστά, τὰ σὰ κακουργήματα, ἅπερ εἰργάσω καιροῖς, ἀφόβως αἰσθόμενος· ἀλλ’ ἡ ἀνταπόδοσις, καὶ ποινὴ τοῦ νόμου, σὲ δικαίως κατεδίκασαν.

γαθοτάτως Χριστός, Ληστοῦ ἐδέξατο σύνεσιν, τοῖς μεταγνόνταις ἐν αἷς, τετέλεκε πράξεσι· διὸ προσεδέξατο, τῆς αὐτοῦ καρδίας, τὴν φωνὴν ὡς πολυεύσπλαγχνος.

Θεοτοκίον.

κετηρίους εὐχάς, ἡμῶν προσδέχου πανύμνητε, ἃς πρὸς Υἱὸν καὶ Θεόν, μετάθες πρεσβείαις Σου· εἰς Σὲ γὰρ ἐλπίζοντες, εὐθαρσῶς βοῶμεν· σῶσον Κόρη τοὺς ὑμνοῦντάς Σε.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὁ Ληστὴς ἐβόησε, Σοὶ μνήσθητί μου, καὶ πολίτης γέγονε, τοῦ Παραδείσου παρευθύς, ἡμᾶς δὲ τούτου δεήσεσι, τῆς κακουργίας, ἐχθρῶν ῥῦσαι εὔσπλαγχνε.

Ὁ Οἶκος.

Τοῦ Προφητάνακτος Ψαλμῳδοῦ προφήσαντος· ἰδοὺ προσκυνοῦμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες σου Κύριε, ἐπληρώθη τὸ ῥηθὲν Σοῦ τοῦ ἀναμαρτήτου καὶ ἀθανάτου Θεοῦ, σταυρωθέντος ἐν μέσῳ δύο κακούργων ληστῶν, ἐξ ὧν ὁ εἷς ἐβλασφήμει Σε, μετὰ τῶν ἐμπαιζόντων θεοκτόνων Ἰουδαίων, ὁ δ’ ἕτερος ἐθεολόγει, Σοῦ τὴν ἔνσαρκον παρουσίαν καὶ παντοδυναμίαν, ἐπὶ τοῖς τούτου ἐγκλήμασι θρηνῶν· ὅθεν, ἰδὼν τὰ παράδοξα τῆς κτίσεως, ἔμφοβος ἐγένετο, μεταγνοὺς δὲ δι’ ἃ ἐπεπράχει βλάψας γηγενεῖς, καὶ ὁμολογήσας Σε Δεσπότην, τό· μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ Σου, γοερῶς ἔκραξεν, ὀλίγον πρὶν ἐκπνεύσει, καὶ τῆς φωνῆς σου ἐπακούσας, τὸν Παράδεισον ἐκληρώσατο, ὡς εὐγνωμοσύνης πρότυπον. Διὸ ἡμεῖς μακρόθυμε καὶ φιλάνθρωπε Σωτήρ, ἐν τοῖς θείοις σου οἴκοις προστρέχοντες, ἀσπαζόμεθα τὴν τούτου ἁγίαν μορφήν, κρείττω αἰτούμενοι, ἅπερ πᾶσι παρέχει, ὁ ὁδηγὸς τῆς μετανοίας καὶ πρῶτος Θεολόγος, ὁ πλήξας τῷ Σταυρῷ βελίαρ τὰ ἔνεδρα, ὃν νῦν ἐπαξίως τιμῶμεν ἐν ᾄσμασι, βοῶντες εἰλικρινῶς ἐκ καρδίας πρὸς αὐτόν· τῆς κακουργίας ἐχθρῶν ῥῦσαι εὔσπλαγχνε.

 

 

 

Συναξάριον.

Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ ἐκ δεξιῶν συσταυρωθέντος εὐγνώμονος Ληστοῦ, οὗ τοὔνομα Δημᾶς, γεγονότος πρώτου πολίτου τοῦ Παραδείσου.

Ἤστραψε Θεοῦ φωτί, ληστὴς εὐγνώμων,

ἐν Σταυρῷ τρανῶς εἰπὼν Κυρίῳ· μνήσθητί μου.

Δυοῖν καὶ δεκάτῃ, ὑψιμέδωνι ἄειρε, πιστὸς Δημᾶς γῆθεν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου.

Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος,
Ἤραντο νίκην, γῆν προβάντες ταράχου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης.

Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη,
Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Ἀναστασίας.

Ἡγεῖτο λαιμοῦ τὴν τομὴν ἀσπασίαν,

ἡ καλλίνικος Μάρτυς Ἀναστασία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται.

Τέθνηκεν ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,

θνήσκειν ἑτοίμων εἰ δέοι καὶ πολλάκις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδότου, ἐπισκόπου Ἐφέσσου.

Ὁ Θεόδοτος γήϊνον λιπὼν θρόνον,

τὸν λαμπρὸν εὗρε τῆς ἄνω δόξης θρόνον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαλφεθᾶ, βέλεσι τοξευθεὶς τελειοῦται.

Οὐ μαλθακόν τι Μαλφεθᾶ βλέπειν ἔχει,

τόξου κατ’ αὐτῆς εὐτόνως τεταμμένου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀνθίας, βληθεῖσα εἰς πύρινον χάλκινον βοῦν, τελειοῦται.

Εἰς βοῦν ἀπανθεὶς ἔμπυρον βεβλημένη,

ἐν οὐρανῷ δὲ λαμπρὸν ἀνθεὶς Ἀνθία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουβεντῖνος καὶ Μάξιμος, ξίφει τελειοῦνται.

Ἰουβεντῖνος Μαξίμῳ τμηθεὶς ἅμα,

χορῷ συνήφθη Μαρτύρων σὺν Μαξίμῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰάσωνος, ἐπισκόπου Δαμασκοῦ.

Παθὼν Ἰάσων τὰς βάρεις καταστρέφει,

πύργους ἐγείρας ἀρετῶν πρὸ τοῦ τέλους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόμαχος καὶ Διόδωρος, πυρὶ τελειοῦνται.

Μάχου πρὸς ἐχθροὺς Ἀνδρόμαχε Κυρίου,

κᾂν τοῦ πυρὸς σύνθνησκε τῷ Διοδώρῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ νέου Θεολόγου.

Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Οὐΐλφριντ τῆς Ὑόρκης Ἀγγλίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀλαμάνων τῶν ἐν Κύπρῳ· Βαλαντίου, Βαρλαάμ, Βαρνάβα τοῦ μοναχοῦ, Βασιλείου ἐπισκόπου τοῦ Βαβατσινιώτη, Γεωργίου τοῦ ἐπιτηδειώτου, Γεωργίου τοῦ περαχωρίτου, Γεωργίου τοῦ Σαλαμάνου, Δημητριανοῦ τοῦ ἐπισκόπου, Εἰρηνικοῦ, Ἐλπιδίου, Ἐπαφροδίτου καὶ Ἐπίκτητου τοῦ θαυματουργοῦ.

Θείαν κτησάμενος, Ἐπίκτητος, χάριν,

πιστοὺς πρὸς οὐράνιον προτρέπει κτῆσιν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοσεβίου καὶ τῆς Συμβίας αὐτοῦ, τῶν ἐν Ἀρσινόῃ.

Σέβας ὑπάρχεις Ὁσίων Ἀρσινόης,

Θεοσέβιε σὺν θείᾳ σου Συμβίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἐπὶ τῇ ἐπετείῳ τῆς ἀπελευθερώσεως τῆς πόλης τῶν Ἀθήνων ἐκ τοῦ Γερμανικοῦ ζυγοῦ, ἐν ἔτει 1944, Σύναξις πάντων τῶν ἐν Ἀθήναις Ἁγίων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

ν ἄλλοις καιροῖς ἀνεδείχθησαν λησταί, ταῖς κακουργίαις πολλοὺς ἀνθρώπους ζημιώσαντες, ταῖς δὲ μαχαίραις φονεύσαντες, ἀλλ’ οὐδείς, ὡς σὺ ὠνομάσθη Δημᾶς, φήσας τὸ Μνήσθητι, τῷ φιλανθρώπῳ Λυτρωτῇ, ἐπὶ τῷ ξύλῳ Σταυροῦ.

Λησταῖς ἐμπεσών, ἐσυλήθην ἡδοναῖς τῆς ἁμαρτίας, ἐν τῷ νῷ σὺν ψυχῇ καὶ σώματι, πάντοτε ταλαιπωρούμενος· ὅθεν μή με καταδικάσεις, ἀλλὰ δός μοι μετάνοιαν, ταῖς τοῦ εὐγνώμονος Ληστοῦ Θεέ, θερμαῖς προσευχαῖς.

Ψαλοῦμεν πιστῶς, μετ’ εὐγνώμονος Ληστοῦ, εὐχαριστήριον ὕμνον πάντες οἱ λυπήσαντες, Θεὸν ἡμῶν τοῖς ἐγκλήμασιν, ὅτι ἓν δάκρυ μετανοίας, σβεννύει τὸ χειρόγραφον, ἁμαρτιῶν τε καὶ παθῶν· διὸ μνησθῶμεν αὐτοῦ.

Θεοτοκίον.

πῶς Μαριάμ, εἰπὲ ἡμῖν, πρὸς Σὲ νοῦς φωνήσας χαῖρε, Θεοῦ ἀπόῤῥητον ἐκόμισε, βουλὴν ἀρχαίαν τῷ Πνεύματι! Λόγον δὲ Πατρὸς συλλαβοῦσα, ὡς ὑπήκοος ἔλεξας, ἐν ταπεινώσει τό· ἰδοὺ δούλη ὑπάρχω Θεοῦ.

 

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.

εισέβαστον μνήμην, μελῳδίαις τιμῶμεν, τοῦ θεηγόρου Ληστοῦ, αἰτούμενοι ταῖς το΄του, πρεσβείαις εὐπροσδέκτοις, ἵνα χαίρωμεν ᾄδωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Στρατεύματα Ἀγγέλων, σὺν Ἁγίοις καὶ γένει, Σὲ ἀνυμνοῦσι βροτῶν, παντάναξ ἐλεῆμον, ἀλλὰ καὶ ὁ εὐγνώμων ληστὴς λέξας τὸ Μνήσθητι, τῆς ἀθανάτου χαρᾶς, μετέχων Σὲ δοξάζει.

Μετὰ τῶν θεολόγων, συνηρίθμησαι μάκαρ, εἰπὼν Θεὸν τοῦ παντός, τὸν Κύριον τῆς δόξης, καὶ μέγα Βασιλέα, ὦ Δημᾶ θεοφώτιστε· διὸ ἐν θείαις ᾠδαῖς, γεραίρομεν σὴν μνήμην.

Θεοτοκίον.

γνὴ τὴν τοῦ τεκόντος ἐκ Σοῦ, ἰσχὺν παράσχου, τοῖς Σὲ ὑμνοῦσι πιστῶς· ἐλθὲ φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρίαν, τῶν ἀνθρώπων αὐγᾶσαι νῦν, φερνῶν καρδίας ψυχῆς, τὸ ἐρεβῶδες σκότος.

 

ᾨδὴ η’. Τὸν ἐν τῇ βάτῳ.

Γῆν κλονουμένην ὁρῶν, καὶ συμπάσχουσαν κτίσιν, ἐπὶ ξύλου ἐβόας γορεῶς, Ληστὰ Δημᾶ, ἑτέρῳ τῷ βλασφήμῳ· οὐ φοβεῖ σε τάλα, τῷ κρίνοντι δικαίως;

Εὐλογητὸς ὁ Θεός, θρηνῳδῶν ἀνεβόας, πρὸς Ὃν ἔσπευδες φθάσαι Δημᾶ, τάχει μεταγνούς· διὸ συμβασιλεύεις, Νόοις καὶ Ἁγίοις, ἀτελευτήτως μάκαρ.

ς οἱ Προφῆται, Θεοῦ ὡμόλογουν Μεσσίου, τὴν ἐπέλευσιν σῶσαι βροτούς, ἔφησας Ληστά· κἀμοῦ μνήσθητι Σῶτερ, ὅταν ἔλθῃς κρῖναι ἀνθρώπων τὰ πρακτέα.

Θεοτοκίον.

ύστις εἶ Κόρη, ἡμῶν ἐκ πυρὸς τῆς γεέννης, μητρικῶς δυσωποῦσα Υἱόν Σου μονογενῆ, Ὃν ἔτεκες ἀφράστως, διὰ σωτηρίαν, τῶν γηγενῶν ἐλθόντων.

 

Ἕτερος τὸν Βασιλέα.

Γέγραπται μέγα, ἐν οὐρανοῖς ὄνομά σου, ὦ Δημᾶ συμπολῖτα Ἁγίων· ὅθεν σε τιμῶμεν, ὡς πρέσβυν πρὸς Σωτῆρα.

λέους θείου, καὶ δωρεῶν ἀθανάτων, ἡμετέρας καρδίας νῦν πλήρου, ὡς Ληστὴς εὐγνώμων, ἔχων τὴν παῤῥησίαν.

εὐσπλαγχνίας, τοῦ Ἰησοῦ πρὸς σὲ μάκαρ, ἐν Σταυρῷ ταχὺ ἐπιδειχθείσης, ὅτε μνήσθητί μου, αὐτῷ εἶπας ἐν πίστει.

Θεοτοκίον.

ῦσαι ἀσβέστου, πυρὸς ἡμᾶς Θεοτόκε, καὶ μνημόνευσον μετὰ Ληστοῦ ἐν δίκῃ, ὅπως ἐλεήσῃ, καὶ σώσῃ ὁ Υἱός Σου.

 

ᾨδὴ θ’. Τὴν ὑπερφυῶς.

Γῆ καὶ οὐρανὸς τὴν νῦν, συνευφραίνονται Δημᾶ, ἡμέραν εὔσημον, μνήμην θείαν σου ἐκτελοῦντες, ὅτι τῆς μετανοίας, βροτοῖς ἔδειξας ὁδόν.

σχυρόν σε πρεσβευτήν, συνοικοῦντα ἐν χοροῖς, Ἁγίων ἔχομεν πάντες, ὡς εὐγνώμονα Ληστήν· διὸ πρὸς τὸν ναόν σου, νῦν σπουδάζομεν πιστῶς.

εἰπὼν ἐπὶ Σταυροῦ, μνήσθητί μου τῷ Χριστῷ, πᾶσι δωρεῖται ἰάσεις, θερμῶς Τούτῳ πρεσβεύων· ἀπείληφε γὰρ χάριν, δοξασθεὶς ὑπὸ Θεοῦ.

Θεοτοκίον.

περύμνητε ἁγνή, ἡ τεκοῦσα ἐν σαρκί, τὸν τοῦ Πατρὸς Θεοῦ Λόγον, μὴ ἐλλίπῃς ἀπαύστως, ὡς Μήτηρ δυσωποῦσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἕτερος. Κυρίως Θεοτόκον

Γηθόμενοι τιμῶμεν, ἐν ναοῖς Κυρίου, μνήμην Ληστοῦ θεολόγου τοῦ πρώτου, ψαλμοῖς καὶ προσκυνοῦμεν, τοῦ Πάθους τὰ θεῖα σύμβολα.

λάσθητι Σωτῆρι, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς, καὶ παθῶν τοὺς τὴν σὴν μνήμην τελοῦντας, Δημᾶ μακάριε.

ρδὰς ἐχθρῶν δολίων, μάκρυνον ταχέως, καὶ μηχανὰς ἀρχεκάκου Δημᾶ ἀφ’ ἡμῶν, ἑορταζόντων ἐν ὕμνοις, τὴν θείαν μνήμην σου.

Θεοτοκίον.

πούργησε Νοῦς πρώτος, Γαβειὴλ τὴν θείαν, ἐν Σοὶ ἁγνὴ κεκρυμμένην ἀρχαίαν βουλήν· διὸ δυσώπει Σὸν τόκον, σῶσαι οὓς ἔπλασεν.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸς τοῖς ἄστροις.

Αὐθημερὸν πολίτης, θείας τρυφῆς σὺ γεγονώς, Δημᾶ ἀξίωσον πάντας, ὡς κλῖμαξ πρὸς τὸν οὐρανόν, χαῖρε πιστῶν ἱκεσία, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου.

Θεοτοκίον.

Σῶτερ εὐχαῖς Μητρός Σου, ὁ ὑψωθεὶς ἑκὼν Σταυρῷ, τοὺς προσκυνοῦντας Τριάδα, τὴν ἐν Θεότητι μιᾷ, σῶσον καὶ δεῖξον μετόχους, σὺν τῷ Ληστῇ Παραδείσου.

 

 

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες ᾄσμασιν ᾄσωμεν, τὴν μακα΄ριαν μνήμην, τοῦ εὐγνώμονος πάνυ, Ληστοῦ θεολογήσαντος ἐν Σταυρῷ, Ἰησοῦν τὸν Θεάνθρωπον, καὶ Παραδείσου τῆς θείας ὄντος τρυφῆς, γευομένου ὡς συμμέτοχος.

 

Ἦλθες ληστὰς καὶ τελῶνας σῶσαι φιλάνθρωπε, τῆς μετανοίας τρόπους, ὑποδείξας Σοῖς λόγοις· διό Σε ὁ ἐν ξύλῳ καλὸς Ληστής, ὡς Θεόν τε καὶ ἄνθρωπον, παντάναξ ἔφησε μνήσθητι γοερῶς, ἀνακράξας μετὰ πίστεως.

 

Τῇ παραβάσει κλεισθεῖσαν πάλιν ἠνέῳξας, τοῦ Παραδείσου θύραν, ὦ Ληστὰ θεοφᾶντορ, εἰπὼν τὸ μνήσθητί μου εἰλικρινῶς, τῷ Σωτῆρι οἰκτίρμονι, εὐγνωμοσύνην δεικνὺς τῷ ἐπὶ Σταυροῦ, ὑψωθέντι σῶσαι ἅπαντας.

 

Μνήμην σου θείαν τελοῦντες Δημᾶ ἀοίδιμε, Χριστὸν δοξολογοῦμεν, ἐν Σταυρῷ ὑψωθέντα, καὶ σώσαντα ἀνθρώπους ἁμαρτωλούς, μετανοίας τοῖς δάκρυσι· διὸ νῦν ᾄσματα πρόσδεξαι ἱερά, καὶ ἡμῶν Θεῷ μνημόνευσον.

 

Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι τῷ πνεύματι, ἐν τῇ σεβασμίᾳ μνήμῃ τοῦ εὐγνώμονος Ληστοῦ πρὸς Χριστόν. Ἱερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν θεοῤῥήμονα ἄνδρα, ὕμνοις εὐφημείσθωσαν. Διὸ καὶ νῦν φιλέορτοι, ἐν ναοῖς Κυρίου συνελθόντες, τοῦτον ᾀσμάτων ἄνθεσιν ἐγκωμιάσωμεν, ὅτι ὄντως κέκτηνται, οἱ πένητες θησαυρόν, οἱ ἐν αἰχμαλωσίᾳ τοῖς πάθεσι ῥύστην, οἱ ἐν κινδύνοις ἐλευθερωτήν, οἱ κατατρεγμένοι βοηθόν, οἱ ὁδοιπόροι συνοδίτην, οἱ ἐν εἱρκτῇ τύπον ὑπομονῆς, οἱ ἁμαρτωλοὶ ὁδηγὸν μετανοίας, καὶ οἱ ἀσθενοῦντες ἰατῆρα. Οἱ πάντες ταχὺ ἀντιλήπτορα, δαιμόνων ὀλετῆρα, καὶ πίστεως ἀσάλευτον στῦλον, πρὸς ὃν βοήσωμεν· ὦ Δημᾶ παμμακάριστε, φύλαττε καὶ σκέπε ἡμᾶς, ἐκ πάσης βλάβης ἀτρώτους, καὶ σῷζε γένος Ὀρθοδόξων, ἐξ ἐχθρῶν ἐπιβουλῆς, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις ὁ Θεοῦ τοὔνομα πιστῶς, καθομολογήσας, ἐπὶ ξύλου καὶ μεταγνούς, λέξας Μνήσθητί μου, Ληστὰ Δημᾶ εὐγνώμων, παρεστηκὼς Κυρίῳ, δόξης συμμέτοχε.

Δεῦτε ἀνυμνήσωμεν ἐν ᾠδαῖς, τῆς εὐγνωμοσύνης, τὸ ὑπόδειγμα τὸ σεπτόν, τὸν Δημᾶν τὸν θεῖον, ἑστῶτα δεξιόθεν, παρὰ Σταυρὸν Κυρίου, λέξαντα Μνήσθητι.

Ῥῶσιν ἐξ εἰκόνος σου ἱερᾶς, δίδως πᾶσι μάκαρ, τοῖς προστρέχουσιν εὐλαβῶς, ταύτην ἀσπασθῆναι, ἰώμενος νοσοῦντας, κατ’ ἄμφω τὰς δὲ θλίψεις, μακρύνεις πάντοτε.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου